Ἔργον
Νεόφυτος ὁ Ἔγκλειστος – Πανηγυρικός λόγος
Λόγος στη Γέννηση του Χριστού
Εορταστική ομιλία για το μυστήριο της θείας ενανθρωπήσεως, με ερμηνεία των σχετικών προφητειών και των ευαγγελικών γεγονότων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος στη Γέννηση του Χριστού
Εορταστική ομιλία για το μυστήριο της θείας ενανθρωπήσεως, με ερμηνεία των σχετικών προφητειών και των ευαγγελικών γεγονότων.
ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΛΟΓΟΣ ΕΙΣ ΤΟ ΑΧΡΑΝΤΟΝ ΚΑΙ ΘΕΙΟΝ ΓΕΝΕΘΛΙΟΝ ΤΟΥ ΜΕΓΑΛΟΥ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ· ΚΑΙ ΕΙΣ ΤΟ «ΟΤΙ ΠΑΙΔΙΟΝ ΕΓΕΝΝΗΘΗ ΗΜΙΝ, ΥΙΟΣ»· ΚΑΙ ΔΙΑΤΙ «ΜΕΓΑΛΗΣ ΒΟΥΛΗΣ» ΛΕΓΕΤΑΙ «ΑΓΓΕΛΟΣ» ΚΑΙ «ΘΑΥΜΑΣΤΟΣ ΣΥΜΒΟΥΛΟΣ»· ΔΙΑΤΙ ΔΕ ΚΑΙ ΠΑΣΑΝ ΤΗΝ ΚΡΙΣΙΝ Ο ΠΑΤΗΡ ΔΕΔΩΚΕ Τῼ ΥΙῼ· ΚΑΙ ΔΙΑΤΙ «ΑΡΧΩΝ ΕΙΡΗΝΗΣ ΚΑΙ ΠΑΤΗΡ» ΛΕΓΕΤΑΙ «ΤΟΥ ΜΕΛΛΟΝΤΟΣ ΑΙΩΝΟΣ»· ΚΑΙ ΤΙΝΟΣ ΧΑΡΙΝ Η ΠΟΛΛΗ ΚΑΙ ΑΝΕΙΚΑΣΤΟΣ ΑΥΤΗ ΓΕΓΟΝΕ ΣΥΓΚΑΤΑΒΑΣΙΣ Εὐλόγησον, πάτερ. Ἴσμεν γὰρ ἅπαντες, ἴσμεν τόνδε τὸν αἰσθητὸν ἥλιον πανταχοῦ διαυγάζοντα τὴν ὑφήλιον ἅπασαν, «καὶ οὐκ ἔστιν οὐδεὶς ὃς ἀποκρυβήσεται τῆς θέρμης αὐτοῦ» καὶ <τῆς> παμφαεστάτου λαμπρότητος.
Ἀλλά γε τὰς αὐτοῦ φαιδροτάτας καὶ ἡλιακὰς λαμπηδόνας ὁμίχλη νεφέλης καὶ φυτοῦ ἀποσκίασμα κατακαλύπτει πολλάκις, ἀλλὰ καὶ πάλιν ἀνέμου τινὸς ἐπιπνεύσαντος τό τε νεφικὸν ἐπικάλυμμα ἐκεῖνο καὶ τὴν ὁμίχλην διασκεδάσαν ῥᾳδίως τὸν ἥλιον εὐθὺς καὶ τὰς αὐτοῦ φεγγοβόλους ἀκτῖνας ἐξήπλωσε τρανῶς ἐπὶ πᾶσι. Τὸν δὲ πρὸ ἡλίου «ἥλιον τῆς δικαιοσύνης» τὸν νοητόν, τὸν ἐκ τῆς κούφης νεφέλης καὶ φωτοφόρου καὶ ἡλιακῆς καὶ πανάγνου νηδύος παραδόξως σήμερον γεννηθέντα, κατακαλύπτει ὡς νεφέλη ἡ τοῦ «δούλου μορφή», σπάργανά τε νηπιώδη καὶ σπήλαιον πενιχρὸν καὶ ἄλλα τινὰ οἰκονομικῶς, ὅσα πτωχείας καὶ ταπεινότητος σύμβολα καθεστήκασιν.
Ἀλλὰ καθὼς καὶ εἴρηται ἀνωτέρω, ὅτι ἀνέμου πνοὴ καὶ φορὰ τὸ δι’ ὁμίχλης τε καὶ νεφέλης κάλυμμα διασκεδάσαν τὰς ἡλιακὰς λαμπηδόνας φανεροῖ τηλαυγῶς, οὕτω καὶ ἐνταῦθα τὸν «ἥλιον τῆς δικαιοσύνης» Θεὸν καὶ Δεσπότην καλυπτόμενον διὰ σπαργάνων καὶ κρυπτόμενον ἐν σπηλαίῳ καὶ φάτνῃ ἀλόγων κτηνῶν, διὰ πολλὴν συγκατάβασιν καὶ «ὑπερβολὴν ἀγαθότητος», τὸ συνεργῆσαν πανάγιον Πνεῦμα τοῦ μυστηρίου τὴν ἔκβασιν καὶ ἡ τοῦ Πατρὸς εὐδοκία φανεροῖ τηλαυγῶς τὸν ἐν τῇ φάτνῃ κρυπτόμενον ἥλιον Θεὸν καὶ κινεῖ πᾶσαν κτίσιν, ὁρατήν τε καὶ ἀόρατον, συνδραμεῖν τε καὶ κηρῦξαι τὸν «βασιλέα τῆς δόξης» καὶ δημιουργὸν τῶν ἁπάντων ἐν σπηλαίῳ κρυπτόμενον καὶ τῇ φάτνῃ καὶ τοῖς σπαργάνοις ἐνειλημένον. Ἔνθεν καὶ μάγοι ἐξ ἀνατολῶν μετὰ δώρων πολυτελῶν σὺν ἀστέρι ὁδηγῷ ἥκουσιν ἀδιστάκτως δωροφορῆσαι καὶ προσκυνῆσαι πιστῶς.
