Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Πανηγυρικός λόγος

Νεόφυτος ὁ Ἔγκλειστος

Εγκώμιο στον άγιο Νικόλαο

Εκτενής βιογραφική και εγκωμιαστική αναφορά στην αρχιερατική δράση, την υπεράσπιση της ορθοδοξίας και το πλήθος των θαυμάτων του αγίου Νικολάου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 26 από 30

ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΜΕΓΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΙΕΡΑΡΧΗΝ ΚΑΙ ΠΑΤΕΡΑ ΗΜΩΝ ΝΙΚΟΛΑΟΝ ΠΕΡΙ ΤΕ ΤΗΣ ΑΥΤΟΥ ΓΕΝΝΗΣΕΩΣ ΚΑΙ ΤΩΝ ΠΗΓΑΙΩΝ ΘΑΥΜΑΤΩΝ ΚΕΦΑΛΑΙΩΔΕΙΣ ΔΙΗΓΗΣΕΙΣ Εὐλόγησον, πάτερ.

Νενίκηκεν ὅρους φύσεως ὁ τῆς νίκης ἐπώνυμος, ὁ μέγας ἐν ἱεράρχαις Νικόλαος ὁ κλεινός, ὁ πρόεδρος τῶν Μυρέων, ὁ ἰατρὸς τῶν νοσούντων, ὁ κυβερνήτης τῶν πλευστικῶν, ὁ ἔξαρχος τῆς εὐποιΐας, ὁ τῶν πτωχῶν χορηγός, ὁ τῶν πιστῶν ἐπίκουρος, ὁ τῶν αἱρέσεων πέλεξ, ὁ τῆς Τριάδος ὑπέρμαχος, ὁ τῶν δαιμόνων ἐλατήρ, ὁ τῶν ἀγγέλων ἐφάμιλλος, ὁ τῶν ἀρχόντων διορθωτής, ὁ τῶν στραταρχῶν χαλινός, ὁ ῥύστης τῶν ἀπαχθέντων εἰς θάνατον, ὁ ἔλεγχος τῶν βασιλέων, ὁ σκόλοψ τῶν ὑπάρχων, ὁ σώφρων τῶν πλουσίων, ὁ τῶν γαυριώντων κεμφωτής, ὁ ἀντιλήπτωρ τῶν θλιβομένων, ὁ ἐχθρὸς τῆς ἁμαρτίας, ὁ φίλος τῆς σωφροσύνης, ὁ ἀντίπαλος τοῦ πλούτου, ὁ ἐν ἐλέει δανείζων τῷ Θεῷ, ὁ διώκτης τοῦ λιμοῦ, ὁ τῶν πεινώντων τροφεύς, ὁ τοῖς ἐγγάμοις καθηγητής, ὁ τοῖς ἀγάμοις χειραγωγός, ὁ τῆς πτωχείας ἀπελατήρ, ὁ προικοδότης τῶν πενομένων, ὁ τῶν νομίμων γάμων συναρμοστής, ὁ πατὴρ τῶν ὀρφανῶν καὶ χηρῶν ὁ προστάτης, ὁ τῶν πηγαίων θαυμάτων αὐτουργός, ὁ τὴν ἀγαθὴν δόσιν καὶ τὸ τέλειον δώρημα εἰληφὼς ἄνωθεν ἐκ τοῦ πατρὸς τῶν φώτων, τὸ μέγα θαῦμα τῆς οἰκουμένης, τὸ μέγα τραῦμα τῶν πονηρῶν δαιμόνων, τὸ μέγα κλέος τῆς ὀρθοδόξου πίστεως, τὸ μέγα φίμωτρον τῆς κακοδόξου θρησκείας, τὸ μέγα στήριγμα «τῆς Ἐκκλησίας Θεοῦ», τὸ μέγα ἔρεισμα τῶν ἀρχιερέων, τὸ μέγα φάος τῶν ἐν σκότει κειμένων, τὸ μέγα πλοῦτος τῶν πενομένων πιστῶν, τὸ μέγα δοχεῖον τοῦ μύρου ἐν τοῖς Μυρέοις, τὸ μέγα καταφύγιον τῶν ἐν ἀνάγκαις ἀνθρώπων, τὸ μέγα χειραγώγιον τῶν πλανωμένων τῇ πίστει, τὸ μέγα φρόνημα τοῦ «περιουσίου λαοῦ», τὸ μέγα διωκτήριον τῶν ἀπειθούντων τῇ πίστει, τὸ μέγα γεώργιον τῶν τοῦ Χριστοῦ ἐνταλμάτων, τὸ μέγα περίφραγμα τῶν θείων περιβόλων, τὸ μέγα ἐγκαλλώπισμα τῶν θείων τελεταρχιῶν, τὸ μέγα ἅρμα «τοῦ νεολέκτου Ἰσραήλ», τὸ μέγα τῶν εὐσεβῶν βασιλέων φρούριον ἀσφαλές, καὶ ἵνα τὸ πᾶν συνελὼν εἴπω, τὸν ἔμπυρον καὶ θερμότατον ἐραστὴν καὶ μιμητὴν τοῦ Χριστοῦ, ἐξ οὗ καὶ νευρούμενος, ὡς προέφημεν, ὅρους νενίκηκε φύσεως καὶ ὑπὲρ φύσιν ἐγένετο.

Ἔνθεν καὶ τοῦ ὑπερφυοῦς Πνεύματος τὴν χάριν πεπλουτηκὼς ὑπερφυῶς λοιπὸν καὶ ὡς ἄγγελος ἐπὶ γῆς βαδίζων εἶχε τὰ κατορθώματα· καὶ καθαιρέτης ὀχυρωμάτων παθῶν καὶ δαιμόνων γενόμενος ἐκράτησε τούτων κραταιῶς καὶ κατ’ αὐτῶν ἐβασίλευσε· διὸ καὶ ἄνωθεν τὸ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἀπήμαντον αὐτῷ διεσῴζετο· καὶ τῆς νεαρᾶς ἡλικίας μηδαμῶς ἡττηθεὶς μηδὲ νῶτα ἐπιδοὺς τυραννούσης σαρκὸς ἡδοναῖς οἶκος λοιπὸν διὰ τοῦ ἁγίου Πνεύματος γίνεται Θεοῦ, καὶ Θεὸς ἐν αὐτῷ περιπατεῖ γραφικῶς, ὡς ὑπέσχετο· ἔνθεν καὶ αὐτὸς θεὸς καὶ υἱὸς ὑψίστου γίνεται κατὰ μέθεξιν· καὶ πίστιν πρὸς τὸν Χριστὸν ἔχων, οἵαν ἐξεῖπεν ἐκεῖνος, τὰ ἐκείνου ἔργα ῥᾳδίως δι’ ἐκείνου ἐπιτελεῖ. «Ὁ πιστεύων», φησί, «εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει καὶ μείζονα τούτων ποιήσει», «ἵνα ὑμεῖς θαυμάζητε». Διὸ καὶ ἀριθμοῦ κρείττονα οὗτος ὁ ἅγιος ἔδρασε θαύματα, ἐξ ὧν ὅσα αἱ τούτου λιταὶ τὸν ὑπνηλότατον ἡμῶν νοῦν πρὸς κατάληψιν ἀφυπνίσουσιν ἐν τῷ παρόντι λόγῳ συντάξομεν, εἰς ἔπαινον μὲν τοῦ ἀξιεπαίνου καὶ ὑπερτίμου καὶ ἀοιδίμου τούτου πατρός, εἰς θεραπείαν δὲ τῶν ἡμᾶς πρὸς τοῦτο κεκινηκότων τὸ σύγγραμμα καὶ εἰς ὠφέλειαν συνετῶν ἀκροατῶν καὶ φιλαρέτων ἀνδρῶν.

Ἀλλὰ δίκαιον ἡγοῦμαι προτάξαι διὰ βραχέων πατρίδα, γονέας, γέννησιν ἱερὰν καὶ τὴν ἐκ πρώτης βαλβῖδος εἰς αὐτὸν θεοχάρειαν καὶ ὑπερφυῶς δεξιότητα, ἵνα καὶ ἐπίτομον ὁμοῦ καὶ πληρέστατον τὴν ἀπόβασιν ἕξει τὸ σύγγραμμα.

Πατρὶς μὲν γὰρ τοῦ ἐν ἁγίοις τούτου πατρὸς Πάταρα τῆς Λυκῶν ἐπαρχίας καὶ μητροπόλεως τῆς Μυρέων Ἐκκλησίας, ἣν καὶ τετίμηκεν ἱεραρχικῇ προεδρίᾳ μετὰ μικρὸν ὡς λύχνος ἐπὶ λυχνίαν καταφωτίσας αὐτὴν καὶ τοὺς οἰκήτορας αὐτῆς· γεννήτορες δὲ Ἐπιφάνιος καὶ Νόννα οὕτω καλούμενοι, ὀρθόδοξοι τὴν θρησκείαν, πλούσιοι ἐν τοῖς χρήμασι, πλουσιέστεροι τὴν ἀρετήν, πένητες τῇ ἀτεκνίᾳ διὰ τὴν στείρωσιν Νόννης ὑπάρχοντες. Ἀλλὰ διὰ πολλῶν εὐχῶν τε καὶ δακρύων καὶ εὐποιϊῶν καὶ λιτανειῶν, ὡς πάλαι Σάρρας καὶ Ῥεβέκκας Ἄννης τε καὶ Ἐλισάβετ, λύει καὶ Νόννας τὴν στείρωσιν Θεός, καὶ τὸν νέον τοῦτον Σαμουὴλ συλλαμβάνει καὶ τίκτει Νικόλαον, ὃς γεννηθείς, ὥς φασιν, ἐπὶ δυσὶν ὥραις ὄρθιος ἦν ἑστηκώς, ἄχρις ἂν ἡ μαῖα ἐν τῇ λεκάνῃ τῆς λούστρας συνήθως τὸ βρέφος λαβοῦσα κατέκλινε, τάχα διὰ τὸ μέλλειν αὐτὸν τὸν λόγον τῆς ἀληθείας ὀρθοτομεῖν καὶ τὰ ἄνω ζητεῖν σεσήμακεν ἐξ ἐμβρύων τὸ ἐσόμενον. Τοῦτο καὶ ὁ θεῖος αὐτοῦ Νικόλαος, ὁ ἀρχιμανδρίτης καὶ κτήτωρ τῆς κατὰ χώραν ἁγίας Σιών, ἀγασθεὶς ἀπεφήνατο. Βρεφοπρεπῶς δὲ θηλάζων τοῦ εὐωνύμου μαζοῦ τῷ γάλακτι καθόλου τῆς θηλῆς ἀπείχετο, ἵνα καὶ ἐντεῦθεν τῆς ἐγκρατείας καὶ τῆς δεξιᾶς στάσεως τοῦ Χριστοῦ προσημαίνῃ τὰ ἔνδοξα· Τετράδα δὲ καὶ Παρασκευὴν πρὸς ἑσπέραν ἐθήλαζεν ἅπαξ.

Ἐπεὶ δὲ καὶ τὴν τῶν μαθημάτων μειρακιώδη πέφθακεν ἡλικίαν, δίδοται διδασκάλῳ παρά τε τῶν ἱερῶν γεννητόρων καὶ τοῦ ῥηθέντος ἀρχιμανδρίτου καὶ θείου αὐτοῦ Νικολάου. Ἐπεὶ οὖν πάντα τὰ αὐτοῦ θεοχαρίτωτα ὑπῆρχον καὶ δεξιά, καὶ τῶν ἱερῶν λογίων ἡ μάθησις πρυτανεύεται αὐτῷ πρὸς Θεοῦ ταχινὴ καὶ πληρέστατος.

Θαῦμα αʹ. Συνήθως δὲ τοῦ ἁγίου παιδὸς πρὸς τὸ σχολεῖον ἀπαγομένου, γυνή τις, Νόννα καὶ αὐτὴ τοὔνομα καὶ τὸν πόδα ἡμίξηρον ἔχουσα, τῷ ἱερῷ τούτῳ παιδὶ συναντᾷ Νικολάῳ καὶ θερμῶς δυσωπεῖ ἵνα εὔξηται, καὶ ὁ ξηρὸς ποὺς ταύτης θεραπευθῇ. Ἐπικαμφθεὶς δὲ ὁ παῖς τῇ τε συμφορᾷ καὶ τῇ παρακλήσει τῆς γυναικὸς τὸ τοῦ σταυροῦ μὲν σημεῖον ἐπισφραγίζει τὸν πόδα, τὸ δὲ ὄνομα τοῦ Χριστοῦ κεκληκὼς θεραπεύει τὸ πάθος. Ἡ δὲ γυνὴ ἀγαλλιωμένη ἐν ἀμφοτέροις ποσὶ πρὸς τὰ ἴδια προσχωρεῖ ἐκθειάζουσα τὸ θαῦμα καὶ δοξάζουσα Θεὸν καὶ τὸν παῖδα γεραίρουσα Νικόλαον.

Ἐπεὶ δὲ ἱκανῶς εἶχεν ἐν τοῖς μαθήμασι καὶ ἱκανωτέρως ταῖς ἀρεταῖς ἐλαμπρύνετο, ἀντιδίδοται τῷ δεδωκότι Θεῷ, καὶ ὑπὸ τοῦ ῥηθέντος θείου αὐτοῦ καὶ τῶν τεκόντων προσάγεται τῇ Ἐκκλησίᾳ καὶ τῷ ἀρχιερεῖ καὶ κληροῦται ἀξίως διάκονος τῶν φρικτῶν καὶ ἱερῶν μυστηρίων Χριστοῦ. Ἐν δὲ τῷ ἐννεακαιδεκάτῳ ἔτει τῆς αὐτοῦ ἡλικίας τελειοῦται καὶ ἱερεὺς καὶ τῆς ἁγίας Σιὼν ἐκκλησίας τοῦ θείου αὐτοῦ λειτουργὸς ἐπαξίως ὁ θαυμάσιος καθίσταται· ἐξ οὗ καὶ μοναχὸς ὁ πρὸ καὶ μοναχοῦ μοναχὸς ἀποκείρεται καὶ πάσης «ἀρετῆς ἐργαστήριον» εὐπρεπέστατον ἀποδείκνυται.

Ἐπεὶ δὲ καὶ τῶν ἱερῶν αὐτοῦ γεννητόρων τὸ τέλος ἐφέστηκε καὶ τὰς τοῦ βίου δυσμὰς ἤδη πεφθάκασι, τὸν οἶκον αὐτῶν καὶ τὴν πολλὴν περιουσίαν σὺν ταῖς ἰδίαις ψυχαῖς εἰς χεῖρας τοῦ φιλτάτου αὐτῶν υἱοῦ Νικολάου κατέλειψαν, καὶ τοῦ σκοποῦ ἐξήμαρτον οὐδαμῶς· τοῦ πλούτου γὰρ σὺν ταῖς ψυχαῖς τῶν τεκόντων θεῖος καὶ θεάρεστος προνοητὴς ἀποφαίνεται· γίνεται δανειστὴς διὰ τῶν πενήτων Θεῷ, δαψιλῶς διανέμει πλοῦτον τὸν πατρικόν, ἐκείνοις μὲν ἐξιλεούμενος Θεῷ, ἑαυτῷ δὲ ἀτάραχον καὶ ἀνενόχλητον περιποιούμενος βίον.

Ἔνθεν καὶ τῷ μεγάλῳ τῆς ἐλεημοσύνης προσεδρεύων ἐργαστηρίῳ, τοιοῦτόν τι ἀξιάγαστον περὶ αὐτοῦ ἐκθειάζεται διήγημα, ὅτι ἐξ εὐγενῶν τις καὶ πλουσίων εἰς ἐσχάτην πενίαν ἐληλακὼς καὶ εὐπρεπεστάτους τρεῖς ἐσχηκὼς θυγατέρας καὶ γάμῳ νομίμῳ μὴ δυνάμενος αὐτὰς συναρμόσαι, καὶ μηδεὶς ὁ αὐτὰς πρὸς γάμου κοινωνίαν αἴρων, φεῦ τῆς ὀλιγωρίας, διανοεῖται αὐτὰς ἐπιδοῦναι πορνείας ἐργαστηρίῳ, ἵνα καὶ αὗται καὶ αὐτὸς καὶ οἱ περὶ αὐτὸν ἐκεῖθεν πορίζωνται τὴν ἀναγκαίαν τροφήν. Δηλοῦται Νικολάῳ ἡ πονηρὰ τοῦ ἀνδρὸς συγκατάθεσις, καὶ χρυσίου ὅ τι πολλοῦ ἀπόδεσμον κολπωσάμενος προχωρεῖ τῷ οἴκῳ τοῦ ὀλιγοψύχου ἀνδρὸς τῇ νυκτὶ καὶ εἴσω αὐτὸν ἀκοντίσας διὰ θυρίδος τινὸς πέφευγεν ὡς συλήσας ἀντὶ τοῦ παρέξειν.

Ὁ δὲ ἄνθρωπος ἕωθεν τὸ χρυσίον εὑρὼν φάσμα τὸ ἀληθὲς ὑπετόπαζε. Διαγνοὺς δὲ χρυσὸν εἶναι τὸ ἐν χερσὶ τὴν θείαν κηδεμονίαν ὑπερεκπλήττετο, τὴν ἰδίαν ὀλιγωρίαν κατεμέμφετο, κατηγόρει τῆς ἁμαρτάδος, ἠγνόει τὸν προικοδότην, ἐδόξαζε σὺν δάκρυσι τὸν Θεόν, τὴν πρώτην τῶν θυγατέρων νομίμῳ συνάπτει γάμῳ, ὡς ἱκανῶς τὴν προῖκα ἀπαρτίσαντος τοῦ χρυσίου.

