Ἔργον
Νεόφυτος ὁ Ἔγκλειστος – Πανηγυρικός λόγος
Θεολογική ερμηνεία περί των σεισμών
Ανάλυση των σεισμών ως συνεπειών των ανθρώπινων αμαρτιών και ως παιδαγωγικών μέσων της θείας πρόνοιας, με ιστορικά παραδείγματα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Θεολογική ερμηνεία περί των σεισμών
Ανάλυση των σεισμών ως συνεπειών των ανθρώπινων αμαρτιών και ως παιδαγωγικών μέσων της θείας πρόνοιας, με ιστορικά παραδείγματα.
ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΑΝΑΜΝΗΣΙΣ ΠΕΡΙ ΣΕΙΣΜΩΝ ΔΙΑΦΟΡΩΝ ΚΑΙ ΖΗΤΗΣΙΣ ΠΕΡΙ ΤΟΥΤΩΝ ΚΑΙ ΠΕΡΙ ΘΕΟΥ ΚΗΔΕΜΟΝΙΑΣ Εὐλόγησον, πάτερ. Ζητῶν πολλάκις ἐγὼ τὴν αἰτίαν δι’ ἣν ἡ γῆ τρέμει καὶ κατασείεται διττὴν ταύτην εὑρίσκω σαφῶς· τοῦτο μὲν διὰ τοὺς πολυθέους καὶ θεοποιοῦντας τὴν κτίσιν, ἵνα γνῶσιν ὅτι «εἷς Θεὸς» ὁ κτίσας τὸν κόσμον καὶ τινάσσων τὴν γῆν ὡς χλαμύδα μικρὰν καὶ στερεῶν αὐτὴν αὖθις ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, τοῦτο δὲ καὶ διὰ πλῆθος πολὺ παρανομούντων ἀνθρώπων· «ὁ ἐπιβλέπων», φησίν, «ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν»· καίτοι γε μυριοπλάσιον ἡλίου ἑκάστοτε Θεὸς ἐπιβλέπει ἐπὶ τὴν γῆν, ἀλλ’ ὅτε βλοσυρῶς ἐπιβλέψει διὰ τὰς ἁμαρτίας ἡμῶν, περικλονεῖται ἡ γῆ ὡς μὴ φέρουσα φοβερὸν ὄμμα κτίστου αὐτῆς καταπληκτικῶς καθορᾶσθαι, ὅπερ ἐστὶν ἀπλέτου κηδεμονίας ἀμάρυγμα καὶ σύμβολον, φιλανθρωπίας ἀξιάγαστον γνώρισμα, ὅτι ὁ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ ἐνταῦθα καὶ μόνον ἐξαντιστρέφει τὴν κρίσιν.
Τῆς λογικῆς γὰρ κτίσεως ἁμαρτανούσης, ἡ ἄλογος καὶ ἀνεύθυνος μαστίζεται κτίσις ἀνθρώπους διδάσκουσα φεύγειν τὴν ἁμαρτίαν· ὅτι πολλὰ μὲν καὶ μεγάλα ἡ γῆ βαστάζει φορτία, πλεῖον δὲ πάντων καταβαρύνει αὐτὴν ὁ φόρτος τῆς ἁμαρτίας, δι’ ἧς καὶ τινασσομένη λάλῳ σιωπῇ πρὸς ἡμᾶς ἀποφθέγγεται τάδε· Ὑμεῖς, φησίν, ὦ ἄνθρωποι, ἁμαρτάνετε, κἀγὼ κλονοῦμαι καὶ τρέμω· ἡ κυρία παρανομεῖ, καὶ ἡ δούλη μαστίζεται καὶ ταπεινοῦται· ὁ οἰκοδεσπότης προσκρούει, καὶ ὁ δοῦλος ἐτάζεται καὶ μαστιγοῦται· ὁ ἄρχων ἐξαμαρτάνει, καὶ ὁ ἀρχόμενος τύπτεται καὶ κλαυθμυρίζει· ὢ βάθος ἀφάτου κηδεμονίας Θεοῦ. Ἡμεῖς οἱ ἁμαρτάνοντες ἀνεχόμεθα, καὶ ἡ μὴ ἁμαρτάνουσα γῆ μαστιγοῦται καὶ τρέμει, ἵν’ ἡμεῖς φρίξαντες συσταλῶμεν· ὥσπερ τύπτεται κύων καὶ συστέλλεται λέων, τινάσσεται σειρομάστιγα καὶ ταπεινοῦται σοβαρότητα ἵππου, βρέφος γρυλλίζει χοίρου καὶ μέγιστος ἐλέφας φεύγει (ὡς οἱ δεινοὶ περὶ ταῦτα φιλοσοφοῦσι τρανῶς, ὡς ὅτι τινὰ τῶν μειζόνων ἡττῶνται παρὰ μικρῶν κνωδάλων), οὕτω καὶ ἐνταῦθα τρομάσσει Θεὸς τὴν γῆν βουλόμενος καὶ ἡμᾶς συντρομάξαι καὶ ἀποστῆναι τῆς ἁμαρτίας. Διὰ τοῦτο γὰρ καὶ κατὰ διαφόρους καιροὺς σεισμοὶ φοβεροὶ ἐπηνέχθησαν πρὸς Θεοῦ πρὸς πίστιν καὶ μετάνοιαν ἄγων τοὺς ἀνθρώπους.
Καὶ γὰρ ἐπὶ τῆς βασιλείας Θεοδοσίου τοῦ μικροῦ, κατὰ τὴν εἰκοστὴν πέμπτην τοῦ Σεπτεμβρίου μηνός, πηλίκον, φασί, συμβεβηκέναι σεισμὸν ἐπὶ πλείσταις ἡμέραις, ὡς μικροῦ δεῖν ἔρημον ἀνθρώπων ἐναπομεῖναι τὴν πόλιν καὶ ἔξω ἐν τοῖς πεδίοις λιτανεύειν πανδημεὶ ἅμα τῷ βασιλεῖ καὶ Πρόκλῳ τῷ πατριάρχῃ καὶ βοᾶν ἐκτενῶς τὸ «Κύριε ἐλέησον». Ἦν δὲ τοῦ σεισμοῦ ἡ αἰτία ὅτι κακοφρόνως αἱρετικοί τινες ἐπεχείρουν διδάσκειν διεστραμμένα καὶ συνάπτειν τῷ τρισαγίῳ σταυρὸν λέγοντες «ἅγιος ὁ Θεὸς ὁ σταυρωθεὶς δι’ ἡμᾶς», ὡς μὴ τῇ ἀνθρωπότητι ἀλλὰ τῇ θεότητι τὸ διὰ τοῦ σταυροῦ πάθος συνάπτοντες· καὶ μέντοι Θεὸς σεσαρκωμένος ἦν ὁ σταυρωθείς, ἔπασχε δὲ τὸ σῶμα, οὐχὶ δὲ ἡ ἀσώματος θεότης τοῦ Χριστοῦ· ὥσπερ καὶ σίδηρος πεπυρακτωμένος τυπτόμενος οὐδὲν πάσχει τὸ πῦρ, ἀλλ’ ὁ σίδηρος τὰς ῥαΐστρας καθυποδέχεται ὡς δεκτικὴν φέρων φύσιν πρὸς αὐτάς. Ἐκεῖνοι δὲ μὴ οὕτως φρονοῦντες τῇ ἀπαθεῖ καὶ ἀθανάτῳ φύσει τοῦ Θεοῦ Λόγου τὸ διὰ σταυροῦ πάθος κατεψηφίζοντο· ὧν τὴν παράνοιαν κατέπαιξέ τις τῶν νεοφωτίστων λέγων ὅτι· Λύπη μοί ἐστι καὶ θλῖψις ἀπαραμύθητος ἐφ’ ὧν ἤκουσα σήμερον. Οἱ δὲ ἐτόπασαν μὲν ὅτι μεταμεμέληται βαπτισθείς, ὅμως ἐπύθοντο τῆς θλίψεως τὴν αἰτίαν μαθεῖν. Ὁ δέ· Γραφή μοι, φησί, διεκομίσθη σήμερον περιέχουσα ὅτι τέθνηκε Μιχαὴλ ὁ ἀρχάγγελος. Οἱ δέ·