Οὐ μόνον δὲ ἀλλὰ καὶ οὐρανόθεν ἄγγελοι καταπτάντες τῷ ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρηνάρχῃ διὰ πατρικῆς εὐδοκίας πρὸς ἀνθρώπους Θεοῦ καταλλαγὴν μελῳδικῶς ἀνεκραύγαζον, καὶ ὡς οἰκείῳ βασιλεῖ τὴν ὀφειλομένην φήμην ἀπένεμον, καὶ τὸν ἔτι λανθάνοντα βασιλέα τρανῶς ἀπεκάλυπτον, καὶ ὡς «ποιμένα τῶν προβάτων τὸν μέγαν» τοῖς πλησιοχώροις ποιμέσιν ἀραρότως κατήγγελλον· «Ὅτι ἐτέχθη», φησίν, «ὑμῖν σήμερον σωτήρ, ὅς ἐστι Χριστὸς Κύριος ἐν πόλει Δαβίδ. Καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον καὶ κείμενον ἐν τῇ φάτνῃ». Τοῦτο δὲ «οἱ ποιμένες» ἀκούσαντες «εἶπον πρὸς ἀλλήλους· Διέλθωμεν δὴ ἕως Βηθλεὲμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο, ὃ ὁ Κύριος ἐγνώρισεν ἡμῖν. Καὶ ἦλθον σπεύσαντες καὶ εὗρον τήν τε Μαρίαν καὶ τὸν Ἰωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ, καὶ ἰδόντες διεγνώρισαν» τῷ λαῷ, «καὶ ὑπέστρεψαν δοξάζοντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον, καθὼς ἐλαλήθη πρὸς αὐτούς».
Τίνος ἕνεκεν ἐξ οὐρανοῦ τε καὶ γῆς διαφημίζεται καὶ μεγαλύνεται τῷ ἐν σπηλαίῳ καὶ φάτνῃ ὡς νήπιον διαλανθάνοντι; Δηλονότι ἵνα διαγνωσθῇ «ἐν πάσῃ τῇ κτίσει» ὅτι τὸ νηπιῶδες τοῦτο παιδίον πάντων κρατεῖ ἀοράτων καὶ ὁρατῶν καὶ τῆς δόξης ἐστὶ βασιλεύς.
Διὰ τοῦτο γὰρ καὶ ἅπασα ἡ κτίσις νόμῳ φύσεως αἰδεσθεῖσα τὸ ξένον καὶ ἀπόρρητον ἐκείνου τοῦ τόκου ἔστη ἀκίνητος, ὥστε καὶ ῥοαὶ ποταμῶν καὶ κρηνῶν ἀναβλύσεις καὶ κινήσεις θαλασσῶν καὶ πτήσεις πετεινῶν καὶ βαδίσεις ἀνθρώπων καὶ ἑρπετῶν καὶ θηρίων καὶ τετραπόδων καὶ ἁπλῶς ἅπασα φύσις καὶ κτίσις, οὐράνιός τε καὶ ἐπίγειος, ἔστη καὶ ἐξέστη καὶ ἤργησε καὶ ὡς ἐν στιγμῇ ὥρας τοῦ ἰδίου δρόμου καὶ τοῦ ἔργου κατέπαυσεν, ἄχρις ἂν τὸ τοῦ ξένου καὶ ἀπορρήτου τόκου ἐκείνου μυστήριον πεπεράτωται, καθὼς καὶ ἡ περὶ τούτων ἱστορία σαφῶς κατεμήνυσε.
Κἀγὼ δέχομαι καὶ πιστεύω τοῦτο ἀσπασίως καὶ πείθομαι, ὡς ἀμήχανον ἔργου τοσούτου ἐργαζομένου ἄλλο τι τολμηρῶς συνεργάζεσθαι καὶ κινεῖσθαι ποσῶς. Ἀλλ’ ὁμοῦ ἔστησαν πάντα καὶ ἐξέστησαν νόμῳ φύσεως λογικά τε καὶ ἄλογα, ὁρατά τε καὶ ἀόρατα, ὡς δοῦλα τῷ Δεσπότῃ αἰδούμενα. «Ἐθεμελίωσας» γὰρ «τὴν γῆν, καὶ διαμένει τῇ διατάξει σου· διαμένει», φησίν, «ὅτι τὰ σύμπαντα δοῦλα σά». Ἐπεὶ οὖν «τὰ σύμπαντα δοῦλα» αὐτοῦ καὶ τοῦ ἰδίου Δεσπότου τὸ μέγα ἔργον ᾔσθοντο τῆς σωτηρίας τοῦ κόσμου, ἕκαστον τῶν κτισμάτων ἔστη ἀπαρασάλευτον, ἕως οὗ τὸ θεῖον ἔργον ἐκεῖνο τετέλεσται, καὶ εἶθ’ οὕτως τὰ ἑαυτῆς ἐργαστήρια πάλιν ἡ κτίσις ἐγνώριζεν.
Ὄντως «‘ἐξέστη ὁ οὐρανὸς’ ἐπὶ τούτῳ καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα», «ὅτι παιδίον ἐγεννήθη ἡμῖν καὶ υἱὸς Θεοῦ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ» ὁμοίου αὐτοῦ καὶ συναϊδίου Πατρός, «καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος».
