Ἔργον
Νεόφυτος ὁ Ἔγκλειστος – Πανηγυρικός λόγος
Εγκώμιο στους αγίους Αναργύρους Κοσμά και Δαμιανό
Σειρά χαιρετισμών προς τους αγίους Κοσμά και Δαμιανό και όλους τους αναργύρους ιατρούς.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εγκώμιο στους αγίους Αναργύρους Κοσμά και Δαμιανό
Σειρά χαιρετισμών προς τους αγίους Κοσμά και Δαμιανό και όλους τους αναργύρους ιατρούς.
ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΣΥΝΟΠΤΙΚΟΝ ΕΓΚΩΜΙΟΝ ΠΕΡΙ ΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΩΝ ΑΝΑΡΓΥΡΩΝ ΚΟΣΜΑ ΚΑΙ ΔΑΜΙΑΝΟΥ ΚΑΙ ΤΩΝ ΣΥΝΩΝΥΜΩΝ ΑΥΤΩΝ ΚΑΙ ΠΕΡΙ ΠΑΝΤΟΣ ΑΝΑΡΓΥΡΟΥ Πάτερ, εὐλόγησον. Ἀναργύρους ἀκέστορας γεραίρουσα τήμερον ἡ Ἐκκλησία τοῦ Θεοῦ καὶ ἡμεῖς συγγεραίρομεν. Τρεῖς δέ, ὥς φασιν, συνωνύμους ταύτας εἶναι τὰς συζυγίας· τοὺς ἐκ τῆς Ῥώμης ὑπὸ Καρίνου τοῦ βασιλέως, οἳ μετὰ τῶν λοιπῶν χρηστῶν πλεονεκτημάτων καὶ τῷ τῆς μαρτυρίας στεφάνῳ κατεκοσμήθησαν, τοὺς ἐξ Ἀραβίας ἀναλάμψαντας καὶ τοὺς ἐκ τῆς Θεοδότης τεχθέντας καὶ τὸν κόσμον τοῖς θαύμασι καὶ τῇ εὐσεβείᾳ περινοστήσαντας, ὧν καὶ τὴν μακαρίαν μνήμην γεραίρομεν σήμερον.
Ἐπεὶ δὲ φθόνου καὶ ζήλου πάθος οὐ πάρεστιν ἐν ἁγίοις, δίκαιον ᾠήθην ἀναμὶξ τούτους γεραίρειν ὁμοῦ, ὡς ἅμα συνωνύμους καὶ συνεπιστήμονας πέλοντας καὶ τῆς θείας κληρουχίας συμμεθέξοντας, καὶ χαιρετίσαι τὰ εἰκότα, ὡς ἰατροὺς ἀναργύρους καὶ θεράποντας Θεοῦ, ὡς ἀγγέλων μιμητάς, ὡς ἀνθρώπων ἀκέστορας, ὡς κτηνῶν ἰατῆρας, ὡς παθῶν διώκτας, ὡς ὑγείας δοτῆρας, ὡς δωρεὰν λαβόντας πρὸς Θεοῦ καὶ δωρεὰν παρέχοντας ἀνθρώποις, ὡς οἰκουμένης φωστῆρας καὶ διωκτῆρας νύχους ἀσεβῶν, ὡς λαμπτῆρας καμνόντων ἐν σκότει κλινοπετείας, ὡς παθῶν δυσιάτων ἰατροὺς ἀναργύρους, ὡς προστάτας χειμαζομένων πρὸς ἀρρωστιῶν δεινῶν, ὡς λίθους ἐπαλξίους κατὰ παθῶν εὐστόχους, ὡς «πάσης νόσου καὶ πάσης μαλακίας» ἰατρούς. Χαιρετίσαντες μικρὰ τὸν λόγον ἀποπεράνωμεν.
Χαῖρε, ἀναργύρων ἡ τρικόσμιος καὶ τριζεύγιος τριζευγία τοῦ τρισαγίου Θεοῦ Κοσμᾶδες ἅμα Δαμιανοῖς, ὡς τὰ σύμβολα ἔχουσα τοῦ παγγεωργοῦ Θεοῦ καὶ νεουργοῦσα πεπαλαιωμένας γαίας ὑπὸ παθῶν ἀνιάτων. Χαίρετε, ἀνάργυροι Δαμιανοὶ σὺν Κοσμᾶσιν, ὅτι ῥακκώδη καὶ ῥωγαλεῖα σώματα περιρράπτετε τῇ ῥαφίδι τοῦ Πνεύματος, θεοχαρίτωτοι.
