Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Πανηγυρικός λόγος

Νεόφυτος ὁ Ἔγκλειστος

Λόγος στα Εισόδια της Θεοτόκου

Θεολογική ανάλυση του μυστηρίου της ανατροφής της Παρθένου Μαρίας στα Άγια των Αγίων και της προετοιμασίας της για τη θεία ενανθρώπηση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 23 από 30

ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΛΟΓΟΣ ΕΠΙΤΟΜΟΣ ΠΕΡΙ ΜΑΡΙΑΣ ΤΗΣ ΘΕΟΠΑΙΔΟΣ, ΟΤΕ ΥΠΟ ΤΩΝ ΓΟΝΕΩΝ ΑΥΤΗΣ ΤΡΙΕΤΗΣ ΕΙΣ ΤΑ ΤΩΝ ΑΓΙΩΝ ΑΓΙΑ ΑΠΕΔΟΘΗ Τῼ ΘΕῼ, ΠΕΡΙ ΗΣ ΚΑΙ ΓΡΑΦΙΚΑΙ ΜΑΡΤΥΡΙΑΙ Πάτερ, εὐλόγησον. Θεαρχικοῦ μυστηρίου πρὸς ἀπόβασιν ἀγομένου, ἔμελλεν ἄρα καὶ τὸ ὑπουργοῦν ἐργαστήριον πάσης ἁγιωσύνης εἶναι πεπληρωμένον, ὅπως ὁ ὑπεράγιος καὶ «ἐν ἁγίοις ἀναπαυόμενος» ἐν ἁγίῳ κατασκηνώσας ἀποπεράνῃ τὸ προρρηθέν· «ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν, ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψε.

Καὶ γὰρ ὁ Κύριος», ὡς Πατήρ, «δώσει χρηστότητα» τὸν Λόγον αὐτοῦ, «καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς», Θεοῦ Λόγου τὸ σκήνωμα, Μαρίαν τὴν θεόκλητον. «Δικαιοσύνη ἐνώπιον αὐτοῦ προπορεύσεται» βοῶσα· «Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου», «καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ». Ἐπειδὴ γὰρ τὸ κάλλιστον ἐκεῖνο καὶ θεόπλαστον χρῆμα, τὸ «κατ’ εἰκόνα», φημί, Θεοῦ «καὶ καθ’ ὁμοίωσιν» ἡμῖν δωρηθέν, ἠμαυρώσαμεν ἀπάτῃ τοῦ ὄφεως, καὶ τῇ συγγενεῖ ἡμῶν γῇ παρεδόθημεν ἀδεκάστως, καὶ τῆς εἰκόνος ἐκείνης ἐστερήθημεν ἄμφω καὶ τῆς ἀθανασίας, καὶ ἀντὶ ἁγιωσύνης τῷ βορβόρῳ συνεκυλίσθημεν τῆς ἁμαρτίας, καὶ ἐδουλώθημεν τῇ ἁμαρτίᾳ καὶ «τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν», καὶ ἐκάλυψε πᾶσαν τὴν οἰκουμένην πᾶν εἶδος παρανομίας, ὡς ἐξειπεῖν τὸν Δαβίδ, «οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός, Κύριος» γάρ, φησίν, «ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν ἢ ἐκζητῶν τὸν Θεόν», ἀντὶ δὲ τούτων εἶδε μᾶλλον ὅτι «πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν», τί οὖν; μὴ ἠπόρησε τῇ τῆς κακίας ὑπερβολῇ; μὴ ἀπεστράφη; μὴ οὐκ ἐξεῦρεν ἰαματικὸν φάρμακον τῆς καθολικῆς σηπεδόνος; μὴ τὴν θάλασσαν τῶν οἰκτιρμῶν καὶ τοῦ ἐλέους τὴν ἄβυσσον ἀναβλύσεις ἐξέλειψαν ποταμῶν καὶ πηγῶν;