Ὁ δὲ θεῖος θεράπων Νικόλαος θεραπευθεὶς ἐν τῇ τοῦ ἀνθρώπου περὶ τοῦ θυγατρίου σπουδῇ καὶ τῆς δευτέρας λοιπὸν εὐτρεπίζει τὴν προῖκα, καὶ ἰσοτάλαντον εἰληφὼς τοῦ προτέρου χρυσίου τῷ συνήθει ἐν νυκτὶ ἐφίσταται τόπῳ καὶ τοῦτο ἀκοντίσας ὁμοίως ἐντὸς ὥσπερ δεδιὼς ἀποδιδράσκει τάχει ποδῶν. Ὁ δὲ ἄνθρωπος καὶ αὖθις ἕωθεν τὸ χρυσίον εὑρὼν καὶ τίς ὁ εὐεργέτης μὴ ἐπιστάμενος Θεῷ ηὐχαρίστει καὶ ἐξελιπάρει γνῶναι τὸν προικοδότην, καί· Δεῖξόν μοι, ἔλεγεν, ὦ Δέσποτα, δεῖξόν μοι τὸν σὸν μιμητὴν καὶ ἐμὸν εὐεργέτην, τὸν μὴ μόνον τοῦ βορβόρου τῆς ἁμαρτίας ἡμᾶς λυτρωσάμενον, ἀλλὰ καὶ δαψιλέστατον πλοῦτον ἡμῖν πρυτανεύοντα. Εἶτα καὶ τὴν δευτέραν τῶν θυγατέρων προικοδοτήσας πρὸς γάμον ἀπέδοτο, καὶ περὶ τῆς τρίτης λοιπὸν ἀγαθὰς τὰς ἐλπίδας ἐκέκτητο· ἔνθεν καὶ τῆς ἐλπίδος οὐ διήμαρτεν.

Ἀλλὰ καὶ αὖθις ὁ τοῦ Θεοῦ ἄνθρωπος μηδὲν τοῦ προτέρου χρυσίου ἔλαττον ἀπόδεσμον χειρισάμενος νυκτὸς πάλιν βαθείας ἐκείνῃ ἐπιστὰς τῇ θυρίδι καὶ τὸν χρυσὸν ἐντὸς ἀπορρίψας ὡς κεκλοφώς τι ἐκφεύγειν ἐσπούδαζε. Τοῦ δὲ ἀνθρώπου πρὸς τοῦτο ἐπαγρυπνοῦντος, ἵνα μὴ καὶ ἐκ τρίτου αὐτὸν διαφεύξει τὸ θήραμα, ὡς μόνον τῆς πτώσεως τὸν ψόφον ᾔσθετο τοῦ χρυσίου, κατεπήδησεν ἅλματι καὶ τάχει ποδῶν ἐπιφθάνει τὸν ἅγιον, καὶ αὐτὸν ἐπιγνοὺς καταπίπτει πρὸς τοὺς πόδας αὐτοῦ κλαίων καὶ εὐχαριστῶν καὶ λέγων αὐτῷ ὅτι· Διὰ σοῦ, ἄνθρωπε τοῦ Θεοῦ, θανάτου ἁμαρτίας καὶ πτωχείας ἐσχάτης καὶ ζωῆς ἀτιμοτάτης ἐξείλετό με Κύριος πανοικί· καὶ ἄλλ’ ἄττα κείμενος καὶ προσφωνῶν εὐχαρίστως, κρατήσας ὁ ἅγιος ἀνίστησιν ἐκ τοῦ ἐδάφους καὶ διδάσκει Θεῷ τὴν χάριν ὁμολογεῖν· ἐπιτιμᾷ δὲ αὐτόν· Ἕως οὗ ὑπάρχω, φησί, μηδενὶ θριαμβεύσῃς τὸ γεγονός· καὶ ταῦτα εἰπὼν ἀπέλυσεν ἐν εἰρήνῃ.

Λιμοῦ δέ ποτε ἰσχυροῦ γενομένου καὶ παντὸς ἄρτου στήριγμα συντριβέντος, κατὰ Δαβίδ, ἔκαμνεν ὁ λαὸς τηκόμενος τῷ λιμῷ. Ὁ δὲ τοῦ Θεοῦ ἄνθρωπος Νικόλαος, οὐχ οἷός τε ἦν ἄρτῳ διατρέφειν τὰ πλήθη, βόας ἐξωνεῖτο καὶ ὅσα τῶν καθαρῶν κτηνῶν· θύων δὲ ταῦτα καὶ ἕψων διέτρεφε τῷ λαῷ, οὐ μόνον ἁπλῶς τοῖς αὐτῷ προσπελάζουσιν, ἀλλὰ καὶ ἐν ὅλῃ τῇ περιχώρῳ Λυκίας περιτρέχων ἐποίει τοῦτο· καὶ τοῦτο οὐχ ἅπαξ καὶ δὶς ἀλλ’ ἐν ὅλῳ τῷ τοῦ λιμοῦ χρόνῳ διατρέφων πλήθη λαοῦ πολλοῦ. Οὕτω γὰρ οἶδεν ὁ θεῖος Νικόλαος ἐν οὐρανῷ θησαυρίζειν τὸν πλοῦτον τὸν πατρικὸν καὶ τὸν ἑαυτοῦ, κἀκείνοις μὲν καταλλάττων Θεῷ, ἑαυτὸν δὲ ἀπολύων δεσμῶν «βιωτικῶν μελημάτων». Οὕτω γὰρ τὸν φθειρόμενον πλοῦτον διασκεδάζων καὶ πτωχὸς διὰ Χριστὸν γενέσθαι ἐπιποθῶν τὸν «εὐάρεστον Θεῷ» ἐξεπλούτησε πλοῦτον, ἐγένετο μεγαλέμπορος, πέπρακε διὰ τῶν πενήτων ὅσα εἶχε γονικὰ καὶ ἴδια πράγματα καὶ τὸν πολύτιμον ἠγόρασε μαργαρίτην καὶ τὸν θησαυρὸν ἐκεῖνον τὸν ἐν τῷ ἀγρῷ κεκρυμμένον, κατὰ τὴν θείαν φωνήν, καὶ ὑπερεπλούτησε σφόδρα.

Κώμη τίς ἐστι Πλακωμιτῶν καλουμένη ἐν τῇ Λυκῶν ἐπαρχίᾳ, ἐξ ἧς τῶν οἰκητόρων οἱ πρόκριτοι προσφοιτῶσι τῷ ἁγίῳ δαιμονίου τινὸς μυσαροῦ ἐκτραγῳδοῦντες ἐπήρειαν, ὅτι· Κυπάρισσος, φησί, παμμεγέθης καθέστηκεν ἐν τῇ περιχώρῳ ἡμῶν, ἥτις καὶ ἱερὰ διὰ τὸ μέγεθος ἐπικέκληται, ἣν καὶ πονηρὸν ἐρασθὲν δαιμόνιον ᾤκησεν ἐν αὐτῇ, ἐξ οὗ καὶ πολλὴ καθ’ ἑκάστην προσγίνεται λύμη ἀνθρώπων τε καὶ κτηνῶν, καὶ οὐδεὶς λοιπὸν ἐν ἐκείνῳ τῷ τόπῳ προσπελάσαι τολμᾷ· καί ποτέ τις κατ’ ἐκείνης τῆς κυπαρίσσου κατατολμήσας τομὴν διὰ τῆς ἀξίνης αὐτοῦ ὑπὸ τοῦ δαίμονος θανατοῦται. Καὶ δεόμεθά σου, δοῦλε τοῦ Θεοῦ, βοηθῆσαι ἡμῖν δεινῶς κινδυνεύοντας. Ἐπικαμφθεὶς δὲ ὁ δίκαιος τῇ παρακλήσει τοῦ λαοῦ συνοδεύει αὐτοῖς, ἐφειστήκει τῷ τόπῳ, ἐκπλήττεται τῷ μεγέθει τοῦ ξύλου· κλίνας δὲ γόνατα καὶ ἱκανῶς προσευξάμενος καὶ ἀναστὰς ἐπιτρέπει τὸν λαὸν πρὸς τὴν τοῦ ξύλου τομήν· μηδενὸς δὲ τοῦτο κατατολμῶντος, λαμβάνει αὐτὸς τὴν ἀξίνην καὶ πλήξας ἑπτάκις τὸ ξύλον ἔκλινε τοῦ πεσεῖν. Ἐνεργείᾳ δὲ τοῦ ἐπιχωριάζοντος δαίμονος, πρὸς ἀναίρεσιν ἔσπευδε τοῦ λαοῦ, καὶ καταλεῖψας τὰ ἐξ εὐθείας κατωφερῆ μέρη πρὸς τὰ ἀνωφερῆ καὶ τὸν λαὸν τὴν ὁρμὴν ἐποιεῖτο τῆς πτώσεως. Ὁ δὲ ἅγιος τὸ τοῦ σταυροῦ σημεῖον πεποιηκὼς καὶ τὸ τοῦ Χριστοῦ ὄνομα κεκληκὼς καὶ ἀμφοτέραις χερσὶ τοῦτο προσπελεκίσας ἀπέρριψε πρὸς τὸ κάταντες.

Ὀλολύξαν δὲ τὸ δαιμόνιον· Οὐαί μοι, ἔλεγεν, ἄνθρωπε, οἵας με χρονίου ἀναπαύσεως ἀπεστέρησας καὶ οὐκ οἶδα ποῦ πρὸς ἀνάπαυσιν ἀπελεύσομαι· καὶ ὁ ἅγιος· «Ἐπιτιμήσαι σε ὁ Κύριος», ἔλεγεν, ἵνα μὴ ἐν ὅλῃ τῇ περιχώρῳ Λυκίας ἐνοικῆσαι κατατολμήσῃς ποτέ. Καὶ οὕτως τοῦ πονηροῦ ἐκείνου δαίμονος ἐκδιωχθέντος, μεταστέλλεται ὁ ἅγιος πάντας τοὺς τέκτονας ἁπάσης τῆς περιχώρου, οἳ καὶ καταπλαγέντες τῷ μεγέθει τοῦ ξύλου καὶ πρῖσαι τοῦτο μὴ ἱκανῶς ἔχοντες, μεταστέλλονται καὶ ἕτεροι πέντε τεχνῖται ἐκ τῆς τῶν Καρκαβιωτῶν καλουμένης χώρας. Μηχανῇ δὲ πολλῇ χρησάμενοι καὶ κόπῳ πολλῷ ἔπρισαν αὐτό, πήχεων τριῶν ἥμισυ ἔχον τὸ εὖρος, τεσσαράκοντα δὲ τὸ μῆκος. Τὸ δὲ πλῆθος τῶν σανίδων ἐν τῇ ῥηθείσῃ διεκομίσθη τῆς ἁγίας Σιὼν τῇ τοῦ μεγάλου μονῇ, καὶ τό ποτε μιαρὸν διὰ τοῦ δαίμονος γίνεται ἱερὸν διὰ τοῦ ἱεροῦ Νικολάου.

Τούτου δὲ ἐν πᾶσι καὶ πανταχῇ περιθεομένου τοῦ θαύματος, παραγίνονται πρὸς αὐτὸν καὶ οἱ τῆς Ἀραβανδέων λεγομένης κώμης οἰκήτορες ἄλλην καὶ αὐτοὶ δαίμονος ἐπήρειαν ἀποδυρόμενοι, ὅτι· Πηγὴν ὕδατος ἐσχηκότες, φησί, πρὸς ἀνάπαυσιν ἡμῶν τε καὶ τῶν κτηνῶν ἡμῶν, δαιμόνιον πονηρὸν κατέσχεν αὐτήν· γύναιον γὰρ ὑδρευόμενον ἐν αὐτῇ ἀποπνῖξαν, μεμένηκεν ἔκτοτε τὸ ὕδωρ σφόδρα τεθολωμένον, ὥστε μήτε προσπελάσαι μήτε πιεῖν τινα ἐξ αὐτοῦ δυνατόν. Καὶ δεόμεθά σου, δοῦλε τοῦ Θεοῦ, μὴ παρίδῃς ἡμᾶς κινδυνεύοντας. Ὁ δὲ μέγας πρὸς αὐτοὺς ἔφη Νικόλαος· Εἰ ὀρθῶς, φησί, πιστεύετε τῷ Χριστῷ, αὐτὸς δι’ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καθαριεῖ ὑμῶν τὴν πηγὴν καὶ ἁγιάζει καὶ δωρεῖται ὑμῖν· οἱ δέ· Καὶ τῷ Χριστῷ, δοῦλε αὐτοῦ, πιστεύομεν, ἔλεγον, καὶ σὲ τὸν αὐτοῦ δυσωποῦμεν θεράποντα. Τότε σὺν αὐτοῖς πρὸς τὴν κώμην αὐτῶν καὶ αὐτὸς παραγίνεται, ἐν ᾗ καὶ τὴν ἀναίμακτον ἐπιτελέσας θυσίαν καὶ διδάξας καὶ κατηχήσας τὸν λαὸν τῶν θείων μυστηρίων μετέδωκε. Καὶ εἶθ’ οὕτως πρὸς τὴν ῥηθεῖσαν πηγὴν μετὰ πλήθους λαοῦ παραγίνεται, καὶ τῷ μὲν λαῷ κελεύει κράζειν τὸ «Κύριε ἐλέησον», αὐτὸς δὲ τοῖς γόνασιν ἐπικλίνας ἐπὶ δυσὶν ὥραις ἐκτενῶς προσηύχετο.

Εἶτα ἐξαναστὰς κελεύει σιγὴν γενέσθαι καὶ αὐτὸς προσφωνεῖ λέγων· Ὁ τὸν λεγεῶνα ἀπελάσας Χριστὸς ὁ Θεός μου καὶ σὲ νῦν δι’ ἐμοῦ ἐπιτιμᾷ, τὸ πνεῦμα τὸ ἀκάθαρτον, ἀπελαθῆναι τῆς πηγῆς ταύτης τῶν δούλων αὐτοῦ, ὥστε μήτε ἐν τῇ πηγῇ μήτε ἐν τῇ κώμῃ αὐτῶν ἐπισκηνώσῃς ποτέ. Πάντων δὲ ἀκουόντων, ἀντεφώνει τὸ πνεῦμα λέγον·

Φεῦ τῆς τυραννίδος, πῶς τῆς ἀρχαίας μου κοίτης δεινῶς ἐξορίζομαι, καὶ δυσώδη καπνὸν ἐπαφιὲν ὑπεχώρησε τάχιον. Ὁ δὲ ἅγιος διαταράξας καὶ ἁγιάσας τὸ ὕδωρ καὶ ἐξ αὐτοῦ πρῶτος πιὼν ἐπέδωκε καὶ τῷ λαῷ· καὶ ἐδόθη δόξα τῷ Θεῷ καὶ τῷ δούλῳ αὐτοῦ ἔπαινος Νικολάῳ.

Ἀνὴρ δέ τις εὐθὺς προσελθὼν μετὰ δακρύων προσπίπτων ἐξωμολογεῖτο τῷ ἁγίῳ συγγνώμης ἀξιωθῆναι παρακαλῶν· Ὄντος μου, λέγων, ἐν τῇ Καβαλίᾳ λεγομένῃ χώρᾳ ἔν τινι κώμῃ, Ἀκρασῷ καλουμένῃ, πολλῶν ἀκήκοα λεγόντων ἀνθρώπων ὅτι· Ἀπέλθωμεν πρὸς τὸν ἅγιον Νικόλαον ἐν τῇ ἁγίᾳ Σιὼν καὶ δυσωπήσωμεν αὐτόν, ὅπως ἐλεῶν ἐλεήσῃ πάντας ἡμᾶς. Ἐγὼ δέ, ἅγιε τοῦ Θεοῦ, ἀπιστήσας τὸ σὸν ἐξηυτέλιζον ὄνομα, καί· Τίς ἐστιν, ἔλεγον, ἐκεῖνος ὁ ἅγιος Νικόλαος, ὃν λέγετε δοῦλον Θεοῦ καὶ πλανᾶσθε εἰς αὐτόν; Διὰ ταύτην δέ μου «τὴν ἀπιστίαν καὶ τὴν σκληροκαρδίαν» ἐν τῇ νυκτὶ ἐκείνῃ ποταμὸν ἔβλεπον βορβορώδη, ἐν ᾧ καὶ ὑποβρύχιος γεγονὼς ἔλεγον· «Ἐλέησόν με, Κύριε,» καὶ ἐκ τοῦ πνιγμοῦ τούτου καὶ τοῦ βορβόρου ἐξάρπασόν με· καὶ ἤκουσα φωνῆς λεγούσης μοι·

Ὁ τοῦ Θεοῦ δοῦλος Νικόλαος ἐλθὼν ἐξαρπάσει σε τοῦ κινδύνου· καὶ εὐθέως ἐπέστη μοι ἀνὴρ τοῦ σοῦ χαρακτῆρος ὅμοιος καὶ κρατήσας μου τῆς χειρὸς ἐκ τοῦ βορβόρου ἐκείνου καὶ τοῦ δεινοῦ ποταμοῦ ἐξείλετό με, καὶ εἶπε πρός με· Τέκνον, μὴ γίνου ἄπιστος, ἀλλὰ κἂν ἀπό γε τοῦ νῦν ἔσο πιστός. Ἔνθεν κἀγὼ πιστεύσας δοῦλόν σε εἶναι Θεοῦ ἅγιον ἦλθον πρὸς σὲ καὶ ἐξαιτοῦμαι συγγνώμην· ὁ δὲ καὶ συμπαθήσας καὶ κατηχήσας καὶ ἐπευξάμενος αὐτὸν ἀπέλυσεν ἐν εἰρήνῃ.

