Ἔργον
Νεόφυτος ὁ Ἔγκλειστος – Πανηγυρικός λόγος
Εγκώμιο στον όσιο Αλύπιο τον Κιονίτη
Εξιστόρηση της κλήσης, του ασκητικού αγώνα επί του στύλου, και των θαυμαστών σημείων του οσίου Αλυπίου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εγκώμιο στον όσιο Αλύπιο τον Κιονίτη
Εξιστόρηση της κλήσης, του ασκητικού αγώνα επί του στύλου, και των θαυμαστών σημείων του οσίου Αλυπίου.
ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΒΙΟΝ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΛΥΠΙΟΥ ΤΟΥ ΚΙΟΝΙΤΟΥ ΕΠΙ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΗΡΑΚΛΕΙΟΥ ΗΛΙΟΥ ΔΙΚΗΝ ΕΚΛΑΜΨΑΝΤΟΣ ΕΚ ΠΟΛΕΩΣ ΑΝΔΡΙΑΝΟΥ ΧΩΡΑΣ ΠΑΦΛΑΓΟΝΩΝ Εὐλόγησον, πάτερ. Ἀλύπιον τὸν πάνυ τὸν τῆς ἀλήκτου καὶ τῆς ἀλύπου ζωῆς ἀτεχνῶς κληρονόμον, τὸν φερώνυμον τῆς ἀλύπου ἀγωγῆς ἐραστὴν καὶ ἐργάτην, τὸν ἐκ μητρῴας νηδύος ἐκλελεγμένον Θεῷ ἄλλον Σαμουήλ, τὸν ἐξ ἀγκαλῶν μητρικῶν ὡς καλλιέρημα θεῖον καθοσιωθέντα Θεῷ, τὸν ἐκ πρώτης βαλβῖδος ἑλόμενον συλλέγειν ἀλύπου ζωῆς δράγματα ζωηφόρα, τὸν «πᾶσαν λύπην, ὀδύνην καὶ στεναγμὸν» «βιωτικῶν μελημάτων» ἀποσεισάμενον καὶ τὴν κατὰ Θεὸν λύπην ἑλόμενον, ἵνα δρέψηται τὴν ἄλυπον χώραν καὶ τῆς τρυφῆς τὸ χωρίον, οὗ οὐκ ἀπέτυχεν, ἀλλ’ εὗρεν ὡς ἀληθῶς τὸ ἐπίχαρτον ἐκεῖνο χωρίον, «ἔνθα ἐστὶν εὐφραινομένων ἡ κατοικία» «ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν».
Τοῦτον γοῦν τὸν ἀστέρα τὸν ἄδυτον, τὸ φωταυγὲς ἐνδιαίτημα, τὸ ἔμψυχον ἄγαλμα τὸ ἀκαταγώνιστον, τὸν ἀδαμάντινον τῇ ψυχῇ ἐν σώματι φθειρομένῳ, τὸν λαμπαδοῦχον καὶ προαγωγὸν τῶν τρίβων τοῦ Θεοῦ, ἡ θεία εὐμένεια πρὸ γεννήσεως αὐτοῦ δοξάζουσα σεσήμακε τὸ ἐσόμενον· ἔτι γὰρ ἐν τῇ μητρῴᾳ νηδύϊ νεμομένου τοῦ μακαρίου, ἀξίας τῆς ἀποβάσεως ἀπαρχὰς ἡ μήτηρ καθ’ ὕπνους προβλέπουσα ἔδοξε τίκτειν, καὶ ἰδοὺ ἀμνὸς ὡραῖος πάνυ παρέστη αὐτῇ λαμπάδας δύο ἐν τοῖς κέρασι φέρων ἐξαπτομένας, δι’ ὧν φαιδρῶς ἐφώτιζε καθόλου τὸν οἶκον, ἄχρις ἂν τὸ τικτόμενον ἐτέχθη παιδίον καὶ προῆλθεν εἰς φῶς· εἶτα καὶ πᾶσα ἡ πόλις πανδημεὶ προσελθοῦσα ἐν λιταῖς καὶ λαμπάσι τῷ τεχθέντι παιδίῳ γέρας ἀπένειμον. Καὶ ταῦτα μὲν τῇ μητρὶ ὦπται καθ’ ὕπνους· ἡ δὲ ἀφυπνισθεῖσα καὶ τῷ ἀνδρὶ κοινωσαμένη τὰ τοῦ ὁράματος ἔκρινε σὺν αὐτῷ μέγα τι ἀποβῆναι τὸ παρ’ αὐτοῖς τεχθησόμενον· ὅπερ καὶ γέγονε, καθὼς τὰ μετὰ ταῦτα ἔδειξε· γεννηθὲν γὰρ τὸ παιδίον καὶ ἀναγεννηθὲν διὰ τοῦ βαπτίσματος προσεκλήθη Ἀλύπιος φερωνύμως καὶ ἀτεχνῶς.