Οὐ μὲν οὖν· ἀλλ’ ἐπειδὴ ἀνάξιον ἦν τῆς ἀβυσσαίου εὐσπλαγχνίας ἐκείνης τὸ ἴδιον πλάσμα καταλεῖψαι βόσκημα τῷ ἐχθρῷ, καὶ ἐδεῖτο ἡ ἁμαρτία ἔνδικον ἀποτρόπαιον, «δικαιοσύνην καὶ ἁγιασμόν», τίκτεται κελεύσει Θεοῦ ἐξ Ἰωακεὶμ καὶ τῆς Ἄννης ἡ πανάμωμος αὕτη καὶ καθαρὰ παρθένος Μαριάμ, ἵνα τῆς Τριάδος ὁ εἷς, τῶν δύο συνευδοκούντων, σάρκα ἐκ ταύτης προσειληφὼς καταργήσῃ τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ αὐτοῦ. Ποταπὴν δὲ ἆρα εἶναι τὴν Παρθένον ἐκείνην ἐχρῆν ἢ πάντως καὶ αὐτῶν τῶν τοῦ ἡλίου ἀκτίνων καθαρωτέραν, ἵνα τῷ ἡλίῳ τῆς δικαιοσύνης μεταδώσῃ σαρκὸς παναμώμου καὶ καθαρᾶς; Ποῦ δὲ τὴν τοιαύτην ἀνατρέφεσθαι ἔδει καὶ συνδιαιτᾶσθαι Παρθένον; Μὴ εἰς κοινὴν ἁπλῶς καὶ κεκοινωμένην οἰκίαν; Ἄπαγε· ἀλλ’ οὖν εἰς αὐτὰ ἐκεῖνα τὰ Ἅγια τῶν ἁγίων, ὡς καὶ αὐτῶν ἁγιωτέραν καὶ τῷ ὑπεραγίῳ Λόγῳ καὶ Θεῷ σάρκα δανεισαμένην· ἣν καὶ τριετίζουσαν σήμερον οἱ τεκόντες εἰσάγουσιν εἰς τὰ Ἅγια τῶν ἁγίων μετά τε χοροῦ πλείστου παρθενικοῦ καὶ λαμπάδων φαεινῶν ἐκπληροῦντες τὰς ὑποσχέσεις τρανῶς, καθὼς καὶ ὁ προπάτωρ αὐτῆς περὶ τῶν ἑπομένων παρθένων προεξεῖπε Δαβίδ· «Ἀπενεχθήσονται», φησί, «τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς· αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι· ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει· ἀχθήσονται εἰς ναὸν βασιλέως».

Καὶ ἦν κατιδεῖν ἀρτίως τινὰ ὑπερφυῶς γεγενημένα καὶ θαυμάσαι ἄξιον ὅτι πῶς «οἱ τὸν κώνωπα διυλίζοντες καὶ τὴν κάμηλον καταπίνοντες» Ἰουδαῖοι οὐκ ἀνθεστήκασι πρὸς τὸ γενόμενον, οὐδὲ ἐστασίασαν. Εἰκὸς γὰρ ἦν, κατὰ ἀνθρωπίνην ἀκολουθίαν, φάναι αὐτοὺς ὅτι εἰς τὰ τῶν ἁγίων Ἅγια ἅπαξ τοῦ ἐνιαυτοῦ καὶ αὐτὸς ὁ ἀρχιερεὺς εἰσέρχεται μετὰ πολλῆς καθαρότητος καὶ οὐ χωρὶς αἵματος. Καὶ ὑμεῖς, ὦ Ἰωακεὶμ καὶ Ἄννα, πῶς τριετίζουσαν παῖδα εἰσάγετε εἰς τὰ Ἅγια τῶν ἁγίων; Διατί δὲ καὶ αὐτός, ὦ ἀρχιερεῦ Ζαχαρία, συνευδοκεῖς τούτῳ; Ἀλλ’ ὡς ἔοικε, τοῦ νόμου προτιμοτέραν ἡγούμενος τὴν συγγενῆ τῆς Ἐλισάβετ προύδωκας τὰ ἄδυτα ἐνδιαίτημα εἶναι τριετοῦς κορασίου. Τοιοῦτον δέ τι ἐξεῖπον οὐδέν, οὔτε ἐνενοήθησαν. Τίς γὰρ διασκεδάσειεν ἃ Κύριος ὁ Θεὸς βεβούλευται;

