Ἔργον
Νεόφυτος ὁ Ἔγκλειστος – Πανηγυρικός λόγος
Εγκώμιο στον άγιο Σάββα
Περιγραφή της αναχώρησης του αγίου Σάββα στην έρημο, της ίδρυσης των λαυρών, των πνευματικών αγώνων και των θαυμάτων του.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εγκώμιο στον άγιο Σάββα
Περιγραφή της αναχώρησης του αγίου Σάββα στην έρημο, της ίδρυσης των λαυρών, των πνευματικών αγώνων και των θαυμάτων του.
ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΘΕΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΣΑΒΑΝ ΤΟΝ ΜΕΓΑΝ ΚΑΙ ΣΥΛΛΟΓΟΣ ΕΠΙΤΟΜΟΣ ΠΕΡΙ ΤΟΥ ΒΙΟΥ ΚΑΙ ΤΩΝ ΘΑΥΜΑΤΩΝ ΑΥΤΟΥ Εὐλόγησον, πάτερ. Σάβας ὁ θεῖος καὶ μέγας ἐν πατράσιν, Σάβας ὁ θεσπέσιος ὄντως καὶ φωστήρ, Σάβας ὁ κλεινὸς τὸ κράτος τῶν ἀζύγων, Σάβας ὁ σεμνὸς σεμνοπρεπῶν τὸ γέρας, οὗ διαφανῶς ἐξέλαμψεν ὁ βίος, οὗ τὰ ἔπαθλα φαίνει διαφερόντως καὶ οὗ ἡ πανήγυρις ἤθροισεν ἡμᾶς· ἴσμεν ὑπερκεῖσθαι γλώτταις καὶ διανοίαις ταῖς κατ’ ἐμὲ τὰ περὶ τούτου ἐγκώμια. Ἀλλ’ ὅμως οὐ θέμις ἡγησάμην τοῦτον ἀποκληρῶσαι τῆς ἱερᾶς μου τῶν πανηγύρεων δέλτου, δεδοικὼς μήπως καὶ αὐτός με ἀποκληρώσειε τῆς εὐλογίας αὐτοῦ. Ἔνθεν οὐδὲ προσήκει μοι δεῖσαι καὶ αὐτὸν καταλεῖψαι διὰ τὸ μέγαν αὐτὸν εἶναι, ἀλλὰ δι’ αὐτὸ μᾶλλον τοῦτόν με ἐπισπᾶσθαι χρή. Καθάπερ γάρ τις φιλότιμος εὐωχεὺς καθ’ ὅσον μεγάλους τινὰς καὶ φίλους τοῦ βασιλέως συγκαλεῖται πρὸς τὴν αὐτοῦ εὐωχίαν, κατὰ τοσοῦτον αὐτοῦ τὸ ἄριστον λαμπρότερον ἀποδείκνυται, οὕτως καὶ ἡμεῖς καθ’ ὅσον μεγάλους τινὰς καὶ φίλους «τοῦ βασιλέως τῆς δόξης» Χριστοῦ τοῦ Θεοῦ ἡμῶν συγκαλέσομεν ἐν τῇ μυστικῇ εὐωχίᾳ τῆσδε τῆς δέλτου, κατὰ τοσοῦτον λαμπροτέραν αὐτὴν ἀποφήνωμεν.
Εἰ γὰρ καὶ πενιχρὰ τὰ ἐν αὐτῇ τῶν λόγων ἐδέσματα, ἀλλ’ ἴσασιν οἱ καλοὶ ἐν αὐτῇ δαιτυμόνες καὶ χορτάζεσθαι καὶ πεινᾶν καὶ περιττεύειν καὶ ὑστερεῖσθαι καὶ πάντα ἰσχύειν ἐν Χριστῷ Ἰησοῦ, καθὼς ἐμπεδοῖ ὁ τῆς οἰκουμένης εἰσηγητὴς Παῦλος ὁ θεῖος, καὶ καθὼς πάλιν ὁ Δεσπότης αὐτῶν τὰ δύο λεπτὰ τῆς χήρας μὴ ἀπανηνάμενος τὴν προαίρεσιν ἐστεφάνωσεν, οὕτω καὶ οὗτοι τὰ τῆς ἡμῶν πτωχονοίας καλῶς ἐπιστάμενοι πέποιθα δέχεσθαι καὶ ἀρκεῖσθαι τοῖς ὀλίγοις καὶ πενιχροῖς ἡμῶν τῶν λόγων ἐδέσμασιν.
Διὸ καὶ τὸν προύχοντα μέγαν τοῦτον πατέρα καὶ τῷ μεγάλῳ βασιλεῖ γνωστὸν θαρσαλέως ἐν τῇ εὐωχίᾳ ταύτῃ συγκαλεσώμεθα, ὡς πρόμαχον εὐσεβείας, ὡς πρόεδρον μονοτρόπων, ὡς πρόβολον τῆς ἐρήμου, ὡς πρώταθλον ἀσκητῶν, ὡς τίμιον πολυτάλαντον ἐνθέου κακοπαθείαις, ὡς πύκτην πάμμαχον κατὰ παθῶν καὶ δαιμόνων, ὡς ῥωμαλέον τροπαιοῦχον πολεμίων ἀοράτων καὶ ὁρατῶν, ὡς τηλαυγῆ φωστῆρα πάσης τῆς οἰκουμένης, ὡς ἡγούμενον ἡγουμένων κατὰ τὴν χαριεστάτην ψῆφον τὴν ἑαυτοῦ, ὡς πρῶτον φυτουργὸν παμφόρου φυτουργίας καὶ ὡς προοίμιον καλλιεργίας ἀμπέλου λογικῆς, ἧς οἱ καρποὶ γλεῦκος ἀθανασίας καὶ ἧς αἱ ἀναδενδράδες τοῖς οὐρανίοις στελεχωθεῖσαι ἄλσεσιν ἐπισκιάζουσι πανταχοῦ τῶν μοναχῶν τὰς ἀγέλας.