Ἐντὸς δὲ τῆς τοῦ παιδὸς τριετοῦς ἡλικίας τελευτᾷ μὲν ὁ πατήρ, ἡ μήτηρ δὲ πιθανῶς τὸ παιδίον ἀναθρέψασα καὶ ἀπογαλακτίσασα καθιεροῖ αὐτὸ τῷ Θεῷ, τῷ τηνικαῦτα προέδρῳ τῆς πόλεως Θεοδώρῳ παραδοῦσα τὸν παῖδα· ὃς καλῶς ἀναθρέψας καὶ τὰ ἱερὰ γράμματα ἐκπαιδεύσας ἐνθέσμως αὐτὸν καὶ χειροτονεῖ καὶ συγκαταλέγει τῷ κλήρῳ· οὐ μὴν δὲ ἀλλὰ καὶ οἰκονόμον τῆς ἐκκλησίας αὐτοῦ ὡς περιδέξιον καθιστᾷ.
Αὐτὸς δὲ τῷ θείῳ πυρούμενος πόθῳ καὶ τῆς θείας δόξης ἐρῶν τὰς ἐξ ἀνθρώπων τιμὰς καὶ δόξας ὡς εἰκαίας ἐμυσάττετό τε καὶ παρέβλεπεν· ἔνθεν καὶ πρὸς Ἱεροσόλυμα σκεψάμενος φοιτῆσαι καὶ τὸν ἀσκητικὸν ἐκεῖσε ἑλέσθαι βίον μόνῃ τῇ μητρὶ τὸ ἀπόρρητον ἐκκαλύπτει τῆς καρδίας αὐτοῦ, σκοπῷ τοῦ ταύτην ἐφοδιάσαι αὐτὸν εὐχαῖς μητρικαῖς· ὅπερ καὶ γέγονεν. Οὐ γὰρ πέπονθέν τι γυναικεῖον ἡ ὄντως θεοφιλὴς ἐκείνη γυνή, οὐ προείλετο Θεοῦ φίλτατον παῖδα, οὐ χηρείας καὶ ἐρημίας εἰκότως προβάλλεται συμφοράν, ἀλλ’ ἄπιθι, ἔφη, ὦ παῖ, ἄπιθι πρὸς Θεὸν καὶ τὸ δόξαν σοι διὰ τὴν πρὸς αὐτὸν εὐαρέστησιν ποίησον· καὶ στείλαι σοι Κύριος ἄγγελον εὐοδοῦντα τὴν ὁδόν σου ἔμπροσθέν σου καὶ ἀναδείξαι σε «ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων» καὶ τὸν πολύφορον «πόνον τῶν καρπῶν σου φάγεσαι»· «ἔργῳ καὶ λόγῳ» σθενώσαι σε «ποιεῖν αὐτοῦ τὰ θελήματα» πάντοτε πνευματικῆς ἐργασίας σπόρους σοι χαριζόμενος, καὶ αἱ προσευχαί σου διὰ πολλῶν σωτηρίαν εὐπρόσδεκτοι ἔστωσαν «ἐνώπιον τοῦ Θεοῦ».
