Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Πανηγυρικός λόγος

Νεόφυτος ὁ Ἔγκλειστος

Λόγος στη Σύναξη των Αρχαγγέλων

Αναφορά στις επεμβάσεις των αγγέλων στην Παλαιά και Καινή Διαθήκη, και ερμηνεία της αγγελικής οπτασίας του προφήτη Δανιήλ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 19 από 30

ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΛΟΓΟΣ ΕΙΣ ΤΗΝ ΣΥΝΑΞΙΝ ΤΩΝ ΘΕΙΩΝ ΤΑΞΙΑΡΧΩΝ ΜΙΧΑΗΛ ΚΑΙ ΓΑΒΡΙΗΛ ΚΑΙ ΤΩΝ ΛΟΙΠΩΝ ΑΣΩΜΑΤΩΝ Πάτερ, εὐλόγησον. Ἀρχαγγελικῆς καὶ ἀΰλου μνείας καὶ πανηγύρεως πρὸς ἡμᾶς σήμερον εἰσελθούσης, πῶς ἡμεῖς οἱ ἔνυλοι καὶ ἐμπαθεῖς ταύτην ἀξίως πανηγυρίσωμεν; Καὶ γὰρ ὀφείλομεν τοῦτο ποιεῖν, ἤγουν ἑορτάζειν πνευματικῶς τὴν παροῦσαν τῶν ἀσωμάτων πανσεβάσμιον σύναξιν, ὅτι καὶ αὐτοὶ φύλακες κελεύσει Θεοῦ τῆς ἡμετέρας φύσεως καθεστήκασιν. Ὁπηνίκα δὲ καὶ ἐξ ἁμαρτίας ἡμᾶς πρὸς μετάνοιαν ἐπιστρέφοντας ἴδωσι, χαίρουσιν ὡς φιλάνθρωποι τὸν Δεσπότην τὸν ἑαυτῶν ἐκμιμούμενοι, «ὅτι χαρά», φησί, γίνεται «ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι». Ὅτι δὲ καὶ φύλακες τῆς ἡμῶν φύσεως καθεστήκασιν, διδάσκει ἡμᾶς τοῦτο τῶν πραγμάτων ἡ πεῖρα καὶ ὁ μακάριος Παῦλος· «Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα», φησίν, «εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν βασιλείαν;».

Ὅρα δὲ ἡλίκας καὶ ὅσας ἥ τε Παλαιὰ καὶ Καινὴ Διαθήκη περὶ ἁγίων ἀγγέλων ποιεῖται τὰς μαρτυρίας, ὅτι οὐχ ἁπλῶς φύλακες μόνον, ἀλλὰ καὶ ἀγαθὰς ἀγγελίας πρὸς Θεοῦ τῷ βροτησίῳ γένει διαπορθμεύουσι. Καὶ τοῦτο ἀριδηλότατα ὁ δίκαιος Ἰακὼβ δεδήλωκεν ἀπὸ γῆς ἕως οὐρανοῦ ἐστηριγμένην θεασάμενος κλίμακα καὶ ἀγγέλους δι’ αὐτῆς ἀναβαίνοντας καὶ καταβαίνοντας· καὶ καταβαίνοντες μὲν τὴν θείαν κατάβασιν πάντως ἐμήνυσαν, ἀναβαίνοντες δὲ τὴν ἀπὸ γῆς πρὸς οὐράνια τῆς φύσεως ἡμῶν δεδηλώκασιν ἄνοδον. Καὶ ἄγγελος Θεοῦ ἐξ Αἰγύπτου Ἰσραηλίτην λαὸν καθοδηγῶν ὡς «στῦλος πυρὸς» αὐτῷ προεπορεύετο. Καὶ ὁ μέγας ταξίαρχος Μιχαὴλ ὁ ἀρχάγγελος, οὗ καὶ τὴν σύναξιν ἑορτάζομεν σήμερον, τὸ μωσαϊκὸν λείψανον ἐν τῷ Σινᾷ ὄρει συστεῖλαι βουλόμενος, ἀνθίστατο ὁ διάβολος· Ἐμοὶ δὲ τὸ σῶμα τοῦτο καθέστηκεν ὡς τῆς ὕλης δεσπόζοντι· πρὸς ὃν ἀντέφη ὁ μέγας ταξίαρχος· «Ἐπιτιμήσαι σοι», λέγων, «ὁ Κύριος, διάβολε».

Καὶ ἄγγελος Θεοῦ τὴν κατήφειαν λύων τοῦ δικαίου Μανωὲ καὶ τῆς τούτου συμβίου τὴν στείρωσιν ναζιραῖον Θεοῦ παιδάριον, τὸν μέγαν Σαμψών, φαιδρῶς μάλα εὐηγγελίσατο· γηθόμενος δὲ ὁ Μανωὲ θαρσαλέως ἠρώτα τὸν ἄγγελον· «Τί ὄνομά σοι,» φησίν, «ἵνα, ὅταν ἔλθῃ τὸ ῥῆμά σου, δοξάσωμέν σε;».

Ὁ δέ· «Ἱνατί τοῦτο», φησίν, «ἐρωτᾷς τὸ ὄνομά μου; καὶ αὐτό ἐστι θαυμαστόν». Καὶ ἄγγελον Θεοῦ Ἰησοῦς ὁ τοῦ Ναυῆ θεασάμενος ἐσπασμένην ῥομφαίαν χειριζόμενον λύειν τὸ ὑπόδημα τῶν ποδῶν τῷ Ἰησοῦ διεκελεύετο. Καὶ αὖθις ἄγγελος Θεοῦ παρεγένετο ἐν Εὐφραθᾷ πρὸς Γεδεών, υἱὸν Ἰωάς, ὁπηνίκα κατίσχυσε Μαδιὰμ κατὰ τῶν υἱῶν Ἰσραήλ, «καὶ εἶπε πρὸς αὐτόν· Κύριος μετὰ σοῦ δυνατὸς ἐν ἰσχύϊ καὶ ἀποκτενεῖς τὸν Μαδιὰμ ὡσεὶ ἄνδρα ἕνα· καὶ Γεδεὼν εἰσῆλθε καὶ ἐποίησε», καθὰ ἐλάλησε πρὸς αὐτὸν ὁ ἄγγελος Κυρίου, «καὶ ἐξήνεγκε πρὸς αὐτὸν ὑπὸ τὴν δρῦν καὶ προσεκύνησε. Καὶ εἶπε πρὸς αὐτὸν ὁ ἄγγελος Κυρίου· Λάβε τὰ κρέη καὶ τοὺς ἄρτους τοὺς ἀζύμους καὶ θὲς πρὸς τὴν πέτραν ἐκείνην, καὶ ἐποίησεν οὕτως. Καὶ ἐξέτεινεν ὁ ἄγγελος Κυρίου τὸ ἄκρον τῆς ῥάβδου τῆς ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἥψατο τῶν θυσιῶν, καὶ ἀνήφθη πῦρ ἐκ τῆς πέτρας καὶ κατέφαγε πᾶσαν τὴν θυσίαν, καὶ ὁ ἄγγελος ἀπῆλθε ἐξ ὀφθαλμῶν αὐτῶν. Καὶ εἶδε Γεδεὼν ὅτι ἄγγελος Κυρίου ἐστί, καὶ εἶπε Γεδεών· Οἴμοι, Κύριε Κύριε, ὅτι εἶδον τὸν ἄγγελον Κυρίου πρόσωπον πρὸς πρόσωπον· καὶ εἶπεν αὐτῷ ὁ Κύριος· Εἰρήνη σοι, μὴ φοβοῦ, οὐ μὴ ἀποθάνῃς».