Αὐτὸς δὲ ὡς μακάριος ἀνὴρ τὸν Κύριον φοβηθεὶς καὶ τὸ σπέρμα αὐτοῦ ἐν τῇ γῇ δυνατὸν ἀποφήνας πρὸς τὸν ἑαυτοῦ προσφοιτᾷ παγγεωργὸν καὶ Δεσπότην, ἵνα ὡς μύστης καὶ μυσταγωγὸς καὶ ποιμὴν καὶ γεωργὸς τῷ ποιμενάρχῃ καὶ παγγεωργῷ καταλλάξειε περὶ τοῦ σπέρματος καὶ τοῦ ποιμνίου αὐτοῦ. Ἡμεῖς δὲ τὴν πρὸς τὸν Δεσπότην ἀείμνηστον αὐτοῦ μεταφοίτησιν γεραίροντες σήμερον τὸν θεόληπτον βίον καὶ τὰ ἔπαθλα τά τε θαύματα καὶ τὰ σεπτὰ κατορθώματα κατὰ τὸ ἐγχωροῦν εἰς μέσον ἀγάγωμεν, τοῦτο μὲν ἵνα «ἐγκωμιαζομένου δικαίου εὐφρανθήσωνται λαοί», τοῦτο δὲ ἵνα καὶ ἡμεῖς πρὸς ζῆλον τῶν αὐτοῦ θείων κατορθωμάτων ἑαυτοὺς παραθήξωμεν, ὅπως καὶ αὐτὸς ἐργωδέστερον ὑπὲρ ἡμῶν ἐντύχῃ τῷ Δεσπότῃ καὶ βασιλεῖ ἐν ὅσῳ περιπολοῦμεν ἐν τῷ παρόντι βίῳ τῆς μετανοίας, ἐν δὲ τῷ μέλλοντι οὐδὲν ἁμαρτωλοὺς ὠφελήσουσιν αἱ τῶν δικαίων εὐχαί. Νῦν γὰρ θέλημα ποιεῖ καὶ τῆς δεήσεως εἰσακούει τῶν δούλων αὐτοῦ, τότε δὲ Ἐνὼχ καὶ Μωϋσῆς καὶ Ἠλιοὺ καὶ οἱ κατ’ αὐτοὺς οὐκ εἰσακουσθήσονται, φησίν, εἰ δεηθῶσιν «περὶ τῶν υἱῶν καὶ τῶν θυγατέρων αὐτῶν». Διὸ καὶ ἐν ὅσῳ ἐσμὲν ἐν τῷ παρόντι βίῳ τῆς μετανοίας πολλῆς ἡμῖν πρὸς μετάνοιαν χρεία σπουδῆς ἔχοντες πρὸς συμμαχίαν καὶ ἀνδρῶν ἁγίων εὐχάς.
Ἀλλὰ δέον ἐστὶν ἡμᾶς «ἐν ἀτόμῳ» καὶ λίαν ἐπιδρομάδην ἐπιμνησθῆναι γονέων τε καὶ πατρίδος τῶν τοῦ μεγάλου Σάβα πατρὸς καὶ ἀφικέσθαι ταχέως πρὸς τὰ τῶν αὐτοῦ μελημάτων ἔπαθλα. Ἔλαμψε γὰρ τότε ὁ μέγας οὗτος ἑωσφόρος πατὴρ κατὰ τοὺς χρόνους τῆς βασιλείας Θεοδοσίου τοῦ μικροῦ, ἐκ χώρας τῶν Καππαδόκων, υἱὸς γεγονὼς εὐλαβῶν τε καὶ φιλοχρίστων, Ἰωάννου καὶ Σοφίας. Νῦν δὲ τούτου πατρὶς «ἡ ἄνω Ἰερουσαλὴμ» ἡ διὰ τῶν ζώντων λίθων συνῳκισμένη, «ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός»· πατὴρ δὲ ὁ διὰ πλῆθος ἐλέους καταξιώσας βροτῶν καλεῖσθαι πατὴρ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ὃς ἐγένετο «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς», μήτηρ δὲ ἡ Ἐδὲμ τὸ ὄντως διαφερόντως τρυφῆς χωρίον.
Ἐπεὶ δὲ αὐτὸν ἔδει ἐξ ἁπαλῶν ὀνύχων καλλιέρημα καθιερωθῆναι Θεῷ, τὸ τηνικαῦτα τῆς πατρικῆς οὐσίας ἀπαναστὰς ἔν τινι τῶν κατὰ Θεὸν φιλοσοφούντων φροντιστηρίων, Φλαβιανὰς καλουμένῳ, κείρεται μοναχός, δεκαετῆ χρόνον φέρων τὴν ἡλικίαν, καὶ πρὸς τοὺς τῆς ἀσκήσεως πόνους ἀποδύεται μάλα προθύμως. Οἷος δὲ ἐκεῖνος ἔμελλε μετὰ ταῦτα ἀποβῆναι ἐν ἐγκρατείᾳ καὶ ἀσκήσει ἔδειξε τὴν ἀπόβασιν ἤδη ἐκ νεαρᾶς ἡλικίας· ἐργαζόμενος γὰρ ἐν τῷ κήπῳ καὶ ἡττηθεὶς μήλου μεγέθει καὶ καλλονῇ ἐξέτεμεν αὐτὸ ἐκ τοῦ δένδρου πρὸς τὸ φαγεῖν, θᾶττον δὲ μνησθεὶς τῆς παραβάσεως τῶν ἀρχεγόνων καὶ τοῦ καλοῦ ἐκείνου εἰς βρῶσιν καρποῦ, ῥίψας αὐτὸ κατεπάτησε καὶ τέθηκεν ὅρον ἑαυτῷ εἰς τὸ μηκέτι μῆλον φαγεῖν.
Καὶ αὖθις, οἷος ἔμελλεν ἀποβῆναι τοῖς θαύμασιν περιβόητος ἐντεῦθεν ἐσφράγισεν· ἀναγκαιοτάτης γὰρ χρείας κατεπειγούσης, ἐν τῷ ἐξαπτομένῳ κλιβάνῳ εἰσελθὼν καὶ ἐξελθὼν ἀσινὴς διεσώθη Χριστοῦ χάριτι θωρακισάμενος τῷ θείῳ σταυρῷ.
Ὀκταετεῖ δὲ χρόνῳ διαπεράνας ἐν τῇ ῥηθείσῃ μονῇ κινεῖται θεοκινήτως αὐτόπτης γενέσθαι τῷ τοῦ Κυρίου τάφῳ καὶ προσκυνῆσαι. Εἰργόμενος δὲ παρὰ τοῦ ἡγουμένου καὶ καθόλου παρὰ τῶν μοναχῶν, ἀποκαλύπτεται τῷ ἡγουμένῳ ἀπολῦσαι αὐτόν, αἰνιττομένης τῆς ὀπτασίας ὡς τῆς ἐρήμου δι’ αὐτοῦ συνῳκισθῆναι τὴν ἔρημον καὶ ταύτης καθηγεῖσθαι. Ἔνθεν καὶ συγχωρεῖται παρὰ τοῦ ἡγουμένου τῆς μονῆς ἀναζεῦξαι λαθραίως τῶν μοναχῶν.
Μετὰ γοῦν τὴν τῶν ἱερῶν τόπων προσκύνησιν προσφοιτᾷ τῷ ἐν πατράσι μεγάλῳ Εὐθυμίῳ, ὃν καὶ δεξάμενος οὗτος καὶ παιδαριογέροντα ὀνομάσας διὰ τὸ χρηστότατον τοῦ μείρακος ἦθος ἐν τῷ τοῦ ὁσίου Θεοκτίστου ἀπεκληρώσατο κοινοβίῳ, διὰ τὸ ἔφηβον εἶναι καὶ κοῦρον. Ἦν δὲ καὶ τῷ σώματι εὐσθενὴς καθάπερ καὶ τῇ ψυχῇ· ἔνθεν καὶ τοῖς τῆς μονῆς ὑποζυγίοις ἀχθοφορεῖν τέτακται μέχρι καιροῦ. Δεκαετῆ γοῦν χρόνον ἐν τῇ αὐτῇ διατελέσας μονῇ πᾶσαν ἐξήσκησεν ἀρετὴν ἐν ταπεινώσει καὶ ὑπακοῇ, ὡς καὶ τὸν μέγαν Εὐθύμιον εἰς μαθητοῦ τάξιν ἀποκληρώσας, παρείπετο αὐτῷ ἐν ταῖς ἐρήμοις ἀπὸ ὀκτωκαιδεκάτης τοῦ Ἰαννουαρίου μηνός, μετὰ τὴν τοῦ μεγάλου Ἀντωνίου κοίμησιν, ἐκτελέσαι μέχρι καὶ τὴν Κυριακὴν τῶν Βαΐων.