Καὶ πάλιν ὡσαύτως θαυμάσαι ἄξιον ὅτι πῶς ἠνέσχετο θυγάτριον τριῶν ἐτῶν καταλεῖψαι στοργὴν γεννητόρων καὶ θεραπείαν θεραπαινίδων καὶ γονικὴν οἰκίαν καὶ ἁπλῶς ὅσα παρέπεται ταῖς τῶν πλουσίων οἰκίαις καὶ παραμένειν ἐν τῷ ναῷ, πρᾶγμα μὴ εὐπετὲς κατορθῶσαι μηδὲ πρεσβυτικῆς ἡλικίας τινὰ γυναικῶν εἴτε ἀνδρῶν.

Ἀλλὰ ῥᾴδια πάντα τὰ δοκοῦντα Θεῷ· προεῖπε γὰρ καὶ περὶ τούτου Δαβὶδ ὁ προπάτωρ αὐτῆς· «Ἄκουσον,» φησί, «θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου». «Ἄκουσον», δηλονότι τὰς γονικὰς ὑποθήκας, πῶς μετὰ πολλῶν πρὸς Θεὸν λιτανειῶν ἐκ λαγόνων ἐτέχθης ἀγόνων, καὶ πῶς ἐκαρπώσαντό σε μετὰ πολλῶν εὐχῶν καὶ δακρύων, καὶ πῶς ὑπέσχοντο ἀντιδοῦναι τῷ δεδωκότι· «καὶ κλῖνον τὸ οὖς σου», καὶ ἄκουσον τούτων· «καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου», καὶ ἴδε ναοῦ περικάλλειαν καὶ εὐπρέπειαν θαυμαστήν, εἰκόνισμα οὐρανοῦ καὶ τῆς πάλαι ἐν Σιλωὰμ προπηξαμένης σκηνῆς. Καὶ ἐν τούτῳ διαιτωμένη τῷ νεῲ ὡς θεία καὶ ἁγνὴ περιστερὰ «ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου»· καὶ κλίνας οὐρανοὺς «ὡς ὑετὸς ἐπὶ πόκον» ἡσύχως καὶ ἀταράχως λαθὼν καὶ τὰς ἄνω δυνάμεις καὶ κατελθὼν κατασκηνώσει ἐν μέσῳ σου, «ὅτι αὐτός ἐστι Κύριός σου», καὶ σὺ ὡς μήτηρ καὶ δούλη προσκυνήσεις αὐτόν· «τὸ» δὲ «σὸν λιτανεύσουσι πρόσωπον οἱ πλούσιοι τοῦ λαοῦ», καὶ ὡς βασιλίδα πανένδοξον καὶ ὡς μητέρα πανάμωμον ὁ βασιλεὺς τῶν ἁπάντων πεποικιλμένην ἐκ δεξιῶν αὐτοῦ παραστήσει σε ἐν ἱματισμῷ διαχρύσῳ ἀρετῶν εὐκλεϊζομένην καὶ τὰ ἑξῆς.

Ταῦτα οὖν ὁ περὶ αὐτῆς διὰ Δαβὶδ προθεσπίσας Θεὸς αὐτὸς καὶ τὴν παιδικὴν ἡλικίαν καὶ διάνοιαν ἐκείνην ἐμφορήσας Πνεύματος ἁγίου προείλετο προσμένειν εἰς τὰ Ἅγια τῶν ἁγίων καὶ ἐπιλαθέσθαι λαοῦ καὶ συγγενῶν καὶ «τοῦ οἴκου τοῦ πατρός». Εἰ δέ που καὶ περὶ τῆς θεοκλήτου Ἐκκλησίας ἀνηνέχθησαν ταῦτα, ἀλλὰ ἀναγωγικῶς· ἐγκειμένως δὲ περὶ τῆς ἁγίας Παρθένου κυρίως τὸ πανάγιον προαπεφήνατο Πνεῦμα.