Καὶ «ἄγγελος» μὲν λέγεται ὡς εὐαγγέλια φέρων ἐκ Θεοῦ καὶ πατρὸς καταλλακτήρια, καὶ διὰ τοῦ θείου βαπτίσματος υἱοθεσίας ἀξιωτήρια, καὶ τῆς φύσεως ἡμῶν ἐκ τῆς δουλείας τῆς πονηρᾶς ἀπαλλακτήρια, καὶ θανάτου παντελῶς ἀναιρετήρια, καὶ διαβόλου ἀσυμπαθῶς ἐξαλειπτήρια, καὶ δαιμόνων τυραννίδος δεσμωτήρια, καὶ νεκρῶν πολυχρονίων ἐξαναστήρια, καὶ μυστηρίων ὁμοῦ μεγάλων καὶ καινῶν παραδοτήρια· οὐ μὴν δὲ ἀλλὰ καὶ οὐρανῶν βασιλείας ὑποσχετήρια καὶ τοῖς καλῶς βεβιωκόσιν ἀθανασίου κληρονομίας ἀποδοτήρια, ἐν οἷς καὶ τὸ μυστήριον τῆς ἀμωμήτου πίστεως διασῴζεται, ἡ σφραγὶς τοῦ τρισαγίου Θεοῦ καὶ ἑτέρων πολλῶν καὶ μεγάλων δωρεῶν καὶ φρικτῶν μυστηρίων εὐαγγέλια φέρων, ὧν καὶ δοτὴρ καὶ διδάσκαλος ὁ αὐτὸς γεγονώς. Εἰκότως πάντως καὶ «μεγάλης βουλῆς», θείας καὶ πατρικῆς, «ἄγγελος» λέγεται.
Τὸ δὲ «θαυμαστὸς σύμβουλος» ὡς πρὸ τῶν αἰώνων καὶ ἐν ἀρχῇ σὺν τῷ Πατρὶ αὐτοῦ καὶ τῷ Πνεύματι συνουσιωμένην καὶ συναΐδιον ἔχων τὴν ὕπαρξιν. Ἡ «μεγάλη βουλή», ὁ Πατὴρ καὶ Θεός, αὐτῷ συνεβούλευσε. Τί συνεβούλευσε; Δηλονότι ἵνα τὸν ἀόρατον κτίσῃ κόσμον καὶ τὸν ὁρώμενον καὶ πάντα τὰ ἐν αὐτοῖς φερόμενα, κόσμια καὶ τὸν ἄνθρωπον, καὶ διακρατεῖσθαι δι’ αὐτοῦ καὶ συνέχεσθαι ἅπαντα, ὥστε διαμένειν τὰ σύμπαντα καὶ διασῴζεσθαι κάλλιστα. Ἔνθεν οὐδ’ ἀσυμβούλως, οὐδὲ πάλιν ὁριστικῶς λέγει κτίσαι κόσμον καὶ ἄνθρωπον ἐν αὐτῷ, ἀλλὰ θαυμαστῶς συμβουλεύων τῷ θαυμαστῷ τούτῳ συμβούλῳ καὶ υἱῷ τῷ ἀγαπητῷ· «Ποιήσωμεν», φησίν, «ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν», τουτέστιν θεὸν ἐπίγειον καὶ ἀρχηγὸν εἰκονίζοντα Θεὸν διὰ τὸ αὐτεξούσιον, «καθ’ ὁμοίωσιν» δέ, ὡς ἀθάνατον καὶ τῇ ἀρετῇ ὡς δυνατὸν τῷ ἀνθρώπῳ παρομοιοῦσθαι Θεῷ. Ἐντεῦθεν λοιπὸν «πάντα δι’ αὐτοῦ ἐγένετο», τοῦ θαυμαστοῦ συμβούλου, «καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονε», καθὼς γέγραπται.
Τὸ δὲ «Θεὸς ἰσχυρὸς» τὸ τῆς θείας φύσεως ἰσχυρὸν τρανῶς ἀπεφήνατο· εἰσὶ γὰρ καὶ εἰδωλικοὶ ψευδώνυμοι θεοὶ οὐ μέντοι καὶ ἰσχυροί. Καὶ ὅτι ἀκούων, φησίν, «ὅτι παιδίον ἐγεννήθη καὶ ἐδόθη ἡμῖν, υἱός», μὴ ὑποτόπαζε παιδίον τοῦτο ψιλὸν εἶναι ἁπλῶς καὶ τῶν λοιπῶν παιδίων ἐφάμιλλον, ἀλλὰ καὶ θαυμαστὸν σύμβουλον τοῦ Θεοῦ καὶ Πατρὸς τοῦτο τὸ παιδίον διανοοῦ· «οὐκ ἔστιν ὅριον», ὡς εἴρηται ἀνωτέρω· ἀόριστον γὰρ καὶ ἀπέραντον τὴν εἰρήνην τὸ γεννηθὲν τοῦτο παιδίον πλουτεῖ σὺν τῷ Πατρὶ αὐτοῦ καὶ τῷ Πνεύματι.
Τὸ δὲ «πατὴρ τοῦ μέλλοντος αἰῶνος» τὸ κτιστικὸν καὶ προάναρχον τοῦ γεννηθέντος παιδίου παραδηλοῖ. Ὥσπερ γάρ τις παίδων πολλῶν πατὴρ γεγονὼς τῆς αὐτῶν διαπλάσεως καὶ γεννήσεως καθέστηκεν αἴτιος, οὕτω καὶ τὸ παιδίον τὸ γεννηθὲν κτίστης ἐστὶ καὶ γεννήτωρ «πάντων τῶν γεγονότων», ἄρχων τε καὶ πατὴρ καὶ ἡγούμενος τῶν ἑπτὰ παρερχομένων αἰώνων καὶ ὀγδόου τοῦ ἀπεράντου· διὸ καὶ «πατὴρ» λέγεται «τοῦ μέλλοντος αἰῶνος». Καὶ ἐντεῦθεν λοιπὸν ἅπασα ἡ κρίσις ἐδόθη τῷ γεννηθέντι τούτῳ παιδίῳ καὶ Υἱῷ τῷ ἀγαπητῷ· διὸ καὶ «ὁ Πατήρ», φησί, «κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν ἅπασαν ἔδωκε τῷ Υἱῷ, ἵνα τιμῶσι καὶ τὸν Υἱόν, καθὼς τιμῶσι τὸν Πατέρα».