Ἐπεὶ δὲ ὁ θεῖος Θεόκτιστος καὶ ὁ ἱερὸς Εὐθύμιος πρὸς Κύριον ἐξεδήμησαν, καὶ Σάβαν τὸν θεῖον ἔδει λοιπὸν ἀντὶ τοῦ νέμεσθαι νέμειν καὶ ψυχῶν πολλῶν φωραθῆναι καθηγητὴν καὶ σωτῆρα, καὶ τιθασεῦσαι μὲν τὸ ἀτίθασον τῆς ἐρήμου, εὐδιεινὸν δὲ καταστῆσαι λιμένα τὸν ἐν αὐτῇ σάλον τῶν ἀγριωτάτων πνευμάτων καὶ τὸ ταύτης ἄγονον πολύγονον ἀποφῆναι, τάς τε γαλεάγρας τῶν ἐν αὐτῇ ἀγρίων θηρῶν ἐκεῖθεν ἐξαφανίσαι καὶ δομῆσαι ἀντ’ αὐτῶν ἐπαύλεις ποιμνίων πνευματικῶν καὶ λογικῶν βουκολίων, ἐξ ὧν ἀμέλγεται καὶ τυροῦται φωτοειδὴς καὶ διάλευκος ἀρετή, γηπονοῦνται δὲ καλλιεργούμεναι ἄρουραι θεοσπόροι καὶ οὐράνιος κατασπέρεται σῖτος, ἐξ οὗ σῖτα προσφόρως εὑρίσκονται ψυχαῖς φιλοθέων· διὸ καὶ ἀποφοιτᾷ μὲν τῆς τοῦ μεγάλου πατρὸς Εὐθυμίου μονῆς, φορῶν ὡς παντευχίαν {φορῶν} ἐκείνου τὰς εὐχάς, καὶ ἐξιὼν ἐπὶ «καθαίρεσιν ὀχυρωμάτων» καὶ ἄρχεται λοιπὸν ταῖς πανερήμοις ῥωμαλέως περιπολεῖν ἐκ μελαγρίων ῥίζης περιποιούμενος τὴν τροφήν.
Καί ποτε συναντήσας κατὰ τὴν ἔρημον Ἰσμαηλίταις μέλλουσιν ἐκ λιμοῦ διαφθαρῆναι ἀνέψυξεν αὐτοὺς διὰ τῶν αὐτοῦ ὧν ἐπεφέρετο ἐν τῇ αὐτοῦ μηλωτῇ ῥιζῶν ἐκ μελάγρων· οἳ καὶ ἐνδυναμωθέντες καὶ διασωθέντες πρὸς τὰ ἴδια ἀπεκόμιζον βρώματα τῷ μεγάλῳ. Ὁ δὲ μετὰ δακρύων ηὐχαρίστει τῷ Θεῷ λέγων ὅτι· Τὸ ἔκφυλον ἔθνος διὰ μικρᾶς μου εὐποιΐας ἀνταμείβεταί μοι πολυπλασίως, ἐγὼ δὲ περὶ τῶν πολλῶν καθ’ ἑκάστην, Κύριε, εἰς ἐμέ σου εὐεργεσιῶν ἀγνώμων ὑπάρχω καὶ λήθαργος, ἀλλ’ «ἔτι καὶ ἔτι» βοηθός μοι γενοῦ τῷ ἐλέει σου.
Ἄλλοτε πάλιν κατὰ τὴν Ῥουβᾶ διερχόμενος ἔρημον συνῆλθεν αὐτῷ καί τις δόκιμος μοναχός, Ἄνθος καλούμενος· καί τινες πέντε Ἀγαρηνοὶ περὶ τῶν δύο ὁσίων δόλον σκαιωρήσαντες προσαποστέλλουσιν πρὸς αὐτοὺς ἕνα ἐξ αὐτῶν ἐκπειράσοντα αὐτούς· οἱ δὲ πρὸς οὐρανὸν τὰς χεῖρας ἐκτείναντες, ἡ γῆ διανοιχθεῖσα κατέπιεν εὐθὺς τὸν ἀλάστορα ἐκεῖνον, οἱ δὲ λοιποὶ τέσσαρεις ἐξέφυγον φόβῳ καὶ τρόμῳ μεγάλῳ κλονούμενοι.
Τέσσαρσι γοῦν χρόνοις ἐν ταῖς ἐρήμοις περιπολεύων ὁδηγεῖται πρὸς θείου ἀγγέλου ἡσυχάσαι ἐν τῷ δυσβάτῳ σπηλαίῳ τῷ ἐν τῷ χειμάρρῳ τῷ κατιόντι ἐκ τοῦ Σιλωάμ, ἔνθα καὶ τὴν θείαν λαύραν μετὰ ταῦτα ἔμελλεν καταπῆξαι. Ἐλθὼν τοιγαροῦν καὶ τὸ σπήλαιον εὑρηκὼς καὶ μετά τινος μηχανῆς ἀνελθὼν καὶ ἐν αὐτῷ ἡσυχάζων, προσβάλλουσιν αὐτῷ Ἀγαρηνοὶ τέσσαρεις τὸν ἀριθμὸν δοκοῦντες εὑρεῖν ἐν αὐτῷ πράγματά τινα.
Ἀμηχανούντων δὲ αὐτῶν πρὸς τὴν ἄνοδον σχοῖνον αὐτοῖς ἄνωθεν χαλάσας ἀνήλθοσαν, καὶ μηδέν τι ὅλως ἐν αὐτῷ εὑρηκότες ᾐδέσθησαν σφόδρα τὴν ἀρετὴν τοῦ ἀνδρός, καὶ ἀντὶ τοῦ λαβεῖν τι ἐξ αὐτοῦ μᾶλλον παρεῖχον καὶ αὐτῷ ὠψώνιζον ἄρτους ἐψυγμένους καὶ τυροὺς καὶ φοίνικας ἔκτοτε διὰ θείας προμηθείας αὐτῷ διακομίζοντες.