Καὶ ἐν ταῖς ἡμέραις Ἐζεκίου, βασιλέως τῆς Ἰουδαίας, ὅτε Σεναχηρὶμ βασιλεὺς Ἀσσυρίων ἐπολιόρκει τὴν θείαν πόλιν Ἰερουσαλήμ, «ἐξῆλθε», φησίν, «ἄγγελος Θεοῦ καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας».

Ταῦτα γὰρ καὶ ἕτερα πλεῖστα ἡ Παλαιὰ Διαθήκη σαφῶς κατεμήνυσε. Τίς δὲ ἱκανὸς ἐξηγεῖσθαι ὅσα καὶ ἡ Καινὴ φιλαλήθως διηγεῖται πάλιν, οἵας καὶ ὅσας εὐεργεσίας ὁ Θεὸς διὰ τῶν ἁγίων ἀγγέλων αὐτοῦ ἡμᾶς εὐηργέτησε; Καὶ νῦν μὲν «μὴ φοβοῦ, Ζαχαρία,» φησίν, «διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην, καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις» καὶ τὰ ἑξῆς, νῦν δὲ «χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ» ὁ θεῖος οὗτος Γαβριὴλ ὁ ἀρχάγγελος ἐν τῇ ἀρρήτῳ συλλήψει τῆς πανάγνου παρθένου Μαρίας γηθόμενος ἔκραζε. Καὶ αὖθις ἀγγέλων χορὸς «δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία» τὸν θεῖον τόκον ὑμνῶν ἀνεκραύγαζεν· καὶ ἄρτι μὲν ἄγγελος ἐπιστὰς πρὸς Ἡρῴδην μὴ ἀνακάμπτειν, ἀλλὰ δι’ ἑτέρας ἀναχωρῆσαι ὁδοῦ εἰς τὴν χώραν αὐτῶν τοὺς μάγους προετρέπετο· ἄρτι δέ, ἀναστάς, φησὶ τῷ δικαίῳ Ἰωσήφ, «παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον καὶ ἴσθι ἐκεῖ, ἕως ἂν εἴπω σοι».

Καί· «Ἀπ’ ἄρτι», φησὶν ὁ Κύριος, «ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου»· καί· «Ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ’ αὐτοῦ»· καὶ ὅτι «ἀποστελεῖ» «ὁ υἱὸς τοῦ ἀνθρώπου» «τοὺς ἀγγέλους αὐτοῦ» καὶ «συνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων».

Καί· «Ὀψὲ σαββάτων», φησὶν ὁ θεῖος Ματθαῖος, «τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθε Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον, καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας, ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ προσελθὼν ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου καὶ ἐκάθητο ἐπάνω αὐτοῦ· ἦν δὲ ἡ εἰδέα αὐτοῦ ὡς ἀστραπή, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών». Διαφόρως γὰρ ἡ γυνὴ αὕτη πρὸς τὸν θεῖον παραβαλοῦσα τάφον διαφόρως καὶ τοὺς ἀγγέλους κατόπτευε. Καὶ Πέτρος, ἡ τιμιωτάτη τῶν ἀποστόλων ἀκρότης, τηρούμενος ἐν τῇ φυλακῇ ὑπὸ τεσσάρων τετραδίων στρατιωτῶν ἐν ἁλύσεσι δυσί, καὶ μέλλων ὁ Ἡρῴδης προάγειν αὐτόν, ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη ἐν τῇ φυλακῇ, καὶ φῶς ἐπέλαμψεν ἐν αὐτῇ, καὶ τὴν πλευρὰν πατάξας τοῦ Πέτρου καὶ ἀναστήσας ἐν τάχει, καὶ τῶν χειρῶν αὐτοῦ καὶ τῶν ποδῶν εὐθὺς αἱ ἁλύσεις ἐξέπεσον, καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ· ἐδόκει δὲ ὁ Πέτρος ὅραμα βλέπειν.

Ὅτε δὲ ἡ σιδηρᾶ πύλη αὐτομάτη ἠνοίχθη αὐτοῖς καὶ ὁ θεῖος ἄγγελος ἀπέστη ἀπ’ αὐτοῦ, «νῦν», ἔφη Πέτρος, «οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐρρύσατό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων».

Ἀλλὰ τίς χρεία πολλὰς τῇ ὑποθέσει παρεισάγειν τὰς μαρτυρίας καί τινας ἴσως ἐπιβαρεῖν διὰ τὸ εἶναι ταύτας προδήλους; Ἐπειδὴ γὰρ ὁ λόγος προοιμιάσατο ὅτι καὶ φύλακες ἡμῶν θεοκέλευστοι πεφύκασιν οἱ ἄγγελοι καὶ ἀγαθὰς ἀγγελίας πρὸς Θεοῦ ἡμῖν διαπορθμεύουσι καὶ ἐπὶ τῇ ἡμῶν μετανοίᾳ καὶ σωτηρίᾳ ὡς φιλάνθρωποι ἐπαγάλλονται, ἠθέλησε δεῖξαι ἀπό τε παλαιῶν καὶ καινῶν ἱστοριῶν ὅτι οὐ ψιλὸς ἁπλῶς ἐστι στοχασμὸς τὸ λεγόμενον, ἀλλ’ οὕτως ἔχειν τὸ πρᾶγμα, ὡς εἴρηται, καίτοι γε τὰς πλείστας παρέδραμεν.

Οὔτε γὰρ τὴν τῶν χιλίων χιλιάδων καὶ τὴν τῶν μυρίων μυριάδων ἀγλαηφόρων ἀγγέλων, κατὰ τὸν θεῖον Δανιήλ, οὔτε τὸν περὶ Ἀζαρίαν ἐν τῇ Χαλδαίων συγκαταβάντα καμίνῳ ἄγγελον θεῖον, οὔτε τὴν φοβερὰν καὶ μεγάλην ἐκείνην καὶ θαυμαστὴν ὀπτασίαν, ἣν ἐξηγεῖταί τις «ἀνὴρ ἐπιθυμιῶν», τὰς ἱστορίας ὁ λόγος ἀνέμνησεν. Ἀλλ’ ἐμοὶ θαυμαστὸν ἐπιφαίνεται καὶ ἀξιοζήτητον πρόβλημα πῶς ὁ τοιοῦτος καὶ τηλικοῦτος ἀνήρ, μετὰ νηστείαν τοσαύτην καὶ καθαρότητα καὶ πολλὴν κακοπάθειαν καὶ προφητικοῦ ἠξιωμένος χαρίσματος, ἀγγελικὴν ὀπτασίαν βαστάσαι οὐκ ἴσχυσε, ἀλλὰ πρηνὴς πρὸς τὴν γῆν κατενύγετο καὶ ὑπὸ τοῦ θείου ἀγγέλου ἀνορθούμενος πάλιν κατέπιπτεν. Ἀλλὰ δίκαιον ἡγοῦμαι καθεξῆς ἀναγνῶναι ὅλον τοῦ προφητικοῦ ἐκείνου χωρίου τὸ κείμενον καὶ εἶθ’ οὕτως εἰσάξαι εἰς μέσον τὸ ἀνωτέρω ῥηθὲν ἀξιοζήτητον πρόβλημα. «Ἐν ταῖς ἡμέραις ἐκείναις», φησίν, «ἐγὼ Δανιὴλ ἤμην πενθῶν τρεῖς ἑβδομάδας ἡμερῶν καὶ ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον, καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν ἐν τῷ στόματί μου, καὶ ἄλειμμα οὐκ ἠλειψάμην ἕως πληρώσεως τριῶν ἑβδομάδων ἡμερῶν.

