Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Πανηγυρικός λόγος

Νεόφυτος ὁ Ἔγκλειστος

Λόγος εις την αρχήν της Ινδίκτου

Προτροπή προς δοξολογία του Θεού επί τη ενάρξει του νέου έτους, πνευματικός απολογισμός και αναφορά στην τελική κρίση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 1 από 30

ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΛΟΓΟΣ ΕΙΣ ΤΗΝ ΑΡΧΗΝ ΤΗΣ ΙΝΔΙΚΤΟΥ Πάτερ, εὐλόγησον. Ἀρχὴ προανάρχου καὶ ἐνσάρκου οἰκονομίας καὶ δευτέρας Χριστοῦ παρουσίας, καὶ τί ἐστι τὸ «κρῖναι ζῶντας καὶ νεκρούς», καὶ πῶς δεῖ εὔχεσθαι καὶ εὐχαριστεῖν πληρουμένου τοῦ ἔτους καὶ ἀρχομένου τοῦ νέου, καὶ ὅτι καλὸν τὸ ἐξερευνεῖν καθ’ ἡμέραν εἴπερ ἐζημιώθημεν κατὰ ψυχὴν ἢ τί ἐκερδήσαμεν πνευματικῶς.

Ἄναρχον φύσιν ἐν τῇ ἀρχῇ τοῦ ἔτους ὑπερδοξάζειν ἔνδοξον· ἄναρχον θεαρχίαν ἐν τῇ ἀρχῇ τῆς ἰνδίκτου καὶ πάντοτε ὑπερυμνεῖν ὀφείλομεν· ἄναρχον τελεταρχίαν ἐν ταῖς εἰσόδοις τοῦ ἐνιαυτοῦ καὶ διὰ παντὸς δοξολογεῖν χρεωστικὸν ἡμῖν καὶ ἐπάξιον· αὕτη γὰρ ἡμᾶς ἔπλασεν ἄνωθεν καὶ ἰδίᾳ εἰκόνι ὑπερτίμως τετίμηκε καὶ πλάσασα ἔσωσε καὶ μυρίων ἀγαθῶν κατηξίωσε.

Καὶ σαρκωθεὶς τῆς Τριάδος ὁ εἷς, τῶν δύο συνευδοκούντων, καὶ τῶν ἄνω μὴ ἀποστὰς καὶ τῶν δύο τῇ οὐσίᾳ μὴ χωρισθείς, ἀλλὰ σὺν τούτοις ἀδιαίρετον τὴν θείαν φύσιν ἔχων συνουσιωμένην, ἦλθεν ἐπὶ τῆς γῆς καὶ τοῖς ἀνθρώποις συνανεστράφη προσλαβόμενος σάρκα ἐκ λαγόνων παρθενικῶν ἀμώμων, ἵνα διὰ τῆς ἁγίας ἐκείνης σαρκὸς ἡμᾶς τοὺς ἐν σαρκὶ συζῶντας πνευματικοὺς ἀπεργάσηται καὶ διὰ τῆς τοῦ δούλου μορφῆς τῆς ἐσχάτης δουλείας τοῦ ἐχθροῦ καὶ τῆς αἰσχρᾶς ἁμαρτίας ἐξαγοράσῃ, ὡς βασιλεὺς πανόλβιος καὶ ἀναμάρτητος, καὶ τῆς δουλείας ἐλευθερώσας τῆς αὐτοῦ βασιλείας καὶ υἱοθεσίας ἀναδείξῃ μετόχους· καὶ ὡς ἄνθρωπος μετὰ ἀνθρώπων συναυλιζόμενος λάθῃ τὸν τύραννον καὶ ὡς λύκον αὐτὸν παγιδεύσῃ ἐκ τῶν προβάτων αὐτοῦ ὡς ποιμὴν ἀγαθώτατος· καὶ ζωγρήσῃ τοὺς κλέπτας τῆς ποίμνης αὐτοῦ ὡς ποιμενάρχης δεξιὸς καὶ τὰ ἴδια πρόβατα καλέσῃ κατ’ ὄνομα καὶ ἐξάξῃ αὐτὰ ἐξ ἀπιστίας πρὸς πίστιν καὶ ἐξ ἁμαρτίας πρὸς ἀρετήν, ἵνα ἔμπροσθεν αὐτῶν προάγῃ αὐτός, καὶ ἀκολουθήσουσιν αὐτῷ ἐπὶ νομὰς ζωηφόρους καὶ ὕδασιν ἀφθαρσίας, καὶ αὐτὸς ὡς θύρα διανοίξῃ καὶ εἰσάξῃ αὐτοὺς πρὸς τὰ βασίλεια αὐτοῦ καὶ τοῦ Πατρὸς αὐτοῦ, καὶ εἰσελεύσονται ἀφόβως καὶ ἐξελεύσονται ἀσμένως καὶ νομὴν εὑρήσουσιν ἐν παραδείσῳ, καθὼς καὶ προεῖπεν ἀληθῶς· καὶ αὐτὸς καθίσας τοῦ Πατρὸς δεξιόθεν περιμενεῖ ὡς ἀγαθὸς τῆς συντελείας τὸ πέρας, ἵνα καὶ πάλιν ἔλθῃ θεοπρεπῶς «κρῖναι ζῶντας καὶ νεκρούς», καίτοι γε τότε οὐδεὶς νεκρὸς ἐπὶ μνήματος πάντων ἀνασταθέντων διὰ φωνῆς σάλπιγγος ἀγγέλου θείου.