Ἡ δὲ ἄχραντος Παρθένος ἐννεαετῆ χρόνον ἐν τοῖς ἀδύτοις καὶ τῷ θείῳ νεῲ παραμένουσα τροφὴν οὐράνιον ὑπὸ θείου ἐδέχετο ἀγγέλου, ὡς τοῦ Θεοῦ τῶν ἀγγέλων μήτηρ προεκλεχθεῖσα. Δωδεκαετοῦς δὲ χρόνου τῆς ἀχράντου ἡλικίας ἐκείνης διαγενομένης, σκέπτονται οἱ ἱερεῖς ἐκ τῶν Ἁγίων ἐξεῶσαι τὴν κόρην ὑφορώμενοι μήπως ὡς νεάνιδα γυναικεῖόν τι συναντήσει αὐτῇ· ἀγνοοῦντες δὲ τίνα προκρινεῖ ὁ Θεὸς φύλακα τῆς Παρθένου σημεῖον ἐπιζητοῦσι τρόπῳ τοιῷδε· εἰσηγήσει γὰρ τῶν ἱερέων προτρέπεται Ζαχαρίας εὔξασθαι περὶ τούτου.

Ὁ δὲ τὸ δωδεκακώδωνον ἀμφιασάμενος καὶ ἐρωτήσας, ἐπιφοιτᾷ πρὸς αὐτὸν ἄγγελος Κυρίου λέγων πρὸς αὐτόν· Ἐκκλησίασον τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ, ὅσοι χηρεύουσι, καὶ λάβε μοι τὰς αὐτῶν βακτηρίας καὶ πρόσευξαι καὶ πάλιν ταύτας αὐτοῖς διάνειμε, καί, ἐφ’ ᾗ ἂν θεάσῃ σημεῖον, γνῶθι ὅτι ὁ τῆς ῥάβδου ἐκείνης δεσπότης κεκλήρωται εἶναι καὶ τῆς Παρθένου φύλαξ.

Καὶ ἐγένετο οὕτως· καὶ ἔκρουσε σάλπιγγα καὶ συνήχθη πᾶσα ἡ γερουσία τῶν χηρευόντων ἅμα τῷ τέκτονι Ἰωσήφ, ὧν τὰς βακτηρίας λαβὼν Ζαχαρίας καὶ προσευξάμενος καὶ διαδούς, σημεῖον ἐφάνη ἐν οὐδεμιᾷ· δοὺς δὲ ἐπ’ ἐσχάτων καὶ τῷ τέκτονι Ἰωσήφ, ἰδοὺ ἀνέπτη περιστερὰ ἐκ τοῦ ἄκρου τῆς ῥάβδου αὐτοῦ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐκληρώθη τῆς Παρθένου μνήστωρ, ἤτοι φύλαξ, τάχα καὶ μὴ βουλόμενος. Καὶ γὰρ παρῃτεῖτο τὴν ταύτης μνηστείαν διὰ πολλὰ τὰ αἴτια· οὐκ ἴσχυσε δέ, καὶ ἔλαβεν αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ ὡς θησαύρισμα θεῖον ὁ τέκτων ὁ θαυμαστός, ἕως οὗ ὁ ἀρχιτέκτων πάντων τῶν γεγονότων δι’ αὐτῆς ἀνορθώσει τὴν σαθρωθεῖσαν οἰκείαν φύσιν ἡμῶν «ἐν πελέκει καὶ λαξευτηρίῳ» τῆς ἀρρήτου σοφίας αὐτοῦ καὶ δυνάμεως.