Εἶτα τῷ θείῳ τούτῳ πατρὶ κληρικοί τινες ἀφικόμενοι καὶ προσπίπτοντες ἔλεγον ὅτι· Ὄρος ἐστὶν ἐν ἡμῖν, Καῖσαρ καλούμενον, ἐν ᾧ ἔχομεν ἐξ ἀκοῆς κεκρυμμένην εἶναι πηγὴν ἐκ πολλῶν γενεῶν, ἧς τὸν τόπον οὐδεὶς οἶδε τῶν καθ’ ἡμᾶς γενεῶν· καὶ δυσωπήθητι ἐλθεῖν, δοῦλε τοῦ Θεοῦ, ἕως τοῦ ὄρους ἐκείνου, καὶ πιστεύομεν ὅτι οὐκ ἀποκρύψει σε Θεὸς τὸ κεκρυμμένον ὕδωρ ἐκεῖνο. Ὁ δὲ ἅγιος τὸ τίμιον ξύλον καὶ τὸ ἅγιον εὐαγγέλιον λαβὼν ἐπὶ χεῖρας ἅμα τῷ κλήρῳ καὶ τῷ λαῷ λιτανεύων τὸ ὄρος καταλαμβάνει, καὶ κλίνας τὸ γόνυ προσηύχετο ἐκτενῶς· πολλάς τε ἱστορίας θαυμάτων θείων ἀρχαίων ἀναμνησθεὶς καὶ πῶς ἐν τῇ ἐρήμῳ ἐκ πέτρας ὕδωρ ἐπήγασε ποτίζον διψῶντα λαὸν ἐκτενῶς ἐδυσώπει Θεὸν ἀποκαλύψαι αὐτῷ τὴν κεκρυμμένην πηγήν· καὶ ἀποκαλύπτεται αὐτῷ ὅτι ἐν ᾧ τόπῳ ἔκλινε τὸ γόνυ ἐκεῖ καὶ ἡ πηγὴ τοῦ ὕδατος ἔσται.

Ἀναστὰς δὲ ἀπὸ τῆς προσευχῆς σφραγίζει τὸν τόπον διὰ σταυροῦ· καὶ λαβὼν δίκελλαν ὀρύσσει μικρόν· εἶτα κληρικῷ τινι προτρεψάμενος πῆχυν διασκάπτειν καὶ ἥμισυ, καὶ εὐθὺς ἡ πηγὴ φανεροῦται πλουσία ὕδατος διειδεστάτου, ἐξ ἧς ὅ τε ἅγιος καὶ τὸ πλῆθος τοῦ λαοῦ ἐμφορηθέντες ἐδίδουν δόξαν τῷ Θεῷ, τῷ οὕτως δοξάζοντι τοὺς οἰκείους δούλους αὐτοῦ.

Σίτου ποτὲ ἀπολειφθεῖσα καθόλου ἡ Λυκίας χώρα, ἰδοὺ πλοῖα πέντε ἐκ πόλεως Ἀλεξάνδρου τῷ λιμένι Ἀνδριάκῃ προσβάλλουσι, ἐν οἷς καὶ ὁ μέγας Νικόλαος ἐπιστὰς σῖτον ἐζήτει πριάσασθαι· καὶ οἱ ναύκληροι ἔλεγον βασιλικὸν εἶναι τὸν σῖτον καὶ μὴ δύνασθε πρίασθαι· καὶ ὁ ἅγιος· Ἀνὰ ἑκατὸν μοδίους ἀφ’ ἑκάστου πλοίου ἡμῖν πρυτανεύσατε, ἔφη, καὶ εἰ ἐκ τοῦ ποσοῦ τι ἀπολειφθῆτε, ἐγὼ ἀπολογοῦμαι τοῖς ὑποδέκταις καὶ ὑμᾶς ἀμερίμνους ποιῶ. Πιστεύσαντες οὖν οἱ ἄνδρες τῷ ἁγίῳ διδόασιν αὐτῷ μοδίους πεντακοσίους, οὓς καὶ διανείμας πρὸς μικρὰν εὐλογίαν τῷ λαῷ, ἐπὶ δυσὶ χρόνοις ἐξήρκεσεν ἑκάστῳ καὶ σπόροις καὶ τροφαῖς. Οἱ δὲ πλευστικοὶ διασωθέντες αἰσίως ἐν τῇ βασιλευούσῃ καὶ τὸν σῖτον ἐκ μέτρου εἰσκομίσαντες εὗρον ἀνελλιπῆ τὴν ποσότητα, ἣν εἶχον ἐξ Ἀλεξανδρείας· καὶ λίαν θαυμάσαντες τὸ θαῦμα κατακρύψαι οὐκ ἴσχυσαν, ἀλλὰ καὶ οἱ ὑποδέκται καὶ πάντες ἀκούσαντες ἐξεπλήττοντο καὶ ἐδίδουν δόξαν τῷ Θεῷ καὶ τῷ αὐτοῦ θεράποντι Νικολάῳ.

Ἀρτέμιδα δέ, Ἑλληνίδα τινὰ γυναῖκα μιαράν, παρ’ Ἕλλησι δὲ θεοποιουμένην, τῇ τοῦ Χριστοῦ δυνάμει ὁ ἅγιος ἐξελάσας τῆς Λυκῶν ἐπαρχίας, αὕτη κατασκευάζει μαγέλαιον, Μηδειακὸν οὕτω καλούμενον, προσωπείῳ δὲ ὑποκριθεῖσα χριστιανῆς γυναικὸς ἐν τῇ θαλάσσῃ πρός τινας πλευστικοὺς ἀποδίδωσι τοῦτο ἔν τινι ληκυνθίῳ, καί· Παρακαλῶ ὑμᾶς, ἔλεγεν, ὦ ἄνδρες, ἵνα τουτὶ τὸ ἔλαιον ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ μητροπόλεως τῆς Λυκίας ἀποκομίσητέ μοι πρὸς φωταψίαν τοῦ ναοῦ καὶ μνήσθητέ μου ἐκεῖ, ὁπηνίκα δὲ ἀδειάσω καὶ αὐτὴ ἐκεῖ παραγένομαι εὐχῆς χάριν καὶ προσκυνήσεως. Δελεασθέντες οὖν οἱ ἄνδρες τοῖς ἀπατηλοῖς ῥήμασι τῆς ἀθλίας τὸ διαβολικὸν αὐτῆς λαμβάνουσιν ἄγγος καὶ ὥς τι καλὸν ἔφερον ἀποκομίσαι τῇ ἐκκλησίᾳ, ἐξ οὗ μᾶλλον καὶ τὴν πόλιν καὶ τὴν μητρόπολιν ἔσπευδε κατακαῦσαι ἡ ἀθλία. Ὁ δὲ ἅγιος ὥσπερ ἐν ἀκατίῳ τινὶ τοῖς πλευστικοῖς συναντήσας ἐν τῇ θαλάσσῃ φησὶ πρὸς αὐτούς· Τὸ ἄγγος, ὃ δέδωκεν ὑμῖν ἡ πλάνος Ἄρτεμις, ῥίψατε ἐν τῷ βυθῷ, ἵνα τὴν αὐτοῦ καταμάθετε δολιότητα. Οἱ δὲ ποιήσαντες τὸ κελευόμενον, ἦν ἐπὶ δεκαπέντε σταδίους διατρέχον ἐν τῇ θαλάσσῃ τὸ μιαρὸν ἐκεῖνο μαγέλαιον καὶ τὰ ὕδατα πυρπολοῦν μετὰ καπνοῦ καὶ δυσωδίας ὅ τι πολλῆς. Οἱ δὲ ἄνδρες ἐν τῷ Ἀνδριάκῃ ἐπινείῳ προσορμισθέντες ἐξηγοῦντο τὸ θαῦμα ἐν ὅλῃ τῇ περιχώρῳ, καὶ ἐθαύμαζον πάντες τὸ τοῦ θαύματος ξένον.

Ἀντώνιος δέ τις οὕτω καλούμενος ἐπὶ τρία ἔτη τυφλὸς διαμένων, ὁ τοῦ Θεοῦ θεράπων Νικόλαος τηλαυγῶς ἀναβλέψαι πεποίηκεν· ἐπευξάμενος γὰρ καὶ ἔλαιον ἐκ τῆς κανδήλας τοῦ Χριστοῦ ἐπιχρίσας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ φησὶ πρὸς αὐτόν· Πιστεύω εἰς Χριστὸν τὸν Θεόν μου ὅτι αὔριον διαβλέπεις τρανῶς «τὰ ἔργα τοῦ Θεοῦ»· καὶ ἐγένετο οὕτως· καὶ ἀναβλέψας ἐβάδιζε δοξάζων τὸν Θεὸν καὶ τὸν αὐτοῦ δοῦλον Νικόλαον.

Ἕτερος δέ τις ἀνὴρ στροβούμενος τὰ ἐντὸς αὐτοῦ ἐπὶ τέσσαρας μῆνας καὶ μὴ δυνάμενος ὅλως ὕπνου ἢ τροφῆς μετασχεῖν, ἐν τῇ γῇ δὲ κυλινδούμενος καὶ τῷ πόνῳ κατατηκόμενος προσῆλθε τῷ ἁγίῳ καὶ αὐτῷ προσπεσών, ὑγιῆ ἐξαποστέλλει τὸν ἄνθρωπον εὐξάμενος ἐπ’ αὐτὸν <καὶ> κεκληκὼς τὸ τοῦ Χριστοῦ ὄνομα καλόν.

Κατέμπροσθεν τοῦ ναοῦ τῆς ἁγίας Σιὼν ὄρος πετρῶδες ἦν· καὶ συναθροίσας λατόμους ὁ ἅγιος ἐλατόμουν τοὺς λίθους εὖρος τῷ τόπῳ ποιούμενοι· καί ποτε μέλλων ὁ δίκαιος μακρὰν ἐκδημεῖν διά τινα χρείαν λέγει τοῖς ἀδελφοῖς· Ἀπολύσωμεν τοὺς λατόμους, ἄχρις ἂν ὑποστρέψω κἀγώ. Ἀδελφὸς δέ τις, Ἀρτεμᾶς τοὔνομα, ἔλεγεν· Οὐ δυνάμεθα καὶ ἡμεῖς ἄρχειν τοῦ ἔργου καὶ τῶν λατόμων; Οὐχί, ἔλεγεν ὁ ἅγιος, ἐμοὶ γὰρ ὁ Θεὸς τὴν ἰσχὺν ἐδωρήσατο κατὰ τῶνδε τῶν λίθων, οὐχὶ δὲ καὶ ὑμῖν· καὶ ἀπολύσας τοὺς λατόμους εἴχετο τῆς αὐτῷ προκειμένης ὁδοῦ. Ὁ δὲ ῥηθεὶς ἀδελφὸς Ἀρτεμᾶς παρὰ γνώμην τοῦ ἁγίου μεταστειλάμενος τοὺς λατόμους εἴχετο τοῦ ἔργου.

Θελήσαντες δὲ ἕνα λίθον ἀποκυλῖσαι, αὐτὸς ἀκίνητος ἦν. Ἀθροίσαντες δὲ ἄνδρας τὸν ἀριθμὸν πέντε καὶ ἑβδομήκοντα, οὐδ’ οὕτως ἴσχυσαν στρέψαι κἂν ἕνα τῶν λίθων ἐκείνων· καὶ θαυμάζοντες ἔλεγον ὅτι· Καλῶς ἔλεγεν ὁ πατὴρ ὅτι αὐτῷ καὶ μόνῳ δεδώρηται πρὸς Θεοῦ ἡ κατὰ τῶνδε τῶν λίθων ἰσχύς.

Ὅτε δὲ ὁ ἅγιος παρεγένετο Νικόλαος μετὰ ιβʹ καὶ μόνους ἀδελφοὺς ἔστρεφε τοὺς λίθους ἔνθα καὶ ἐβούλετο, οἳ καὶ ἔλεγον· Εἰ καὶ οἱ λίθοι αὐτοῦ ὑπακούουσι, τί ἆρα λοιπὸν τὸ δυνάμενον παρακοῦσαι αὐτοῦ; Ἔφεσις γέγονέ ποτε τῷ μεγάλῳ τούτῳ πατρὶ εὐχῆς χάριν καὶ προσκυνήσεως καὶ ἱστορίας εἰς Ἱεροσόλυμα ἀπελθεῖν· ἡ δὲ ἔφεσις πρὸς ἔργον ἐχώρει λοιπόν. Τοῦ πλοὸς δὲ ἐναρξάμενος, πειρᾶται ὁ πονηρὸς δαίμων τόν τε ἅγιον καὶ τὸ πλοῖον σὺν τῷ λαῷ ἐν τῇ θαλάσσῃ καταποντίσαι. Ἔνθεν τά τε ἱστία καὶ τὰ πηδάλια διατεμὼν καὶ ζάλην οὐ τὴν τυχοῦσαν ἐπαγαγών, ἐγγὺς εἶχε τοῦ ναυαγῆσαι τὸ πλοῖον. Ὁ δὲ ἅγιος μὴ ἀγνοήσας τὴν ἐπήρειαν καὶ τὸν φθόνον τοῦ σατανᾶ καταβάλλει τοῦτον εὐχῇ καὶ ἐπικλήσει τοῦ ὀνόματος τοῦ Χριστοῦ· καὶ βαθείας γενομένης γαλήνης, ἐνήχοντο χαίροντες.

Ἀλλ’ οὐδ’ οὕτως ἠνείχετο ἠρεμεῖν ὁ τῆς κακίας ἐξάρχων· ναυτικοῦ γάρ τινος ἀνελθόντος ἐπὶ τὸ κέρας τοῦ πλοίου διά τινα χρῆσιν, κατακρημνίζει αὐτὸν ἐκ τῶν ἄνωθεν κάτω κατὰ τοῦ πλοίου τὸ μέσον, «καὶ ἤρθη νεκρός»· ἀλλὰ καὶ τοῦτον εὐχῇ πάλιν ὁ ἅγιος ἀναστήσας, ἐκπέπτωκεν ὁ ἐχθρὸς ἀπὸ τῶν διαβουλιῶν αὐτοῦ.

Ὁ δὲ ἅγιος τὴν Παλαιστίνην καταλαβὼν πολλοὺς ἐκ ποικίλων ἐθεράπευσε νόσων εὐχῇ καὶ ἐπικλήσει τοῦ παναγίου ὀνόματος τοῦ Χριστοῦ· καὶ μέγα ἦν ἐν ἀνθρώποις καὶ δαίμοσι φοβερὸν τὸ ὄνομα Νικολάου. Εἶτα καὶ πρὸς τὸν ἅγιον τοῦ Χριστοῦ παραγενόμενος τάφον σχετικῶς τε προσκυνήσας καὶ προσευξάμενος ἔρχεται πρὸς ἑσπέραν ἤδη βαθεῖαν καὶ ἐπὶ τὸν ἅγιον Γολγοθᾶν τὴν τοῦ τιμίου σταυροῦ προσκύνησιν ἐπιποθῶν. Κεκλεισμένων δὲ τῶν θυρῶν διὰ τὸ πρόσνυκτον αὐτομάτως δι’ εὐχῆς ἐξανοίγονται αὐτῷ. Σχετικῶς δὲ κἀκεῖ προσκυνήσας καὶ εὐφρανθεὶς ἐκεῖθεν ἐξέρχεται. Περιδραμὼν δὲ ἐπὶ «παντὶ τόπῳ» ἁγίῳ καὶ μέχρι τοῦ Ἰορδάνου ἐν ἡμέραις ὅλαις ὀκτὼ καὶ ἁγίοις πατράσι περιτυχὼν καὶ ὁμιλήσας, ἄγγελος Κυρίου αὐτῷ ἐπιφανεὶς ἐπιτρέπει ἵνα τάχιον πρὸς τὴν αὐτοῦ πατρίδα τὴν ἐπάνοδον ἕξει.

Τοῦτο δὲ ἦν, ἵνα καὶ τῆς τοῦ Θεοῦ Ἐκκλησίας ἐπικρατήσῃ τοὺς οἴακας καὶ τῆς ἁγίας τοῦ Χριστοῦ ποίμνης ὀφθήσεται ποιμενάρχης. Τότε οὖν ἐξ Ἱεροσολύμων ἀπάρας, καθὼς καὶ ἐκελεύσθη· καὶ αὖθις ὁ ἐχθρὸς ἐπειρᾶτο λυπῆσαι τὸν ἅγιον, καὶ δὴ σκληρύνας τοὺς ναυτικοὺς μὴ ἐν τοῖς Μυρέοις ἀλλ’ ἐν ἑτέρᾳ χώρᾳ ἐξορίσαι τὸν δίκαιον, ἡ δὲ ἀδέκαστος δίκη τοῦτο μὴ ἀνεχομένη εἰς δυσπλοΐαν μεταβάλλει τὴν εὐπλοΐαν καὶ τὴν τοῦ πνεύματος εὐωδίαν εἰς «πνεῦμα καταιγίδος». Ἔνθεν καὶ τὸ ζῆν ἀπειπόντες τῇ ὑπερβολῇ τῶν κυμάτων ἑαυτοὺς κατεμέμφοντο, κατηγόρουν τῆς ἁμαρτάδος, ἐλεεινῶς ἐξελιπάρουν τὸν ἅγιον, ἐκυλινδοῦντο πρὸς τοῖς ἁγίοις τούτου ποσίν· Δός, ἔλεγον, συγγνώμην, δοῦλε τοῦ Θεοῦ, καὶ μὴ δεινῶς ἀπολώμεθα· σὺ αὐτὸς τὸ πλοῖον προσόρμισον ἔνθα καὶ βούλει. Τί οὖν ἡ συμπαθὴς καὶ δικαία ἐκείνη ψυχή; Οὐκ ἀποσείεται τὴν ἱκεσίαν, οὐ κεκράτηκε μνησικακίαν, ἀλλὰ καὶ συγγνώμης καταξιοῖ τοὺς ἱκέτας καὶ τὴν ναῦν πρὸς γαλήνην μεταβάλλει βαθεῖαν ἐπικλήσει Χριστοῦ καὶ ἐν τῷ Ἀνδριάκῃ ἐπινείῳ κατευθύνει τὴν ναῦν, ἐξ ἧς καὶ ἀποβὰς ἐν τῇ αὐτοῦ μονῇ τῇ ἁγίᾳ Σιὼν παραγίνεται χαίρων· καὶ χαρᾶς ὅ τι πολλῆς τοὺς πολλοὺς ἐμπιπλᾷ ἡ τούτου ἔνθεος ἐνδημία.