Καὶ τίνες ἄρα λοιπὸν οἱ νεκροὶ καὶ τίνες οἱ ζῶντες, ἵνα κρίνῃ ζῶντας καὶ νεκρούς; Νεκρούς μοι διανοοῦ, ὅσοι διὰ ἁμαρτίας καὶ κακοπιστίας χωρισθῶσι Θεοῦ καὶ τῇ κολάσει παραδοθῶσι· ζωὴ γὰρ ὁ Θεός. Καὶ ὅσοι σὺν αὐτῷ πρὸς τὴν αἰώνιον ζωὴν λάχουσιν, οὗτοί εἰσιν οἱ ζῶντες ἀληθῶς, ὅσοι δὲ τὴν θανατηφόρον κληρώσονται κόλασιν, οὗτοί εἰσιν οἱ νεκροί· καὶ μάρτυς Χριστὸς λέγων ὅτι «ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα». Οὕτω γὰρ ἔγωγε περὶ τούτου φημί, κἂν καὶ ἄλλος καὶ ἄλλως, ἕκαστος κατὰ τὸ δοκοῦν, ἐξέφρασε τὸ ῥητόν.

Ἡμεῖς δὲ περὶ ἀνάρχου ἀρχῆς καὶ τῆς ἀρχῆς τοῦ ἔτους πάλιν φαμὲν ὅτι καὶ νῦν καὶ πάντοτε καλὸν τὸ «ἔργῳ καὶ λόγῳ» τὴν αἰτίαν δοξάζειν τῆς ἡμῶν σωτηρίας, ἥτις ἐστὶ τριαδικῆς θεότητος μιᾶς παγκρατὴς συνοχὴ τῶν ὑπ’ αὐτῆς γεγονότων· δι’ ἧς καὶ ἡμεῖς ὅλον τὸν δίαυλον τοῦ παρελθόντος χρόνου διαβιβάσαντες εὐχαριστῆσαι ὀφείλομεν τὴν θείαν μακροθυμίαν καὶ ἡμᾶς αὐτοὺς ἀκριβῶς ἐξετάσαι, τί μὲν ψυχικῶς ἐζημιώθημεν ἢ τί πνευματικῶς ἐκερδήσαμεν ἐν ὅλῳ τῷ κύκλῳ τοῦ παρελθόντος χρόνου· καὶ εἰ μὲν ἐκερδήσαμεν κέρδος πνευματικόν, σπεύσωμεν καὶ εἰς τὸ ἐφεστὼς ἔτος ἐπικερδῆσαι, εἰ δὲ ἐζημιώθημεν, κλαῦσαι ὀφείλομεν καὶ θρηνῆσαι, ὅτι τὸν χαρισθέντα ἡμῖν πρὸς μετάνοιαν χρόνον κακῶς ἀπωλέσαμεν· ὃν ἐκ δευτέρου ἐν τῷδε τῷ βίῳ εὑρηκέναι ἀμήχανον· παρῆλθε γάρ, ἐπορεύθη ἐν ἑαυτῷ, οὐκέτι αὐτὸν εὑρήσομεν· ἐζημιώθημεν γὰρ τοῦτον κακῶς περατώσαντες. Διὸ καὶ κλαύσωμεν καὶ θρηνήσωμεν καὶ συγγνώμην αἰτήσωμεν πρὸς Θεοῦ. Μὴ μέντοι γε ἀπογνώσωμεν, εἴ γε «καρπὸν ἄξιον μετανοίας» προσοίσομεν Θεῷ καὶ ὥσπερ ἐπί τινι θεμελίῳ ἀρραγεῖ καταπήξομεν ἐν τῇ ἀρχῇ τοῦ ἔτους καὶ μετανοίας ἀρχήν.