Καὶ μάλα εἰκότως καὶ λίαν ἀδεκάστως τῷ εὐλογημένῳ τούτῳ παιδί, Υἱῷ, ἐδόθη πᾶσα ἡ κρίσις, καθότι καὶ ἐκ τοῦ πατρικοῦ κόλπου ἀπαναστὰς καὶ πατρικῆς εὐδοκίας θέλημα ἐκπληρῶν λαμβάνει δούλου μορφήν, καὶ ἐξ ἀπειρογάμου μητρὸς προελθὼν ἀπορρήτως ἐν δυσὶ ταῖς οὐσίαις καὶ ὑποστάσει μιᾷ διὰ τῆς συντρόφου μορφῆς συγκαλεῖται τὴν σκοτισθεῖσαν φύσιν πρὸς τὸ φῶς τὸ ἀΐδιον καὶ τὸ ἀρχαῖον ἀξίωμα. Καὶ ὢ φιλανθρωπίας ἀνεικάστου ὑπερβολή· ὅτι ὁ μὲν Πατὴρ τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο ὑπὲρ ἡμῶν παραδοῦναι εἰς θάνατον, ὁ δὲ Υἱὸς οὐ παρήκουσεν, οὐδὲ ἐφείσατο «τοῦ ἰδίου αἵματος» αὐτοῦ, καὶ τὸ Πνεῦμα δὲ τὸ ἅγιον συνεργοῦν οὐκ ἠμέλει τοῦ μυστηρίου τὴν ἔκβασιν. Διὸ καὶ μάλα εἰκότως ἡ κρίσις ἅπασα ἐδόθη τῷ Υἱῷ, τοῦτο μὲν ἵνα καὶ αὐτὸς τιμᾶται ὡς ὁ Πατήρ, ὡς προείρηται, τοῦτο δὲ καὶ ὡς πολλὰ κοπιάσαντα καὶ ἀτιμασθέντα καὶ ἀποθανόντα διὰ δούλους ἀγνώμονας ἐν τῇ τοῦ δούλου μορφῇ ὁ τῶν ὅλων Δεσπότης, καὶ ὅτι ἐν τῇ κρίσει αὐτοῦ τῇ δικαίᾳ βασιλικῶς καὶ ἀξίως δοξάσῃ τοὺς εὐγνώμονας δούλους αὐτοῦ, τοὺς ἀγνώμονας δὲ καὶ μισοχρίστους καταδικάσῃ δικαίως, ὅτι ἐλθὼν εἰς τὰ ἴδια δέξασθαι αὐτὸν οὐκ ἠθέλησαν, ἀλλὰ τῆς αὐτοῦ κληρονομίας ἐφιέμενοι τὴν κατάσχεσιν λῃστρικῶς κατ’ αὐτοῦ ἐπανέστησαν καὶ θηριωδῶς καὶ ἀνηλεῶς αὐτὸν ἐθανάτωσαν. Καὶ οὐχ ἁπλῶς ἐθανάτωσαν, ἀλλὰ καὶ ἐν μέσῳ δύο λῃστῶν ἀπέκτειναν.
Ἐψεύσατο δὲ ἡ ἀδικία ἑαυτὴν καὶ διπλῶς ἀπὸ τῶν διαβουλιῶν αὐτῶν ἀποπεσέτωσαν, ὅτι καὶ τὴν αὐτοῦ κληρονομίαν κατασχεῖν ὡς ἠβούλοντο οὐ κατώρθωσαν καὶ ὡς χριστοκτόνοι τῆς βδελυρίας δρεψάμενοι τοὺς καρποὺς περιφέρουσιν ὡς ἀκέφαλοι.
Τί δὲ πείσονται ἐν ἡμέρᾳ ἐπισκοπῆς αὐτοῦ καὶ δευτέρας ἐλεύσεως; Διδάξει αὐτοὺς τότε τῶν πραγμάτων ἡ πεῖρα. Ἡμεῖς δὲ τὸν λόγον ἐπὶ τὸ προκείμενον καὶ αὖθις ἀνακομίσωμεν. «Ὅτι παιδίον ἐγεννήθη ἡμῖν» σήμερον καὶ παιδικῶς ἐσπαργάνωται ὁ τὸ πρὶν σπαργανώσας ὁμίχλῃ τὴν θάλασσαν. «Ὅτι παιδίον ἐγεννήθη ἡμῖν», οὗ ἄναρχος ἡ ἀρχὴ καὶ τέλος οὐκ ἔχουσα. «Ὅτι παιδίον ἐγεννήθη ἡμῖν» δοῦλα παρακατέχον τὰ σύμπαντα· διὸ καὶ ὑπηρετοῦσιν ὡς δοῦλα καὶ ἐπιφημίζουσι, καὶ δῶρα προσάγουσι μάγοι τε καὶ ἀστήρ, ἄγγελοι καὶ ποιμένες, σπήλαιόν τε καὶ φάτνη, Παρθένος μήτηρ ὑπερφυῶς καὶ μνήστωρ Ἰωσὴφ ὁ τέκτων, ὡς πατὴρ ἀπαντῶν τοῦ τὰ πάντα τεκτηναμένου, οὐ μὴν δὲ ἀλλὰ καὶ μαιῶν ἐπιστασία μετὰ τὸν τίμιον καὶ ξένον τόκον ἐκεῖνον τῆς ἀλοχεύτου λοχείας· ἔνθα γὰρ μήτηρ Παρθένος δι’ ὑψίστου δυνάμεως μαιῶν χρῆσις οὐκ ἦν.