Εἶτα χηρεύει ἡ μητρόπολις τῶν Μυρέων, εἶτα ζητεῖται ὁ τοῦ θρόνου ἐπάξιος, εἶτα ἐπισκόπων καὶ κλήρου λογάδος ἄθροισις γίνεται, εἶτα τὸν τοῦ θρόνου ἄξιον ὁ γινώσκων οὐδείς, εἶτα θεσμοθετεῖται κοινῇ εὐχῇ περὶ τούτου, εἶτα πάλιν ἀποκαλύπτεται ἑνὶ τῶν εὐλαβῶν κληρικῶν ὅτι· Ὅς, φησίν, ἕωθεν προσχωρήσειεν πρῶτος ἐν τῷ ἁγίῳ νεῴ, Νικόλαος τοὔνομα, αὐτός ἐστι καὶ ὁ τοῦ θρόνου ἐπάξιος. Ὁ δὲ κληρικὸς ἕωθεν ἀσφαλῶς προσανεῖχε τὰς θύρας τοῦ ναοῦ, μήπως αὐτὸν διαλάθῃ τὸ θήραμα πρὸς τὸ πλῆθος ἀναμιχθέν. Ὁ δὲ θεῖος Νικόλαος, Πνεύματι θείῳ κινούμενος, «ὄρθρου βαθέος» προσβάλλει τῇ ἐκκλησίᾳ. Τούτου δὲ ὁ κληρικὸς ἐκεῖνος ἐπιλαβόμενος ὁμαλῶς ἐπηρώτα· Πόθεν εἶ, τέκνον, καὶ τί σου τὸ ὄνομα κέκληται;

Ὁ δέ· Νικόλαος, δέσποτα, ἔλεγεν, ἐπικέκλημαι, ἄνθρωπος ἁμαρτωλὸς καὶ τῆς σῆς ἁγιότητος δοῦλος. Τότε ὁ κληρικὸς ἔκ τε τοῦ μετρίου φρονήματος ἔκ τε τοῦ ὀνόματος ἔγνω κεκρατηκέναι τὸν προσδοκώμενον, ὃν καὶ μετὰ πολλῆς θυμηδίας προσάγει τοῖς ἐπισκόποις. Καὶ οἱ μὲν πρὸς τὸν θρόνον ἀνάγειν ἐσπούδαζον χαίροντες, ὁ δὲ πρὸς τὸ διαδρᾶσαι τὰς τούτων χεῖρας ἐσκέπτετο ὡς τῆς τοιαύτης τιμῆς αὑτὸν ἀνάξιον λογιζόμενος. Ἀλλ’ ἐπειδὴ τὴν θείαν ἔδει ψῆφον νικᾶν, καὶ νενίκηκεν ἤδη, καὶ ὡς λύχνος ἐπὶ λυχνίαν κανονικῶς παρὰ τῶν ἐπισκόπων ἐπὶ τὸν θρόνον ἀνάγεται, ἐξ οὗ καὶ πολλοὺς κατεφώτισε τῇ δᾳδουχίᾳ τοῦ Πνεύματος, καὶ «διὰ τῶν ἐπακολουθούντων σημείων», κατὰ τὴν θείαν φωνήν, πολλοὺς καὶ οὗτος ὁ τρισκαιδέκατος ἀπόστολος πρὸς πίστιν ἐξ ἀπιστίας μετέβαλε καὶ πηγὰς ἀναβλύζων θαυμάτων ἐκ ποικίλων νόσων πολλοὺς ἐθεράπευε.

Εἶτα πάλιν τὰ τῶν ἀσεβῶν βασιλέων δόγματα διαπτύων καὶ τὴν εὐσέβειαν ἐν παρρησίᾳ δημηγορῶν ἐν φρουρᾷ κατακλείεται, ἐν ᾗ καὶ πλεῖστα κακοπαθήσας ἐδίψα καὶ τὸν ὑπὲρ Χριστοῦ θάνατον καρπωθῆναι καὶ τὸ ἐκείνου ποτισθῆναι ποτήριον· ἀλλὰ τοῦτο γενέσθαι Χριστὸς οὐκ ἀνέχεται, ἵνα μὴ τὸ ποίμνιον ἀπόληται, κινδυνεύσαντος τοῦ ποιμένος. Τῶν δὲ ἀσεβῶν βασιλέων Διοκλητιανῶν τε καὶ Μαξιμιανῶν τῷ ἀξίῳ θανάτῳ παραδοθέντων καὶ πρὸς τὴν αὐτῶν σύντροφον δαιμονικὴν χορείαν ἐπεισαχθέντων, ἐξανίστησι Κύριος κέρας ὀρθοδοξίας τῷ λαῷ αὐτοῦ Κωνσταντῖνον τὸν μέγαν, δι’ οὗ καὶ τῶν φυλακῶν πάντων ἀπολυθέντων <τῶν> χριστιανῶν, καὶ ὁ μέγας συναπελύθη Νικόλαος, «μάρτυς τῇ προαιρέσει» καὶ στεφανίτης χωρὶς αἵματος ἀποφανθεὶς τῇ ποίμνῃ τε καὶ τῷ θρόνῳ αὐτοῦ ὡς δῶρον ὑπέρτατον πρυτανευθεὶς πρὸς Θεοῦ.

Ἐπεὶ δὲ τὸ θεοστυγὲς ἐκεῖνο καὶ Ἑλληνικὸν φρύαγμα πέπτωκε καὶ δόγμα ἐκ φιλοχρίστου βασιλέως ἐξεφωνήθη φιλόχριστον, ἵνα καθαιροῦνται μὲν εἰδώλων ναοί, ἀνοικοδομοῦνται δὲ ὀρθοδόξων ναοί, τότε καὶ ὁ θεῖος Νικόλαος ζήλῳ θείῳ πυρακτωθεὶς πάσης εἰδωλομανίας ἀποκαθαίρει τὴν πόλιν τὴν ἑαυτοῦ, καὶ ὡς στρατηγὸς ὡπλισμένος τὴν πανοπλίαν τοῦ Πνεύματος ἐξέρχεται «πρὸς καθαίρεσιν ὀχυρωμάτων» ναῶν εἰδωλικῶν, οὓς καὶ ἐκ βάθρων καταστρεψάμενος κατὰ δαιμόνων ἔσχε τὰ νικητήρια. Ὁ δὲ τῆς μιαρᾶς Ἀρτέμιδος νεὼς πάντων ὑπερέκειτο ὕψει τε καὶ μεγέθει καὶ πολλοῖς ἀναθήμασιν ἐπικοσμούμενος, χρησμοῖς τε φαντασιώδεσι πρὸς ἀπάτην ἀνθρώπων πληρούμενος καὶ δαιμονίων πολλῶν πολυέραστον οἰκητήριον. Ὁ δὲ μέγας στρατάρχης οὗτος Νικόλαος τῇ πανοπλίᾳ τοῦ Πνεύματος σθενωθεὶς κατὰ τοῦ ῥηθέντος ὁπλίζεται ναοῦ· καὶ τοσαύτη γίνεται λαοῦ συνδρομή, ὡς μὴ μόνον λίθον ἐπάνω λίθου <μὴ> καταλειφθῆναι ἀλλὰ καὶ τὰ ἐκ βάθρων ἀνορυχθῆναι θεμέλια, ἵνα μή τις ῥίζα καταλειφθῇ ἐν αὐτῷ πεπλανημένου λαοῦ. Φευγόντων δὲ τῶν δαιμόνων φωναὶ ἐξηκούοντο ὡς δεινῶς τυραννούμενοι καὶ τῶν οἰκείων ἐξοριζόμενοι.

Ὁ τοῦ βωμοῦ δὲ ἔξαρχος δαίμων πλεῖον τῶν ἄλλων δεινοπαθῶν προσηπείλει τὸν ἅγιον, ἵνα ἐν καιρῷ ἐπιτηδείῳ αὐτὸν καταβλάψῃ τὰ μέγιστα, περὶ οὗ ἔχομεν φάναι προϊόντος τοῦ λόγου ὅτι οὐ δύναται χύτρα προσκροῦσαι πρὸς λέβητα, τῷ δὲ ἁγίῳ τέλος χρηστὸν ἡ κατὰ δαιμόνων εἴχετο στρατηγία.

Εἶτα πάλιν τῆς ἀρειανικῆς καὶ ἀθέου ἁπανταχῇ ζυγομαχούσης αἱρέσεως, προστάξει βασιλικῇ τοῦ ἐν ἁγίοις Κωνσταντίνου οἰκουμενικὴ συναθροίζεται σύνοδος, ἐν ᾗ καὶ ὁ μέγας ἀπαντᾷ Νικόλαος ὡς λέων πεποιθὼς τῇ δικαιοσύνῃ κοσμούμενος· καὶ «ὡς ἱστὸν ἐρίθου» τὰ τῆς μωρίας Ἀρείου δόγματα διαλύσας ὁμοούσιον τοῦ Πατρὸς ἀνακηρύττει συνοδικῶς τὸν Υἱόν, καὶ τῷ ἀναθέματι καθυποβαλὼν Ἄρειον καὶ τὰ αὐτοῦ ληρωδήματα ὡς λαμπρὸς ἀριστεὺς πρὸς τὴν ἑαυτοῦ ἐπανάγεται ποίμνην.

Καί ποτε λιμῷ πάλιν ἡ πόλις αὐτοῦ πιεζομένη, ἐν τῷ πελάγει πεζοπορῶν ὁ ἅγιος παραγίνεται, καὶ ὡς «ἐν ὁράματι τῆς νυκτὸς» χρυσίνους τρεῖς ἐν τῇ χειρὶ τοῦ ναυκλήρου προτείνει καθεύδοντι καὶ ἐν τῇ Λυκίᾳ χώρᾳ ἐλθεῖν καὶ διαπωλῆσαι τὸν σῖτον προτρέπεται. Ὁ δὲ ἀφυπνισθεὶς καὶ μὴ ἐν φαντασίᾳ ἀλλ’ ἐν ἀληθείᾳ ἐν τῇ χειρὶ τοὺς χρυσίνους εὑρὼν τάχει πολλῷ ἐν τῷ ἐπινείῳ ἔρχεται Ἀνδριάκῃ τὸν σῖτον διαπωλῶν καὶ τὸ θαῦμα διηγούμενος κέρδος τε ἑαυτῷ προξενῶν καὶ λιμοῦ ἀπαλλαγὴν τῷ λαῷ.

Ἀλλὰ καὶ τὸ θρυλλούμενον πανταχῇ προδηλότατον περὶ τῶν τριῶν στρατηλατῶν μέγιστον θαῦμα οὐ κατοκνήσω διὰ βραχέων καὶ ἁπλοϊκῶν ῥήσεων ἐρανίσαι τουτὶ τῷ συγγράμματι ἐν τῷ παρόντι ὁρμαθῷ τῶν θαυμάτων. Ἐν τῇ Μεγάλῃ Φρυγίᾳ τὸ Ταϊφαλῶν λεγόμενον ἔθνος κατὰ τῆς βασιλίδος τῶν πόλεων ἐπαναστὰν τὴν ὁρμὴν εἶχε τῆς μάχης· στέλλει δὲ πρὸς αὐτὸ Κωνσταντῖνος ὁ μέγας τρεῖς στρατηλάτας, Νεπωτιανόν, Οὖρσόν τε καὶ Ἑρπυλίωνα οὕτω καλουμένους, οἳ καὶ κατὰ πάροδον πρὸς τὰ Μύρα τῆς Λυκίας γενόμενοι ἐντυγχάνουσι τῷ ἁγίῳ, κατανοοῦσι τὴν ἁγιωσύνην αὐτοῦ καὶ τὴν ἔνθεον παρρησίαν, δι’ ἧς καὶ τοὺς τρεῖς ἄνδρας ἐρρύσατο τοῦ ἀδίκου θανάτου καὶ τὸν ἡγεμόνα Εὐστάθιον ἐξουδένωσεν. Εἶδον οἱ στρατηλάται ταῦτα, ἐφοδιάζονται πρὸς τοῦ ἁγίου εὐχαῖς τε καὶ εὐλογίαις, καταλαμβάνουσι τὸ ῥηθὲν ἔθνος ἅμα τοῖς στρατοπέδοις αὐτῶν, ἀμείβουσι πρὸς ἀγάπην τὴν μάχην, καταλαμβάνουσι τὴν βασιλίδα πόλιν, φιλοτίμως εἰσδέχονται τῷ βασιλεῖ καὶ τῇ συγκλήτῳ αὐτοῦ. Οὐ πολὺ τὸ ἐν μέσῳ, φθονοῦνται οἱ ἄνδρες τιμώμενοι, διαβάλλονται Ἀβλαβίῳ τῷ ἐπάρχῳ, τυφλοῦται δώροις ὁ ἄθλιος, πείθει τῷ βασιλεῖ ὡς κακὴν συμφωνίαν ποιησαμένων τῶν στρατηλατῶν μετὰ τῶν Ταϊφαλῶν κατὰ τοῦ κράτους αὐτοῦ. Ἐπεὶ δέ, κατὰ Παῦλον, «φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί», καὶ ὁ βασιλεὺς πέπονθε τὸ αὐτό.

Φρουροῦνται οἱ στρατηλάται προστάξει τοῦ βασιλέως, μετὰ μικρὸν δὲ καὶ ἀναιρεθῆναι τούτους κελεύει πειθόμενος τῷ ἐπάρχῳ. Δηλοῦται τοῖς στρατηλάταις ἡ ἀπόφασις τοῦ θανάτου, ἄρχονται θρηνεῖν καὶ τίλλειν τὰς τρίχας καὶ κράζειν πρὸς Θεὸν ὡς μηδὲν προσκεκρουκότες τῷ βασιλεῖ, μέμνηνται πῶς τοῦ ἀδίκου θανάτου τοὺς τρεῖς ἐρρύσατο ἄνδρας ὁ θεῖος Νικόλαος, καί· Ὁ Θεὸς ἐκείνου, ἔλεγον, ὡς ἐκείνους ἐρρύσω δι’ αὐτοῦ, εὐδόκησον ῥυσθῆναι καὶ ἡμᾶς, καί· Ἅγιε Νικόλαε, ἔλεγον, προφθάσας ῥῦσαι καὶ ἡμᾶς ἐκ τοῦ ἀδίκου θανάτου, ὡς τοὺς τρεῖς ἐκείνους ἄνδρας ἐρρύσω ποτὲ «ἐνώπιον τῶν ὀφθαλμῶν ἡμῶν».

Ἐν ἐκείνῃ δὲ τῇ νυκτὶ ὁ ἰσάγγελος οὗτος, ὁ θεῖος Νικόλαος, ἀγγελικῆς ταχύτητος χάριν εἰληφὼς καὶ Πνεύματος ἁγίου πλησθεὶς καὶ μετάρσιος γεγονὼς ἐφειστήκει καθεύδοντι τῷ βασιλεῖ καί φησι πρὸς αὐτόν· Ἀνάστηθι τάχιον καὶ ἀπόλυσον τοὺς τρεῖς στρατηλάτας ὡς μηδὲν ἄξιον θανάτου δεδρακότας ἀλλὰ ψευδῶς διαβληθέντας καὶ συκοφαντηθέντας πρὸς σὲ <δι’> Ἀβλαβίου τοῦ ἐπάρχου. Ἐὰν δὲ παρακούσῃς μου, συνάπτω σοι ἐγὼ πόλεμον ἐν τῷ Δυρραχίῳ καὶ θηρίοις πρὸς βορὰν τὰς σάρκας σου παραδώσω. Ὁ βασιλεὺς δὲ σύντρομος ἀναστὰς ἐκ τοῦ ὕπνου βλέπει ἑστῶτα τὸν ἅγιον καί· «Σὺ τίς εἶ», φησίν, ὁ νυκτὸς εἰσελθὼν ἐν τῷ παλατίῳ μου καὶ τοιαῦτα προσαπειλῶν μοι; Ὁ δέ· Νικόλαος, φησίν, ἁμαρτωλός, ὁ μητροπόλεως Λυκίας ἐπίσκοπος. Καὶ ταῦτα εἰπὼν πρὸς Ἀβλάβιον ἔπαρχον ἄπεισι, κἀκείνῳ τὰ παραπλήσια ἀπειλησάμενος πρὸς τὴν αὐτοῦ μητρόπολιν ἔρχεται. Ὁ βασιλεὺς δὲ τὸν ἔπαρχον μεταστέλλεται, ἐλέγχει τὸν δόλον τῆς αὐτοῦ κακουργίας, ὡς πλάνον καὶ ἀπατεῶνα τοῦτον προσαπειλεῖ.

Ἀλλὰ τὴν βασιλέως ὀργὴν προφθάσασα ἡ θεία, αἰσχρῶς τελευτᾷ ὁ πανάθλιος. Εἶτα καὶ τοὺς στρατηλάτας μεταπεμψάμενος ἐκ τῆς φρουρᾶς γόητας αὐτοὺς ὑπεκρίνετο, ἐξ ὧν δῆθεν καὶ τὰ ὀνείρατα. Ὡς δὲ καὶ τὸ Νικολάου ὁ βασιλεὺς πυθόμενος ἔφερεν ὄνομα, ἔλεγον οἱ ἄνδρες· Ἅγιε Νικόλαε, βοήθησον ἡμῖν. Τοῦ δὲ βασιλέως ἠπίᾳ τῇ ὄψει καὶ τῇ φωνῇ πυθομένου τίς ὁ Νικόλαος οὗτός ἐστιν, ἐξηγοῦνται κατὰ μέρος οἱ ἄνδρες τὰ περὶ αὐτοῦ καὶ ὅτι ἐπίσκοπός ἐστιν Μύρων τῆς Λυκίας.