Τούτοις οὖν ἡ καλὴ καὶ καλλίπαις μήτηρ ἐκείνη ἐφοδιάσασα τὸν φίλτατον παῖδα παρέπεμπεν. Ἀλλήλους οὖν περιπτυξάμενοι μετὰ δακρύων διεχωρίσθησαν ἀπ’ ἀλλήλων· ὧν τὴν προαίρεσιν ὁ Κύριος προσδεξάμενος τὴν πρὸς ἀλλήλους αὐτοῖς ἕως τέλους συνάφειαν ἐχαρίσατο, ὡς τὰ ἑξῆς δηλώσει. Καὶ ὁ μὲν δίκαιος εἴχετο τῆς ὁδοῦ τάχει ποδῶν σπεύδων πάντας διαλαθεῖν ὅση δύναμις, οὐ διέλαθε δὲ ὥσπερ ἤλπιζεν· αἰσθόμενος γὰρ αὐτοῦ τὸν δρασμὸν ὁ ἐπίσκοπος ἐμπόνως κατεδίωκεν ὥσπερ θηρευτὴς ὄπισθεν αὐτοῦ. Ὁ μὲν οὖν ἐδίωκεν, ὁ δὲ ἐδιώκετο ὥσπερ θήραμα φεῦγον τοὺς θηρευτάς· οὐκ ἴσχυσε γοῦν διαδρᾶναι εἰς τέλος τὸν διώκοντα, ἀλλὰ κατελήφθη ὑπ’ αὐτοῦ ἐν Εὐχαΐταις ἐν τῷ τοῦ ἁγίου μεγαλομάρτυρος Θεοδώρου σηκῷ· καὶ πολλαῖς μὲν ἐπιτιμήσεσι, πολλαῖς δὲ παραινέσεσι καταθέλξας τὸν δίκαιον οὐκ ἀνῆκε τοῦτον, ἄχρις οὗ μεθ’ ἑαυτοῦ πρὸς τὸ ἐπισκοπεῖον ἀνέζευξεν.
Ἠνιᾶτο δὲ τὴν ψυχὴν καὶ ἐδυσφόρει ὡς τῶν Ἁγίων Τόπων τῆς ἱστορίας καὶ προσκυνήσεως ἀποτυχών· εἶτα βλέπει καθ’ ὕπνους εὐειδῆ τινα λέγοντα αὐτῷ· Μὴ ἀθύμει ὡς τῆς ἐλπίδος τῶν Ἁγίων Τόπων ἀποτυχών· ἐκεῖ γὰρ εἶναι τοὺς Ἁγίους Τόπους εὖ ἴσθι, ἐν οἷς ἂν οἱ ἀγαπῶντες τὸν Θεὸν ποιοῦσιν αὐτοῦ τὸ θέλημα. Ταῦτα ἀκούσας ὁ δίκαιος ἀπεβάλετο μὲν τὴν ἀθυμίαν, ἐμάστευε δὲ ἀπερικτύπητον χῶρον τοῦ ἡσυχάσαι· καὶ εὗρε μέν, ὡς ἐπόθει, ἠλίβατον ὄρος καὶ δύσβατον κατὰ μεσημβρίαν τῆς πόλεως, εἴργεται δὲ καὶ αὖθις παρὰ τοῦ ἐπισκόπου διὰ τὸ τοῦ ὄρους πρόσαντες. Εὑρίσκει τοιγαροῦν παρὰ τὰ τοῦ ὄρους κράσπεδα χωρίον ἕτερον, ἐν ᾧ εἵλετο τὴν ἀσκητικὴν καταπῆξαι παλαίστραν. Ἦν δὲ τὸ χωρίον Ἑλληνικῶν τύμβων πεπληρωμένον καὶ πολυέραστον οἰκητήριον πλησμονῆς δαιμονίων, ἐν ᾧ καὶ κίων ὑπερηρμένος ἐν τοῖς μνήμασι μακρότατος λίαν, καὶ ἐπάνω αὐτοῦ ἄγαλμα λίθινον γεγλυμμένον ταυρολέοντος ἴνδαλμα φέρον· ὅπερ ὁ ἅγιος καταστρέψας διὰ μοχλοῦ σιδήρου καὶ κάτω βαλών· «Ὧδε», φησί, «κατοικήσω» ἐγώ, «ὅτι ᾑρετισάμην» τὴν στήλην ταύτην.