Ἡμεῖς δὲ τὴν αἴτιον τῆς ἡμῶν καινουργίας, Μαρίαν τὴν πανάχραντον, μικρά τινα χαιρετίσαντες τὸν λόγον εἰς πέρας ἀγάγωμεν, ὅτι τὰ πρὸς αὐτὴν εὐαγγέλια τοῦ θειοτάτου Γαβριὴλ περιμένειν προσήκει τὸν ὡρισμένον καιρόν. Ἀρτίως δὲ περὶ τῆς ἐν τῷ ναῷ εἰσόδου αὐτῆς ἀποχρώντως διαλαβόντες συνοπτικῶς, τίς χρεία ἐπεκτείνειν τὸν λόγον περαιτέρω τοῦ δέοντος καὶ ἀτονίαν ἴσως καὶ νυσταγμὸν παρεισάγειν τοῖς ἀδελφοῖς; Τῷ δὲ καὶ μικρὰ χαιρετίσαι χαρμονικῶς καὶ τοὺς ῥαθύμους τυχὸν ἀφυπνίσωμεν πρὸς ἀκρόασιν.

Χαῖρε, Θεοτόκε παρθένε, τὸ κειμήλιον τὸ ἔμψυχον τῆς ἀχωρίστου Τριάδος, ἐν ᾧ κατεσκήνωσεν «ὁ βασιλεὺς τῆς δόξης» Χριστὸς ὁ Κύριος καὶ τῆς δουλείας τοῦ ἐχθροῦ ἡμᾶς ἐλυτρώσατο. Χαῖρε, Θεοτόκε παρθένε, τὸ πανάγιον τέμενος τοῦ ὑπεραγίου Θεοῦ, ἡ εἰς τὰ τῶν ἁγίων Ἅγια ἀνατραφεῖσα καὶ πρὸς ἁγιωσύνην τὴν πολυαμάρτητον φύσιν ἡμῶν συγκαλέσασα.

Χαῖρε, Θεοτόκε παρθένε, τῶν πιστῶν τὸ στήριγμα, τὸ καύχημα τῆς οἰκουμένης καὶ πάντων ἡμῶν τῶν αἰχμαλώτων ἡ λύτρωσις. Χαῖρε, Θεοτόκε παρθένε, τὸ ἄνθος τῆς παρθενίας, τὸ κάλλος τῆς καθαρότητος καὶ τοῦ γένους τῶν γυναικῶν τῆς ἀτιμίας ἡ ἀπαλλαγή.

Χαῖρε, Θεοτόκε παρθένε, ἡ δόξα τῶν βασιλέων, τὸ κλέος τῶν μεγιστάνων καὶ χριστιανῶν πάντων ἀκαθαίρετον τεῖχος. Χαῖρε, Θεοτόκε παρθένε, ἡ σκέπη «τῶν ἐπὶ σοὶ πεποιθότων», ἡ τῶν ἁμαρτωλῶν μεσῖτις πρὸς Θεὸν καὶ τῶν θερμῶς μετανοούντων εὐθυβόλος ἀντίληψις.

Χαῖρε, Θεοτόκε παρθένε, τῶν προπατόρων τὸ καύχημα, τῶν ἀποστόλων τὸ κήρυγμα καὶ τῶν μαρτύρων τὸ κλέος. Χαῖρε, Θεοτόκε παρθένε, τῶν ἀπιστούντων ἡ τύφλωσις, τῶν πιστευόντων τὸ φάος καὶ πάντων τῶν πιστῶν «ἡ ἀρραγὴς προστασία» καὶ διόπτρα.