Καὶ ὁ βασιλεύς· Οὐκ ἐγώ, φησίν, ἀλλ’ ἐκεῖνος ὁ ἅγιος ὑμῖν τὸ ζῆν ἐχαρίσατο. Κείρατε οὖν τὰς κόμας ὑμῶν καὶ ἄπιτε τάχιον, κἀκείνῳ τὴν χάριν ὁμολογήσατε τῆς ὑμετέρας ζωῆς. Καὶ ταῦτα εἰπὼν χρυσοῦν εὐαγγέλιον καὶ σκεῦος χρυσοῦν καὶ διαχρύσους κηροὺς τρεῖς δέδωκεν αὐτοῖς· Ἀποκομίσατε ταῦτα, λέγων, τῷ ἁγίῳ διὰ τὴν αὐτοῦ ἐκκλησίαν καὶ εἴπατε αὐτῷ·

Πεποιήκαμεν, καθὼς ἐκέλευσας, καὶ μὴ ἀπείλει, ἀλλ’ εὔχου μᾶλλον ὑπὲρ ἡμῶν. Οἱ δὲ ἄνδρες τάχει πολλῷ προσφοιτῶσι τῷ ἁγίῳ καὶ τὰ βασιλέως ῥήματά τε καὶ δωρήματα προσκομίσαντες ἐκτραγῳδοῦσι καὶ τὰ εἰς αὐτοὺς συμβάντα καὶ τὰς ἀξιοχρέους αὐτῷ ὁμολογοῦσιν εὐχαριστίας. Καὶ τὰ προσήκοντα παρ’ αὐτοῦ διδαχθέντες καὶ τὰς αὐτοῦ εὐχὰς κομισάμενοι χαίροντες ἐπανήκουσιν εὐχάς τε καὶ εὐχαριστίας τῷ βασιλεῖ ὡς ἐκ τοῦ ἁγίου Νικολάου διακομισάμενοι. Οὕτω γὰρ οἶδε Κύριος τοὺς αὐτὸν δοξάζοντας ἀντιδοξάζειν.

Ναυτιλλομένους τινὰς ἐν τῇ θαλάσσῃ ποτὲ τῇ τε πολλῇ τρικυμίᾳ καὶ τῷ σάλῳ δεινῶς κινδυνεύοντας καὶ τὸ ζῆν ἀπειπόντας ἔκραζον τὸ «Κύριε ἐλέησον» καὶ τὸ ἅγιε Νικόλαε πρόφθασον· καὶ εὐθυβόλως αὐτοῖς ὁ ἅγιος ἐπιστάς· Κεκλήκατέ με, φησί, καὶ «ἰδοὺ πάρειμι» καὶ «θαρσεῖτε». Καὶ πάντων ὁρώντων κρατεῖ τὸ πηδάλιον τοῦ πλοίου διακυβερνῶν καὶ τὸ πολὺ τοῦ κλύδωνος κατευνάσας εὐχῇ «ἄφαντος γίνεται ἀπ’ αὐτῶν». Ὡς δὲ πραότητι πνεύματος ἡ χέρσος αὐτοὺς ἐξεδέχετο ἐζήτουν τὸν κυβερνήτην, ὃν ἐν τῇ ἐκκλησίᾳ καταλαβόντες μεταξὺ τοῦ λαοῦ καὶ μή που τοῦτον ἑωρακότες ἐπέγνωκαν αὐτὸν ὡς ἐκ τοῦ πλοίου, καὶ πάντες παραδραμόντες τοῖς ποσὶ τούτου προσέπιπτον, αὐτὸν ἐμεγάλυνον, σωτῆρα διωμολόγουν «ἐνώπιον παντὸς τοῦ λαοῦ». Ὁ δὲ νοεροῖς ὄμμασι βλέπων αὐτοὺς μοχθηροὺς πρὸς ἁμαρτίαν παρῄνει αὐτούς· «Τεκνία μου», ἔλεγε, μὴ ποιῆτε κακά, καὶ οὐ μὴ κακὰ ὑμᾶς καταλάβῃ ποτέ. «Ναὸς γὰρ Θεοῦ ἐστε», ὡς ὁ Παῦλος διδάσκει, «καὶ εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός»· ἐὰν οὖν τὸν ἁγιασμὸν τηρῆτε τοῦ σώματος, ἕξετε βοηθὸν ἄμαχον τὸν Θεόν. Καὶ ταῦτα εἰπὼν ἀπέλυσεν ἐν εἰρήνῃ.

Μετὰ δὲ τὸ πολλὰς αὐτουργῆσαι αὐτὸν θαυμάτων πηγάς, μετὰ τὸ «πλήρη ἡμερῶν» αὐτὸν γεγονέναι, μετὰ τὸ θρέψαι καὶ ποτίσαι «λαὸν περιούσιον» ἄρτον ὀρθοδοξίας καὶ πολλὰ ῥεῖθρα θαυμάτων καὶ εἰς βαθὺ γῆρας ἐληλακέναι, ἐπεὶ οὐκ «ἔστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον», ἔδει καὶ αὐτὸν τῷ κοινῷ λειτουργῆσαι νόμῳ τῆς φύσεως, κἂν καὶ ὑπὲρ φύσιν εἶχε τὰ κατορθώματα· ᾧ καὶ ἐλειτούργησεν ὡς τίμιος θανάτῳ τιμίῳ, περὶ οὗ πολλὰ ἐγὼ λέγειν οὐ βούλομαι, ἀλλ’ ὅτι προσετέθη τοῖς πατράσιν αὐτοῦ καὶ συμπράκτορσι, χοροστασίαις ἱεραρχικαῖς, καὶ ποιμενάρχαις Χριστοῦ, ἐποπτεύων ἀμέσως τὸ τρισάγιον σέλας τῆς ἀχωρίστου Τριάδος, ὀρφανίας δὲ πένθος ἀπολιπὼν τῷ ὑπ’ αὐτοῦ ποιμαινομένῳ λαῷ καὶ πηγὴν ἰαμάτων τὸν μυροφόρον τάφον αὐτοῦ.

Ἡμεῖς δὲ βαδιοῦμεν πρὸς τὰς λοιπὰς βρύσεις τῶν θαυμάτων αὐτοῦ, ὅπως ἐκεῖθεν «ποτίσωμεν τοὺς διψῶντας» αὐτῶν τὴν ἀκρόασιν· καὶ τοσοῦτον ποτίσωμεν, ὅσον αἱ τούτου εὐχαὶ χάριν ἡμῖν ἀναβλύσουσιν. Ὅτι δὲ ἐπιτόμως διαλαμβάνομεν τὰ τῶν θαυμάτων διηγήματα, θαυμαζέτω μηδείς· ἐμοὶ γὰρ σπούδασμα τὸ διὰ ῥημάτων βραχέων παραστῆσαι τὴν φύσιν τοῦ θαύματος· τὸ δὲ μετὰ συμπλοκῆς λέξεων πολλῶν δύο ἢ τρία ἐξειπεῖν τῶν θαυμάτων, τῶν δὲ λοιπῶν καταλεῖψαι τὸ πλῆθος, οὐ τὴν τυχοῦσαν ἡγοῦμαι ζημίαν· διὸ καὶ πρὸς τὰ λοιπὰ τοῦ δικαίου βαδιοῦμαι θαύματα.

Ἐμπρησμοῦ δεινοτάτου ἐν τῇ βασιλίδι τῶν πόλεών ποτε γεγονότος, ὡς μὴ μόνον ἐπὶ οἰκημάτων τε καὶ χρημάτων ἵστασθαι τὴν ζημίαν, ἀλλ’ ὅτι καὶ ἀνθρώπων ἐπυρπολήθησαν πλεῖστοι· ἔνθεν καί τις ἀνὴρ τῶν πλουσίων καὶ τὸν ἅγιον εἰωθὼς ἑορτάζειν Νικόλαον οὐδὲν ἕτερον ἐκ τοῦ πυρὸς κατελείφθη τῷ βίῳ αὐτοῦ ἢ μόνα τὰ χρυσᾶ ἐνώτια, ἃ ἔλαχεν ἡ ὁμευνέτις αὐτοῦ φορεῖν. Ἔδοξε δὲ τῷ ἀνδρὶ ἀποδοῦναι καὶ ταῦτα ἐν τῇ τοῦ ἁγίου Νικολάου ἑορτῇ καὶ μὴ ἐκ ταύτης ἄμοιρος ἐναπομεῖναι· καὶ πρός τινα τῶν φίλων αὐτοῦ ἐν τῷ Ἑπτασκάλῳ ἐξαποστείλας τὰ ἐνώτια μετὰ τῆς συμβίου αὐτοῦ εὑρίσκει ἐν τοῖς προαυλίοις τοῦ ἁγίου Ἀκακίου ὡς ἱεροπρεπῆ τινα μοναχὸν τὸν θεῖον Νικόλαον, ὃς καὶ ἐπέδωκε τῇ γυναικὶ χρυσίνους κδʹ, καί· Ὕπαγε, λέξας, ὦ γύναι, ἔχουσα καὶ τὰ ἐνώτιά σου· καὶ τὴν ἑορτὴν ὑμῶν ἐκτελέσαντες ἔρχου κατ’ ἔτος ἐν τῷδε τῷ τόπῳ, κἀγώ σοι τὰ κδʹ παρέχω χρυσᾶ νομίσματα.

Ἡ δὲ γυνὴ τῷ ἀνδρὶ αὐτῆς προσελθοῦσα καὶ τὰ νομίσματα ἐπιδοῦσα καὶ τὸ τοῦ θαύματος ἀπόρρητον ἐξειποῦσα, καὶ αὐτὸς ἐξεπλάγη καὶ οἱ ἀκούσαντες πάντες· καὶ τὴν ἑορτὴν φαιδρῶς ἐκτελέσαντες ἐδίδουν δόξαν τῷ Θεῷ καὶ τῷ αὐτοῦ θεράποντι Νικολάῳ. Ὁ δὲ βίος αὐτῶν ἐπηυξήθη διπλασίως· ἐλάμβανον δὲ παρὰ τοῦ ἁγίου ἐν ἐκείνῳ τῷ τόπῳ καὶ τὰ κδʹ νομίσματα ἐτησίως.

Ἕτερος δέ τις παρειμένος ἐν τῇ αὐτῇ βασιλίδι «ἐκ κοιλίας μητρὸς» αὐτοῦ τὰς ἀγκύλας τῶν ποδῶν αὐτοῦ μετὰ τῶν μηρῶν εἶχε κεκολλημένας, καὶ ἀντὶ τοῦ βαδίζειν κυλινδούμενος ἐκινεῖτο. Καί ποτε ἐν τῷ νεῲ τῆς ἀχράντου Θεοτόκου, τῷ λεγομένῳ Ἀρβικίου, κυλινδούμενος προσβαλὼν παρά τινος φιλοχρίστου ὀβολοῦ δέχεται προσφοράν· καὶ αὐτὴν ἐπιδοὺς κηρουλαρίῳ τινὶ ἀντιλαμβάνει κηρὸν ὀβολοῦ· καὶ τοῦτον κυλινδούμενος πάλιν ἀποφέρει ἐν τῷ τοῦ ἁγίου Νικολάου σηκῷ ἐν τῇ ἑορτῇ αὐτοῦ, καὶ ἐδυσώπει τὸν κηρὸν αὐτοῦ παγῆναι κατέμπροσθεν τοῦ ἁγίου, καὶ ὁ εἰσακούων οὐδεὶς διὰ τὸ εὐτελὲς τοῦ κηροῦ καὶ διὰ τὸ πολλὰς καὶ μεγάλας ἐφάπτειν λαμπάδας κατέμπροσθεν τοῦ ἁγίου· διὸ καὶ οὐ μόνον ὅτι οὐδεὶς τὸν κηρὸν αὐτοῦ ἐλάμβανεν ἐκ τῆς χειρὸς αὐτοῦ, ἀλλὰ καὶ τῷ ποδὶ αὐτὸν ἐλάκτιζόν τινες κείμενον ἐπ’ ἐδάφους. Καὶ ὄντως, «ὢ τοῦ παραδόξου θαύματος»· κειμένου γὰρ τοῦ παρειμένου κάτω, ἄνω δὲ μετὰ τοῦ κηροῦ τεταμένην ἔχων τὴν χεῖρα, ἀποκολλᾷ τοῦ μηροῦ καὶ ἁπλοῦται ὁ εἷς τῶν ποδῶν αὐτοῦ· καὶ ἀναστὰς ὄρθιος ἔστη μετὰ τοῦ ἑνὸς ποδὸς καὶ ἔπηξε τὸν κηρὸν αὐτοῦ καὶ ἧψεν αὐτὸν κατέμπροσθεν τοῦ ἁγίου. Ὁ δὲ λαὸς τὸ ψάλλειν τὴν παννυχίδα ἐάσαντες ἔκραζον τὸ «Κύριε ἐλέησον»· καὶ ὁ παρειμένος συνᾴδων αὐτοῖς ἔλεγε· Ναί, ἅγιε τοῦ Θεοῦ Νικόλαε, καὶ τὸν ἕτερόν μου πόδα ἐλεήσας ἀπόλυσον.

Εἶτα καὶ ὁ ἕτερος ἀποκολλήσας μετὰ τρισμῶν ἀοράτῳ δυνάμει, δίπους ἑστὼς καὶ βαδίζων ἐφαίνετο· καὶ πάντες ἔδωκαν αἶνον τῷ Θεῷ γεραίροντες καὶ τῷ τούτου θεράποντι Νικολάῳ.

Ἔξω τῶν ἐμπορίων τῆς βασιλίδος τῶν πόλεων ἐν ἀοίκῳ τόπῳ εὐκτήριος ἦν οἶκος τοῦ θείου Νικολάου, ἐν ᾧ καί τις μοναχὸς παρέμεινε, ὃς καὶ ἐν τῇ πόλει καὶ ἐν τοῖς χωρίοις ἀπῄτει τὰ πρὸς τροφὴν αὐτοῦ καὶ τὰ πρὸς φωταψίαν τοῦ εὐκτηρίου ναοῦ. Καί ποτε πρὸς τὴν τοιαύτην ἀσχολούμενος διακονίαν, ἐσύλησέ τις πονηρὸς ποιμὴν θρεμμάτων τὰ τῆς κέλλης τοῦ μοναχοῦ καὶ τὰ τοῦ ναοῦ καθόλου. Ἐλθὼν δὲ ὁ μοναχὸς καὶ τὴν ἐκ τῆς κλοπῆς θεασάμενος ἐρημίαν τῷ ἁγίῳ διεμάχετο μετὰ θυμοῦ καὶ ὀργῆς, ἀλλὰ καὶ μετρίως τύψας αὐτόν, ἐπαπειλούμενος πολλὰ ἐπὶ τὴν αὔριον τύπτειν αὐτόν, εἰ οὐκ ἀμύνει τὸ δρᾶμα· Ἐγώ, φησί, κοπιῶ σφόδρα περιπατῶν καὶ ζητῶν χάριν ἐμοῦ τε καὶ σοῦ, καὶ σύ, ὦ γηραλέε, ἵστασαι ἀργὸς ὧδε, καὶ ὁ βουλόμενος εἰσέρχεται καὶ ποιεῖ ὃ ἐθέλει καὶ ἀπέρχεται;

Ἂς ἐφύλαξας κἂν τὰ ἐμά, περὶ δὲ τῶν σῶν ἐξουσίαν εἶχες. Ταῦτα ἔλεγε καὶ ὡς ἐκ πολλῆς ἀθυμίας πρὸς ὕπνον ἐτράπη. Ὁ δὲ συλήσας ὠγκώθη ἐν τῇ νυκτὶ ἐκείνῃ ἀπὸ ποδῶν ἕως κεφαλῆς, ὡς μικροῦ δεῖν καὶ τοὺς ὀνύχους ἐκριζωθῆναι καὶ τὴν γαστέρα διαρραγῆναι. Πεφυρμένον δὲ ὄντα καὶ ἐν πολλῇ περιστάσει, ἐπιστὰς ὁ ἅγιος λέγει πρὸς αὐτόν·

Ἂς ἠρκέσθης, ὦ ἄθλιε, συλήσας τὰ ἐμά, διατί δὲ καὶ τὰ τοῦ μοναχοῦ ἀφείλου, κἀκεῖνος ὥσπερ μειράκιον τὴν ἐμὴν τύπτει πολιὰν καὶ ἔτι τύπτειν ἐπαπειλεῖ μοι; Ὁ δέ· Ἅγιε τοῦ Θεοῦ, ἀποδίδωμι πάντα, καὶ μόνον «ἐλέησόν με»· καὶ ἑρμηνεύει τὸν τόπον, ἐν ᾧ τὰ κεκλοφότα κατέκρυψε, καὶ ἀποκομίζονται τάχιον ἐν τῷ τοῦ ἁγίου σηκῷ. Αὐτὸς δὲ ἐπευξάμενος ἀπήλλαξε τῆς νόσου τὸν κάμνοντα, καὶ διδάξας τοῦ μηκέτι κλέπτειν ἀφίσταται ἀπ’ αὐτοῦ. Ὁ δὲ μοναχὸς ἀφυπνισθεὶς καὶ ἀνελλιπῶς τὰ πράγματα ἐφευρὼν ηὐχαρίστει τῷ ἁγίῳ προσμένων αὐτῷ καὶ ἐκδουλεύων πιστῶς.