Ἔκτοτε οὖν λοιπὸν μετὰ τὸ ἐκεῖσε κατῳκισθῆναι τὸν ὅσιον, ἄσπονδος ἦν μάχη ἐν νυκτὶ καὶ ἡμέρᾳ μεταξὺ τοῦ δικαίου καὶ τῶν ἀκαθάρτων πνευμάτων, τῶν μὲν ἵνα ἐκδιώξωσιν ἐκεῖθεν αὐτόν, τοῦ δὲ ἵνα ἀπελάσῃ αὐτοὺς τοῦ χωρίου· οὓς καὶ τέλεον ἀπήλασε καὶ ἐτροπώσατο «τῇ πανοπλίᾳ τοῦ Θεοῦ» καθωπλισμένος καὶ «τῇ μαχαίρᾳ τοῦ Πνεύματος» καὶ τῇ συνεχεῖ προσευχῇ.
Οἱ δὲ ὀλολύζοντες ἐδραπέτευον «κράζοντες καὶ λέγοντες» ὅτι· Ἀλύπιος ἡμᾶς ἐκ τῆς χρονίου ἡμῶν καταπαύσεως ἐκβαλὼν διώκει καὶ οὐκ οἴδαμεν τοίνυν ποῦ ἀπελευσόμεθα καὶ τί δράσομεν. Ὁ δὲ ὅσιος ἐν δυσὶν ἔτεσι καθείρξας ἑαυτὸν ἐν στενοτάτῳ κελλίῳ πολλαῖς ἐν αὐτῷ σκληραγωγίαις τὸ σῶμα κατέτηξεν.
Ἐπεὶ δὲ ἡ ὀσμὴ τῶν ἔργων αὐτοῦ καθέλκουσα πλῆθος λαοῦ πρὸς αὐτὸν διέκοπτε τῷ δικαίῳ τὴν ἡσυχίαν, καὶ μὴ φέρων ὁ πύκτης τὰς τῶν ἀνθρώπων ὀχλήσεις τὴν ἐπὶ τοῦ κίονος ἄνοδον εἵλετο· διὸ καὶ τὴν τοῦ κίονος κορυφὴν μηχανᾶται διά τινων σανίδων διαλαβεῖν κλωβὸν περικλείσας καὶ σμικρότατον ὄροφον· καὶ ἔκτοτε λοιπὸν ἵστατο καθάπερ κίων ἔμψυχος ἐπάνω τοῦ ἀψύχου κίονος ἀμετάτρεπτος. Καὶ τίς οὖν ἱκανὸς ἐν λόγοις θριαμβεῦσαι οὓς ἐκεῖνος ἐπάνω ἐκεῖσε ἱστάμενος καθυπέμεινεν ἄθλους, βαστάζων τὸν καύσωνα τῆς ἡμέρας ἐν καιρῷ θερινῷ καὶ τὸν παγετὸν τῆς νυκτὸς ἐν καιρῷ χειμερίῳ, ἀπαστίας τε καὶ στάσεις παννύχους καὶ ὅσας ἐκεῖνος χρυσοπλόκους πλεκτάνας συνέπλεξεν ἀρετάς, οὐ μὴν δὲ ἀλλὰ καὶ τὰς ἐκ τῶν πονηρῶν δαιμόνων πάλας καὶ μάχας, οἳ καὶ λίθους πολλάκις κατ’ αὐτοῦ βάλλοντες ἐξεδειμάτουν αὐτὸν τὸν διὰ σανίδων αὐτοῦ ὄροφον πετροβολοῦντες τὸν κλουβόν;
Ἀμέλει καί ποτε δεινῶς κατὰ τῶν ὤμων πληγεὶς λαμβάνει τὸν πλήξαντα λίθον ἐν τῇ χειρὶ αὐτοῦ καὶ δεικνύων τοῦτον τοῖς δαίμοσιν ἔλεγε· Τοῦτον, ὦ ἀλιτήριοι, τὸν λίθον ἐγὼ ταμιευσάμενος καθ’ ὑμῶν αὐτὸν ἐπιδείξω ἐν τῇ τοῦ Χριστοῦ μου θείᾳ ἐπιφανείᾳ τὴν κατ’ ἐμοῦ τοῦ δούλου αὐτοῦ μανίαν ὑμῶν παραδηλῶν, νυνὶ δὲ καὶ τὰς σανίδας αὐτὰς ἀποσκευάσας ἐκρίψω τοῖς κάτω, ὅπως ἂν μὴ γίνωνται εἰς ἀντίσχεσιν τῶν κατ’ ἐμοῦ παρ’ ὑμῶν ἀφιεμένων λίθων καὶ εἴργουσί με συστεφθῆναι Στεφάνῳ τῷ πρωτομάρτυρι. Καὶ ταῦτα μὲν οἱ δαίμονες ἐπαΐοντες καὶ μὴ φέροντες τὴν τοῦ ἀνδρὸς παρρησίαν καὶ ὑπομονὴν ἐδραπέτευον.