Χαῖρε, Θεοτόκε παρθένε πανάχραντε, τῶν τοῦ Χριστοῦ θαυμάτων «ἡ ἀρχὴ καὶ τὸ τέλος», δι’ ἧς ἐκ τῶν ἄνω κατῆλθεν ὁ ὕψιστος καὶ τὴν ἔκπτωτον φύσιν ἡμῶν ἐν τοῖς καταχθονίοις τοῦ ᾅδου ἀναλαβόμενος ἀνήγαγε καὶ συνεκάθισε τῇ πατρικῇ δεξιᾷ καὶ ὑπὸ πάσης κτίσεως αὐτοῦ προσκυνεῖσθαι αὐτὴν κατηξίωσεν.

Ὢ μυστηρίου καινοῦ, ὢ τιμῆς ἀκροτάτης καὶ ὑπερφυοῦς. Ἐπεθύμησαν γὰρ ἄγγελοι ταύτῃ τῇ τιμῇ παρακύψαι, ὅτι οὐκ ἀγγέλων φύσεως ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπελάβετο, ὡς καὶ Παῦλος ἐθέσπισε. Καὶ τί ποιήσομεν, ἐὰν διὰ τῆς ἁμαρτίας ἐν τοῖς καταχθονίοις ἐκείνοις πάλιν καταπτωθῶμεν; Οὐκέτι γὰρ Χριστὸς ἐκεῖ καταβήσεται ἀναγαγεῖν τοὺς καὶ αὖθις ἐκεῖ πεπτωκότας. Κατῆλθε γὰρ ἅπαξ καὶ ἐλυτρώσατο ἡμᾶς καὶ ἀνῆλθε καὶ ἐθέσπισε τοὺς εἰς αὐτὸν βαπτιζομένους μηκέτι δουλοῦσθαι τῇ ἁμαρτίᾳ καὶ εἰς τὸν ᾅδην κατέρχεσθαι, ὅτι οὐκ ἔρχεται ἐκεῖ καὶ αὖθις κατελθεῖν, ἀλλ’ ἔρχεται «κρῖναι ζῶντας καὶ νεκροὺς» καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.

Ἡμεῖς δὲ πολλὰ περὶ τούτων λέγειν μὴ ἀνεχόμενοι ἀναχθῶμεν πρὸς τὸ προκείμενον καὶ χαιρετίσωμεν ἔτι ἅπαξ καὶ τὴν ἰσάριθμον τῆς δεκαρίθμου χορείας τῶν παρθένων τελέσαντες καταπαύσωμεν. Χαῖρε, παντάνασσα θεοχαρίτωτε δέσποινα παρθένε Θεοτόκε, καὶ ἡ τῆς Ἐγκλείστρας μου ταύτης σὺν τῷ πανσέπτῳ σταυρῷ τοῦ υἱοῦ σου ἀκαθαίρετον φρούριον καὶ τεῖχος ἀκράδαντον ἐπιβούλων τε ἐχθρῶν ἀοράτων ἢ καὶ ὁρωμένων ἀνατροπὴ καὶ πτῶσις.

Ἀλλὰ μὴ ἐκλίπῃς, παρακαλῶ, ὦ πανσεβάσμιέ μου ξυνωρὶς καὶ πανίερος, τῇ ἀμάχῳ σου ἐπισκέψει ἕως τέλους τὸ κτῆμά σου περισκέπειν τοῦτο καὶ τοὺς οἰκοῦντας ἐν αὐτῷ καὶ τὴν νέαν ταύτην Σιών, ἣν καὶ προσφάτως ἐδομησάμην ἐγὼ σθένει Θεοῦ, κἀμὲ διαφυλάττεσθαι ἐκ παντοίας ἀντικειμένης ἐπιβουλῆς ἀσινῆ καὶ ἀπήμαντον, καὶ ὑπὲρ ἐμοῦ, τοῦ ἀχρείου ὑμῶν οἰκέτου, προσάγειν τῷ Δεσπότῃ εὐπρόσδεκτον ἱκεσίαν ὑπὲρ τῆς ἐμῆς σωτηρίας, ἵνα καὶ ἐντεῦθεν δοξασθῇ τὸ δεδοξασμένον καὶ πανάγιον ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, πάντοτε καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.