Ἐπὶ τῆς βασιλείας Λέοντος τοῦ φιλοχρίστου ἡμῶν βασιλέως ἀποκρισιάριοι Ἀγαρηνῶν ἥκασι πρὸς αὐτόν, μεθ’ ὧν συναποστέλλει καὶ αὐτὸς ἀποκρισιαρίους τινὰς τῶν μεγιστάνων αὐτοῦ πρὸς ἀπολύτρωσιν τῶν αἰχμαλώτων· καὶ ἔν τινι τόπῳ τῆς Σελευκείας εἰς ἄριστον καθεσθέντες, κελεύει ὁ πρωτεύων εἰς τὴν τοῦ ἁγίου Νικολάου ἐπικεράσαι πρεσβείαν. Τοῦτο δὲ ἀκούσας ὁ τῶν Σαρακηνῶν πρόκριτος ἐξανέστη καί· Ναί, παρακαλῶ, ἔλεγε, κεράσατε εἰς τὴν πρεσβείαν τοῦ μεγάλου ἁγίου τούτου. Πυθομένων δὲ τῶν ἀρχόντων· Πόθεν, φησί, τὸν ἡμέτερον γινώσκεις ἅγιον Σαρακηνὸς ὤν; Ὁ δὲ ἐκβάλλει εὐθὺς ἐκ τοῦ κόλπου αὐτοῦ χρυσῆν εἰκόνα τοῦ ἁγίου Νικολάου καὶ διηγεῖται περὶ αὐτοῦ θαῦμα ἐξαίσιον· Ἐγώ, φησίν, ἐκ νεότητός μου ἔμπορος ὢν μετὰ Χριστιανῶν συνεπορευόμην πολλάκις, ἐξ ὧν καὶ ἤκουον τὸ τοῦ ἁγίου Νικολάου συχνάκις προσκαλούμενον ὄνομα. Κἀμοῦ δέ ποτε ἐπέκεινα τῆς Ἰνδίας τριῶν μηνῶν ὁδὸν ταξειδεύσαντος ὑπέστρεφον ἐπὶ τὰ ἐμά. Κατέλαβέ με νὺξ βαθεῖα καὶ χειμὼν οὐκ ὀλίγος. Πλανῶμαι οὖν τὴν ὁδὸν καὶ ἐφερόμην ἐν ἀκρωρείαις καὶ τόποις δυσβάτοις ἅμα τοῖς δούλοις μου καὶ ταῖς καμήλοις μου· ὧν καὶ προάγων ἐγὼ ἐποχούμενος ἵππῳ χαλῶμαι ὑπ’ αὐτοῦ ἐν βαράθρῳ τινί, ἐν ᾧ καὶ τοῦ ζῆν ἀπελπίσας μεγάλῃ ἐκραύγασα τῇ φωνῇ· Ἅγιε Νικόλαε, ὃν οἱ Χριστιανοὶ ἐπικαλοῦνται, «βοήθησον ἡμῖν».

Καὶ εὐθέως, οὐκ οἶδ’ ὅπως, εὑρέθημεν εἰς χωρίον ἐν ὥρᾳ μεσονυκτίου μεταρσίως διασωθέντες μίλια δώδεκα, ὡς τὸ πρωῒ καταμετρήσαντες εὕρομεν, μηδὲν ἴχνος εὑρόντες ἀνθρώπου ἢ κτήνους, εἰ μὴ ἀφ’ οὗ ὁ ἵππος ἐχάλασεν καὶ ὄπιθεν. Κἀγὼ ἔκτοτε πιστὸς ἐγενόμην κτησάμενος καὶ τὴν τοῦ ἁγίου Νικολάου εἰκόνα ἐγκόλπιον φυλακτήριον, ἣν καὶ ἀσπάζομαι πίστει, καθὼς ὁρᾶτε. Καὶ ταῦτα Ῥωμαῖοί τε καὶ Σαρακηνοὶ ἀκούσαντες ἐξεπλάγησαν καὶ ἐδίδουν δόξαν τῷ Θεῷ καὶ τὸν ἅγιον Νικόλαον γεραίροντες ἐμεγάλυνον.

Πρὸς τὰ παράλια μέρη τῆς Λυκῶν ἐπαρχίας ἀνήρ τις ἔχων τὴν οἴκησιν, ὃς καὶ τὴν τοῦ ἁγίου Νικολάου ἑώρταζεν ἑορτὴν ἐτησίως. Καί ποτε αὐτοῦ ἑορτάζοντος σχετικῶς καὶ πλῆθος λαοῦ ἀθροισθὲν ἐν τῷ ναῷ, σὺν τούτοις παρῆν καὶ Βασίλειος ὁ υἱὸς τοῦ μνημοποιοῦ τὴν ἄγρυπνον δοξολογίαν ἐπιτελῶν Θεῷ καὶ τῷ αὐτοῦ θεράποντι Νικολάῳ. Καὶ εὐθὺς νέφος ἀθέων Ἀγαρηνῶν πολιορκεῖ τὸν ναὸν καὶ πλῆθος λαοῦ ἅμα τῷ Βασιλείῳ ἐν τῇ νήσῳ Κρητῶν ἀποφέρει αἰχμάλωτον· καὶ πάντας μὲν δεσμὰ καὶ δουλείᾳ καταδικάζουσι, τὸν δὲ Βασίλειον, ὡς εὐπρεπῆ, ὁ ἐθνάρχης λαβὼν συντάττει τοῖς παισὶν αὐτοῦ ὑπηρετεῖν αὐτὸν ἐν τῇ τραπέζῃ αὐτοῦ. Οἱ δὲ γονεῖς τοῦ παιδὸς τὴν ἑορτὴν εἰς πένθος ἀμείψαντες ἐκόπτοντο σφόδρα. Τοῦ δὲ χρόνου παρῳχηκότος καὶ τῆς ἑορτῆς ἐπιστάσης, πείθει τῇ γυναικὶ ὁ ἀνήρ· Οὔτε ἡμᾶς, ἔλεγεν, ὦ γύναι, οὔτε τὸν παῖδα ἡμῶν ὠφελεῖ ὁ θρῆνος ἡμῶν, καὶ κἂν μηδὲν καὶ ἐκ τῆς τοῦ ἁγίου ἑορτῆς ἐναπομείνωμεν ἄμοιροι. Πείθεται οὖν ἡ γυνὴ τῷ ἀνδρί, εὐτρεπίζουσι τὰ πρὸς δεξίωσιν τῆς ἑορτῆς, ἀθροίζονται οἱ δαιτυμόνες ἐν τῷ δείπνῳ συνήθως, καὶ περὶ τοῦ παιδὸς ἐπαρηγόρουν οἱ φίλοι.

Εἶτα ὑλακὴ γίνεται τῶν κυνῶν ὀχληρὰ σφόδρα· ἔνθεν καὶ πᾶσαν κατασβέσαντες δᾳδουχίαν πάντες ἐσίγησαν φόβῳ, Ἀγαρηνῶν καὶ αὖθις προσβολὴν δεδοικότες ἐταράχθησαν σφόδρα· ὁ δὲ πατὴρ τῷ τοῦ τοίχου παρακρυπτόμενος ἀποσκιάσματι ἠρέμα περιεσκόπει τὴν αἰτίαν ἐπιζητῶν τῆς ὑλακῆς τῶν κυνῶν. Καὶ ἰδοὺ πρὸς τὸ τῆς αὐλῆς μέσον ὁρᾷ Βασίλειον ἐξεστηκὼς ἑστηκότα, ἐθνικὴν στολὴν ἠμφιεσμένον καὶ κύλικα πλήρης κεράσματος κατέχοντα ἐν τῇ χειρί, καί·

Τέκνον, ἔλεγε, Βασίλειε, αὐτὸς εἶ, ἢ φάσμα με ἀπατᾶ; Ὁ δὲ παῖς· Μὴ φάσμα, ἔλεγεν, ὑποτόπαζε, πάτερ, ἀλλ’ ὅτι ἐγώ εἰμι, ὁ υἱός σου Βασίλειος. Ἀλλήλων δὲ περιπτυσσομένων, ἰδοὺ καὶ ἡ μήτηρ καὶ οἱ φίλοι μετὰ φώτων πολλῶν περιεκύκλουν τὸν παῖδα καὶ τῆς παραδόξου ἐνδημίας αὐτοῦ τὴν αἰτίαν ἐπηρώτουν μαθεῖν. Καὶ ὁ παῖς· Ὀψέ, φησίν, ἐν τῷ δείπνῳ τὸ ποτήριον πλήσας τοῦ οἴνου πρὸς τὸ ἐπιδοῦναι τῷ ἐθνάρχῃ, οὐκ οἶδ’ ὅπως ἡρπάγην μετέωρος ἕως ὧδε, καθὼς ὁρᾶτε. Ἐδόκουν δὲ μὴ ἐπὶ τῆς γῆς ἑστηκέναι, ἕως οὗ ὁ πατὴρ κέκληκέ με, συνόντα μοι δὲ καὶ τὸν ἡμέτερον ἔβλεπον προστάτην καὶ θεῖον Νικόλαον. Ἡ δὲ μήτηρ ὠλέναις ἰδίαις παραλαβοῦσα ἔλεγε κλαίουσα· Ἔχω σε, τέκνον, χερσὶν ἡμετέραις διὰ τοῦ προστάτου ἡμῶν Νικολάου, ὃν διὰ χειρῶν μιαρῶν καὶ μιαιφόνων ἐδόκουν ἀναιρεθῆναι. «Πρωΐας δὲ γενομένης», ἡ περίχωρος ὅλη συνήχθη «ἐπὶ τὸ αὐτὸ» καὶ διὰ τοῦ μεγάλου θαύματος τούτου «πάντες ἐδόξαζον τὸν Θεὸν» ἅμα τῷ τούτου θεράποντι καὶ θείῳ Νικολάῳ.

Πανταχοῦ δὲ καὶ πρὸς «πᾶσαν πόλιν καὶ χώραν» τῆς φήμης διαδραμούσης περὶ τῆς βλύσεως τοῦ μύρου ἐκ τοῦ τάφου τοῦ ἁγίου Νικολάου καὶ τῆς πηγῆς τῶν θαυμάτων, πολλοὶ τὸν θεῖον τάφον ἐκεῖνον ἐπεθύμουν ἰδεῖν καὶ μεθέξειν τοῦ μύρου.

Καὶ δὴ ἔκ τινος χώρας μακρᾶς ἄνδρες τινὲς εὐλαβεῖς ἔρωτι θείῳ ληφθέντες χρηστῷ ἐκείνου μεθέξειν τοῦ μύρου καὶ ἁγιασθῆναι ἀπάρχονται τοῦ πλοός. Ἐκεῖνο δὲ τὸ δαιμόνιον τὸ ἀπελαθὲν ἐκ τοῦ βωμοῦ τῆς Ἀρτέμιδος, περὶ οὗ καὶ προείπομεν ὅτι προσηπείλει καταβλάψαι τὸν ἅγιον τοῦτον μνησικακοῦν, καὶ ἰδοὺ πειρᾶται κατακαῦσαι καὶ ἀφανίσαι τὸν τάφον σὺν τῷ λειψάνῳ καὶ τῷ μύρῳ τῷ ἀναβλύζοντι ἐκεῖθεν· καὶ δὴ προσελθὸν τοῖς ῥηθεῖσιν ἀνδράσι θερμῶς ἐλιπάρει ὡς γύναιον εὐσεβὲς καί· Ἐπειδή, ἔλεγεν, ἀνοίκειον συναποπλεῦσαι ὑμῖν γυναικὶ καὶ προσκυνῆσαι τὸν τάφον τοῦ ἁγίου Νικολάου, ἐρωτῶ ὑμᾶς ἵνα κἂν τὸ τοῦ ἐλαίου μου μικρὸν ἄγγος τουτὶ λήψησθε μεθ’ ὑμῶν, καὶ ἀπαγαγόντες εἰς τὸν ἅγιον ἅψετε τὸν λύχνον αὐτοῦ περιχρίσαντες καὶ τὸν τάφον. Πείθονται οὖν οἱ ἄνδρες τῇ πολλῇ παρακλήσει τοῦ δαιμονίου καὶ λαμβάνουσι τὸ δαιμονιῶδες ἄγγος ἐκεῖνο ὥς τι καλόν. Διαπλεύσαντες δὲ νυχθήμερον ἕν, ἐπιφαίνεται αὐτοῖς ὁ ἅγιος «ἐν ὁράματι τῆς νυκτὸς» λέγων αὐτοῖς· Ὃ μετὰ ἐλαίου ἐπιφέρεσθε ἄγγος, ῥίψατε ἐν τῷ βυθῷ· ὃ καὶ πεποιήκεσαν ἅμα πρωΐ.

Καὶ ἰδοὺ φλὸξ μεγάλη μετὰ δυσώδους καπνοῦ ἐν τοῖς ὕδασιν ἀνεφέρετο, καὶ ἡ θάλασσα βρασσώδεις ψόφους κάτωθεν ἀνακοχλάζουσα μικροῦ δεῖν καὶ τὸ σκάφος δεινῶς κατεδύετο, ἀλλ’ ὁ θεῖος κυβερνήτης Νικόλαος τοῦτο γενέσθαι οὐ συνεχώρησεν· οἱ δὲ ἄνδρες διασωθέντες ἐκπληροῦσι τὴν ἔφεσιν τοῦ τε θείου μνήματος καὶ τοῦ μύρου καὶ τοῦ ἁγιασμοῦ κατατρυφήσαντες καὶ τὸ ξένον τοῦ θαύματος ἐκτραγῳδήσαντες πρὸς τὴν ἰδίαν χώραν ἀνέκαμψαν χαίροντες.

Ἰωάννης δέ τις καλούμενος καὶ πολλὴν ἐκ νεαρᾶς ἡλικίας πίστιν πρὸς τὸν ἅγιον ἔχων Νικόλαον ἔλαχέ ποτε κατὰ τὸ λεγόμενον Ἰονικὸν ἀποπλεῖν πέλαγος, ἐν ᾧ καὶ κλύδωνι μεγάλῳ περιπεσοῦσα ἡ ναῦς αὔτανδρος ναυαγεῖ. Καὶ πάντων ἐν τῷ βυθῷ πεπτωκότων, καὶ ὁ ῥηθεὶς συμπέπτωκεν Ἰωάννης μηδὲν δυνηθεὶς πλεῖόν τι ἐξειπεῖν, εἰ μὴ μόνον τὸ Ἅγιε Νικόλαε, βοήθει μοι. Καὶ ὡς αὐτὸς διηγήσατο Ἰωάννης· Ἐθεώρουν, φησί, τὸν ἅγιον Νικόλαον ἐν τῇ θαλάσσῃ περιπατοῦντα καὶ ἐρχόμενον πρός με τὸ αὐτοῦ φελώνιον ὑφαπλώσας καὶ σκεπάσας με καὶ διὰ τοῦ βυθοῦ περιπατοῦντα τῇ χέρσῳ παρέδωκε, καὶ πολλοὺς εἰς ἔκπληξιν τουτὶ τὸ θαῦμα παρήγαγε.

Πρεσβύτερος δέ τις ἐκ Μιτυλήνης ὁρμώμενος ἐξ ἔθους εἶχεν ἐτησίως ἐν τῇ τοῦ ἁγίου ἑορτῇ ἐν τοῖς Μύροις ἀπέρχεσθαι καὶ τὴν ἐκείνου ἁγίαν προσκυνεῖν λάρνακα καὶ ἐκ τοῦ ἐξ αὐτῆς ἀναβλύζοντος μύρου ἀρύεσθαι. Καί ποτε Ἀράβων ἐπιπεσόντων τῇ νήσῳ αἰχμαλωτίζουσι λαὸν πολὺν καὶ τὸν ῥηθέντα πρεσβύτερον ἐν τῇ νήσῳ Κρητῶν. Καταδιελοῦσι δὲ οἱ βάρβαροι εἰς τρεῖς μοίρας τοὺς αἰχμαλώτους· καὶ τοὺς μὲν τῇ δουλείᾳ καταδικάζουσι, τοὺς δὲ φυλακαῖς κατακλείουσι, τοὺς δὲ ἀναιρεθῆναι τῷ ξίφει, μεθ’ ὧν ἔλαχε καὶ ὁ πρεσβύτερος οὗτος. Ἀποτέμνονται οὖν πλεῖστοι τοῦ λαοῦ, ἀπελπίζει ὁ πρεσβύτερος τῆς ἑαυτοῦ ζωῆς διὰ τοῦ καιροῦ τὸ στενόν, περὶ τῆς αἰωνίου ζωῆς τὸν ἅγιον ἐκδυσώπει Νικόλαον. Ὁ δὲ ἐκ δεξιῶν αὐτοῦ ἱστάμενος ὤφθη, καὶ μὴ φοβεῖσθαι ἀλλὰ θαρρεῖν διεκελεύετο. Ὁ δὲ βάρβαρος τὸν αὐχένα κλίνειν προσέταττε· ὁ δὲ ἔκλινε μὲν τὸν αὐχένα, πρὸς τὸν ἅγιον δὲ τοὺς ὀφθαλμοὺς ἐνητένιζε· καὶ πάλιν ὁ ἅγιος θαρρεῖν καὶ μηδὲν φοβεῖσθαι ἔλεγεν.

Ὁ δὲ βάρβαρος καιρίαν τὴν πληγὴν τῷ τοῦ πρεσβυτέρου ἐπικρούσας τραχήλῳ, πόρρω ἐκ τῶν χειρῶν αὐτοῦ ἐξεκοντίσθη τὸ ξίφος· γοητείαν δὲ ὁ βάρβαρος ὑποτοπάζων τὸ πρᾶγμα, τὸν ἅγιον τῷ δακτύλῳ ὑποδεικνύειν τῷ βαρβάρῳ ἤθελεν ὁ πρεσβύτερος· μὴ ἔχων δὲ ὀφθαλμοὺς ἀξίους τὸν ἅγιον κατιδεῖν, λέγει τῷ βαρβάρῳ ὅτι· Ὁ ἅγιος Νικόλαος ἐμὲ τοῦ ξίφους ἐρρύσατο. Καὶ πείθεται τούτῳ, ὅτι καὶ ἐξ ἀκοῆς εἶχε τὸ τοῦ ἁγίου Νικολάου ὄνομα· διὸ τόν τε πρεσβύτερον καὶ ἑτέρους τέσσαρας ἄνδρας διὰ τὸ τοῦ ἁγίου Νικολάου ἀποχαρίζεται ὄνομα, οὓς καὶ ἐκβαλὼν πρὸς τὴν ἰδίαν χώραν ἐξέπεμψε, ἐξ ὧν καὶ τὸ παρὸν θαῦμα διελαλήθη τρανότατα.