Ὁ δὲ δίκαιος ἕωθεν σκέπαρνον αἰτησάμενος παρὰ τῆς μητρὸς αὐτοῦ καὶ λαβὼν ἀπεκαθήλωσε τὸν σμικρὸν διὰ σανίδων ὑπὲρ κεφαλῆς αὐτοῦ ὄροφον καὶ κάτω προσρίξας συνέτριψεν. Ἡ δὲ μήτηρ θρηνοῦσα πικρῶς ἑαυτὴν κατεμέμφετο ὡς αἴτιον τῆς καταστροφῆς, διὰ τὸ δοῦναι τὸ σκέπαρνον, καὶ πρὸς τὸν παῖδα ἀτενίζουσα περιπαθῶς ἀπεφθέγγετο· Ὅτου χάριν, ὦ υἱέ, τὴν ἐκ τῶν σανίδων μικρὰν σκέπην σου διαρρήξας συνέτριψας;
Πῶς οἴσεις τὰς τῶν ἀέρων ἀνωμαλίας, τοὺς φλογμούς, τοὺς κρυμούς, τοὺς ὑετούς, τοὺς κεραυνούς, τοὺς νιφετούς, τὰς ἀστραπάς, τὰς βροντὰς καὶ τὰς θανατηφόρους χαλάζας; Τότε ὁ ἀοίδιμος πολλὰ τὴν μητέρα παρακαλέσας ἐδίδασκε μὴ πρὸς σανίδας ἀλλὰ πρὸς Θεὸν αἰωρίζειν τὰς ἐλπίδας τῆς σωτηρίας βαστάζειν τε τὸν καύσωνα τῆς ἡμέρας γενναίως καὶ τὸν παγετὸν τῆς νυκτὸς φερεπόνως. Καὶ μέχρι τοσούτου τὴν καλὴν μητέρα τοῖς λόγοις τούτοις κατέθελξεν, ὡς εἰπεῖν πρὸς αὐτόν· Εἰ οὕτως ἔχει, τέκνον, καὶ διὰ τὸν Χριστὸν ἕλῃ ταῦτα παθεῖν, οὐ τὰς σανίδας μόνον ἀλλ’ εἰ καὶ τὸν χιτῶνα αὐτὸν ἀποβάλοις, οὐκέτι σε ἀποκλαύσομαι. Καὶ ταῦτα μὲν ἡ μήτηρ.
Ἡ δὲ τηλαυγὴς ἀρετὴ τοῦ ὁσίου εἵλκυσε πλείστους τὸν ἀσκητικὸν σὺν αὐτῷ ἀσπάσασθαι βίον. Ἐν δὲ μιᾷ τῶν νυκτῶν βλέπει ὁ δίκαιος δύο τινὰς ἱεροπρεπεῖς ἄνδρας ἐπιστάντας τῷ τόπῳ, ὧν θάτερος θυμιατήριον ἔχων ἐν τῇ χειρὶ ἔδοξεν ἐπισφραγίζειν τὸν τόπον, ἐν ᾧ ἔμελλε δομηθῆναι εὐκτήριος νεώς, ὁ δὲ ἕτερος ὑποψάλλων ἐβόα· Ὡσαννὰ ὡσαννὰ τῷ τόπῳ τούτῳ.
