Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Πανηγυρικός λόγος

Νεόφυτος ὁ Ἔγκλειστος

Πραγματεία περί της δεσποτικής σαρκός

Θεολογική εξέταση περί του αφθάρτου της σαρκός του Χριστού και της φύσεως των Τιμίων Δώρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 27 από 30

ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΣΥΝΟΠΤΙΚΗ ΠΑΡΕΞΕΤΑΣΙΣ ΠΕΡΙ ΤΗΣ ΝΕΟΦΑΝΟΥΣ ΔΙΧΟΝΟΙΑΣ ΕΙΤΕ ΑΦΘΑΡΤΟΝ ΕΙΤΕ ΦΘΑΡΤΗΝ Ο ΧΡΙΣΤΟΣ ΠΡΟΣΕΛΑΒΕΤΟ ΣΑΡΚΑ, ΕΚ ΠΝΕΥΜΑΤΙΚΩΝ ΔΕ ῬΗΣΕΩΝ ΑΝΑΜΦΙΒΟΛΩΝ Η ΠΑΡΕΞΕΤΑΣΙΣ ΠΑΡΙΣΤΩΣΑ ΤΑΣ ΑΠΟΔΕΙΞΕΙΣ Εὐλόγησον, πάτερ. Εὐδόκησεν ἡ χάρις τοῦ παναγίου Πνεύματος διὰ τῆς ἐμῆς ἀγροικίας βραχέα φιλοσοφῆσαι πρὸς τὴν προκειμένην ὑπόθεσιν, ὅτι καλὸν τῷ ἀνθρώπῳ περιεργάζεσθαι τὰ περὶ τῆς ἰδίας σαρκὸς πάθη καὶ θεραπεύειν αὐτὰ καὶ μηδὲν περὶ τῆς τεθεωμένης καὶ δεσποτικῆς ἐκείνης σαρκὸς περιεργάζεσθαι τολμηρῶς· «Βαθύτερά σου μὴ ἐρεύνα», φησί, «καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε· ἃ προσετάγη σοι, ταῦτα διανοοῦ, οὐ γὰρ ἔστι σοι χρεία τὰ κρυπτὰ» βλέπειν ἐν ὀφθαλμοῖς· καὶ αὖθις· «Ἄμελγε γάλα», φησί, «καὶ ἔσται» σοι «βούτυρον· ἐὰν δὲ ἐκπιέζῃς μυκτῆρας, ἐξελεύσεται αἷμα». Καὶ μάλα εἰκότως κατάλληλον τὸ παράδειγμα· μετρίως γὰρ ἀμελγόμεναι γαλακτώδεις μυκτῆρες ἀποκρίνουσι γάλα, ἐκπιεζόμεναι δὲ ἀμέτρως ἀποσταλάζουσιν αἷμα.

Τοῦτο παραπλησίως συνέβη καὶ πρὸς τὴν παροῦσαν ὑπόθεσιν· περιεργαζόμενοι γὰρ ἄνθρωποι τὴν τεθεωμένην δεσποτικὴν σάρκα εἴτε φθαρτὴ εἴτε ἄφθαρτος ἦν, εἰς διχονοίας κατήντησαν καὶ πολλὰς αἱματώδεις ἀπεστάλαξαν ῥήσεις, οἱ μὲν φθαρτήν, οἱ δὲ ἄφθαρτον τὴν Χριστοῦ σάρκα εἶναι φιλονεικοῦντες.

Ἐμοὶ δὲ τῷ ἀμαθεῖ ἔδοξε τάχα ἀδιαφόρους εἶναι τὰς τοιαύτας ζητήσεις, ὡς τῶν μὲν τὴν θείαν φύσιν παραδηλούντων, τῶν δὲ τὴν ἀνθρωπίνην οὐσίαν ἐπιβεβαιούντων· ἡ δὲ τοῦ ἁγίου Πνεύματος ἀπεκάλυψε χάρις μὴ ἀδιαφόρους ἀλλὰ καὶ μάλα πολλὴν εἶναι τὴν διαφορὰν μεταξὺ τούτων τῶν ζητημάτων, ὅτι δεκτικὴν μὲν θανάτου ὁ Χριστὸς ἀνελάβετο σάρκα, ἵνα διὰ τοῦ θανάτου θα[νατώσῃ τὸν θάνατον *** ***] Λευκάρων, Ἀράβανδα οὕτω καλούμενον, ἐν ᾧ τις ἱερομόναχος λειτουργήσας ἐν τῷ τῆς ἁγίας μάρτυρος Μαρίνας νεῲ καὶ διά τινα κατεπείγουσαν βίαν ἐξελθὼν ἅλματι παρῆκεν ἀδιοίκητα τὰ ἅγια, καὶ εἰς τελείαν λήθην τούτων ἐλθὼν εἰσῆλθε κατὰ τὴν αὔριον καὶ ἄρας τὸ κάλυμμα ὁρᾷ αἷμα καὶ κρέατα ἐν τῷ ἁγίῳ ποτηρίῳ. Θάμβει δὲ καὶ αἰδῷ συσχεθεὶς πειρᾶται διὰ πυρὸς ἀναλῶσαι καὶ ἀφανίσαι αὐτά· καὶ δὴ πρὸς πλῆθος ἐφαπτομένων ἀνθράκων κατακενώσας τὰ ἅγια, οὐ μόνον οὐκ ἐτεφρώθησαν, ἀλλὰ καὶ κνῖσσαν ἀπετέλεσαν κρεώδη καὶ αἱματώδη καὶ ὡς ἐν χωνείᾳ ἐχωνεύθησαν εἰς ἓν κόμμα σαρκός. Καὶ πάλιν ὁ μοναχὸς φόβῳ συσχεθεὶς λαμβάνει καὶ ἀποκαθαίρει αὐτὸ τῆς αἰθάλης, καὶ πειρᾶται μὲν κατακρύπτειν αὐτὸ αἰδούμενος τοὺς ἀνθρώπους, οὐ διέλαθε δέ· ὁ γὰρ ἀρχιεπίσκοπος Κύπρου Ἰωάννης ὁ Κρητικὸς καὶ ὁ Κασιανὸς Ἀλέξιος ὁ δοὺξ ἀκούσαντες τοῦτο μεταστέλλονται αὐτὸ ἐν ἀργυρέῳ θηκαρίῳ μετὰ σεμνοῦ τοῦ σεβάσματος.