Καὶ ἐν ἡμέρᾳ εἰκοστῇ τετάρτῃ τοῦ μηνὸς τοῦ πρώτου», «ἐν τῷ τρίτῳ ἔτει Κύρου βασιλέως Περσῶν», «ἐγὼ ἤμην ἐχόμενα τοῦ ποταμοῦ τοῦ μεγάλου, αὐτός ἐστι Τίγρις, καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον· καὶ ἰδοὺ ἀνὴρ εἷς ἐνδεδυμένος βαδδίν, καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη χρυσίῳ ὠσφάζ, καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ θαρσίς, καὶ τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις ἀστραπῆς, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός, καὶ οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη ὡς ὅρασις χαλκοῦ στίλβοντος, καὶ ἡ φωνὴ τῶν λόγων αὐτοῦ ὡς φωνὴ ὄχλου· καὶ εἶδον ἐγὼ Δανιὴλ μόνος τὴν ὀπτασίαν, καὶ οἱ ἄνδρες οἱ μετ’ ἐμοῦ οὐκ εἶδον, ἀλλ’ ἔκστασις μεγάλη ἐπέπεσεν ἐπ’ αὐτοὺς καὶ ἔφυγον ἐν φόβῳ, καὶ ἐγὼ ὑπελείφθην μόνος καὶ εἶδον τὴν ὀπτασίαν τὴν μεγάλην ταύτην· καὶ οὐχ ὑπελείφθη ἐν ἐμοὶ ἰσχύς, καὶ ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν, καὶ οὐκ ἐκράτησα ἰσχύος καὶ ἤκουσα τῆς φωνῆς τῶν λόγων αὐτοῦ καὶ ἐν τῷ ἀκοῦσαί με ἤμην κατανενυγμένος ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γῆν. Καὶ ἰδοὺ χεὶρ ἁπτομένη μου καὶ ἤγειρέ με ἐπὶ τὰ γόνατά μου καὶ ἐπὶ τὰ ἴχνη καὶ ταρσοὺς ποδῶν μου.

Καὶ εἶπε πρός με· Δανιήλ, ἀνὴρ ἐπιθυμιῶν, σύνες ἐν τοῖς λόγοις τούτοις, οἷς ἐγὼ λαλῶ πρὸς σέ, καὶ στῆθι ἐπὶ τῇ στάσει σου, ὅτι νῦν ἀπεστάλην πρὸς σέ. Καὶ ἐν τῷ λαλῆσαι αὐτὸν πρός με τὸν λόγον τοῦτον ἀνέστην ἔντρομος. Καὶ εἶπε πρός με· Μὴ φοβοῦ, Δανιήλ, ὅτι ἀπὸ πρώτης ἡμέρας, ἧς ἔδωκας τὴν καρδίαν σου συνιέναι καὶ κακωθῆναι ἔναντι Κυρίου τοῦ Θεοῦ σου, ἠκούσθησαν οἱ λόγοι σου, καὶ ἐγὼ ἦλθον ἐν τοῖς λόγοις σου, καὶ ὁ ἄρχων βασιλέως Περσῶν εἱστήκει ἐξ ἐναντίας μου εἴκοσι καὶ μίαν ἡμέραν· καὶ ἰδοὺ Μιχαὴλ εἷς τῶν ἀρχόντων τῶν πρώτων ἦλθε βοηθῆσαί μοι, καὶ αὐτὸν κατέλιπον ἐκεῖ μετὰ τοῦ ἄρχοντος βασιλέως Περσῶν, καὶ ἦλθον συνετίσαι σε ὅσα ἀπαντήσει τῷ λαῷ σου ἐπ’ ἐσχάτου τῶν ἡμερῶν, ὅτι ἰδοὺ ἡ ὅρασις εἰς ἡμέρας. Καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ’ ἐμοῦ, κατὰ τοὺς λόγους τούτους, ἔδωκα τὸ πρόσωπόν μου εἰς τὴν γῆν καὶ κατενύγην. Καὶ ἰδοὺ ὡς ὁμοίωσις υἱοῦ ἀνθρώπου ἥψατο τῶν χειλέων μου· καὶ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα καὶ εἶπον πρὸς τὸν ἑστῶτα ἐναντίον μου· Κύριε, ἐν τῇ ὁράσει σου ἐστράφη τὰ ἐντός μου ἐν ἐμοί, καὶ ἰδοὺ οὐκ ἔχω ἰσχύν· καὶ πῶς δυνήσεται ὁ παῖς σου, Κύριε, λαλῆσαι μετὰ τοῦ Κυρίου μου τούτου; Καὶ ἐγὼ ἀπὸ τοῦ νῦν οὐ στήσεται ἐν ἐμοὶ ἰσχύς, καὶ πνοὴ οὐχ ὑπελείφθη ἐν ἐμοί.

Καὶ προσέθετο καὶ ἥψατό μου ὡς ὅρασις ἀνθρώπου καὶ ἐνίσχυσέ με καὶ εἶπέ μοι· Μὴ φοβοῦ, ἀνὴρ ἐπιθυμιῶν, εἰρήνη σοι· ἀνδρίζου καὶ ἴσχυε. Καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ’ ἐμοῦ ἐνίσχυσα καὶ εἶπον· Λαλείτω ὁ Κύριός μου, ὅτι ἐνίσχυσάς με· καὶ εἶπεν· Εἰ οἶδας ὅτι ἦλθον πρὸς σέ, καὶ νῦν ἐπιστρέψω τοῦ πολεμῆσαι μετὰ τοῦ ἄρχοντος Περσῶν· καὶ ἐγὼ ἐξεπορευόμην· καὶ ὁ ἄρχων τῶν Ἑλλήνων ἤρχετο· καὶ ἀναγγελῶ σοι τὸ τεταγμένον ἐν γραφῇ ἀληθείας· καὶ οὐκ ἔστι τις ἀντεχόμενος περὶ τούτων, ἀλλ’ ἢ Μιχαὴλ ὁ ἄρχων ὑμῶν».