Ἐδομήθη γοῦν ἐν σφραγισθέντι τόπῳ διά τινος ἀποκαλύψεως ὁ τῆς ἁγίας καὶ πανευφήμου μεγαλομάρτυρος Εὐφημίας νεώς, ἐφ’ ᾧ τὰς ἱερὰς συνάξεις ἐπλήρουν οἱ ἀθροιζόμενοι ἀδελφοί. Τότε καὶ Μαρία, ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, πᾶσαν τὴν τοῦ βίου εὐδαιμονίαν καὶ περιφάνειαν καταλείψασα τὸν ἀσκητικὸν εἵλετο βίον· οὐ μὴν δὲ ἀλλὰ καὶ σύλλογος γυναικῶν οὐκ ὀλίγων παραβαλὼν ἐδυσώπει τὸν ὅσιον· Μὴ βδελύξῃ, λέγων, δοῦλε τοῦ Θεοῦ, τὴν ἀσθένειαν ἡμῶν, μὴ ἀπώσῃ ἡμᾶς ἑλομένας σωθῆναι· ὁ γὰρ πλάσας τὸν ἄνθρωπον ἔπλασε, φησί, καὶ τὴν γυναῖκα καὶ τῆς ἰδίας εἰκόνος ἑκατέρους ἠξίωσε καὶ ἐν Χριστῷ Ἰησοῦ οὐκ ἔνι ἄρσεν καὶ θῆλυ, φησὶν ὁ θεῖος ἀπόστολος.
Ὁ δὲ ὅσιος ἀγασθεὶς τὸν ζῆλον τῶν γυναικῶν καὶ ἀποδεξάμενος ὄμματα καὶ χεῖρας ἦρε πρὸς οὐρανὸν ἱκετεύων τὸν Κύριον δεκτὴν αὐτῶν γενέσθαι τὴν ἐπιστροφὴν καὶ μετάνοιαν καὶ καταξιωθῆναι ἀσφαλῶς βιοτεῦσαι εἰς τὴν αὐτοῦ εὐαρέστησιν· καὶ δὴ κελεύει ἰδίᾳ καὶ χωρὶς δομηθῆναι εὐαγῆ νεὼν εἰς γυναικείαν μονήν· οὗ γενομένου, ἐδίδου κανόνα μηδέποτε αὐτὰς ὁμιλῆσαι ἀνδρὶ μηδὲ εἰς πρόσωπον ἄρρενος ἀτενίσαι, ὃν καὶ ἐφύλαττον αἱ μακάριαι εἰς τέλος ἐπιμελῶς.
Ἡ δὲ μήτηρ τοῦ ὁσίου τὸν μὲν κανόνα τῆς ἀσκήσεως παρεφύλαττεν ἄθικτον, τὸ δὲ ἀσκητικὸν σχῆμα ἠπείθει περιβαλέσθαι. Καί ποτε ὄψιν ὁρᾷ καθ’ ὕπνους, ὡς ὅτι ἔδοξεν ἐν τῇ γυναικείᾳ μονῇ ὑμνῳδίας λιγυφώνους ἀκούειν. Εἰσδραμοῦσα οὖν θεάσασθαι τίνες οἱ μελῳδοί, εἴργετο τῆς εἰσόδου παρά τινος πυλωροῦ· Οὐκ ἔξεστί σοι, λέγοντος, συνεστάναι ταῖς τοῦ Χριστοῦ νύμφαις, ὡς ἀλλοτρίᾳ οὔσῃ τοῦ σχήματος αὐτῶν. Τότε γοῦν ἅμα πρωῒ ἐδυσώπει ἡ ὁσία μήτηρ τῷ πανοσίῳ προσπίπτουσα παιδὶ ἀμφιασθῆναι τὸ σχῆμα τῶν μοναζουσῶν καὶ αὐταῖς κοινωνῆσαι· οὗ γενομένου, ἔτι πλεῖον τοὺς ἀσκητικοὺς πόνους ἡ μακαρία διήνυεν.