Ταῦτα οὖν καὶ τὰ τούτων ἐφάμιλλα τὴν θεαρχίαν καὶ παντοκρατορίαν τοῦ τεχθέντος παιδίου παρεδήλουν σαφῶς. «Ὅτι παιδίον ἐγεννήθη ἡμῖν» ἐκ Παρθένου ἁγίας ἄνευ πατρός, τὸ «ἐκ γαστρὸς πρὸ ἑωσφόρου» ἐκ τοῦ Πατρὸς γεννηθὲν ἄνευ μητρός. «Ὅτι παιδίον ἡμῖν σήμερον ἐγεννήθη» «κριτὴς ζώντων καὶ νεκρῶν». «Ὅτι παιδίον ἐγεννήθη ἡμῖν» καὶ τὸ μυστήριον τὸ προαιώνιον πεφανέρωκε σήμερον, καὶ τὸ πάλαι «πολυμερῶς τε καὶ πολυτρόπως» θρυλλούμενον ἐν προφήταις πεπεράτωται κάλλιστα· προέλεγον γὰρ ὅτι «ἐκ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ Ἰερουσαλήμ», καὶ ὅτι «ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει», καὶ ὅτι «ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ», καὶ ὅτι «ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ» καὶ τὰ ἑξῆς. «Ὅτι παιδίον ἐγεννήθη ἡμῖν», οὗ τὴν γέννησιν μάγοι μυηθέντες, Περσῶν βασιλεῖς, σὺν ἀστέρι ὁδηγῷ μετὰ δώρων ἥκασι προσκυνήσοντες, οὓς καὶ Σαβαΐτας ἄνδρας ὑψηλοὺς ἡ Γραφὴ προηγόρευσε λέγουσα· Ὅτι ἄνδρες ὑψηλοὶ Σαβαΐται διαβήσονται πρὸς σὲ καὶ προσκυνήσουσι λέγοντες ὅτι ἐν σοὶ ὁ Θεός ἐστι καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ.
Οὗτοι οὖν οἱ ἄνδρες προσκυνήσαντες καὶ θεολογήσαντες δῶρα προσήγαγον· χρυσὸν μὲν ὡς βασιλεῖ, λέγουσι, λίβανον δὲ ὡς Θεῷ, σμύρναν δὲ διὰ τὸ πάθος τὸ ἄχραντον· καὶ τὴν ἔκβασιν τούτου Ἰωσὴφ πεπεράτωκε καὶ Νικόδημος τὸ ζωηφόρον ἐκεῖνο σῶμα μετὰ σμύρνης καὶ ἀλόης λιτρῶν ἑκατὸν μετὰ τὸ πάθος κηδεύσαντες. «Ὅτι παιδίον ἐγεννήθη ἡμῖν» καὶ ἐν τῇ φάτνῃ ἀνάκειται, οὗ ἐν τῇ χειρὶ τῆς θεότητος ὁ γῦρος τῆς γῆς καὶ ἅπασα ἡ κτίσις ὡς ἀκρίδας παρακατέχει θεοπρεπῶς.
Καὶ ἵνα κεφαλαιωδῶς τὸ πληρέστατον φράσω καταλείψας τὰ πλείονα, «ὅτι παιδίον ἐγεννήθη ἡμῖν» κόσμου σωτήριον, νοσημάτων ἰατήριον, δαιμόνων ὀλετήριον, εἰδωλικῶν ξοάνων καὶ βωμῶν καταλυτήριον, θυσιῶν διαβολικῶν καὶ κνισσῶν ἐναγῶν ἐξαλειπτήριον, τυραννικῆς διαβόλου ἀποστασίας καταδετήριον αἰώνιον καὶ καθολικῆς νεκρῶν ἐξαναστάσεως ἀρχετήριον.
Τίς γὰρ εἶδεν ἢ ἤκουσε πώποτε παιδίον τοιοῦτον κείμενον ἐπὶ φάτνης, καὶ σπαργάνοις ἐνειλημένον, καὶ τῇ δρακὶ περιέχον τὰ σύμπαντα, καὶ τὸ θαλάσσιον ὕδωρ προσκαλούμενον ἄνω καὶ διαχέον τοῦτο ἔνθα καὶ βούλεται, ἐπὶ φάτνης ἀνακλινόμενον καὶ ἐπὶ τῶν Χερουβεὶμ ἐποχούμενον, Παρθένῳ μητρὶ τιθηνούμενον γάλακτι καὶ πηγὰς ὑδάτων ἐξαποστέλλον ἐν φάραγξι, παρθενικαῖς ὠλέναις ἐπικρατούμενον καὶ ἀσφαλῶς ἐπικρατοῦν τὰ σύμπαντα; «Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ», ὡς καὶ τῷ θείῳ Παύλῳ δοκεῖ. Ὢ θαύματος ξένου τῶν νῦν καὶ τῶν πάλαι καινότερον. Ὢ θείας κηδεμονίας καὶ ἄκρας συγκαταβάσεως.