Πέντε οὖν ἔτη ἐν ἐκείνῳ τῷ σπηλαίῳ διατελέσας μονώτατος καὶ ἐτῶν γεγονὼς τεσσαράκοντα καὶ πέντε προτρέπεται πρὸς Θεοῦ δέχεσθαι τοὺς πρὸς αὐτὸν προσφοιτῶντας καὶ ἡγεῖσθαι αὐτῶν πρὸς σωτηρίους ὁδούς. Αὐτὸς δὲ συντονωτάταις πρὸς Θεὸν ἱκεσίαις τῶν ἐν ἐκείνῳ τῷ χώρῳ ἐμφιλοχωρούντων ἐκάθηρε πνευμάτων ἀκαθάρτων. Οὐ πολὺ τὸ ἐν μέσῳ καὶ ἀθροίζονται πρὸς αὐτὸν λογάδες θεοφόρων ἀνδρῶν ἐκ πάσης ἐρήμου τὸν ἀριθμὸν ἑβδομήκοντα, οἷς καὶ διετάξατο ἰδικῶς ἡσυχάζειν καὶ εὐκαίρως συνάγεσθαι. Οὐκ ὄντος δὲ ὕδατος ἐν τῷ τόπῳ συνείχετο λύπῃ ὁ θεῖος ἐκεῖνος καὶ θεοφόρος χορός. Εἶτα τοῦ μεγάλου ἐκτενῶς δεομένου πρὸς Θεὸν ὕδωρ δωρηθῆναι τῷ τόπῳ αἰσθάνεται κατὰ τὸν χείμαρρον ψόφου τινός, πρὸς ὃν καὶ προκύψας ὁρᾷ ὄναγρον τὴν γῆν περισκάπτοντα τοῖς ποσί, καὶ ὄρυγμα πεποιηκὼς οὗτος καὶ διακύψας καὶ ἐμφορηθεὶς ἐκ τοῦ νάματος ὑπεχώρησε θᾶττον. Ὁ δὲ μέγας εὐθὺς πρὸς τὸν τόπον γενόμενος ἅμα τοῖς ἀδελφοῖς καὶ θεασάμενοι τὴν τοῦ ὕδατος διαύγειαν ἐδίδουν δόξαν τῷ Θεῷ τῷ ποιοῦντι θέλημα τῶν φοβουμένων αὐτὸν καὶ εἰσακούοντι τῆς δεήσεως αὐτῶν. Ἐργωδεστέρως δὲ τὸ χωρίον διορύξαντες «ὕδωρ ζῶν» ἀνεδόθη ἀμφιλαφῶς, ὃ καὶ μέχρι τοῦ νῦν ἐν μέσῳ τῆς λαύρας τελῶν οὔτε λιγάζει, ὥς φασιν, ἐν τῷ θέρει, οὔτε πλεονάζει ἐν τῷ χειμῶνι.
Ἐπεὶ δὲ αὐτὸν ἔδει ἐκ θείας προμηθείας τὴν ὄντως Ὄλυμπον καὶ θείαν λαύραν οἰκοδομῆσαι καὶ ὀλυμπίους ἄνδρας ἐν αὐτῇ σαγηνεῦσαι καὶ ὀλυμπιονικεῖς ἐν αὐτῇ ἀποφῆναι, ἰδοὺ βέλτιστα τὰ προοίμια «καὶ ἡ ἀρχὴ δεξιά». Ὁρᾷ γὰρ ὁ δίκαιος ἐν νυκτὶ προσευχόμενος «στῦλον πυρός», ἐν ᾧ ἔμελλεν τόπῳ τὴν λαύραν οἰκοδομεῖν, ἐρηρεισμένον ἐν ἐκείνῳ τῷ χώρῳ ἕως τοῦ οὐρανοῦ, καὶ εἶπεν ἐν φόβῳ καὶ χαρᾷ· «Ὡς φοβερὸς ὁ τόπος οὗτος» καὶ τὰ ἑξῆς. Ἕωθεν γοῦν ἐν τῷ τόπῳ γενόμενος εὗρεν ὑπόγαιον ἄντρον αὐτοσχέδιον τύπον ἔχον ἐκκλησίας καὶ μερικάς τινας ἀχειροποιήτους οἰκοδομάς· καὶ εὐχαριστήσας τῷ ὑποδείξαντι Θεῷ κελεύει ἔκτοτε ἐν αὐτῷ τὰς θείας συνάξεις ἀποτελεῖν ἑκάστῳ Σαββάτῳ καὶ Κυριακῇ. Ἔφθασε δὲ ὁ ἀριθμὸς τῆς θεοκλήτου αὐτοῦ συνοδίας ἐν τῷ τέως μέχρι τῶν πεντήκοντα καὶ ἑκατόν, μετὰ ταῦτα δὲ πλήθη πολλά· διὸ καὶ ἑκατέρωθεν τοῦ χειμάρρου ἑστίας κέλλας ἐδείμαντο, μετὰ μικρὸν δὲ καὶ ναὸν περίβλεπτον εἰς ὄνομα τῆς παναμώμου κόρης καὶ Θεομήτορος.
Ἐπεὶ δὲ πᾶς καρπὸς καὶ ἄχυρον κέκτηται καὶ ὁ ἐκ τοῦ σίτου σεμίδαλις ἄλφιτον, ἔδει λοιπὸν καὶ ἐν τῇ πολλῇ τοῦ μεγάλου ἀγέλῃ καὶ γεωργίᾳ τοῦ λογικοῦ σίτου εὑρεθῆναι πάντως καί τινας ἀχυρώδεις τῇ ἀκαρπίᾳ καὶ πιτυρώδεις τῇ γνώμῃ, οἳ καὶ εὑρεθέντες ἀντέπιπτον τῷ πατρὶ καὶ ἔθλιβον οὐ μετρίως· οὓς καὶ καταλιμπάνων πολλάκις ὡς Χριστοῦ μιμητὴς ὑπεχώρει πρὸς τὰς ἐρήμους ἢ καὶ πρὸς τὰ ἔρημα τῆς Οἰκουμένης μέρη μέχρι καὶ Σκυθουπόλεως καὶ Νικοπόλεως καὶ Ἰεριχώ. Γέγονε δὲ τοῦτο παραίτιον πολλῶν φιλοσοφίας φροντιστηρίων οἰκοδομῆς· ἐν οἱῳδήποτε γὰρ κατεσκήνωσε τόπῳ, ἀδύνατον ἦν μὴ καὶ λαύραν εὐθὺς ἢ κοινόβιον καθιερωθῆναι τῷ τόπῳ. Ὅμως ὑπέστρεφε πάλιν πρὸς τὴν προτέραν λαύραν αὐτοῦ καὶ πρὸς τοῦ πατριαρχοῦντος ἀξιούμενος, ἐξ οὗ καὶ τὴν τῆς ἱερωσύνης χειροτονίαν ἐδέξατο, ἣν ὀρρωδῶν παρῃτεῖτο ἀεί.
Αὐτὸς δὲ καὶ Θεοδόσιος ὁ μέγας ὡς ἱερὰ ξυνωρὶς καὶ τῆς ἐρήμου πολῖται ἐκλογῇ τε καὶ ψήφῳ τοῦ πλήθους τῶν μοναχῶν προβάλλονται ἀρχιμανδρῖται ὑπὸ τοῦ πατριάρχου καὶ καθηγηταί· Σάβας μὲν τῶν λαυρικῶν καὶ μονάδων, Θεοδόσιος δὲ κοινοβιακῶν καὶ μιγάδων.