Ὁ δὲ πύκτης ἱστάμενος ἐπὶ τοῦ κίονος καὶ πλείστας φέρων ἐκ τῶν ἀέρων ἀνωμαλίας ἐκαρτέρει γενναίως· ἀλλ’ οὐ παρεῖδεν αὐτὸν ἡ θεία κηδεμονία καὶ πρόνοια οὕτως ἀγέραστον· ἐν καιρῷ γὰρ σφοδροτάτου χειμῶνος καὶ ἀστραπῶν καὶ βροντῶν ξένον ἐπ’ αὐτῷ ἐπετελεῖτο σημεῖον. Καὶ πρῶτον μὲν ὁ ἐπὶ τῷ κλωβῷ τοῦ κίονος πεπηγμένος σταυρὸς κατεσείετο καὶ τρισμοὺς ἀπετέλει· εἶτα καὶ φῶς οὐρανόθεν κατιὸν περιεκύκλου τὸν ὅσιον καὶ τὸν κλωβὸν καθόλου τοῦ κίονος· αὐτὸς δὲ ὑπέψαλλε λέγων· «Τοῦ δείπνου σου τοῦ μυστικοῦ, υἱὲ Θεοῦ,» καὶ τὰ ἑξῆς. Τὸ δὲ φῶς ἐκεῖνο οὐ πέντε ἢ δέκα ἔβλεπον ὀφθαλμοὶ ἀλλὰ πλῆθος πολύ, ὥστε καί τινες τῶν ἀπειροτέρων ἐδόκουν τὸν κλωβὸν πυρπολεῖσθαι.
Τοῦτο δὲ τὸ θαῦμα ἐγνώσθη καὶ βασιλεῦσιν· ἡ δὲ βασίλισσα χρήματα πολλὰ στείλασα ἠξίου τὸν ὅσιον τὸν σταυρὸν στεῖλαι εἰς τὰ βασίλεια ὑπισχνουμένη καὶ ἔτι πλείονα χρήματα παρασχεῖν τῇ μονῇ αὐτοῦ, εἴ γε τοῦ ἐφετοῦ καταξιωθείη.
Ὁ δὲ δίκαιος τὴν αὐτῆς ἀποβίωσιν θεόθεν ἐπιγνοὺς γράφει πρὸς αὐτήν· Μεῖνον, λέγων, μικρὸν τὴν ἐμὴν ἀποβίωσιν καὶ οὕτω λαμβάνεις αὐτόν. Ἐκείνη δὲ «μεθ’ ἡμέρας ὀκτὼ» τοῦ βίου τέλος ἐδέξατο. Ὁ δὲ ὅσιος ἑκατὸν ἐτῶν γεγονὼς τελευτᾷ πανοσίως ἐν τῇ εἰκοστῇ ἕκτῃ τοῦ Νοεμβρίου μηνός, ἑξήκοντα ἔτη καὶ πρὸς ἐπὶ τοῦ κίονος τὸν καλὸν ἀγῶνα ἀγωνισάμενος ὡς ἄσαρκός τις καὶ ἀσώματος, ἀφ’ ὧν τὰ δέκα τρία ὥσπερ ἄπνους κείμενος ἦν ἐπὶ τῆς μιᾶς αὐτοῦ πλευρᾶς, τὸ μὲν πληγεὶς φθόνῳ τοῦ πονηροῦ, κατὰ τὸν δίκαιον Ἰώβ, τὸ δὲ ἀπὸ τῆς πολλῆς στάσεως καὶ τῆς ψύξεως κατασπασθέντων τῇ βίᾳ τῶν νεύρων τῶν ποδῶν αὐτοῦ. Ἦν τοιγαροῦν κείμενος καὶ προσπαλαίων τῇ τοῦ σώματος ἀσθενείᾳ ὡς ἀθλητὴς ἀλκιμώτατος καὶ εὐχαρίστως τὴν θείαν λειτουργίαν προσφέρων «καὶ ὡς ὁλοκάρπωμα θυσίας» προσάγων τῷ Θεῷ· διὸ καὶ ἔτι περιόντος ἐν τῷ βίῳ καὶ παρελθόντος, θαύματα πλεῖστα ὁ Θεὸς εἰργάσατο δι’ αὐτοῦ, τανῦν δὲ μετὰ τῆς τῶν ἀγγέλων καὶ τῶν ἁγίων πάντων χοροστασίας ποιεῖται τὰς διατριβὰς ἐσθίων τοὺς καρποὺς τῶν πόνων αὐτοῦ, καθὼς ἐκ προοιμίων ηὔξατο ὑπὲρ αὐτοῦ ἡ μήτηρ αὐτοῦ, ὥσπερ ἔφημεν.