Ξένον δέ τι περί τινος Πέτρου σχολαστικοῦ θαῦμα ἐκθειάζεται, ὃς καὶ ἐν τοῖς βασιλικοῖς διαπρέπων μελήμασι πολλάκις ὑπέσχετο πρὸς Θεὸν ἐκφυγεῖν τὴν τοῦ βίου ματαιότητα καὶ ἐν τῇ Ῥώμῃ παραγενέσθαι καὶ μονάσαι ἐν τῷ τοῦ ἁγίου ἀποστόλου Πέτρου σηκῷ. Ἀνεβάλλετο δὲ τὰς συνθήκας καιρὸν ἐκ καιροῦ τῷ πλούτῳ καὶ τῇ δόξῃ περικρατούμενος. Καί ποτε μετὰ πολλοῦ στρατοπέδου παρὰ τοῦ βασιλέως Κωνσταντίνου τοῦ μεγάλου εἰς Συρίαν πρὸς πόλεμον ἀποσταλεὶς ἡττᾶται ὑπὸ τῶν βαρβάρων Ἀγαρηνῶν, κρατεῖται καὶ φρουρεῖται εἰς τὸν Σαμαρᾶν λεγόμενον κάστρον, σιδήροις καταδεσμεῖται, εἰς αἴσθησιν ἔρχεται τῶν ἰδίων πλημμελημάτων καὶ τῆς πρὸς Θεὸν συνθήκης καὶ ἀναβολῆς περὶ τῆς τοῦ κόσμου φυγῆς.

Εἶτα καὶ τῶν πολλῶν θαυμάτων τοῦ ἁγίου Νικολάου εἰς μνήμην ἐλθὼν μετὰ πολλῶν αὐτὸν ἐδυσώπει δακρύων. Ὁ δὲ ἅγιος πολλάκις αὐτῷ ἐπιφανεὶς ἔλεγε ὅτι· Διαφόρως ὑπὲρ σοῦ ἐδυσώπησα τὸν Δεσπότην, ἀλλ’ οὐδὲν εἰσηκούσθην· ἡ δὲ αἰτία, ὡς ἔοικεν, διότι πολλάκις ὑπέσχου αὐτῷ ἀποταγῆναι τῷ κόσμῳ καὶ οὐκ ἠλήθευσας· ὁ δέ· Ναί, ἅγιε τοῦ Θεοῦ, ἔφη, ἀλλὰ νῦν, εἰ τύχω ἐλέους καὶ ἀπολυθῶ τῶν δεσμῶν τούτων, οὐκέτι με οὐδὲ ὁ ἐμὸς οἶκος ὁρᾷ, ἀλλὰ ἀποτάσσομαι κόσμον ἐν ᾧ ὑπεσχόμην ναῷ· καὶ ὁ ἅγιος· Σὺ μὲν παραφύλαττέ μοι τὰς συνθήκας σου ταύτας, ἐγὼ δὲ λήψομαι καί τινα τῶν μεγάλων συλλήπτορα καὶ ὑπὲρ σοῦ ἱκετεύσαντες τυχὸν τύχωμεν τῆς αἰτήσεως· καὶ ὁ δέσμιος· Καὶ τίς μείζων σοῦ, ἔφη, κέκτηται πρὸς Κύριον παρρησίαν, κἀκεῖνον χρᾶσαι συλλήπτορα; Καὶ ὁ ἅγιος· Συμεών, ἔφη, ὁ θεοδόχος, ὁ τῷ δεσποτικῷ παριστάμενος θρόνῳ. Ταῦτα δὲ εἰπὼν καὶ ἀποστὰς πάλιν μετά τινα χρόνον ἔρχεται πρὸς αὐτὸν σὺν τῷ μεγάλῳ Συμεών, ὃς καὶ χρυσῆν ῥάβδον κατεῖχεν ἐν τῇ χειρὶ αὐτοῦ, ἐφοὺδ δὲ καὶ κίδαριν καὶ ἐπωμίδα ἦν ἠμφιεσμένος, καί φησιν τῷ δεσμίῳ· Σῴζεις σου τὰς συνθήκας, ἃς τῷ Θεῷ συνέθου καὶ τῷ θερμῷ σου μεσίτῃ τῷ ἱερῷ Νικολάῳ περὶ τῆς τοῦ κόσμου ἀποταγῆς;

Καὶ ὁ δέσμιος· Ναί, ἅγιε τοῦ Θεοῦ, ἔλεγεν, εἰ τῶν δεσμῶν τούτων ἀπολυθῶ, οὐκέτι κόσμον ἐπιθυμῶ, οὐδὲ τὸν ἐμὸν ἀπέρχομαι οἶκον ἰδεῖν, ἀλλὰ τὰς συνθήκας μου ἀπελθὼν τάχιον ἐκπληρῶ. Καί φησι πρὸς αὐτὸν ὁ δίκαιος Συμεών· Ἐπειδὴ διαβεβαιοῖς ἐκπληροῦν τὰς συνθήκας σου καὶ μοναχὸς γενέσθαι, σπούδαζε ἀπό γε τοῦ νῦν καὶ ἐνάρετον βίον προσκτᾶσθαι· καί· Ναί, δέσποτα, ὁ δέσμιος ὑπολαβὼν ἔφη, μόνον τῆς φυλακῆς ταύτης καὶ τῶν σιδηροδέσμων τούτων δοθήτω μοι ἄνεσις. Καὶ ἐκτείνας ὁ δίκαιος τὴν χρυσέαν ῥάβδον αὐτοῦ, τὰ σιδηρᾶ δεσμὰ διελύθησαν ὡσεὶ «κηρὸς ἀπὸ προσώπου πυρός».

Καί· Ἔξελθε, φησίν, ἀκωλύτως, μηδενός σε παρακατέχειν ἰσχύοντος. Καὶ εὐθὺς μετὰ τῶν μεγάλων τούτων ἁγίων ἔξω τοῦ τείχους εὑρίσκεται. Καὶ δοκῶν ὅραμα βλέπειν ἔγνω ὅτι ἀληθῶς διὰ τῶν ἁγίων τούτων ἐξείλετο αὐτὸν ὁ Θεὸς ἐκ χειρῶν μιαιφόνων. Καὶ ὁ μὲν δίκαιος ἀπέστη Συμεών, ὁ δὲ θεῖος Νικόλαος συνεπορεύετο αὐτῷ μέχρι καὶ Ῥωμανίας· κἀκεῖθεν προάγει αὐτὸν ἐν τῇ Ῥώμῃ καὶ προλέγει τῷ πάπᾳ τὴν ἔλευσιν τοῦ ἀνδρός· Πέτρος, φησίν, ὁ ἀπὸ σχολαρίων ἥκει πρὸς σὲ ῥυσθεὶς ἐκ τῆς αἰχμαλωσίας, καὶ κεῖρον αὐτὸν μοναχόν· ὃ καὶ πεποίηκεν ὁ πάπας, τοῦ ἀνδρὸς ἐνδημήσαντος· ὃς καὶ δοκιμώτατος ἐν μοναχοῖς ἀνεφάνη· καὶ τὸ παράδοξον τοῦδε τοῦ θαύματος αὐτὸς ἐκδιηγούμενος ἐδόξαζε τὸν Θεὸν καὶ τὸν αὐτοῦ θεράποντα θεῖον Νικόλαον ἀεὶ ἐμεγάλυνε σὺν τῷ δικαίῳ Συμεών.

Δημήτριος δέ τις πολλὴν πρὸς τὸν ἅγιον Νικόλαον πίστιν κεκτημένος κηροὺς καὶ ἔλαιον καὶ εἴδη τινὰ ἐξωνησάμενος ἐξώρμητο τῆς βασιλίδος, ἵνα συνήθως εἰς τὴν τοῦ ἁγίου ἑορτὴν ἀπελεύσηται. Καὶ δὴ φθάσας εἰς τὰ μέρη τῆς Θρᾴκης καὶ ἐν τῷ τοῦ Ἀθύρος κάστρῳ πλησίον γενόμενος, λαῖλαμψ βαρύτατος ἐγερθεὶς καταστρέφει τὸ πλοῖον. Καὶ ἅπαντες ἅμα τῷ Δημητρίῳ ἐν τῷ βυθῷ κατεπόθησαν, καὶ πλεῖον πάντων ὁ Δημήτριος ἐβόα· Ἅγιε Νικόλαε, βοήθει μοι. Καὶ οὕτω κράζων μετάρσιος ἤρθη καὶ ἀπετέθη ἐντὸς τοῦ ναοῦ τοῦ ἁγίου Νικολάου, «τῶν θυρῶν κεκλεισμένων», κραυγάζων κἀκεῖ τὰς αὐτὰς φωνάς. Ἐξεπλάγησαν δὲ οἱ ἀγχισταί, μὴ γινώσκοντες τί τὸ γενόμενον. Διανοίξαντες δὲ τὰ κλεῖθρα τῶν θυρῶν καὶ εἰσελθόντες ὁρῶσι μέσον τοῦ ναοῦ τὸν ἄνθρωπον ἑστῶτα καὶ κράζοντα· Ἅγιε Νικόλαε, βοήθει μοι. Ἐδόκει γὰρ ὅτι ἐκεῖ ἐστιν, ἐν ᾧ ἀπερρίφη βυθῷ. Πυθόμενος δὲ παρὰ τοῦ λαοῦ καὶ εἰς ἑαυτὸν ἐλθὼν ἐξετραγῴδει τὸ θαῦμα. Οἱ δὲ τούτῳ συμπλέοντες καὶ αὐτοὶ διασωθέντες ἐπισκέψει τοῦ ἁγίου, πάντες ἔδωκαν αἶνον τῷ ποιοῦντι θαυμάσια καὶ τέρατα ξένα διὰ τοῦ θεράποντος αὐτοῦ καὶ ἱεροῦ Νικολάου.

Βρύσιν ἔχων θαυμάτων ὁ θεῖος Νικόλαος καί τινος Συμεὼν Δεκαπολίτου, ἀνδρὸς ἐναρέτου, διεσώσατο φοιτητὴν ἐκ τοῦ δεινοῦ ναυαγίου, Νικόλαον τοὔνομα, ὃς καὶ διηγήσατο περὶ τοῦδε τοῦ θαύματος ὅτι· Πρὸς τὰ τοῦ Καταβόλου μέρη, μετά τινων πλευστικῶν συμπλέοντός μου κατ’ ἐπιτροπὴν Συμεών, τοῦ ἐπιστάτου μου, διὰ χρῆσίν τινα εὐπλοοῦμεν ἀγαλλιώμενοι σφόδρα. Καὶ ἐξαίφνης καταπίπτει ἡμῖν καταιγίς, θύελλα καὶ θροῦς θαλάσσης καὶ βαθεῖα σκοτόμαινα καὶ κλόνος καὶ τάραχος, ὥστε μὴ μόνον τὰ ἱστία ἀλλὰ καὶ αὐτὸ τὸ πηδάλιον ἀπολῦσαι τὸν κυβερνήτην καὶ πρηνεῖς πάντας ἐκπεπτωκέναι καὶ κράζειν τὸ «Κύριε ἐλέησον» καὶ τὸ Ἅγιε Νικόλαε, πρόφθασον.

Καὶ ὁ ταῦτα διηγησάμενος μοναχὸς φοιτητὴς Νικόλαος ἔλεγεν ὅτι· Ἐθεώρουν ἐγὼ ἐπὶ τῆς θαλάσσης περιπατοῦντα τὸν ἅγιον Νικόλαον ὥσπερ ἐπὶ ξηρᾶς· καὶ ἐλθὼν ἐν τῷ πλοίῳ χαριέσσῃ καὶ ἱλαρᾷ τῇ φωνῇ λέγει τῷ κυβερνήτῃ· Ἀνάστα, ἀδελφέ, καὶ ἀφόβως ἔχου τῆς διακονίας σου· «μεθ’ ὑμῶν» γάρ «εἰμι», ὃν ἐκ τῶν Μυρέων τῆς Λυκίας κεκλήκατε Νικόλαον. Καὶ τοῦτο εἰπών, οὐκέτι τοῦτον ἐβλέπομεν, γέγονε δὲ παρευθὺς γαλήνη μεγάλη. Ἡμεῖς δὲ οἱ τοῦ ζῆν ἀπελπίσαντες καὶ πρηνεῖς ἐπικείμενοι τὸν Θεὸν ἐδοξάζομεν καὶ τὸν ἅγιον Νικόλαον ἐγεραίρομεν.

Γέγονε δὲ καὶ ἕτερός τις νεανίας, Νικόλαος κἀκεῖνος τοὔνομα, ὅστις καὶ ἔκ τινος δαιμονικῆς ἐπηρείας ἐπὶ μῆνας ἓξ πυρετῷ κατέκειτο, καὶ αἱ τῶν ποδῶν βάσεις ἤργησαν παντελῶς τοῦ βαδίσματος. Ἐπιστάσης δὲ τῆς τοῦ ἁγίου Νικολάου ἑορτῆς, κηρὸν πενιχρὸν ἐξωνεῖται τὸν κατὰ δύναμιν, καὶ ῥάβδῳ τινὶ στηριζόμενος πρὸς τὸν τοῦ ἁγίου Νικολάου νεὼν βιαζόμενος κατηυθύνετο· ᾧ καὶ συναντήσας ὁ ἅγιος, ὥσπερ τις ἱεροπρεπὴς ἀνήρ, λέγει αὐτῷ· Εἰ «θέλεις ὑγιὴς γενέσθαι», «ἀκολούθει μοι»· καὶ ἠκολούθησεν αὐτῷ ἕως τῶν προπυλαίων τοῦ ναοῦ, κἀκεῖ ἀπέστη ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ. Ὁ δὲ κυλλὸς ἐν τῇ εἰκόνι γνωρίζει τὸν ἅγιον, ὡς ὅτι αὐτός ἐστιν ὁ συναντήσας καὶ εἰπών· «Ἀκολούθει μοι», εἰ «θέλεις ὑγιὴς γενέσθαι»· καὶ τὴν ἁγίαν κρατήσας εἰκόνα τὴν ὑπόσχεσιν προσαπῄτει· καὶ ἐκ τῶν ἐν τῇ εἰκόνι σταυρίων ἕνα ἐπιλαβόμενος καὶ καταπιὼν εὐθὺς τοῦ πονηροῦ καὶ ἀκαθάρτου ἀπαλλάττεται δαίμονος.

Καὶ τῶν νεύρων διαλυθέντων ὅλου τοῦ σώματος, «ὑγιὴς ὁ ἄνθρωπος», κατὰ τὴν τοῦ ἁγίου ὑπόσχεσιν, γίνεται· ὅθεν καὶ πάντες οἱ πρὸς τὴν ἑορτὴν συναχθέντες καὶ τὸ παράδοξον τοῦτο θεασάμενοι τὸν Θεὸν καὶ τὸν ἅγιον ἐμεγάλυνον.

Ζέουσα πίστις ῥώσεως χορηγία, ἣν καί τις Λέων καλούμενος πρὸς τὸν ἅγιον κεκτημένος, ἔχων δὲ παρειμένα ὅλα τὰ μέλη τοῦ σώματος καὶ μήτε χεῖρας ἔχων κρατεῖν δυναμένας μήτε πόδας βαδίζειν ἰσχύοντας ἐν τῷ ἱερῷ σηκῷ τοῦ ἱεροῦ ἔρχεται Νικολάου μετὰ βίας ὅ τι πολλῆς· καὶ κατέμπροσθεν τῆς ἱερᾶς τούτου εἰκόνος ἑαυτὸν ἐπιρρίψας καὶ θερμῶς ἱκετεύων τρέπεται εἰς ὕπνον. Καὶ ὁρᾷ τὸν μέγαν θαυματουργὸν Νικόλαον πλήξαντα τῇ χειρὶ τὰ ἀκίνητα μέλη αὐτοῦ καὶ εἰπόντα αὐτῷ·

Ἐγέρθητι, ἄνθρωπε, καὶ περιπάτει ὀρθῶς δοξάζων τὸν Θεὸν τὸν τὰς ἰάσεις παρέχοντα τοῖς ἀσθενοῦσιν ἀνθρώποις. Καὶ μετὰ τὴν φωνὴν ταύτην ἀφυπνισθεὶς ὄρθιος ἦν καὶ οἰκείοις περιπατήσας ποσὶν ἀπῄει πρὸς τὸν οἶκον αὐτοῦ χαίρων καὶ δοξάζων τὸν Θεὸν καὶ τὸν εὐεργέτην καὶ ἰατρὸν αὐτοῦ θαυματουργὸν Νικόλαον μεγαλύνων ἀεί.

Ἧκεν ἡμῖν ὁ λόγος ἄρτι λοιπὸν καὶ νεώτερόν τι τοῦ θείου Νικολάου ἐξηγησόμενος θαῦμα. Σαρακηνὸς γάρ τις Αἰγύπτιος ἐν ἀκατίῳ τινί, ὡς ἔθος εἶχεν, ἁλιεύων, ἐπιπίπτει αὐτῷ «πνεῦμα καταιγίδος» μετὰ πολλῆς τῆς σφοδρότητος καὶ πρὸς τὰ βαθέα πελάγη αὐτὸν ἐξορίσας, ἀπήλπισε τῆς ζωῆς αὐτοῦ.

Καὶ δὴ τὸ πλοιάριον ἐξαπολύσας πρηνὴς πέπτωκε κατὰ τὸ μέσον αὐτοῦ κράζων καὶ λέγων· Ἅγιε Νικόλαε, ὃν ἐπικαλοῦνται οἱ Χριστιανοί, εἰ προφθάσεις καὶ διασώσεις με ἐκ τῆς ἀνάγκης ταύτης, ἀρνοῦμαι θρησκείαν Σαρακηνῶν καὶ γίνομαι Χριστιανός.