Σάβας δὲ ὁ θεῖος ἀφίκετο ἐκ δευτέρου πρὸς τὴν βασιλίδα τῶν πόλεων ὑπὸ τῶν κατὰ καιροὺς πατριαρχούντων ἀξιούμενος διὰ πλείστας τε καὶ τρανὰς ὑποθέσεις καὶ διά τινας αἱρέσεις ὠριγενείους καὶ ἄλλας μιαρὰς κατὰ τὴν χώραν ἀναφανείσας διά τινος Νόννου ψευδομονάχου καὶ ἑτέρων τινῶν ὁμοφρόνων αὐτοῦ, παρακιρνώντων τε καὶ παραχαραττόντων τὰ καθαρὰ καὶ διαυγῆ δόγματα «τῆς Ἐκκλησίας τοῦ Θεοῦ» ἐπὶ τῆς βασιλείας Ἀναστασίου. Καὶ αὖθις ὑπὸ τῆς βασιλείας Ἰουστινιανοῦ ὁ δίκαιος πρὸς αὐτοὺς παρεγένετο. Καὶ ὁ μὲν Ἀναστάσιος ἀγγελικὴν ἀπαστράπτουσαν ὄψιν ἐν τῷ ἁγίῳ ἐθεάσατο, Ἰουστινιανὸς δὲ ἐστεμμένον αὐτὸν εἶδε στέφος φωτοειδέστατον.
Ταῦτα δὲ ἀπεκάλυψεν αὐτοῖς ὁ Θεός, ἵνα λύσωσι τὰς αἱρέσεις περὶ ὧν ἔμελλον ὑπὸ τοῦ ὁσίου ἀκοῦσαι καὶ περὶ τῶν λοιπῶν κατὰ τὴν χώραν χρειῶν. Καὶ οὐ μόνον τὰς αἱρέσεις κατέλυσαν οἱ βασιλεῖς οὗτοι, ἀλλὰ καὶ δαψιλοῦς προνοίας καὶ δωρεὰς μεγάλας καὶ βασιλικωτάτας καθ’ ὅλην τὴν Παλαιστίνην ἔστειλαν φιλοτιμοῦντες τὸν ὅσιον, τὴν ἔρημον καὶ τὰ μοναστήρια καὶ τὴν Οἰκουμένην μεγαλοπρεπῶς ἐθεράπευσαν. Ὅσας δὲ προφητείας καὶ προρρήσεις ὁ δίκαιος τοῖς βασιλεῦσι προαπεφήνατο εἶδον ἀναφανδὸν καὶ τὴν ἔκβασιν, περὶ ὧν οὐ χρείαν ἔχω μακρηγορεῖν διὰ τὸ τοῦ λόγου ἄπειρον.
Ὁ δὲ μέγας τῆς βασιλίδος ἀπάρας καὶ ἐλθὼν ἐν Ἱεροσολύμοις καὶ τὰ χαρᾶς εὐαγγέλια ἐμφανίσας τῷ τε πατριάρχῃ Ἰωάννῃ καὶ παντὶ τῷ λαῷ, ἀπλέτου χαρᾶς ἅπαντες ἐπληροῦντο. Ἠξίου δὲ ὁ πατριάρχης τὸν ὅσιον συμπαραλαβεῖν καί τινας μετ’ αὐτοῦ καὶ ἀπελθεῖν ἕως Καισαρείας καὶ Σκυθουπόλεως καὶ ἐμφανίσαι τὰ προστάγματα τῶν βασιλέων. Ὁ δὲ παρακούειν μὴ μεμαθηκὼς ἐπλήρου τὸ προσταχθέν.
Γενόμενος δὲ κατ’ ἐκείνων τῶν πόλεων καὶ διερχόμενος τὴν Σκυθόπολιν μετά τινος ὄχλου, γυνή τις αἱμορροοῦσα καὶ ἐρριμμένη κατὰ τὸ ἔμβολον ἐβόα πρὸς αὐτόν· «Ἐλέησόν με», δοῦλε τοῦ Θεοῦ, καὶ ἴασαί με τοῦ δεινοτάτου πάθους. Ὁ δὲ ἐκκλίνας πρὸς αὐτὴν καὶ οἴκτου πληρωθεὶς δίδωσι αὐτῇ τὴν χεῖρα αὐτοῦ, ὁ ἀπαθὴς ἀνήρ, καὶ λέγει πρὸς αὐτήν· Ἐπὶ τῷ ὀνόματι τοῦ πάλαι τὴν αἱμορροοῦσαν ἰασαμένου ἐπίθες μου τὴν χεῖρα ἐπὶ τὸ ἄλγος σου. Καὶ τοῦτο δράσας ἡ γυνὴ «ἔστη παραχρῆμα ἡ ῥύσις τοῦ αἵματος αὐτῆς», καὶ ἰάθη ἀπὸ τῆς μάστιγος αὐτῆς, καὶ «πάντες ἐδόξαζον τὸν Θεὸν» καὶ Σάβαν τὸν θεράποντα αὐτοῦ.
Τότε ἀνήρ τις, οὗ τὸ θυγάτριον ὠχλεῖτο ὑπὸ πνεύματος ἀκαθάρτου, προσάγει τοῦτο τῷ ἁγίῳ δυσωπῶν αὐτὸν ἰάσασθαι τοῦτο. Ὁ δὲ κελεύει ἔλαιον ἅγιον αὐτῷ ἐνεχθῆναι τοῦ τιμίου σταυροῦ, καὶ λαβὼν κατ’ ἰδίαν εἰς κῆπον τὸ κοράσιον καὶ τὸν αὐτῆς πατέρα κελεύει αὐτὴν ἀποδῦσαι τῶν ἐσθημάτων· καὶ δὴ ἐπιχρίσας αὐτὴν τῷ ἁγίῳ ἐλαίῳ καθόλου τοῦ σώματος καὶ ἐπευξάμενος ἐφυγάδευσε τὸ δαιμόνιον.
Ἡμεῖς δὲ ἐκ τῶν δύο τούτων θαυμάτων μυούμεθα οἷος ἦν ἐκεῖνος ἀπαθὴς ὁ ἀνήρ, ὃς οὐ διέκρινε φύσιν ἄρρενος καὶ θηλείας ἀλλὰ πάντα ἐν Χριστῷ Ἰησοῦ λογιζόμενος ἕν· ὢ μυστηρίου καινοῦ. Γερόντιος δέ τις τῶν ὑπ’ αὐτῷ μοναχῶν ἀπὸ τοῦ κτήνους κατενεχθεὶς κέκλασται ὁ ποὺς αὐτοῦ, ὁ δὲ μέγας εὐξάμενος καὶ ἐκ τοῦ τιμίου σταυροῦ ἔλαιον αὐτὸν ἐπιχρίσας θᾶττον ἰάθη ὁ τοῦ γέροντος πούς.