Οἴδατε, ἀγαπητοί, ὅσην καὶ οἵαν ὑπέστη ἀνάγκην ἐν τῇ ὀπτασίᾳ ὁ θεῖος οὗτος ἀνήρ; οἴδατε αὐτὸν συχνῶς καταπίπτοντα καὶ πῶς μικροῦ δεῖν ἀφῆκε τὸ πνεῦμα; οἴδατε τί πρὸς τὸν ἄγγελον ἔλεγε, καὶ τί πρὸς αὐτὸν ὁ ἄγγελος ἀπεκρίνατο; «Κύριε», φησίν, «ἐν τῇ ὁράσει σου ἐστράφη τὰ ἐντός μου ἐν ἐμοί, καὶ ἰδοὺ οὐκ ἔχω ἰσχύν», «καὶ πνοὴ οὐχ ὑπελείφθη ἐν ἐμοί, καὶ ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν». Εἶτα διηγεῖται ὁ θεῖος ἄγγελος καθεξῆς πόθεν ἧκε πρὸς τοῦτον καὶ διατί πρὸς αὐτὸν παρεγένετο, ὡσανεὶ ἔλεγεν ὅτι οὐκ ἦλθον οὐρανόθεν ἀρτίως, ἵνα τὴν ψυχήν σου, ὡς ὑπέλαβες, διακρίνω τοῦ σώματος, ἀλλ’ ἦλθον ἀπὸ Περσίας πρὸς σὲ ἐν τῷδε τῷ ποταμῷ Τίγρῃ «συνετίσαι σε ὅσα ἀπαντῆσαι τῷ λαῷ σου ἐπ’ ἐσχάτου τῶν ἡμερῶν».

Καί· «Μὴ φοβοῦ, Δανιήλ, ἀνὴρ ἐπιθυμιῶν, εἰρήνη σοι· ἀνδρίζου καὶ ἴσχυε», ὅτι «ἀπὸ τῆς πρώτης ἡμέρας, ἧς ἔδωκας τὴν καρδίαν σου συνιέναι καὶ κακωθῆναι ἔναντι Κυρίου τοῦ Θεοῦ σου, ἠκούσθησαν οἱ λόγοι σου, καὶ ἐγὼ ἦλθον ἐν τοῖς λόγοις σου καὶ ὁ ἄρχων βασιλέως Περσῶν εἱστήκει ἐξ ἐναντίας μου εἴκοσι καὶ μίαν ἡμέραν». Καὶ τίς ἆρα ἐστίν, ὦ θεῖε Γαβριήλ, ὁ «ἄρχων» ἐκεῖνος «βασιλέως Περσῶν»; Πῶς δὲ καὶ «εἱστήκει ἐξ ἐναντίας σου εἴκοσι καὶ μίαν ἡμέραν» καὶ οὐκ ἀνεῖλες αὐτόν; Ἄγγελος γὰρ εἷς, εἴτε σὺ αὐτὸς εἴτε ἕτερος, ἑκατὸν ὀγδοήκοντα καὶ πέντε ἀνεῖλε χιλιάδας, καὶ πῶς ἄρτι λέγεις ὅτι «ὁ ἄρχων βασιλέως Περσῶν εἱστήκει ἐξ ἐναντίας μου εἴκοσι καὶ μίαν ἡμέραν» καὶ τὴν χεῖρα ἐπέχεις; Οὔτε τότε, φησίν, ἀνῃρέθησαν αἱ ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδες χωρὶς θείας κελεύσεως, οὔτε πάλιν ἀρτίως χωρὶς θείας κελεύσεως ἀπείργω τὴν χεῖρα μὴ ἀνελεῖν τὸν ῥηθέντα. «Ἄρχων» δὲ «βασιλέως Περσῶν» ὁ διάβολός ἐστι καὶ λέγεται· τὸ δὲ «εἱστήκει ἐξ ἐναντίας μου εἴκοσι καὶ μίαν ἡμέραν» τοῦτό ἐστι, ὅτι ἐναντιοῦται τὸ θέλημα τὸ ἐμόν. Ἐγὼ γὰρ τῷ θείῳ θελήματι θέλων ὑπηρετεῖν πρὸς εἰρήνην ἀλείφω τὸ ἔθνος τῶν Περσῶν· ὁ δὲ ἄρχων αὐτῶν διάβολος, ἤγουν ὁ ἀρχηγὸς τῆς ἐκείνων κακίας, πρὸς σφαγὰς καὶ πολέμους καὶ ἀπιστίας καὶ ἑλληνισμοὺς καὶ αἰσχρουργίας ἐπαλείφειν σπουδάζει καὶ τὸ θεῖον καὶ τὸ ἐμὸν ἐναντιούμενος θέλημα. «

Εἱστήκει ἐξ ἐναντίας μου εἴκοσι καὶ μίαν ἡμέραν», καὶ τοῦτο ἀρτίως ἀναιρεθῆναι τὸν ἀποστάτην Θεὸς οὐκ ἀνέχεται. «Καὶ ἰδοὺ Μιχαὴλ εἷς τῶν ἀρχόντων τῶν πρώτων», ἤτοι τῶν ἀρχαγγέλων, «ἦλθε βοηθῆσαί μοι», ἤγουν ἀπείργειν τοῦ διαβόλου καὶ τῶν Περσῶν τὰ πονηρὰ ἐγχειρήματα, «καὶ αὐτὸν κατέλιπον ἐκεῖ μετὰ τοῦ ἄρχοντος βασιλέως Περσῶν καὶ ἦλθον» «πρὸς σὲ» «συνετίσαι σε». Καί, «εἰ οἶδας ὅτι ἦλθον πρὸς σέ», ἤγουν, εἰ συνῆκας τί ἦλθον καὶ τί εἶπον πρὸς σέ, «καὶ νῦν ἐπιστρέψω τοῦ πολεμῆσαι μετὰ τοῦ ἄρχοντος Περσῶν», ἤγουν διακωλῦσαι τὰς ἐκείνου κακοτεχνίας· «καὶ ἐγὼ ἐξεπορευόμην», δηλαδὴ ἀπὸ Περσίας παραγενέσθαι πρὸς σέ, «καὶ ὁ ἄρχων τῶν Ἑλλήνων ἤρχετο». Καὶ «ὁ ἄρχων», ὁ διάβολος «τῶν Ἑλλήνων» Περσῶν, πρὸς αὐτοὺς ἤρχετο, «καὶ ἀναγγελῶ σοι τὸ τεταγμένον ἐν γραφῇ ἀληθείας, καὶ οὐκ ἔστι τις ἀντεχόμενος περὶ τούτων», ἐκεῖθεν δηλονότι ὅθεν ἧκον ἐγὼ πρὸς σέ, «ἀλλ’ ἢ Μιχαὴλ ὁ ἄρχων ὑμῶν»· οὐ χρείαν ἔχει, φησί, καὶ ἑτέρας ἀγγελικῆς συμμαχίας κατατροπῶσαι τοὺς Πέρσας καὶ τὸν ἄρχοντα τούτων· ἀρκεῖ γὰρ καὶ μόνος «Μιχαὴλ ὁ ἄρχων ὑμῶν». Οὔτε γὰρ συμμαχήσας ἐκείνῳ ἀπέρχομαι ἐγώ, ὥσπερ οὐδ’ ἔγωγε ἐκεῖ ὢν τῆς ἐκείνου ἔχρῃζον βοηθείας· ἕκαστος γὰρ ἡμῶν ἐξαρκεῖ σῶσαι καὶ ἀπολέσαι τῇ τοῦ Θεοῦ βουλήσει ἄπειρα πλήθη ἐθνῶν ἅμα διαβόλῳ ἄρχοντι ἀπίστων ἐθνῶν καὶ τῇ αὐτῶν συμμορίᾳ.