Πῶς ὁ ἀπερίγραπτος Λόγος καὶ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς περιεγράφη ἑκὼν ἐν τῇ τοῦ δούλου μορφῇ; Πῶς ὁ ἀσώματος φύσει σῶμα περιεβάλετο; Πῶς ἐφάνη ὁ καὶ τοῖς ἀγγέλοις ἀθέατος; Πῶς ὁ κτίστης τῶν ἀθανάτων δυνάμεων σάρκα θνητὴν περιθέσθαι ἠνέσχετο; Πῶς ὁ πλουτῶν θεότητος πλοῦτον ἀνείκαστον καὶ τὰ πλούσια δῶρα χαριζόμενος πρὸς ἐσχάτην πτωχείαν ἀφίκετο; Τί γὰρ βοοστασίου καὶ φάτνης καὶ σπηλαίου πτωχότερον γένοιτ’ ἄν; Πῶς ὡράθη παραδόξως ὁ ἀόρατος; Πῶς ὁ Ὕψιστος καταβέβηκε; Πῶς ὁ ὑπεράνω τοῖς κάτω ἁμιλληθῆναι ἠθέλησε; Πῶς ὁ ἀγλαοφανῶν ἀγγέλων σκηπτουχίαις περικυκλούμενος ἦλθε σὺν ἀνθρώποις συναναστρέφεσθαι;
Πῶς ὁ τὸ φῶς ὡς ἱμάτιον περιβαλλόμενος ῥάκια περιβάλλεται σπαργανούμενος; Πῶς πρὸς ἡμᾶς τοὺς ὄντας ἐν τῷ λάκκῳ καὶ τῇ σαπρίᾳ τῶν ὀλεθρίων παθῶν κατῆλθεν ὁ ὑπερκάθαρος; Τίνος χάριν καὶ διατί γέγονεν ἡ ἀνείκαστος αὕτη καὶ πολλὴ συγκατάβασις; Πρόδηλον πάντως τοῖς βουλομένοις διερευνᾶν τοῦ μυστηρίου τὴν δύναμιν, περὶ οὗ κἀγὼ διασαφήσω διὰ βραχέων διά τινος εἰκονίσματος. Ὥσπερ γὰρ ὁ ἐν λάκκῳ βαθυτάτῳ καὶ βορβορώδει περιπεσὼν ἀνελθεῖν ἐκεῖθεν οὐ δύναται, ἀλλὰ χρῄζει χειρὸς ἄνωθεν δυναμένης ἀνασπάσαι αὐτόν, οὕτω καὶ ἡ φύσις ἡμῶν πέπονθε παραπλησίως, τῷ τε βόθρῳ τῆς παραβάσεως καὶ τῇ πτώσει τῆς ἁμαρτίας πτωματισθεῖσα δεινῶς καὶ ἐν τῷ τοῦ ᾅδου λάκκῳ κατενεχθεῖσα χειρὸς ἐδεῖτο πανσθενεστάτης τινὸς ἀνασπάσαι <αὐτήν>. Καὶ ἐπειδὴ συνδούλου τινὸς χεὶρ οὐχ ἱκανῶς εἶχε πρὸς τοῦτο, ἄνωθεν λοιπὸν ἐκ θείων ὑψωμάτων δεσποτικὴ πρὸς τὰ κάτω πανσθενουργὸς ἐκτείνεται δεξιά, ἥτις, καὶ ὡς πατρικὴ δεξιά, οὐ μόνον ἀνείλκυσεν ἐκείνου τοῦ λάκκου τοὺς πεπτωκότας, ἀλλὰ καὶ τῷ πλήθει τῆς δόξης αὐτῆς καὶ δυνάμεως συνέτριψε τοὺς ὑπεναντίους, ὡς γέγραπται, καὶ τῆς φύσεως ἡμῶν τῆς ἐρριμμένης κοινωνήσας ὑπερφυῶς ἀνήγαγεν εἰς οὐρανούς, καὶ τοῦ Πατρὸς δεξιόθεν συνεδριάσας τε καὶ καθίσας ὑπὸ πάσης κτίσεως προσκυνεῖσθαι ἠξίωσε καὶ ἡμᾶς ἐκεῖ προσκαλούμενος ἔλεγεν·
Εἴ τις ἐμοὶ διακονεῖ, ἐμοὶ ἀκολουθείτω, ἵν’ ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται. Ὁμοίως καὶ ὁ μακάριος Παῦλος τὰ ἄνω ζητεῖν, τὰ ἄνω φρονεῖν παραινεῖ, ἔνθα κάθηται ὁ Χριστὸς ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ Πατρός.
Καὶ αὕτη ἐστὶν ἡ ἄπειρος πραγματεία καὶ ἡ πολλὴ συγκατάβασις, ἣν καὶ ὁ λόγος πρὸ μικροῦ διαπορούμενος ἔλεγεν, ὅτι πῶς ὁ ὑπεράνω κατελθεῖν ηὐδόκησε καὶ πῶς μέχρι καὶ σαρκὸς πτωχεῦσαι καὶ τὰ ἑξῆς κατεδέξατο. Καὶ αὐτὸς πάλιν ὁ διαπορούμενος λόγος τοῦ μυστηρίου τὸ ἀπόρρητον, αὐτὸς καὶ τὴν ἐπίλυσιν, ὡς ἐνῆν, ἐρρητόρευσεν, ὅτι τὴν ἔκπτωτον φύσιν πρὸς τὸ ἀρχαῖον ἀξίωμα εὐδοκήσας ἀναβιβάσαι καταβέβηκε· καὶ οὐχ ἁπλῶς καταβέβηκεν, ἀλλὰ καὶ ἐπάρατον θάνατον ἐπὶ ξύλου κατεδικάσθη ἑκὼν ἐν μέσῳ δύο λῃστῶν, «καὶ μετὰ ἀνόμων ἐλογίσθη», «οὐκ ἀπέστη δὲ πάντα ποιῶν» καὶ πραγματευόμενος, ἄχρις ἂν τῷ πατρικῷ θρόνῳ συνεδριάσας τετίμηκεν αὐτὴν ὑπερφυῶς.