Ὡς ἀπὸ σταδίων εἴκοσι τῆς μεγάλης λαύρας ὄρος ἐστὶ καλούμενος τοῦ Καστελίου βουνός, ἐν ᾧ φάλαγξ οὐκ ὀλίγη συγκατῳκίσθη δαιμόνων, ὡς μηδόλως κατατολμᾶν τινα προσεγγίσαι ἐκείνῳ τῷ χώρῳ. Ὁ δὲ θεῖος οὗτος ἀνὴρ ἐν ταῖς ἡμέραις τῶν ἁγίων νηστειῶν προσχωρήσας τῷ τόπῳ καὶ ἔλαιον ῥάνας ἐκ τοῦ πανσέπτου σταυροῦ καὶ ἐν ὅλῳ τῷ τῆς νηστείας καιρῷ προσμείνας καὶ προσευχόμενος τὸ χωρίον ὡς πλῆθος κοράκων τὸ τῶν δαιμόνων στῖφος ἐκεῖθεν ἀπήλασεν βοώντων·
Σάβα ἀδικεῖς ἡμᾶς ὡς μὴ ἀρκεσθεὶς τῷ χειμάρρῳ ἀποσοβῆσαι ἡμᾶς. Ὅτι ὀλύμπιος λαύρα καὶ ἄνδρες ὀλυμπιονικεῖς εἴρηταί μοι ἐν τῷ ἐννάτῳ κεφαλαίῳ· ἐν γὰρ αὐτῇ ἐφωράθησαν πλεῖστοι· καὶ ἰδοὺ μάρτυρες περὶ τούτων οὐχ ἁπλῶς λόγοι ἀλλὰ καὶ τῶν πραγμάτων ἡ φύσις. Γέρων γάρ τις, Ἄνθιμος τοὔνομα, τριάκοντα ἔτη ἔχων ἐν τῷ κελλίῳ ἡσυχάζων καὶ τελευτήσας, ἤκουεν ὁ μέγας πλήθους μελῳδούντων ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ᾀδόντων ὅτι· «Διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος»· καὶ ἀπελθὼν ὁ ὅσιος μετὰ κηρῶν καὶ θυμιαμάτων καὶ ἀδελφῶν ἤγαγε τὸ λείψανον ἐν τῇ ἐκκλησίᾳ, καὶ ἐκήδευσαν αἰσίως.
Περινοστῶν ποτε ὁ μέγας κατὰ τὴν ἔρημον εἵπετο αὐτῷ τις τῶν φοιτητῶν, Ἀγαπητὸς τοὔνομα, ὃς ἀτονίᾳ κατασχεθεὶς καύσωνί τε καὶ ἀσιτίᾳ ἀνεκλίθη τοῦ καθευδῆσαι· καὶ ἰδοὺ λέων προσβαλὼν περιεκύκλου καὶ καθωσφραίνετο αὐτοῦ. Ὁ δὲ θεῖος ἀνὴρ ἱκεσίᾳ πρὸς Θεὸν ἀποφιμώσας τὸν θῆρα πλήττει διὰ τῆς κέρκου μετρίως τῷ Ἀγαπητῷ κατὰ πρόσωπον καὶ οὕτως ὑποχωρεῖ. Ὁ δὲ ἀφυπνισθεὶς προστρέχει τῷ διδασκάλῳ.
Ὁ δὲ νουθετήσας μὴ ἀμερίμνως ὑπνώττειν τὸν φόβον ἀπήλασε. Ἔν τινι σπηλαίῳ καταλύματι λέοντος εἰσῆλθέ ποτε ὁ μέγας τοῦ ἡσυχάσαι. Ἐλθὼν δὲ ὁ λέων ἐπειρᾶτο τοῦ ἐκδιῶξαι τὸν γέροντα· ὁ δὲ πρὸς αὐτόν· Εὐρύ, φησί, πέλει τὸ σπήλαιον χωροῦν ἑκατέρους· εἰ δ’ οὔ, σὺ ὑποχώρει ἐμοὶ τὸ σπήλαιον παραχωρεῖν ὡς κατ’ εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν γεγονότι. Καὶ ταῦτα ὁ λέων ἀκούσας ὑπεχώρησεν αἰδεσθεὶς τὴν τοῦ ἀνδρὸς ἀρετήν.
Λῃσταὶ δύο ποτὲ πρὸς κακουργίαν ἐπαγρυπνοῦντες, δύο λέοντες συναντῶσιν αὐτοῖς. Οἱ δὲ ἐν πολλῷ φόβῳ τρομάξαντες λέγουσι πρὸς τοὺς θῆρας· Ὁρκίζομεν ὑμᾶς ταῖς τοῦ ἀββᾶ Σάβα εὐχαῖς τοῦ ὑποχωρῆσαι καὶ μὴ ἀδικῆσαι ἡμᾶς· καὶ οἱ θῆρες μὲν ὑπεχώρησαν, οἱ δὲ λῃσταὶ ἔδωκαν λόγον τῷ Θεῷ μὴ ἀδικῆσαί τινά ποτε, ἀλλὰ ἐργάζεσθαι πρὸς τὸ ζῆν ταῖς ἰδίαις χερσί.
Κατὰ τὴν ἔρημον τοῦ Ἰορδάνου ποτὲ ὁ μέγας περιφοιτῶν συναντᾷ αὐτῷ λέων ὀδυνώμενος καὶ χολεύων, καὶ πεσὼν χαμαὶ τὸν ἑαυτοῦ πόδα κουφίζων ὑπεδείκνυε τῷ ἁγίῳ· οὗπερ καὶ ἐπιλαβόμενος ὁ ἅγιος μέγαν σκόλοπα ἐξανέσπασεν ἀπὸ τοῦ ποδὸς τοῦ θηρός. Ὁ δὲ «ἀναστὰς ἠκολούθει αὐτῷ», καὶ ὁσάκις ὁ γέρων ἐν ἐκείνοις τοῖς μέρεσι προσεφοίτα, ὁ λέων συναντῶν αὐτῷ προέπεμπε τὸ γέρας ἀπονέμων.
Συνέβη λιμὸς καὶ πενταετὴς ἀνομβρία ἐν τοῖς χρόνοις ἐκείνοις καὶ ἐξέλιπον τὰ ὕδατα ὁλοσχερῶς, καί τινες ἀδελφοὶ ἑνὸς τῶν αὐτοῦ κοινοβίων, τοῦ λεγομένου Σπηλαίου, προσελθόντες τῷ ἁγίῳ ἠρώτουν ἀπολυθῆναι καὶ ὑποχωρῆσαι ὡς μὴ ἐνεγκόντες τὸ δίψος. Ὁ δὲ καὶ ἐπιπλήξας ὡς ὀλιγώρους καὶ νουθετήσας φησίν· Ἀπελθόντες περικαθάρατε τοὺς ἀγωγοὺς καὶ τὰ τῶν ὑδάτων δοχεῖα καὶ πιστεύω τῷ Θεῷ ὅτι πληροῦνται ὑδάτων μετὰ τρίτην ἡμέραν, καὶ ἐγένετο οὕτως. Καὶ ὤφθη νεφέλη τῇ τρίτῃ ἡμέρᾳ ἐπάνω καὶ μόνον ἐκείνου τοῦ κοινοβίου καὶ ἐγένετο ὑετὸς λαῦρος καὶ τὸ ῥεῖθρον κατέρρεεν ἄνωθεν, ἄχρις ἂν ἐπληρώθησαν τὰ δοχεῖα, κατὰ τὸ ῥῆμα τοῦ ἁγίου, μηδαμῶς ἔνθεν ἢ ἔνθεν ἐπομβρῆσαν κἂν σταλαγμήν· ἦν δὲ Ἰούνιος μήν, ὅτε καὶ ὁ καύσων πολύς.