Τὸ δὲ ἀνωτέρω ῥηθὲν ὅτι· «Ἰδοὺ Μιχαὴλ εἷς τῶν ἀρχόντων τῶν πρώτων ἦλθεν βοηθῆσαί μοι», ἀριδήλως δεδήλωται τοῖς προσέχουσιν, ὅτι οὐχ ἵνα τόξα καὶ βέλη σὺν ἐμοὶ κινήσῃ καὶ δόρατα, ἀλλ’ ὅτι «κατέλιπον ἐκεῖ αὐτὸν μετὰ τοῦ ἄρχοντος βασιλέως Περσῶν καὶ ἦλθον συνετίσαι σε». Ἐντεῦθεν μανθάνομεν ὅσην διὰ τῶν θείων ἀγγέλων ποιεῖται πρόνοιαν ὁ Θεὸς τοῦ γένους τοῦ ἡμετέρου, ὅτι καὶ διαβολικῆς ἐπηρείας καὶ βαρβάρων ἐπιδρομῆς καὶ μυρίων ἄλλων κινδύνων δι’ αὐτῶν ἀπαλλάττων ἡμᾶς ὡς φιλάνθρωπος, εἰ μή που διὰ τὰς ἁμαρτίας ἡμῶν οἱ φύλακες ἡμῶν ἄγγελοι ἀφ’ ἡμῶν μακρυνθῶσι καὶ τοῖς ἀοράτοις καὶ ὁρατοῖς, οἴμοι, βαρβάροις προδοθῶμεν δικαίως.

Ἀπαιτεῖ δὲ ὁ λόγος ἡμᾶς προσάγειν εἰς μέσον ὅπερ ὑπέσχετο ζήτημα· ὑπέσχετο γὰρ μετὰ τὸ ἀναγνωσθῆναι ὅλον τοῦ προφητικοῦ ἐκείνου χωρίου τὸ κείμενον. Ἐκείνου δὲ ἀναγνωσθέντος διακοπῆναι τοῦ εἱρμοῦ ὁ λόγος οὐκ ἴσχυσε, κεφαλαιωδῶς δὲ κατὰ τὸ αὐτοῦ ἐφικτὸν ἑρμηνείας τῶν θαυμαστῶν ἐκείνων προφητικῶν ῥήσεων κατετόλμησεν. Ἄρτι δὲ εἰς μέσον τοῦτο προάγειν διαγωνίζεται. Ἀλλὰ δὸς ἡμῖν, πλουσιοπάροχε Κύριε, «πνεῦμα σοφίας καὶ συνέσεως», ὥστε μὴ ζητεῖν μόνον καὶ διαπορεῖν, ἀλλὰ καὶ λύειν τὸ ζητούμενον χορηγίᾳ τοῦ ἁγίου σου Πνεύματος, ὡς δοκεῖ σοι, φιλάνθρωπε. Πῶς γὰρ πολλοὶ τῶν δικαίων ἀγγέλους θείους θεασάμενοι οὐδὲν τοιοῦτον, οἷον ὁ θεῖος Δανιὴλ ἐν τῇ ὀπτασίᾳ, ὅλως ὑπέστησαν;

Πάντως γὰρ καὶ Ἰησοῦς τοῦ Ναυῆ καὶ ὁ δίκαιος Μανωὲ καὶ ὁ κλεινὸς Γεδεὼν καὶ Ζαχαρίας ὁ μέγας καὶ οἱ ποιμένες καὶ οἱ μάγοι καὶ Πέτρος ὁ θεῖος καὶ Κορνήλιος ὁ ἑκατόνταρχος καὶ ἕτεροι πλεῖστοι ἀγγέλους εἶδον αὐτόπτως, ἀλλ’ οὐδαμῶς πρὸς τὴν γῆν ὡς ὁ θεῖος οὗτος Δανιὴλ κατανύγεσθαι φαίνονται.

Καὶ τί λέγω Ἰησοῦν καὶ Μανωὲ καὶ Γεδεὼν καὶ Ζαχαρίαν καὶ Πέτρον καὶ τοὺς λοιποὺς ἄνδρας ἁπαξαπλῶς, ὅπου καὶ γυνὴ ἀσθενής, Μαρία ἡ Μαγδαληνή, ἀγγέλους ἰδοῦσα πολλάκις εἰς τὸ μνῆμα τὸ θεῖον κατέπεσεν οὐδαμῶς; Καί, εἰ δοκεῖ, παρεάσωμεν τὰς τῶν πολλῶν ἀνδρῶν ἀγγελικὰς ὀπτασίας καὶ μόνας συγκρίνωμεν δύο, λέγω δὴ τῆς ῥηθείσης Μαρίας καὶ τοῦ ῥηθέντος Δανιήλ, καὶ ἐντεῦθεν θαυμάσωμεν τὴν μεταξὺ τούτων ἐν τῇ ὀπτασίᾳ διαφοράν. «Ὀψὲ σαββάτων», φησί, «τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθε Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. Καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ προσελθὼν ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου καὶ ἐκάθητο ἐπάνω αὐτοῦ.

Ἦν δὲ ἡ εἰδέα αὐτοῦ ὡσεὶ ἀστραπή. Ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγένοντο ὡσεὶ νεκροί. Ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπε ταῖς γυναιξίν· Μὴ φοβεῖσθε ὑμεῖς, οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· οὐκ ἔστιν ὧδε, ἠγέρθη γὰρ καθὼς εἶπεν· δεῦτε ἴδετε τὸν τόπον ὅπου ἔκειτο ὁ Κύριος. Καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδοὺ εἶπον ὑμῖν». Ταῦτα αἱ γυναῖκες παρὰ τοῦ θείου ἀγγέλου ἀκούσασαι καὶ ἰδοῦσαι οὐ κατέπεσον, ἀλλ’ ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς τὴν τοῦ Κυρίου ἀνάστασιν, ὡς ἐξηγεῖται Ματθαῖος.

Ὁ «ἀνὴρ» δὲ τῶν «ἐπιθυμιῶν» ἐξηγεῖται περὶ ἑαυτοῦ ὅτι· «Ἦρα τοὺς ὀφθαλμούς μου», φησίν, «καὶ εἶδον», μετὰ τὴν εἰκοστὴν τετάρτην ἡμέραν δηλαδὴ τῆς νηστείας αὐτοῦ καὶ τῆς κακώσεως, «καὶ ἰδοὺ ἀνὴρ εἷς ἐνδεδυμένος βαδδίν», ἤγουν ἱερατικὴν στολὴν λευκὴν (οὕτω γὰρ σύνηθες ἀγγέλοις ὁρᾶσθαι), «ἦν» γάρ, φησίν, «ἡ εἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών», «καὶ ἰδοὺ ἀνὴρ ἐνδεδυμένος βαδδίν, καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη χρυσίῳ ὠσφάζ, καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ θαρσίς, καὶ τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις ἀστραπῆς, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός, καὶ οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη ὡς ὅρασις χαλκοῦ στίλβοντος, καὶ ἡ φωνὴ τῶν λόγων αὐτοῦ ὡς φωνὴ ὄχλου. Καὶ εἶδον ἐγὼ Δανιὴλ μόνος τὴν ὀπτασίαν τὴν μεγάλην ταύτην, καὶ οἱ ἄνδρες οἱ μετ’ ἐμοῦ οὐκ εἶδον, καὶ οὐχ ὑπελείφθη ἐν ἐμοὶ ἰσχύς, καὶ ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν, καὶ οὐκ ἐκράτησα ἰσχύος. Καὶ ἤκουσα τὴν φωνὴν τῶν λόγων αὐτοῦ, καὶ ἐν τῷ ἀκοῦσαί με ἤμην κατανενυγμένος ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν».