Καὶ ὢ τῆς ἐσχάτης ἀγνωμοσύνης ἡμῶν, ὅτι οὐδὲ τὴν τοσαύτην τιμὴν αἰσθανόμεθα, οὐδὲ τὸν τιμήσαντα ἡμᾶς αἰσχυνόμεθα. Κἀκεῖνος πρὸς ἡμᾶς νοητῶς ἀποφαίνεται λέγων· Αἰδέσθητε, ὦ ἄνθρωποι, αἰδέσθητε τὴν ἐμὴν πρὸς ὑμᾶς ἐνδημίαν τήν τε πολλὴν συγκατάβασιν καὶ ὃν ὑπὲρ ὑμῶν ὡς κακοῦργος ὑπέμεινα θάνατον, καὶ τὸ αἶσχος τῆς ἁμαρτίας ἀπολειπόμενοι «δεῦτε πρός με, κἀγὼ ἀναπαύσω ὑμᾶς» ἐν τῇ βασιλείᾳ μου. Τί ματαιοπονεῖτε; τί κάμνετε εἰς κενόν; τί τὸ σῶμα σὺν τῇ ψυχῇ καταμολύνετε ἁμαρτίαις καὶ δουλοῦσθε τοῖς πάθεσι καὶ «δοῦλοι τῆς ἁμαρτίας» ἀνέχεσθε εἶναι καὶ λέγεσθαι; τί ἐκ νεαρᾶς ἡλικίας μέχρι γήρους ἐσχάτου κοπιᾶτε τῇ μοχθηρίᾳ τῶν σαρκικῶν ἡδονῶν; ἕως πότε κοπιᾶτε πρὸς θάνατον καὶ ἀπώλειαν; Κοπιάσατε μικρὸν καὶ διὰ τὴν αἰώνιον ζωήν.
Τί γὰρ τοσοῦτον ἔχετε κοπιάσαι καὶ δοῦναί μοι ἀγαθόν, ὅσον λαβεῖν ἔχετε παρ’ ἐμοῦ; Καθαρότητα σώματός μοι προσάγεις, κἀγώ σε τῶν ἀσωμάτων ἀγγέλων μου συμμέτοχον καθιστῶ. Νηστεύων κακοπαθεῖς, ἀλλὰ ποιῶ σε κἀγὼ κληρονόμον τῆς «τοῦ παραδείσου τρυφῆς». Διανυκτερεύεις ἐν προσευχαῖς κοπιῶν, ἀλλὰ τῆς αἰωνίου ἀναπαύσεως ἐν τῷ ἀνεσπέρῳ φωτὶ τὴν ἀνάπαυσιν ἕξεις.
Τί γὰρ ζημιοῦται ὁ διδοὺς ὀβολὸν καὶ λαβὼν θησαυρούς; ὁ σταγόνα ὕδατος ἐπιδοὺς καὶ πηγὴν ἀντιλάβοι ὁλόκληρον; ὁ πηλὸν ἐπιδοὺς καὶ χρυσοῦν ἀντιλήψεται τάλαντον; ὁ διδοὺς χόρτον καὶ ἀντιλαβὼν ἐσθῆτα βασιλικήν; ὁ διδοὺς πτωχείαν πνευματικὴν καὶ ἀντιλαμβάνων πλοῦτον ἀκατανόητον; ὁ μίαν κακοπαθήσας ἡμέραν καὶ βασιλεύσει ἀϊδίως; Καὶ ἵνα τὰ πάντα συνελὼν εἴπω· Τί ζημιοῦσαι, ὦ ἄνθρωπε, ἐὰν δώσῃς γῆν φθειρομένην, καὶ λήψει οὐρανὸν καὶ Θεὸν καὶ ἄφθαρτον βασιλείαν ἀγγέλων τε συναυλίαν καὶ φωνὰς ἀγαλλιάσεων καὶ δικαίων φαιδρότητα καὶ τὰ τούτων ἐφάμιλλα; Ἀποκρίθητι, ἄνθρωπε, ποία ποίας ὑπερβαίνει τὸ μέγεθος εἴτε ἡ δόσις εἴτε ἡ ἀντίδοσις;
Ἀπόκρισις. Οἴδαμεν, ὦ Δέσποτα πλουσιοπάροχε, οἴδαμεν ὅτι οὐ χρείαν ἔχεις τῶν ἡμετέρων καλῶν, ἀλλὰ δωρεᾷ τε καὶ χάριτι προσκαλεῖς ἡμᾶς πρὸς σὲ καὶ τῶν σῶν ἀγαθῶν τὴν ἀπόλαυσιν· καὶ «καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν», τοσοῦτον ἀπέχει τῶν ἡμετέρων ἔργων ἡ σύγκρισις τῇ ἀντιδόσει· καὶ καθ’ ὅσον σταγόνος οἰκτρᾶς ἡ θάλασσα πλεονάζει, κατὰ τοσοῦτον ὑπερβαίνει τὸ ἔλεος τῆς ἀντιδόσεώς σου τοῖς δούλοις σου. Καὶ κατὰ χάριν ὁμολογοῦμεν τοὺς σῳζομένους σὲ σῴζειν, φιλάνθρωπε· ὅτι καὶ κατὰ χάριν «πρὸς τοὺς αἰχμαλώτους» ἡμᾶς «ὁ ἐλευθερωτὴς» παραγενέσθαι οὐκ ἀπηξίωσας, οὐδὲ ἀπεστράφης ἡμᾶς εἰς τέλος ὁ ἀνεξίκακος, «ἀλλ’ ἦλθες καὶ ἔσωσας ἡμᾶς», «μορφὴν δούλου λαβών», καὶ τέλειος ὑπάρχων Θεὸς γέγονας καὶ τέλειος ἄνθρωπος ἁμαρτίας χωρίς.