Περὶ τούτου ὁ πατριάρχης Ἰωάννης ἀκούσας τοῦ θαύματος προσκαλεῖται τὸν ὅσιον καί φησι πρὸς αὐτὸν ὅτι ἐγὼ μὲν πολλὰ μογήσας καὶ φρέατα διορύξας ἐν διαφόροις τόποις οὐχ εὗρον ἰκμάδα, καὶ ἰδοὺ διαφθείρεται ἐκ τῆς δίψης πᾶς ὁ λαός. Προσπελάζει δὲ καὶ ἡ πανήγυρις τοῦ ἐγκαινισμοῦ τοῦ ναοῦ τῆς ἁγίας Ἀναστάσεως, καὶ ὕδατος οὐκ ὄντος ἀνάγκη πάντως τὴν ἑορτὴν καταλεῖψαι. Ἀλλὰ διὰ τὸν Κύριον δυσωπήθητι καὶ δεήθητι τοῦ Θεοῦ χορηγῆσαι ὕδωρ «διὰ τὴν ἐνεστῶσαν ἀνάγκην». Καὶ ὁ μέγας ὑπολαβὼν ἔφη· Γέγραπται ὅτι, «ἐὰν κλείσῃς» τὸν οὐρανόν, «τίς ἀνοίξει;». Ὅμως ἐγὼ ἀπέρχομαι ἤδη ἐν τῷ κελλίῳ μου καὶ εὔξομαι, ἵνα μὴ ὡς παρήκοος ἐγκληθῶ, καί, εἴ γε παρέλθωσιν ἡμέραι πέντε καὶ ὑετὸς οὐ γενήσεται, γνῶθι ὅτι οὐκ εἰσηκούσθην. Καὶ ἰδοὺ ἐντὸς τῶν πέντε ἡμερῶν ἐπιπνεύσας νότος ἄνεμος μετὰ νεφελῶν καὶ ἀστραπῶν καὶ βροντῆς γενομένης τοσοῦτος κατέρρευσεν ὑετός, ὡς μὴ μόνον πᾶσα ὕδατος ἀποθήκη πληρωθῆναι ὑδάτων μέχρι καὶ τῶν κρηπίδων αὐτῶν, ἀλλὰ μικροῦ δεῖν καὶ πολλὰ τῶν οἰκημάτων καταστραφῆναι. Ἀλλ’ ἐπειδὴ «κατὰ παντὸς λόγου φέρει τὰ νικητήρια» τῶν θαυμάτων τὸ πλῆθος, καλὸν τὸ σιγᾶν· ἐκ γὰρ τῶν ἤδη ῥηθέντων ἔξεστι τῷ βουλομένῳ τεκμαίρεσθαι καὶ τὰ ἑξῆς.
Ὁ δὲ θεῖος οὗτος ἀνὴρ καὶ ὡς ἀληθῶς μέγας ἐν πατράσι καὶ θεῖον τοῦ Πνεύματος καταγώγιον, ἐν τῷ τετάρτῳ καὶ ἐνενηκοστῷ χρόνῳ αὐτοῦ, πέντε καὶ μόνας ἡμέρας περιμαλακισθεὶς ἐκδημεῖ ἐκ τοῦ σώματος καὶ ἐνδημεῖ πρὸς Κύριον κατὰ τὴν πέμπτην τοῦ Δεκεμβρίου μηνός. Καὶ συντρέχει ἐν τῇ αὐτοῦ κοιμήσει πᾶσα μοναδικὴ φάλαγξ καὶ ἡ Ἰερουσαλὴμ ἅμα τῷ πατριάρχῃ, καὶ κηδεύουσιν αὐτὸν ἐντίμως ἐν ᾧ τόπῳ προεῖδε τὸν «στῦλον τοῦ πυρός», οὗ ὁ πανόλβιος τάφος ἰαματοφόρου πηγῆς διενήνοχεν οὐδαμῶς.
Κατὰ τὸν καιρὸν τῆς τοῦ ὁσίου κοιμήσεως ἀργυροκόπου Ῥωμύλου τινὸς ἐν Ἰερουσαλὴμ ἐσυλήθη τὸ ἀργυροκόπειον ὡς ἀργυρίου λιτρῶν ἑκατόν. Ὁ δὲ προσφεύγει τῷ ναῷ τοῦ ἁγίου καὶ ἐνδόξου μεγαλομάρτυρος Θεοδώρου παννυχίους φωταψίας καὶ δεήσεις μετὰ δακρύων ἐπὶ πέντε ἡμέραις ἐπιτελῶν.
Ἐν δὲ τῇ πέμπτῃ νυκτὶ πρὸς ὕπνον τραπεὶς βλέπει τὸν μέγαν Θεόδωρον λέγοντα αὐτῷ ὅτι· Ἐκελεύσθημεν πρὸς τὴν τοῦ ἁγίου Σάβα κοίμησιν ἅπαντες συνδραμεῖν καὶ τὴν αὐτοῦ καθοδηγῆσαι ψυχὴν ἐν τῷ τόπῳ τῆς ἀναπαύσεως αὐτῆς καὶ οὐκ ἔλαχον ὧδε. Καὶ νῦν ἄπελθε πρὸς τόνδε τὸν τόπον καὶ εὑρήσεις τοὺς κεκλοφότας δύο ἀδελφοὺς κατὰ σάρκα καὶ τὸ ἀργύριόν σου. Καὶ οὕτως ὁ ἀργυροκόπος πάντα ἐφεῦρε τὰ ἑαυτοῦ.
Ἡμεῖς δέ, ὦ πατέρων ἔξαρχε καὶ ταξιάρχα, «ὡς μηδὲν ἔχοντές» σοι προσοῖσαι, κἂν μικρά τινα χαιρετίσαντές σε τὴν τοῦ λόγου περατώσωμεν νύσσαν. Χαίροις, πάτερ πατέρων Σάβα πανόλβιε, ὡς θεράπων τῆς προανάρχου Τριάδος καὶ τῶν αὐτῆς δογμάτων φύλαξ καὶ ζηλωτής.
Χαίροις, πανσεβάσμιε πάτερ, ὡς ἐπαυχένιον φέρων τὸν σταυρὸν τοῦ Χριστοῦ καὶ ἀκολουθήσας αὐτῷ φυλάττων ἔργῳ καὶ λόγῳ τὰς αὐτοῦ ἐντολάς. Χαίροις, πάτερ Σάβα παναοίδιμε, ὡς τῶν ἀγγέλων ἐφάμιλλος, τῶν δικαίων ὁμόσκηνος καὶ τῶν ὁσίων ὁμότροπος.
Χαίροις, πάτερ πανόσιε, ὡς ἐκ πρώτης βαλβῖδος θεῖον καλλιέρημα καὶ τῆς θείας ἀγέλης ποιμὴν καὶ ἀγελάρχης σεμνότατος. Χαίροις, παμμάκαρ Σάβα πατὴρ ἡμῶν, ὡς τὰς σεπτὰς τοῦ Πνεύματος εἰσηγήσεις ἐν τῷ τῆς καρδίας σου παραβύστῳ ταμιείῳ ταμιευσάμενος καὶ πολλῶν ψυχῶν ὁδηγὸς σωτηρίας γενόμενος.
Χαίροις, πάτερ θεοφόρε Σάβα πανάγαστε, ὡς δεξάμενος πρὸς Θεοῦ τὰ πρεσβεῖα καὶ πολλῶν ὁμηγύρεων μοναχῶν καὶ μιγάδων ἀναφανεὶς ὁδηγός. Χαίροις, θειότατε Σάβα πατὴρ ἡμῶν, ὡς τῆς ἐρήμου οἰκιστὴς καὶ σταδίαρχος καὶ τῶν ἐν αὐτῇ πολιτῶν μαΐστωρ πανευκλεής.