Εἶτα ἀνίστησιν τοῦτον ὁ ἄγγελος καὶ διηγεῖται αὐτῷ πόθεν ἥκει καὶ τίνος χάριν. Καὶ ταῦτα ἀκούων πάλιν κατέπεσεν. Καὶ αὖθις ὁ θεῖος ἄγγελος τοῦτον ἀνίστησι. Λέγει οὖν Δανιὴλ πρὸς τὸν ἄγγελον· «Κύριε, ἐν τῇ ὁράσει σου ἐστράφη τὰ ἐντός μου ἐν ἐμοί. Καὶ ἰδοὺ οὐκ ἔχω ἰσχύν· καὶ πῶς δυνήσεται ὁ παῖς σου, Κύριε, λαλῆσαι μετὰ τοῦ Κυρίου μου τούτου;

Καὶ ἐγὼ ἀπὸ τοῦ νῦν οὐ στήσεται ἐν ἐμοὶ ἰσχύς, καὶ πνοὴ οὐχ ὑπελείφθη ἐν ἐμοί». Καὶ αὖθις φησίν· «Ἥψατό μου ὡς ὅρασις ἀνθρώπου καὶ ἐνίσχυσέ με· καὶ εἶπέ μοι· Μὴ φοβοῦ, ἀνὴρ ἐπιθυμιῶν, εἰρήνη σοι· ἀνδρίζου καὶ ἴσχυε».

Ταύτην οὖν τὴν σύγκρισιν τῶν ὀπτασιῶν διεξῄειμεν, οὐχ ἵνα τὸν ἄνδρα τῶν ἐπιθυμιῶν ἔλαττον τῆς Μαγδαληνῆς ἀποφήνωμεν, ἀλλ’ ἵνα ἀποφράξωμεν τὰ ἀπύλωτα στόματα τῶν βλασφημούντων τὸν Κύριον, δηλαδὴ τῶν Ἑβραίων, καὶ πάντων τῶν Θεὸν μὴ φρονούντων σαρκὶ πεπονθότα τὸν υἱὸν τοῦ ἀνθρώπου ἑκουσίως δι’ ἡμᾶς. Θέλων γὰρ ὁ Θεὸς τὸ ἀκατάληπτον δεῖξαι τῆς θεότητος αὐτοῦ καὶ ὅτι «Θεὸν ἀνθρώποις εἰδέναι ἀδύνατον», πρὸ τῆς ἐνσάρκου οἰκονομίας δι’ ἀγγέλου καὶ ἀνθρώπου ὑπέδειξε τοῦτο. Εἰ γὰρ ἀγγελικὴν ὀπτασίαν ὁ ἰσάγγελος ἐκεῖνος Δανιὴλ οὐχ ὑπέφερεν, πῶς ἄρα ἡ σαθρὰ καὶ ἐμπαθὴς καὶ πολυαμάρτητος φύσις ἡμῶν θεϊκὴν ὀπτασίαν ὑπέφερεν ἄν; Ἐὰν γάρ, κατὰ τὸν μέγαν Μωϋσῆν καὶ τὸν θεῖον Δανιήλ, πάντες οἱ ἄνθρωποι παρεοίκασιν, οὐδ’ οὕτως ἄσαρκον Θεὸν εἰδέναι ἠδύναντο. Ὁ μὲν γὰρ τῷ θείῳ πόθῳ πυρούμενος ἔλεγεν· «Εἰ εὗρον χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτόν· γνωστῶς ἴδω σε»· καὶ ὀπίσθια Θεοῦ διὰ πολλὴν συγκατάβασιν ἰδεῖν φαντασθεὶς ἀπεστράφη τὰς ὄψεις. Ὁ δέ· «Κύριε,» φησίν, «ἐν τῇ ὁράσει σου ἐστράφη τὰ ἐντός μου ἐν ἐμοί, καὶ ἰδοὺ οὐκ ἔχω ἰσχύν», «καὶ πνοὴ οὐχ ὑπελείφθη ἐν ἐμοί». Ὁρᾷς ὅτι, κἂν τὰ μέτρα Μωσέως εἶχον οἱ ἄνθρωποι, οὐδ’ οὕτως ἠδύναντο εἰδέναι «τὸν υἱὸν τοῦ Θεοῦ» ἄνευ σαρκώσεως; Δέον γὰρ τὴν χάριν ὁμολογεῖν καὶ τὸ ἄμετρον ἔλεος καὶ τὴν αὐτοῦ προσκυνεῖν πολλὴν συγκατάβασιν.

Νῦν δὲ τὰ τούτων ἐναντία γίνεται, ἤγουν βλασφημεῖται παρὰ τῶν ἀθέων, καὶ μακροθύμως φέρει καὶ ἀνέχεται.

Ἤθελον γὰρ τῶν ἀπίστων Ἑβραίων ἐπερωτῆσαί τινα ὅτι, ἐπειδὴ ἔδει «τὸν υἱὸν τοῦ Θεοῦ» εἰς τὸν κόσμον ἐλθεῖν, πῶς ἔδει φανῆναι ὑμῖν, ἵνα πρὸς τοῦτον πιστεύσητε; Μᾶλλον δέ, ἐπεὶ οὐ θέλετε ὑμεῖς ὡς ἐκεῖνος ἠθέλησεν, πῶς ὑμεῖς ἠθέλετε τοῦτον φανῆναι; Ἆρα ἄσαρκον καὶ ἄβροτον καὶ ἄνευ τινὸς ἐπικαλύμματος; Ἀλλ’ οὐδὲ ἀγγέλου φύσιν ὡς ἔχει δύναταί τις ἰδεῖν, κἂν Δανιήλ τίς ἐστιν καὶ «ἀνὴρ ἐπιθυμιῶν». Καὶ τίς ἆρα λοιπὸν ἠδύνατο ἰδεῖν τὸν Θεὸν τῶν ἀγγέλων γεγυμνωμένον, Θεὸν ἄνευ σαρκός; Ὅμως «ἦλθεν» καὶ «Ἰωάννης» ὁ Βαπτιστὴς «ἐν ὁδῷ δικαιοσύνης», «μήτε ἐσθίων, μήτε πίνων, καὶ ἐλέγετε, δαιμόνιον ἔχει. Ἦλθε καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ ἐσθίων καὶ πίνων καὶ λέγετε· Ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν». Καὶ οἶδα ὅτι, εἰ ταῦτα σκληροκάρδιον Ἑβραῖον ἠρώτησα, οὐκ ἂν ἐκεῖνον κατὰ τῆς ἑαυτοῦ κεφαλῆς ἀποκρίσεις διεφθαρμέναι ἀπέλειψαν.