Εἶπε ταῦτα καὶ ἐκ τῆς πολλῆς τρικυμίας σκοτοδινιάσας ἔκειτο «ὡσεὶ νεκρός». Καὶ ἰδών, φησίν, ἱεροπρεπῆ ἄνδρα τινὰ λέγοντα πρός με· Καὶ εἰ ῥυσθῇς τοῦ παρόντος κινδύνου, γίνῃ Χριστιανός; Καὶ ἐξεῖπον ἐγώ· Ναί, κύριε, καὶ μόνον «ἐλέησόν με». Καὶ ταῦτα ἐμοῦ ὑπισχνουμένου, κεκράτηκε τὸ πηδάλιον ὁ ἅγιος καὶ οὐκ ἀπέστη διακυβερνῶν, ἄχρις ἂν ἐν τῷ τῆς Ἀτταλείας κάστρῳ διεσώσατό με. Καὶ ἐν τῇ χέρσῳ παραδοθείς, ἐθαύμαζον πάντες καὶ ἐκάλουν με μονοναύτην. Καὶ πολλά με οἱ ἄνθρωποι ἐπερωτοῦντες, ἐπεζήτουν ἐγώ, εἰ ἔστιν ὧδε ναὸς τοῦ ἁγίου Νικολάου. Καὶ ἄγουσί με πρὸς τὸν ζητούμενον ναόν, καὶ εἶδον τὸν χαρακτῆρα τοῦ ῥυσαμένου με ἐν τῇ ἁγίᾳ εἰκόνι καὶ ἔγνων αὐτὸν καὶ προσεκύνουν αὐτὸν καὶ ὡμολόγουν τὴν χάριν τοῦ ἁγίου Νικολάου τὴν εἰς ἐμὲ γενομένην.

Καὶ ταῦτα μὲν ὅ ποτε Σαρακηνὸς ἐξηγήσατο. Οἱ δὲ ἐκ τοῦ κάστρου ἄνδρες συμμαρτυροῦσι τὸ θαῦμα καὶ ὅτι ἐβαπτίσθη ὁ ἀνὴρ καὶ ἐγένετο Χριστιανὸς καὶ Χριστιανὴν ἔλαβε νόμιμον γυναῖκα καὶ ἐτεκνοποίησε καὶ εὔπορος γέγονε. Καὶ οἱ παῖδες αὐτοῦ μέχρι τοῦ νῦν τὸ πατρικὸν διασῴζουσιν ὄνομα, τὰ τοῦ μονοναύτου παιδία λεγόμενα. Καὶ τὸν ἅγιον Νικόλαον ἐτησίως ἑορτάζουσι, καὶ τὸ εἰς τὸν πατέρα γενόμενον θαῦμα καὶ αὐτοὶ μαθόντες ἐκθειάζουσιν εἰς δόξαν Θεοῦ καὶ εἰς ἔπαινον τοῦ θείου καὶ θεοφόρου πατρὸς ἡμῶν Νικολάου.

Ἔν τινι τῶν ἐν τῇ βασιλευούσῃ μοναστηρίων τοῦ θείου Νικολάου ἄνθρωποι τοῦ δημοσίου τινὲς ἀγέρωχοι καὶ ἀλαζόνες σφόδρα ἐκάκωσαν τὸν προεστῶτα καὶ πάντας τοὺς ἀδελφοὺς περί τινος ὑποθέσεως. Καὶ πάντες μὲν οἱ ἀδελφοὶ ἐπιεικῶς τὸν ἅγιον ἐδυσώπουν λυθῆναι τὴν συμφοράν. Εἷς δέ τις τῶν ἀδελφῶν πλεῖον πάντων δεινοπαθήσας κατὰ κεφαλῆς ἐν τῇ ἁγίᾳ εἰκόνι τύπτει τὸν ἅγιον τῇ ῥάβδῳ τῶν κανδηλῶν, καὶ κρουνῖδες αἱμάτων εὐθέως ἐκενοῦντο ποταμηδόν, καὶ τὸ λοιπὸν τῆς εἰκόνος αἵμασι περικλύσας, τρόμος οὐχ ὁ τυχὼν εἶχε τὸν τύψαντα καὶ πάντας ὁμοῦ. Ὁ δὲ ἅγιος τοῖς αἵμασι πεφοινιγμένος ἐν τῇ νυκτὶ ἐκείνῃ ὤφθη τῷ βασιλεῖ καί· Ὁρᾷς, ἔφη, ὦ βασιλεῦ, ὁρᾷς, οἷα δρῶνται ὑπὸ τῶν ἡμερῶν τῆς σῆς βασιλείας;

Καὶ ὅρα ὅτι οὐδὲ ἐπὶ σοὶ καλὸν ἀποβήσεται, εἰ οὐ διορθώσει τὸ σφάλμα σου, ὅτι αἱ κακαὶ τῶν σῶν ὑπηρετῶν ἀταξίαι ἐπὶ σοὶ τὴν ἀναφορὰν ἔχουσιν. Ὁ δὲ βασιλεὺς ἐκ πολλοῦ τοῦ δέους οὐδὲ ἐπερωτῆσαι ἠδύνατο τίς ἐστιν ὁ φανείς. Ὁ δὲ ἅγιος ἀφ’ ἑαυτοῦ καὶ τὸ ὄνομα ἐδήλου καὶ τὴν μονήν· Ἐγώ εἰμι, φησί, Νικόλαος ὁ ἐκ τῆς τοῦ Μολυβωτοῦ μονῆς. Καὶ ταῦτα εἰπὼν ἀπέστη τοῦ βασιλέως. Καὶ ὁ βασιλεὺς μετὰ δέους ὅ τι πολλοῦ τὴν μονὴν ἐπιφθάνει, ἐν ᾗ καὶ τὴν ἁγίαν τοῦ ἁγίου εἶδεν εἰκόνα καθῃμαγμένην, καὶ πολλὰ τὸν ἅγιον δυσωπήσας ἐξῃτεῖτο συγγνώμην, καὶ πολλὰς προνοίας βασιλικὰς τετυπωκὼς τῇ μονῇ καὶ θεραπεύσας σὺν τῷ προεστῶτι τοὺς ἀδελφοὺς δεδιττόμενος ἀνακάμπτει. Καὶ ἔκτοτε ὁ βασιλεὺς εὖ διετέθη πρὸς τὴν μονὴν διὰ τοῦδε τοῦ θαύματος.

Ὄντως «δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ ὑψίστῳ», κατὰ τὴν σοφὴν παροιμίαν. Ἐγὼ δέ, ἅγιε τοῦ Θεοῦ ἱεράρχα καὶ μεγάλε θαυματουργὲ Νικόλαε, ἐκ τῆς θεοβρύτου πηγῆς τῶν πολλῶν σου θαυμάτων ταῦτα τὰ ὀλίγα συλλεξάμενος ἐρανισάμην συνοπτικῶς, ὡς μήτε πλείονα δυνηθεὶς εὑρηκέναι καὶ ἀρύσασθαι τῆς ῥηθείσης πηγῆς, μήτε φαιδρότερον ἢ χαριέστερον ἱκανῶς ἔχων ἐξειπεῖν περὶ τούτων. Σὺ δέ, ὡς ὄντως πατὴρ φιλόστοργος καὶ φιλότεκνος καὶ φιλάγαθος, ὡς δῶρον χρηστὸν καθυπόδεξαί μου τὸ δρᾶμα, εἰ καὶ μὴ χρῄζεις τούτου· ἴσμεν γὰρ ὅτι οὐ χρῄζεις τὰ παρ’ ἡμῶν πλούσιος ὢν καὶ τὴν οὐράνιον βασιλείαν ἐνδιαίτημα κεκτημένος. Ἔνθεν καὶ μᾶλλον τὴν προαίρεσιν ἀποδεξάμενος, θαύμασον ὅτι, καὶ μὴ χρῄζοντός σου, προαιρούμεθά σοι προσφέρειν τὰ κατὰ δύναμιν τῆς ἡμετέρας πτωχείας, ὦ πανάγιε. Καὶ τί λοιπὸν οὐκ ἂν εἴχομεν δρᾶσαι, εἴ γε καὶ αὐτὸς ἔχρῃζες καὶ ἡμεῖς ηὐποροῦμεν; Ἡ γὰρ τῶν σῶν ἐγκωμίων ὑπόθεσις «κατὰ παντὸς λόγου φέρει τὰ νικητήρια»· ἀλλ’ ὅμως ἕλκει πόθος πολλάκις καὶ αὐτῶν ἐφίεσθαι τῶν ἀνεφίκτων· ὅπερ τάχα κἀγὼ πεπονθὼς μικρά σοι τῷ μεγάλῳ προσθεῖναι τῶν ἐγκωμίων κατατολμῶ πρὸς τὸ τέρμα τοῦ λόγου· σοῦ γὰρ καὶ ἡ ζωὴ περιβόητος καὶ ἡ κοίμησις χαροποιός.

Πλουτῶν γὰρ τὴν χάριν τοῦ Παρακλήτου τὰ ἔργα τῆς χαρᾶς εἰργάζου διὰ παντός. Ἔνθεν καὶ αὐτὸς ἔχαιρες ἐνθέως καὶ οἱ τὸ σὸν καθορῶντες τίμιον πρόσωπον. Ἐπεὶ οὖν οἰκείως ἔχεις τὰ πρὸς χαράν, οὐδὲν ἀποδέει σοι τῷ μεγάλῳ μικρὰ χαιρετίσαι καὶ καταπαῦσαι τὸν λόγον.

Χαίροις, πάτερ Νικόλαε, ὡς τῆς Τριάδος ὑπέρμαχος, τῶν ὀρθοδόξων ἐπίκουρος καὶ τῶν ἀπίστων τὸ φίμωτρον. Χαίροις, πάτερ Νικόλαε, ὡς τὸν Χριστὸν ἀγαπήσας καὶ ἀγαπηθεὶς ὑπ’ αὐτοῦ καὶ γνησίως φυλάξας τὰς αὐτοῦ ἁγίας ἐντολάς.

Χαίροις, πάτερ Νικόλαε, ὅτι σὺν τῷ Πατρὶ ἐλθὼν ὁ Χριστὸς καὶ τῷ Πνεύματι μονὴν παρὰ σοὶ ἐποιήσατο διὰ τῆς ἐντολῶν φυλακῆς, ὡς ὑπέσχετο. Χαίροις, πάτερ Νικόλαε, ὅτι ὁ Θεὸς ἐνοικήσας ἐν σοὶ καὶ ἐμπεριπατήσας σημεῖα καὶ τέρατα εἰργάσατο μεγάλα διὰ σοῦ καὶ ὑπὲρ ἄνθρωπον.

Χαίροις, πάτερ Νικόλαε, ὡς τὰ ἔργα τοῦ Χριστοῦ καὶ αὐτὸς ἐργασάμενος ὡς πιστὸς θεράπων αὐτοῦ ἐξέλαμψας τῷ κόσμῳ τοῖς θαύμασι. Χαίροις, πάτερ Νικόλαε, ἀγγέλων ἰσοστάσιε, ὁμόσκηνε δικαίων καὶ μαρτύρων συμμέτοχε.

Χαίροις, πάτερ Νικόλαε, «ὡς ἀποστόλων ὁμότροπος», ὡς ὑποφήτης τῆς χάριτος καὶ ὡς μέγας τῶν θλιβομένων ἐπίκουρος. Χαίροις, πάτερ Νικόλαε, ὡς «μακάριος» ὄντως «ἀνήρ», ὅτι «οὐκ ἐπορεύθης ἐν βουλῇ ἀσεβῶν», ἀλλὰ καὶ ἀσεβεῖς πρὸς εὐσέβειαν ἐπιστρέψας ἐφώτισας.

Χαίροις, πάτερ Νικόλαε, ὅτι «ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστης», ἀλλὰ καὶ ἁμαρτωλοὺς πρὸς μετάνοιαν ἐπιστρέψας προσήγαγες Θεῷ. Χαίροις, πάτερ Νικόλαε, ὅτι «ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισας», ἀλλ’ ἐπὶ θρόνου ἁγιωσύνης καθεσθεὶς πολλοὺς τῶν λοιμῶν ἐξανέστησας θρόνους καὶ βελτίστους ἀπέφηνας.

Χαίροις, πάτερ Νικόλαε, ὅτι «τὸν νόμον Κυρίου μελετήσας ἡμέρας καὶ νυκτός», «ὡς ξύλον» ὤφθης «πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων», ἐξ ὧν καὶ αὐξηθεὶς ἐπλατύνθης, ἐμεγαλύνθης, ἐκαρποφόρησας καρπὸν ἀφθαρσίας τῷ Σωτῆρι Θεῷ.

Χαίροις, πάτερ Νικόλαε, γεωργοῦ τοῦ παγγεωργοῦ ἀνύστακτε γεωργέ, ὅτι τὰ τῆς θείας χάριτος σύνεργα εἰληφὼς καὶ τὰ ζεύγη τῶν ἀρετῶν καὶ τὸ ἄροτρον τῆς οὐρανίου γεωργίας κατέσπειρας δαψιλῶς τὸν λόγον τῆς χάριτος· οὐκ ἐνύσταξας δέ, ἵνα ὁ πονηρὸς ταῖς θεοσπόροις ἀρούραις παρασπείρῃ ζιζάνια αἱρέσεων πικροτάτων, ἀπελίκμησας δὲ μᾶλλον σῖτον ὀρθοδοξίας ἕως τριάκοντα καὶ ἑξήκοντα καὶ ἑκατὸν τὴν ἀνάβασιν.

Χαίροις, πάτερ Νικόλαε, ὅτι ὡς γενναῖος στρατιώτης καθοπλισθεὶς τῇ πανοπλίᾳ τοῦ Πνεύματος στίφη αἱρετικῶν καὶ ἀθέων κατετροπώσω ληρήματα. Χαίροις, πάτερ Νικόλαε, ὡς ἰατρὸς ποικιλοτρόπων παθῶν καὶ νοσημάτων παντοδαπῶν φαρμακοθήκην ἔχων πεπληρωμένην φαρμάκων θεοπρεπῶν.

Χαίροις, πάτερ Νικόλαε, ὡς κυβερνήτης χρηστὸς διὰ Ζεφύρου τριαδικοῦ καὶ πλωτήρων θεοπρεπῶν καὶ ἱστίων πνευματικῶν, δι’ ὧν καὶ πλευστικοὺς κινδυνεύοντας ἔσωσας πλείστους καὶ τὴν σὴν ὁλκάδα Ἐκκλησίαν πηδαλιουχήσας ἐπιστημόνως πρὸς τοὺς θείους καὶ παγγαλήνους λιμένας ἀνήγαγες κατακλυσμοῦ ἀσεβείας διακυβερνήσας ἀνέπαφον· τὸν ζοφερὸν δὲ κόρακα μετὰ τῆς πτωματώδους τροφῆς ἀρειανικῆς ληρωδίας ἔβαλες ἔξω, καὶ διὰ θείας περιστερᾶς Πνεύματος ἁγίου κάρφος ἐλαίας δεξάμενος ἀπεξήρανας πάθη, καὶ ἐξήρανας παραφυάδας ἐννοιῶν ἀνωφελῶν, καὶ ἐφύτευσας ἀμπελῶνα Χριστὸν ἐν τῇ καρδίᾳ σου ὡς ἔπρεπεν, καὶ ἐμεθύσθης ἀπὸ πιότητος οἴνου αὐτοῦ, κατὰ τὴν θείαν φωνήν.

Χαίροις, πάτερ θαυματουργὲ Νικόλαε, ἡ βρύσις τῶν θαυμάτων, τῶν ὀρφανῶν ὁ πατὴρ καὶ τῶν χηρῶν ὁ προστάτης. Χαίροις, πανόλβιε πάτερ Νικόλαε, ἀναιρέτα τῆς ἁμαρτίας, τῶν πενομένων ἡ χορηγία καὶ προικοδότα κρυπτέ.

Χαίροις, πάτερ τρισμάκαρ Νικόλαε, ὡς βασιλέων καὶ ἐπάρχων καὶ δυναστῶν πλείονα κεκτημένος τὴν ἔνθεον παρρησίαν καὶ διελέγχων αὐτοὺς καθ’ ὕπνους καὶ καθ’ ὕπαρ. Χαίροις, πάτερ ἱεράρχα Νικόλαε, ὡς <δέκατος> τρίτος τῆς δωδεκάδος ἀπόστολος καὶ «διὰ τῶν ἐπακολουθούντων σημείων» τῶν θρόνων καὶ τῶν θαυμάτων διάδοχος.

Χαίροις, τρισόσιε καὶ πανόσιε πάτερ Νικόλαε, ὡς θεῖος ὑποφήτης, ὡς ἄριστος καθηγητής, ὡς ῥύστης τῶν θνῃσκόντων ἀδίκως διὰ δώρων καὶ ξενίων· καὶ ἵνα τὸ πληρέστατον ἐξείπω «χαῖρε»· χαῖρε, θεῖε πάτερ Νικόλαε, μαθητὰ καὶ μιμητὰ τοῦ Χριστοῦ, ἐξ οὗ καὶ δι’ οὗ φωστὴρ μέγας καὶ ἄγγελος ἐπίγειος ἐν ὅλῳ κατεφάνης τῷ κόσμῳ, ἐξ οὖ καὶ δύσας ὡς τῆς θνητῆς φύσεως κοινωνὸς ἐξανέτειλας πάλιν πρὸς σέλας τριαδικὸν ἐντυγχάνων ἀμέσως ὑπὲρ τῶν σὲ τιμώντων, πανσεβάσμιε.

Ἐκεῖθεν οὖν, ὦ πάτερ πατέρων θεῖε Νικόλαε, καὶ ἡμῶν μνημονεύσας λιτάνευσον ὑπὲρ πάντων, συγγραφέων, ἀναγνωστῶν, ἀκροατῶν, μνημοποιῶν, διακονητῶν καὶ ὑπὲρ πάντων ἁπαξαπλῶς καὶ ὑπὲρ εἰρήνης τοῦ κόσμου, ἵνα πάντες ὁμοῦ ἐλέους τινὸς ἐπιτευξάμενοι ἐκεῖθεν καὶ ὀφλημάτων ἄφεσιν, καταξιωθῶμεν τέλους ἀγαθοῦ καὶ μεθέξεως ἀγαθῶν αἰωνίων ταῖς θερμαῖς σου πρεσβείαις, ἵνα τὸν σὲ δοξάσαντα δοξάσωμεν καὶ ἡμεῖς χείλεσιν ἀναξίοις, Πατέρα, Υἱὸν σὺν ἁγίῳ Πνεύματι ἐν θεότητι μιᾷ· ᾗ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.