Καὶ αὖθις ἱερομόναχος ἕτερος, Λεόντιος τοὔνομα, διηγήσατό μοι ὅτι· Λειτουργῶν καὶ τὴν τῶν ἁγίων μυστηρίων εὐλαβούμενος διοίκησιν παρέβαλλον αὐτὰ τὸ παιδίον μου, ὡς καθαρὸν καὶ ἀμίαντον· καί ποτε τοῦτο ποιοῦντός μου ἠλλοιώθη τὸ παιδίον καὶ ἐτινάχθη καὶ ἐρευξάμενον ὥσπερ κεκορεσμένον λέγει μοι· Ὦ κῦρι, κρέη με παραβάλλεις;

Εἶτα καὶ ἕτερος μοναχὸς ἐξεῖπέ μοι ὅτι· Ὄντος μου ἐν Ἱεροσολύμοις ἐν τῇ τοῦ μεγάλου Εὐθυμίου μονῇ, ἱερουργήσαντος τοῦ ἱερέως καὶ ὑψώσαντος τὸν θεῖον ἄρτον κατὰ τὸ εἰωθὸς ἤρξατο μελίζειν αὐτόν· καί τις τῶν νεωτέρων μοναχῶν ὀξέως ἐπιδραμὼν κατέσχε τὰς τοῦ ἱερέως χεῖρας, ὃς καὶ ἐρωτηθεὶς παρὰ τοῦ ἡγουμένου Θεοστηρίκτου, τοῦ γέροντος, ὅτου χάριν κατέσχε τὰς τοῦ ἱερέως χεῖρας· Παιδίον, φησίν, ἐδόκουν τὸν ἱερέα κατεπειγόμενον σφάξαι, καὶ δραμὼν ἐκράτησα τὰς χεῖρας αὐτοῦ κωλῦσαι βουλόμενος τὴν σφαγήν. [Ε]ἰ οὖν καὶ ἐν τῷ ἁγίῳ ποτηρίῳ αἷμα καὶ σάρκα εὑρίσκονται καὶ μεταδιδόμενα ὡς κρέη ἐφάνησαν καὶ ὁ θεῖος ἄρτος μελιζόμενος ὡς παιδίον ἀπεκαλύφθη σφαττόμενον, τίς ἂν τολμήσειε φάναι φθαρτὰ τὰ θεῖα δῶρα, μέχρις ἂν εἰς τὸ στόμα εἰσέλθωσι τοῦ μεταλαβόντος αὐτά; Ὄντως τοῦτό ἐστι διανοίας ἐπίπλασμα κακοδαίμονος, ὡς καί τινι τῶν σοφῶν πρὸ ἡμῶν πεφιλοσόφηται κάλλιστα.

Ταῦτα δὲ οὐ κατὰ τεχνολογίαν, ἀμαθὴς γὰρ καὶ ἰδιώτης ἐγώ, ἀλλ’ ἐξ ὧν ἡ τοῦ παναγίου Πνεύματος ἀπεκάλυψε χάρις θαρρῶν γεγράφηκα πρὸς τὴν προκειμένην ὑπόθεσιν. Εἰ δέ τις πειρᾶται ἀντιλέγειν πρὸς τὰ ῥηθέντα καὶ τὴν ἰδίαν φρόνησιν καὶ σοφίαν κρατῦναι φιλονεικῶν, οὐδείς μοι πρὸς αὐτὸν φιλονεικίας λόγος, ἀλλ’ ἔχει πάντως τὸν εἰρηκότα ὅτι· Ἰδοὺ ἐγὼ ἔρχομαι συναγαγεῖν τὰ ἔργα καὶ τοὺς λόγους καὶ τὰς ἐνθυμήσεις αὐτῶν «καὶ ἀποδώσω ἑκάστῳ κατὰ τὰς πράξεις αὐτοῦ».

Εὐχή. Χριστὸς δὲ ὁ Θεὸς ἡμῶν, ὁ πατρικῇ εὐδοκίᾳ καὶ συνεργίᾳ Πνεύματος ἁγίου ἀφράστως ἐκ Παρθένου μητρὸς σαρκωθείς, πλοῦτον ἀφθαρσίας σώματος καὶ ψυχῆς ἡμῖν πρυτανεύσαι τῇ αὐτοῦ χάριτι· ἀμήν.