Καὶ πῶς οἷόν τέ ἐστι, φησίν, ἄγγελον τεθνηκέναι; Ὁ δέ· Τί οὖν, φησίν, ἄγγελος οὐ θνῄσκει καὶ Θεὸς ἀποθνῄσκει; Καὶ κατῄσχυνεν αὐτοὺς ἄνθρωπος ἐκ φυλῆς τῶν Σαρακηνῶν βαπτισθεὶς καὶ φωτισθεὶς σὺν τῇ ψυχῇ καὶ τὸν νοῦν. Τοῦ βασιλέως δὲ καὶ τοῦ πατριάρχου πανδημεὶ λιτανευόντων καὶ Θεῷ ἐξιλεουμένων, ἡρπάγη παιδίον ἐκ μέσου τοῦ λαοῦ καὶ ἐφ’ ὥραν ἱκανὴν ἀποκρυβὲν ἄνω πρὸς ἀέρα, πάντες ἔκραζον τὸ «Κύριε ἐλέησον»· εἶτα διὰ νεφέλης κατάγεται ὁ παῖς μέσον τοῦ λαοῦ τοῦτο καὶ μόνον εἰπὼν ὅτι· Ἤκουσα τῶν ἀγγέλων μὴ ἐν τῷ τρισαγίῳ ὕμνῳ συνάπτειν σταυρόν, ἀλλ’ οὕτω λέγειν· «Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς». Καὶ ταῦτα εἰπὼν ἐκοιμήθη. Ὁ δὲ ἄσχετος ἐκεῖνος ἔστη σεισμὸς ἐλέει Θεοῦ.
Καὶ αὖθις κατὰ τὴν παροῦσαν ἡμέραν, εἴτουν κατὰ τὴν εἰκοστὴν ἕκτην τοῦ Ὀκτωβρίου μηνός, ἐπὶ τῆς βασιλείας Λέοντος Ἰσαύρου τοῦ μισοχρίστου καὶ εἰκονομάχου, τοιοῦτος, φασίν, ἐπεισῆλθε σεισμός, ὡς πλείστους οἴκους καὶ ναοὺς καὶ τείχη καταπεσεῖν, ἵνα τάχα συνήσει ὁ ἀσεβὴς βασιλεὺς καὶ ἀλάστωρ μὴ θεομαχεῖν μηδὲ «πρὸς κέντρα λακτίζειν», ἀλλ’ «οὐ συνῆκεν» ὁ ἄθλιος οὐδὲ ἐπαύσατο θεομαχεῖν, ἄχρις ἂν θανὼν παρεδόθη τῷ «πυρὶ τῷ ἀσβέστῳ».
Ἐπὶ δὲ τῆς βασιλείας Λέοντος τοῦ μεγάλου, κατὰ τὴν ἕκτην καὶ αὖθις τοῦ Ὀκτωβρίου μηνός, παντὸς σεισμοῦ βαρυτέρα ὤφθη ἀπειλὴ Θεοῦ καὶ ἀνάγκη· ὤφθησαν γὰρ ἐν τῷ ἀέρι παρασυνήθεις πυρφοροῦσαι νεφέλαι καὶ ὁσονούπω πῦρ βρέχειν προσαπειλοῦσαι καὶ καταφλέξαι τὴν πόλιν ὡς τὰ Σόδομα πάλαι. Πᾶς δὲ ὁ λαὸς ἐν τοῖς ἱεροῖς κατέφευγον ναοῖς τὸ «Κύριε ἐλέησον» κράζοντες ἐκτενῶς, τοῦ μὴ τοιαύτης πειραθῆναι ὀργῆς καὶ πυρὸς τοιούτου παρανάλωμα γενέσθαι τὴν πόλιν καὶ τὸν λαόν. Διὸ καὶ ὁ φύσει ἀγαθώτατος Κύριος, τὸ τῆς δικαίας ὀργῆς ἀπότομον συγκεράσας πρὸς τὸ ἐνδόσιμον, πῦρ μὲν οὐκ ἔβρεξεν, ἀνθρώπους δὲ οὐ κατέφλεξεν, ἔβρεξε δὲ μέλαιναν ζέουσαν αἰθάλην ὥσπερ ἀπὸ καμίνου ἀφ’ ὥρας ἑσπερινῆς μέχρι μεσονυκτίου, ὡς καλυφθῆναι τὴν γῆν παρὰ μικροῦ ἕως γονάτου ἀνδρός, καὶ κατεφλέχθησαν κῆποι καὶ φυτὰ ὥσπερ ἀπὸ «πυρὸς καιομένου». Τεκμηράμενος δὲ ὁ βασιλεὺς σοδομιτικῆς πράξεως σύμβολον εἶναι τὴν τοιαύτην Θεοῦ ὀργὴν προσέταξε κεδνοὺς ἄνδρας τινὰς μαστεῦσαι τὴν πόλιν.