Χαίροις, πάτερ Σάβα παναοίδιμε, ὡς Φαέθων παμφαὴς κόσμον δᾳδουχῶν καὶ στίφη μοναχῶν. Χαίροις, γενναιότατε πάτερ, ὡς τὴν στενὴν ἀνολιγώρως βαδίσας ὁδὸν ἄχρις ἂν εὗρες τὸ τῆς αἰωνίου ζωῆς οἰκητήριον. Ἀλλ’ ἡμεῖς, ὦ θεσπέσιε, τὴν πλατεῖαν μᾶλλον τῆς στενῆς προεκρίναμεν καὶ ὄπιθεν τῶν τῆς σαρκὸς θελημάτων ἑπόμεθα καὶ οὐκ ἴσμεν ποῦ ἡμᾶς κατατάξει Θεός. Ἆρα μετὰ τῶν μοναχῶν; Ἀλλ’ οὐ φυλάττομεν τὰς συνθήκας τοῦ ἐπαγγέλματος.
Ἆρα μετὰ τῶν κοσμικῶν; Ἀλλ’ οὐκ ἐσμὲν κοσμικοί, τὸ μοναχικὸν τάχα περικείμενοι σχῆμα. Λοιπὸν γοῦν ἐν τῷ Θεῷ ἐστι τὸ ἔλεος καὶ ταῖς σαῖς μεσιτείαις. Χαίροις, πολύτλα Σάβα τρισμακάριε πάτερ, τὸ κλέος τῶν μοναχῶν, τῶν ἡγουμένων τὸ καύχημα, τῶν ἀγομένων ἡ ὁδηγία, τῶν πρεσβυτέρων ἡ βακτηρία καὶ τῶν καλῶν ἁπάντων ἡ κορωνίς.
Χαίροις, πάτερ πανόλβιε, ἡ παναγία καὶ ἀκράδαντος πολιτεία τοῦ σταυροφόρου βίου τῶν μοναχῶν, τῶν ἐν ὄρεσιν ἀριστούντων, ἐν σπηλαίοις μοναχούντων καὶ ταῖς ὀπαῖς τῆς γῆς Θεῷ προσομιλούντων. Χαίροις, πάτερ πανόσιε, ὡς ἀπερίτρεπτον ἔρεισμα τῶν τοῦ Χριστοῦ ὀπαδῶν καὶ τῶν αὐτοῦ ἐντολῶν παννύχιος παννυχὶς καὶ ἐγρήγορσις καὶ διόπτρα.
Χαίροις, θειότατε καὶ πανάγιε πάτερ, ὡς μεγαλήτωρ θεῖος ἀναφανεὶς καὶ κατὰ πάντα λακωνικὸς κατὰ παθῶν καὶ δαιμόνων καὶ τοῖς σοῖς φοιτηταῖς τὰ τοιαῦτα ἐμπεδώσας ἀπέφηνας νικηφόρους σαρκικῶν θελημάτων. Χαίροις, πάτερ πανάγαστε, ὅτι ὡς ῥάδαμνος θεῖος φυτευθεὶς ἀνέκαθεν ἐν τῇ ἐρήμῳ ἐρριζώθης καὶ ηὔξησας, ἤνθησας καὶ ἐκαρποφόρησας, ὡς φοῖνιξ ἀνυψώθης, ὡς κέδρος, ὡς πλάτανος, ἔκτισας ἐν αὐτῇ λογικῶν νεοττῶν πολύγονον καλιὰν καὶ περιετείχισας αὐτὴν δρυφάκτοις θεοσεβείας. Ἀρτίως δέ, ὢ τῶν ἐμῶν κακῶν, κατεστράφη τὰ δρύφακτα, καθῃρέθη ὁ φραγμὸς καὶ οὐχ ἁπλῶς αὐτὴν ἐλυμήνατο ὗς ἐκ δρυμοῦ, ἀλλὰ καὶ σκύλακες ἄθεοι αὐτὴν κατασχόντες ἐκεῖθεν ἡμᾶς διὰ τὰς ἡμῶν ἁμαρτίας ἀπεσκοράκισαν. Ἀλλὰ μὴ ἐπιλάθῃ τῆς μάνδρας σου καὶ τοῦ ποιμνίου σου εἰς τέλος, ὦ πανσεβάσμιε πάτερ, μηδὲ ἐπισυγχωρηθῶσι «τὰ ἅγια τοῖς κυσίν», ἀλλ’ ὡς ἔχων πρὸς Κύριον παρρησίαν κάθαρόν σου τὴν μάνδραν καὶ συνάγαγέ σου τὰ ποίμνια. Ἀλλὰ ταῦτα μὲν ὧδε.
Σὺ δέ, ὦ πάτερ πατέρων καὶ μύστα τῶν ἀπορρήτων, οἶσθα ὅτι ἥδιστα πατράσιν ψελλίσματα νηπίων, διὸ καὶ αὐτὸς τῇ φιλοστόργῳ συνήθως πατρότητί σου ἰδίως ὡς κοινὸς πατὴρ πρόσδεξαί μου τὰ ψελλίσματα ταῦτα, καὶ τὴν μικρὰν ταύτην τῶν σῶν ἐγκωμίων προσφορὰν προσηκάμενος ὡς μεγάλην ἐν τῇ χρηστότητί σου γήθητι ἐντεῦθεν· εἰ γὰρ καὶ μηδενὸς χρῄζεις τῶν παρ’ ἡμῶν, ἀλλὰ ἀξιέπαινον μᾶλλον τοῦτο, ὅτι καὶ μὴ χρείαν ἔχων ἠγάγομέν σοι τὰ κατὰ δύναμιν.
Ἐγὼ δὲ πολλὴν χρείαν ἔχων τῆς σῆς ἀντιλήψεως, μὴ καθοκνήσῃς, δυσώπησον δὲ μᾶλλον τὸν κοινὸν δεσπότην Χριστὸν τοῦ ἐπισκέψασθαί με «κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ» καὶ ὡς αὐτῷ φίλον γενηθῆναί μοι τὸ τέλος τοῦδε τοῦ βίου καὶ τοῦ σαρκίου.
Ναὶ μὴν καὶ τὴν σὴν λαύραν καὶ τὴν ἐμὴν Ἐγκλείστραν μὴ ἐκλίποις ἄνωθεν ἐποπτεύων· οὐ μὴν δὲ ἀλλὰ καὶ πάντας ὁμοῦ συγγραφεῖς, ἀναγνώστας, ἀκροατάς, ψάλτας, μνημοποιοὺς καὶ ἅπας ὁ σύλλογος τοῦδε τοῦ λαοῦ τῆς ἱερᾶς καὶ παντίμου πανηγύρεώς σου, ὅπως διὰ «πάντων καὶ πασῶν» ὑμνῆται, εὐλογῆται καὶ ὑπερυψοῦται τὸ ἑνικὸν καὶ τρισάγιον σέλας, ὅτι πρέπει αὐτῷ πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, πάντοτε καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.