Μὴ φανῇ δὲ παρέλκον ὑμῖν καὶ τοῦτο, ὅσοι φιλόγονοι, εἰ μνησθήσομαι νῦν μητρὸς μακαρίας ἐμῆς, μοναχῆς Εὐδοξίας, ἐν ταύτῃ τῇ ἡμέρᾳ τὸν βίον ἀπολιπούσης, τοῦ δὲ πατρὸς Ἀθανασίου ἐν τῇ τετάρτῃ τοῦ Αὐγούστου μηνός· οὓς ἀθανάτου ζωῆς ὁ ἀθάνατος Κύριος ἐν ἐλέει αὐτοῦ ἀναδείξαι μετόχους καὶ πατέρας τιμᾶν καὶ μητέρας εὐμενῶς προθεσπίσας· οὓς κἀγὼ διὰ τὴν αὐτοῦ ἐντολὴν τιμῶν ἐμνήσθην ἀρτίως τούτων βραχυτελῶς, ὅπως οἱ ἐν τῇ ἁγίᾳ μου Ἐγκλείστρᾳ ἀδελφοὶ ἐν ἡμέρᾳ Σαββάτου κατὰ τὴν ἑβδομάδα ταύτην τῆς μνήμης τοῦ ἁγίου πατρὸς ἡμῶν Ἀλυπίου μετρίως πως μνημονεύουσιν Ἀθανασίου καὶ Εὐδοξίας μοναχῆς διὰ τὴν ἀγάπην τοῦ Θεοῦ.
Σὺ δέ, ὦ τληπαθέστατε καὶ μακαριώτατε πάτερ Ἀλύπιε, ὡς τῆς λύπης ἀλλότριος καὶ τῆς χαρᾶς κληρονόμος, ὡς τῆς ὑπομονῆς στῦλος ἀκράδαντος καὶ τῆς ἀτλήτου φύσεως ἀνυπότακτος, ὡς καθαιρέτης δαιμόνων καὶ πεπτωκότων ἀνορθωτής, ὡς ἔρεισμα πίστεως καὶ φίμωτρον κακοδόξων, ὡς τὸ ἄχθος ἀποθέμενος τοῦ βίου καὶ τοῦ σαρκίου καὶ πρὸς τὴν ἄλυπον φερωνύμως προσφοιτήσας ζωὴν καί, ἵνα τὸ κεφάλαιον τῶν σῶν ἀγαθῶν φράσω, ὡς Χριστοῦ μύστης καὶ μιμητὴς καὶ πρὸς αὐτὸν ἐν δόξῃ καὶ χαρᾷ προσφοιτήσας μὴ ἐλλίποις αὐτὸν ὑπὲρ ἡμῶν ἱλεοῦσθαι καὶ ἄνωθεν ἐποπτεύειν ἡμᾶς εὐμενῶς, ὅπως ἐλέους καταξιωθῶμεν καὶ τέλους εὐαγεστάτου καὶ σωτηρίου χάριτι καὶ φιλανθρωπίᾳ τῆς αὐτοῦ ἀγαθότητος, ὅτι αὐτοῦ ἐστιν ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ αὐτοῦ Πνεύματι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.