Καὶ πάντως ὁ εὐλογῶν καὶ στεφανῶν τὸν κύκλον τοῦ ἐνιαυτοῦ καὶ ἡμᾶς εὐλογήσαι καὶ σθενώσαι προσοῖσαι αὐτῷ «καρπὸν ἄξιον τῆς μετανοίας»· ὃς καὶ τὴν παροῦσαν τοῦ ἔτους ἀρχὴν καθηγίασε μαρτυρικῷ αἵματι φοινίξας καὶ μνήμαις ἁγίων πολλῶν καὶ τῆς Θεοτόκου τιμήσας αὐτήν, ἵνα καὶ ἡμεῖς ταῖς αὐτῶν ἱκεσίαις καὶ τῆς ἀχράντου Θεοτόκου ἀρχὴν ἀγαθὴν ἐναρξάμενοι καὶ καλῶς περατώσωμεν, εἴ γε ἄρα καὶ φθάσομεν, καὶ μὴ τοῦ ἔτους τοῦ τέλους ἡμῶν ταχυτέρως προφθάσαντος.

Καλὸν γὰρ τὸν θάνατον καὶ μνήμην ἐξόδου καθ’ ἡμέραν φέρειν ἀπὸ καρδίας καὶ διανοεῖσθαι πῶς ὁ ἡμέτερος ὑποδιεξάγεται βίος, μήπως ὡς κλέπτης ἡμῖν ὁ θάνατος ἐπιστῇ, καὶ εὑρεθῶμεν ἀνέτοιμοι καὶ ὑφέξομεν δίκας· ἄτοπον γὰρ τοὺς μὲν ἐμπόρους τοῦδε τοῦ βίου καθ’ ἡμέραν ψηφίζειν καὶ ψηλαφᾶν τῆς ἡμέρας ὅλης τὸ κέρδος ἢ τὴν ζημίαν καὶ ἢ χαίρειν διὰ τὸ πρὸς καιρὸν κέρδος ἢ δυσχεραίνειν διὰ ζημίαν τῶν ὑλικῶν, ἡμᾶς δὲ μηδὲ κἂν ἐπὶ τὸ τέλος τοῦ ἐνιαυτοῦ πεφθακότας μνημονεύειν πόσου ἐζημιώθημεν ἢ τί ἐκερδήσαμεν ἐν ὅλῳ τῷ ἐνιαυτῷ, καὶ ἢ χαίρειν ἢ δυσχεραίνειν κατὰ τὸ πρόβλημα τῶν ῥηθέντων ἐμπόρων.

Ἐὰν γὰρ καὶ ἡμᾶς ἴδῃ Θεὸς οὕτως μεριμνῶντας τὴν ἡμῶν σωτηρίαν, πάντως καὶ ἐφ’ ἡμᾶς «εὐλογῆσαι ἔχει τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητος αὐτοῦ, καὶ τὰ πεδία» τῆς καρδίας ἡμῶν διανοήματα «πλησθήσονται πιότητος» Πνεύματος ἁγίου, καὶ «πιανθήσονται» θείως «τὰ ὡραῖα τῆς ἐρήμου» καρδίας ἡμῶν, «καὶ ἀγαλλίασιν» πνευματικὴν «οἱ βουνοὶ» ἡμῶν λογισμοὶ «περιζώσονται, καὶ ἐνδύσονται οἱ κριοὶ τῶν προβάτων» πρακτέων ἡμῶν καταστολὴν ἀφθαρσίας, «καὶ αἱ κοιλάδες» τῆς ταπεινοφροσύνης «πληθυνοῦσι σῖτον» ἀθανασίας ἄρτον· «κεκράξονται» πρὸς Κύριον πεποιθότως τὰ γεώργια τῆς ταπεινῆς καρδίας τὸ «Κύριε, ἐκέκραξα πρὸς σέ· εἰσάκουσόν μου», καί· «Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε», καί· «Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου». «Κεκράξονται» τὰ τοιαῦτα γεώργια, «καὶ γὰρ ὑμνήσουσι» Θεῷ Πατρὶ καὶ Υἱῷ καὶ Πνεύματι ἁγίῳ ἐν θεότητι μιᾷ ἐν τρισολβίῳ μονάδι καὶ ὁμοουσίῳ φύσει· δι’ ἧς εὕροιμεν ἔλεος χάριτι αὐτῆς ὡς ἀδίστακτοι λάτραι αὐτῆς· ὅτι πρέπει αὐτῇ παρὰ πάντων ἡμῶν τῶν κτισμάτων αὐτῆς πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.