Δόξᾳ τῇ ἐπιφανείᾳ σου, δι’ ἧς κατηυγάσθη τρανῶς τῆς γῆς τὰ πληρώματα, δι’ ἧς «τὰ κάτω τοῖς ἄνω» θαυμαστῶς συνηνώθησαν, δι’ ἧς ἡ ζωὴ πεφανέρωται καὶ ὁ θάνατος ἐξηφάνισται, δι’ ἧς τὸ φῶς τῆς θεογνωσίας ἐπέλαμψε, τῆς δὲ εἰδωλολατρίας τὸ σκότος μεμείωται, δι’ ἧς τῆς ἀφθαρσίας ἠξιώθημεν καὶ τῆς φθορᾶς ἐλυτρώθημεν. «Ὁμολογοῦμεν τὴν χάριν, κηρύττομεν τὸν ἔλεον, οὐ κρύπτομεν τὴν εὐεργεσίαν», καθὼς καί τις τῶν μεγάλων προαπεφήνατο κάλλιστα. Προσκυνοῦμεν τὸν γεννηθέντα Υἱὸν σὺν τῇ Παρθένῳ μητρί, τὸ σπήλαιον, τὴν φάτνην ὁμοῦ καὶ τὰ σπάργανα καὶ καθόλου ἁπλῶς ὅλα ἡμῶν τῆς σωτηρίας τὰ σύμβολα, δι’ ὧν ἡ πολλὴ καὶ ἀσύγκριτος γέγονε συγκατάβασις καὶ «ὁ πλοῦτος τῆς χάριτος» πεφανέρωται, ἵνα τῆς δουλείας καὶ τῆς ἐσχάτης πενίας ἀπαλλαγέντες ἡμεῖς «τοῦ πλούτου τῆς χρηστότητος» καταξιωθῶμεν αὐτοῦ, καὶ διὰ τῆς πολλῆς ταύτης καὶ ἀπείρου συγκαταβάσεως τὴν ταπεινωθεῖσαν φύσιν ἕως «ᾅδου κατωτάτου» εἰς οὐρανοὺς ἀνυψώσῃ ὁ ὕψιστος.
Καὶ ἀπόχρη μὲν ταῦτα πρὸς ταῦτα, καὶ οὐ χρείαν ἔχομεν πλείονα περὶ τούτων καινοτομεῖν καὶ τὸν λόγον μηκύνειν περαιτέρω τοῦ δέοντος. Ἀλλ’ ἐπειδὴ καὶ μάγοι ἐξ ἀνατολῶν σὺν ἀστέρι ὁδηγῷ ἥκασιν εἰς προσκύνησίν σου, ὦ παιδίον ἀρτιγενὲς καὶ τοῦ Ἀδὰμ ἀρχαιότερον, καὶ δῶρα πλούσια χαριζομένῳ προσήγαγόν σοι, καὶ ἄγγελοι καὶ ποιμένες ἐδόξασάν τε καὶ ἐθαύμασαν, καὶ πᾶσα κτίσις ἁπλῶς ὡς κτίστῃ καὶ δημιουργῷ δῶρα προσήγαγε τῇ ἁγίᾳ γεννήσει σου, καὶ πάντα ὁ ἀνενδεὴς βασιλεὺς προσηκάμενος καὶ μὴ ἀπωσάμενος ἀλλὰ τὴν προαίρεσιν ἀποδεξάμενος ἐστεφάνωσας, ἔνθεν κἀγὼ νυττόμενος τοῖσδε τοῖς παραδείγμασιν ἐδίψουν δῶρα νοητά τινα πνευματικὰ καὶ ἐπάξια τῆς βασιλείας σου προσοῖσαί σοι τῷ γεννηθέντι Δεσπότῃ μου.
Ἀλλ’ ἐπειδὴ πτωχεία με πιέζει πολλὴ καὶ ἀπόλειψις ἀρετῆς, καὶ δώρων τοιούτων ἱκανὸς οὐχ ὑπάρχω, κἂν τόνδε τὸν λόγον προσηκάμενος δέξαι· καὶ τάχα οὐδὲ τοῦτον ἐκ τῶν ἐμῶν ἀλλ’ ἐκ τῶν πηγαίων ναμάτων τῆς χάριτος τοῦ παναγίου σου Πνεύματος ὡς δῶρον ὑπόδεξαι, εἴτε ὡς σὸν ἐκ τῶν σῶν σοὶ προσφερόμενον, εἴτε ὡς τῆς χήρας τὰ λεπτὰ προσεπαινέσας τὴν προαίρεσιν, <καὶ> ἀντικατάπεμψον ἡμῖν τὰ ἐλέη σου καὶ διὰ τῆς ἀχράντου καὶ θείας κοινωνίας τῶν ἀχράντων καὶ θείων σου μυστηρίων μεῖνον μετ’ ἐμοῦ, κατὰ τὴν ἀψευδῆ σου ὑπόσχεσιν, ὅπως διὰ τῆς ἀρρήτου θεοφανείας σου καὶ φιλανθρώπου παιδιότητος στραφήσωμαι, κατὰ τὸν λόγον σου, καὶ ὡς παιδίον γενήσωμαι τῆς βασιλείας σου ἐπάξιον· ὅτι τὸ παιδίον γυμνὸν οὐκ αἰσχύνεται καὶ λαμπρῶς ἠμφιεσμένον οὐ κατεπαίρεται, ἐγκωμιαζόμενον οὐ χαίρει καὶ ὑβριζόμενον οὐ δυσχεραίνει· οὗ με καταξίωσον τῆς ἁπλότητος καὶ φυσικῆς ἀκεραιότητος, λιταῖς καὶ ἱκεσίαις τῆς ἀχράντως καὶ ὑπὲρ νοῦν τεκούσης σε Παρθένου καὶ Θεοτόκου, καὶ διὰ τῆς πολλῆς ταύτης καὶ ἀπείρου συγκαταβάσεώς σου· ᾗ πρέπει σὺν τῷ Πατρὶ καὶ τῷ παναγίῳ σου Πνεύματι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις πάντοτε καὶ νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.