Χαίροις, τὸ ἑξαστέλεχον καὶ παμφορώτατον φυτὸν τοῦ φυτουργοῦ τῶν ὅλων, ὡς ἀκροδρύους ὀπώρας καὶ καρποὺς εἰσφέρον τοῖς ἀρρώστοις ἀμφιλαφῶς. Χαίροις, ἡ τριζεύγιος καὶ τρισόλβιος ἀλεξιτήριος πόα τῶν ἀσθενούντων, ἡ ῥωννύουσα σώματα κατεσκληκότα καὶ φωτίζουσα τοὺς ἀμβλυωποῦντας καὶ τὰς αὐτῶν ψυχὰς πρὸς θεογνωσίαν ἄγουσα.
Χαίροις, ἡ ἑξαρίθμιος τῶν ἀναργύρων εὔκλεια, ὅτι φαρμακοθήκην φέρεις πεπληρωμένην φαρμάκων θεοπρεπῶν ἀνάργυρον ἰατρείαν δωρεῖσθαι τοῖς ἀνθρώποις. Χαίρετε, θεῖοι ἀνάργυροι Δαμιανοὶ σὺν Κοσμᾶσιν, ὅτι συνεκεράσατε μετὰ τῶν σωματικῶν καὶ ψυχικὰ σωτήρια φάρμακα καὶ πολλοὺς ἐξ ἀσεβείας πρὸς τὴν εὐσέβειαν μετεποιήσατε.
Χαίρετε, πάντες ἅγιοι ἀνάργυροι, ὅτι οὐ χρυσὸν οὐδ’ ἄργυρον μισθὸν ἐλαμβάνετε πρὸς τῶν ἰαθέντων, ἀλλὰ πίστιν πρὸς Χριστὸν ἐζητεῖτε μισθόν, διὸ καὶ ἡ χάρις τῶν ἰαμάτων ἐπήγαζεν ὑμῖν δαψιλεστέρως. Χαίροις, ἡ ἑξὰς τῶν ἀναργύρων Δαμιανοὶ σὺν Κοσμᾶσιν ἅμα δυάδι πανευκλεεῖ Παντελεήμονι σὺν Ἑρμολάῳ, ὡς δωρεὰν λαβόντες πρὸς Θεοῦ καὶ δωρεὰν παρέχοντες ἀνθρώποις καὶ κτήνεσιν.
Χαίροις, τὸ τετράζευγον γεωργοῦ τοῦ παγγεωργοῦ, ὡς νεουργοῦν ἀμφιλαφῶς καὶ κατασπέρον ἀνθρώποις τὰ σωτήρια σπέρματα ἐκ τῆς ἄνω περιωπῆς. Χαίροις, ἡ τετράζευγος τῶν ἀναργύρων εὔκλεια, ὡς τὴν δύσκλειαν τῶν παθῶν ἐξαφανίζουσα ῥᾷον, ὡς τὴν χάριν ἄνωθεν λαβοῦσα ἐκ τοῦ πατρὸς τῶν φώτων.
Χαίρετε, ἀνάργυροι κλεινοὶ καὶ πανευκλεὴς δεκὰς σὺν Κύρῳ καὶ Ἰωάννῃ τοῖς σοφοῖς καὶ θείοις ἀναργύροις, ὡς τὸ τοῦ Χριστοῦ πανταχοῦ περιφέροντες ὄνομα δαψιλῶς καὶ τὰς ἰάσεις δωρεῖσθαι ἀνθρώποις τοῖς κάμνουσι.
Χαίροις, ἡ δεκὰς τῶν ἀναργύρων εὔκλεια, ὡς τὴν τοῦ ἁγίου Πνεύματος χάριν ὑπερπλουτήσασα, δι’ οὗ «πᾶσαν νόσον» ἰᾶσθε «καὶ πᾶσαν μαλακίαν», καθὼς ὁ Κύριος ἐνετείλατο τοῖς ἀποστόλοις. Χαίροις, τῶν θείων ἀναργύρων ἡ δεκάριθμος φάλαξ, ἑξὰς Δαμιανῶν μετὰ Κοσμάδων καὶ τετρὰς Ἰωάννου μετὰ Κύρου, ἅμα Παντελεήμονι, καὶ τῷ σοφῷ Ἑρμολάῳ, ἡ δεκάχορδος λύρα τῆς χάριτος, ἡ δεκάριθμος πόα τοῖς κάμνουσιν, ἡ δεκάπλοκος ἴασις τῶν ποικίλων παθῶν, ἡ δεκάνευρος θεία ναῦλα τῶν θλιβομένων παράκλησις· ὧν ταῖς λιταῖς, ἀρχιητρὲ ψυχῶν καὶ σωμάτων Χριστὲ βασιλεῦ, ἴασαι καὶ ἡμῶν τὰς ψυχὰς ὁμοῦ καὶ τὰ σώματα καὶ τῆς ἀϊδίου ζωῆς καταξίωσον ἕνεκα τοῦ ἐλέους σου, ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.