Καὶ λοιπὸν οὖν ἐπὶ τὸ προκείμενον πάλιν τὸν λόγον ἀνακομίσωμεν. Ἐπειδὴ γὰρ ὁ λόγος ὑπέδειξεν ὅτι τὸ ἀπρόσιτον καὶ ἀκατάληπτον τῆς Χριστοῦ θεότητος ἐν τῇ ὀπτασίᾳ ὁ θεῖος Δανιὴλ σαφῶς προεμήνυσε, τὸ δὲ προσιτὸν τῆς αὐτοῦ ἀνθρωπότητος ἡ Μαγδαληνὴ Μαρία δεδήλωκε, καὶ τὸ ἀνωτέρω ῥηθὲν ζήτημα λέλυται Χριστοῦ χάριτι, φέρε δὴ πάλιν πρὸς τοὺς θείους ἀγγέλους, πρὸς τοὺς νόας τοὺς καθαρούς, πρὸς τοὺς θείους λειτουργούς, πρὸς τοὺς φύλακας ἡμῶν τὸν λόγον ἰθύνωμεν. Οὗτοι γὰρ μεσῖται Θεοῦ καὶ ἀνθρώπων πεφύκασι καὶ ἀγαθὰς ἀγγελίας πρὸς Θεοῦ ἀνδράσι δικαίοις οὐρανόθεν πρὸς γῆν φαιδρῶς διαπορθμεύουσι, καὶ γῆθεν πάλιν πρὸς οὐρανὸν ψυχὰς δικαίων ὡς ὑπέρτατα δῶρα τῷ πρυτάνει Θεῷ ἀγλαηφόρως εἰσάγουσι. «Πάντες» γάρ, φησίν, «οἱ κύκλῳ αὐτοῦ» ἄγγελοι «οἴσουσι δῶρα» δικαίων ψυχάς. Ἐμοὶ γὰρ δοκεῖ ὅτι ὅσα εἰσὶ τῶν ἀνθρώπων τὰ πλήθη ἐπὶ τῆς γῆς, τοσαῦτά εἰσι καὶ τῶν ἀγγέλων τὰ στίφη ἐν οὐρανῷ. Καὶ τοῦτο οὐχ ἁπλῶς ἐστιν ἐμὸς στοχασμός, ἀλλὰ τῆς θείας ἀκούω Γραφῆς λεγούσης νῦν μὲν ὅτι «χίλιαι χιλιάδες παρειστήκεισαν αὐτῷ, καὶ μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ» (εἰκὸς γὰρ καὶ πλείονα εἶναι τὰ θεῖα στρατεύματα τοῦ ῥηθέντος ποσοῦ, ἀλλ’ ἐπειδή, ὡς οἶμαι, οὐκ ἔστι τῶν «χιλίων χιλιάδων» καὶ τῶν «μυρίων μυριάδων» ἐπέκεινα ψῆφος, μέχρι τούτων ἐξεῖπε τὸν ἀριθμὸν τῶν ἀγγέλων), νῦν δὲ ὅτι «ἔστησεν ὅρια ἐθνῶν».

Ὁρᾷς ὅτι ὡς τὰ πλήθη τῶν ἀγγέλων εἰσίν, ὡς εἴρηται; «Ἔστησεν», φησίν, «ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ»· καὶ ὁ Κύριος· «Ὁρᾶτε», φησίν, «μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς». Εἶδες φιλανθρωπίας πέλαγος ἀνεξάντλητον; εἶδες κηδεμονίαν Θεοῦ πᾶσαν ἔννοιαν ὑπερβαίνουσαν; εἶδες πῶς ἀγγέλους ἔθετο φύλακας οὐ μόνον τοῖς μείζουσιν ἀλλὰ καὶ αὐτοῖς τοῖς μικροῖς, εἴτε τῇ ἡλικίᾳ εἴτε τῇ ἀρετῇ; Καὶ μάλα εἰκότως· εἰδὼς γὰρ ὁ Θεὸς τὰ πάντα πρὸ γενέσεως αὐτῶν, οἶδε πάντως καὶ πρὸ τοῦ ποιῆσαι ἀγγέλους ὅτι μετὰ τὸ ποιῆσαι αὐτοὺς μέλλει ἐκ τούτων ἐκπεσεῖν τάγμα ὁλόκληρον καὶ ἀντὶ ἀρχαγγέλου καὶ ἀγγέλων διαβόλου καὶ δαιμόνων προσηγορίαν κληρώσασθαι.

Καὶ πάλιν πρὸ τοῦ ποιῆσαι τὸν ἄνθρωπον οἶδε σαφῶς ὅτι διὰ φθόνον μέλλει τῶν ῥιφέντων ἀγγέλων ἀπατηθῆναι δεινῶς καὶ ἐξωσθῆναι τοῦ παραδείσου ἐκείνου τῆς ἀκηράτου τρυφῆς καὶ ἐξ ἀφθάρτου καὶ ἀνωδύνου ζωῆς εἰς πολυώδυνον βίον καὶ φθορὰν ἀμειφθῆναι καὶ πολλὴν ἐκ διαβόλου καὶ δαιμόνων τὴν κάκωσιν ὑποστῆναι, δι’ ἣν αἰτίαν, ὡς οἶμαι, παρήγαγε καὶ τὰ πάμπολλα ταῦτα καὶ θεῖα στρατεύματα, ἵνα καὶ τῆς θείας εὐεργεσίας ὑμνῳδοὶ ἀπολαύσωσι καὶ ἑνὶ ἑκάστῳ ἀνθρώπῳ πιστῷ μικρῷ καὶ μεγάλῳ ἄγγελον τάξειε φύλακα· διὸ καὶ ταγμάτων ἁπάντων, ἤγουν τῶν θρόνων, τῶν χερουβείμ, τῶν σεραφείμ, τῶν κυριοτήτων, τῶν δυνάμεων, τῶν ἐξουσιῶν καὶ τῶν ἀρχῶν, ἐνστῆσαι κατωτέρω τῶν ἀρχαγγέλων καὶ τῶν ἀγγέλων, τὰ στίφη δηλονότι, ἵνα ἡμῖν προσπελάζωσι καὶ ἐκ κινδύνων πολλῶν διασῴζωσι καὶ διαβολικῆς καὶ δαιμονικῆς ἐπηρείας ἡμᾶς ἐξαρπάζωσιν, ὥστε οὐκ ἄν τις ἁμάρτοι εἰπὼν ὅτι καὶ τοὺς ἀγγέλους δι’ ἡμᾶς ἐποίησεν ὁ Θεός, ὡς προέφημεν· ἀνενδεὴς γὰρ ὢν οὐδενὸς ἐδεῖτο τῶν παρ’ αὐτοῦ γεγονότων, ἀλλὰ τῆς αὐτοῦ μᾶλλον εὐεργεσίας καὶ συνοχῆς τὰ γεγονότα ἐδέοντο.

Καὶ ὥσπερ πρὸ τοῦ ποιῆσαι ἀγγέλους καὶ οὐρανὸν καὶ γῆν καὶ πάντα τὰ γεγονότα ἦν καὶ προῆν ἡ προάναρχος καὶ «ὑπεράρχιος ἀρχὴ» τῆς μιᾶς καὶ ὁμοουσίου τρισυποστάτου θεότητος καὶ οὐδενὸς χρείαν εἶχε τῶν γεγονότων, οὕτω καὶ ἕως τοῦ νῦν καὶ ἀεί, εἰ οὐκ εἶχέ τι τῶν παρ’ αὐτῆς γεγονότων, ἔχρῃζεν οὐδαμῶς, καὶ διὰ τοῦτο εἶπον ὅτι οὐκ ἄν τις ἁμάρτοι εἰπὼν ὅτι καὶ τοὺς ἀγγέλους πρὸ ἡμῶν ἐποίησε δι’ ἡμᾶς, ὥστε μετὰ τῶν μυρίων αὐτοῦ εἰς ἡμᾶς εὐεργεσιῶν καὶ τῆς τούτων φυλακῆς καὶ ἐπικουρίας καὶ παρακλήσεως ἐπαπολαύομεν.

Τί οὖν, φησίν, οὐκ ἠδύνατο ὁ Θεὸς καὶ τῶν ἀγγέλων χωρὶς φυλάττειν τὰ τῶν ἀνθρώπων συστήματα; Ναί, δύναται πάντα καὶ ἀδυνατεῖ τούτῳ οὐδέν· ἀλλ’ οὐκ ἦν ἄξιον Θεῷ ἐν τοσαύτῃ σοφίᾳ καὶ δυνάμει μὴ εἶναί τινα τὰ ἐκ τῆς αὐτοῦ πηγαίας δυνάμεως καὶ σοφίας εὐεργετούμενά τε καὶ συνεχόμενα, ἤγουν ἀγγέλων καὶ ἀνθρώπων καὶ διαφόρων κτισμάτων θεοκατόρθωτα κτίσματα.

Ὅτι δὲ τῆς τῶν ἀγγέλων ἐπικουρίας αἰσθητῶς τε καὶ νοητῶς πολλάκις ἐπαπολαύομεν παντί που δῆλον καθέστηκεν, καθάπερ καὶ ὁ λόγος ἐκ γραφικῶν μαρτυριῶν ἀνωτέρω δεδήλωκεν. Εἰ γὰρ καὶ ὀφθαλμοὺς δυναμένους αὐτοὺς καθορᾶν οὐ κεκτήμεθα, ἀλλ’ ὅμως πιστεύομεν ὅτι οὐδέποτε ἀφίστανται ἀφ’ ἡμῶν· φύλακες γὰρ καὶ βοηθοὶ τῆς ἀσθενείας ἡμῶν κατὰ θείαν γενόμενοι πρόνοιαν ἐκ διαφόρων κινδύνων ἡμᾶς ἐξαρπάζουσιν. Ὅτι δὲ καὶ κινδύνοις πολλάκις ἐμπίπτομεν, οὐ τῆς ἐκείνων ἐπιστασίας ἔρημοι ἐναπεμείναμεν, οὐδ’ ὅτι οὐκ ἠδύναντο ἡμᾶς ἐξαρπάζειν τῶν ἐφεστώτων κινδύνων, ἀλλ’ ὅτι κατὰ θείαν συγχώρησιν τοῦτο συμβαίνει διὰ τὰς ἡμῶν ἁμαρτίας γινώσκομεν. Πολλάκις γὰρ ἐν πολέμοις, πολλάκις ἐν ποταμοῖς, πολλάκις ἐν ἀρρωστίαις μακρύνουσιν ἀφ’ ἡμῶν διὰ τὰς ἡμῶν ἁμαρτίας καὶ κινδυνεύομεν ἄρδην· ἄϋλοι γὰρ καὶ καθαροὶ πεφυκότες καθαροὺς καὶ ἡμᾶς, ὡς οἷόν τε ἡμῖν ἢ εἶναι ἢ γενέσθαι διὰ μετανοίας, ἐπιποθοῦσι. Καὶ ὥσπερ οἱ φιλόβρωμοι δαίμονες τῆς δυσωδίας ὀρέγονται τῶν ὀλεθρίων παθῶν καὶ τῷ πονηρῷ ἄρχοντι αὐτῶν πολλοὺς προσφέρειν ἐφίενται, οὕτω καὶ οἱ θειότατοι ἄγγελοι ὡς φιλεύωδοι ὄντες καὶ φιλοδίκαιοι πνευματικῶς εὐωδιάζειν ἡμᾶς δι’ ἐφέσεως ἔχουσιν, ἵνα ἡμῖν ἀκωλύτως πλησιάζωσι καὶ ἐκ παντοίων κινδύνων ἡμᾶς ἀπαλλάσσωσι καὶ σεσωσμένους ἡμᾶς τῷ Δεσπότῃ τῶν ὅλων προσῴζωσιν.

Ὅτε δὲ αἰσχροπραγοῦντας καὶ ἀναιδῶς ἁμαρτάνοντας ἴδωσι, τότε πόρρωθεν ἡμῶν ἀφεστήκασιν. Εἶτα χώραν εὑρόντες οἱ ὁρατοὶ ἐχθροὶ καὶ ἀόρατοι ἀναιδῶς ἡμῖν ἐπιπίπτουσιν καὶ ἐν διαφόροις κινδύνοις ἡμᾶς τότε καθυποβάλλουσι· καὶ ἀνηλεῶς μὲν τὴν ψυχὴν οἱ ἀόρατοι κατατιτρώσκουσιν, ἀναιδεστέρως δὲ οἱ ὁρατοὶ καὶ τὸ σῶμα περικακίζουσι. Τὸ δὲ πάντων ἐλεεινότερον καὶ πολλῶν δακρύων καὶ φόβου μεγάλου ἄξιον τοῦτό ἐστι· εἰ ἐν τῷ καιρῷ τοῦ θανάτου ἄγγελοι ἀθροισθῶσι καὶ δαίμονες, καὶ πλείονα τῶν ἀγγέλων διὰ τὰ ἔργα τὰ πονηρὰ ἕξουσι παρρησίαν οἱ δαίμονες, τίς ἱκανὸς ἐξηγεῖσθαι τὴν τραγῳδίαν ἐκείνην καὶ συμφοράν;

Ὄντως «θάνατος» τότε «ἁμαρτωλῶν πονηρός», ὡς πονηροὺς ἔχων ἐκσπηλευτὰς καὶ πονηρῶς πονηροῖς δαίμοσιν ἐκδοθεὶς πονηρόν, οἴμμοι, καὶ ἀπηνέγκατο τέλος· οὗ λυτρωθῆναι ἡμᾶς ὁ θανὼν δι’ ἡμᾶς εὐδόκησον, Κύριε, καὶ τιμίου μᾶλλον θανάτου κατὰ τοὺς σοὺς ὁσίους καὶ τέλους ἀγαθοῦ ἅπαντας ἡμᾶς ὡς ἀγαθὸς καταξίωσον, ὥστε τὰ ζοφερὰ πνεύματα τοῦ ἄρχοντος τοῦ ἀέρος τοῦ ἀέρος διαδρᾶσαι τὰ πνεύματα ἡμῶν καὶ διασωθῆναι καὶ φθάσαι πρὸς σὲ τὸν φιλάνθρωπον χειραγωγοὺς κεκτημένοι τοὺς φωτοειδεῖς σου ταξιάρχας τοῦ «βασιλέως τῆς δόξης», ὅπως τῇ αἴγλῃ τούτων καὶ φωταυγίᾳ σκοτισθῇ παντελῶς σκοτεινῶν τυραννίς, ἡμῶν δὲ τῆς ψυχῆς εὐκρινὴς ἐκ τοῦ σώματος γένηται ὁ χωρισμός, καὶ ἥξει πρὸς σὲ τὸν ἐλεήμονα Θεὸν καὶ κληρώσεται τόπον τῆς ἀθανάτου ζωῆς, ὅτι σὺ <εἶ> ἡ ζωὴ καὶ ἡ ἀνάστασις καὶ ἡ ἀνάπαυσις τῶν πιστευόντων εἰς σέ, καὶ σοὶ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ καὶ ζωαρχικῷ Πνεύματι, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.