Οἱ δὲ περιεργασάμενοι τημελῶς εὕροσαν πλείστους τῆς σοδομιτικῆς μυσαρᾶς πράξεως συμμετέχοντας, οὐ τῶν τυχόντων ἁπλῶς ἀλλὰ μέχρι καὶ ἀρχικωτάτων καὶ περιβλέπτων ἀνδρῶν· οὓς ὁ βασιλεύς, ὡς ἄλλος τις Φινεὲς ζηλωτής, ἐποινηλάτησε διαφόρως· τινὰς γὰρ δημεύσει καὶ φυλακαῖς καὶ ἐξορίαις κατέκρινεν, τινὰς δὲ τῷ τῆς θαλάσσης βυθῷ κατεπόντισεν, ἄλλων δὲ τὰ τοῦ σώματος ἀπόκρυφα μόρια ἐξέτεμεν. Ταῦτα δὲ ποιῶν καὶ Θεῷ ἐθεράπευεν καὶ πολλοὺς τῆς μυσαρᾶς ἁμαρτίας παρέστειλεν καὶ τῆς δικαίας θείας ὀργῆς τὴν πόλιν ἐρρύσατο.
Καὶ αὖθις ἐν τῇ ἐννάτῃ τοῦ Δεκεμβρίου μηνός, ἐν τῷ δεκάτῳ ἔτει Βασιλείου τῆς βασιλείας, παμμεγίστου σεισμοῦ γενομένου πάμπολλα κατεστράφησαν ὀχυρώματα· τότε γὰρ καὶ ὁ μέγιστος τοῦ ἁγίου μάρτυρος Ἀντίπα κατερράγη νεὼς καὶ πλεῖστα τῶν τῆς πόλεως οἰκημάτων.
Ὡσαύτως καὶ ἐν τῇ ἀρχῇ τῆς βασιλείας τοῦ αὐτοῦ Βασιλείου τοῦ βασιλέως, ἐν τῇ ἐννάτῃ τοῦ Ἰαννουαρίου μηνός, βαρυτάτου ἐπενεχθέντος σεισμοῦ οὐ μόνον πλεῖστα τῶν οἰκημάτων κατέπεσον, ἀλλὰ καὶ ὁ ἐν τῷ Σίγματι μέγιστος τῆς ἀχράντου Θεοτόκου κατεστράφη ναός.
Οὐ μὴν δὲ ἀλλὰ καὶ πρώην ἐπὶ τῆς βασιλείας Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τῶν τυράννων, κατὰ τὴν τεσσαρεσκαιδεκάτην τοῦ Δεκεμβρίου μηνός, ἄξιος τῆς αὐτῶν μανίας καὶ θεομαχίας ἐπηνέχθη σεισμός, ὡς μικροῦ δεῖν καὶ αὐτὴν καταστραφῆναι τὴν γῆν, διδάσκων τοὺς δυσμενεῖς γνῶναι τὸν αἴτιον καὶ χορηγὸν τῆς μεγίστης αὐτῶν τιμῆς καὶ βασιλείας καὶ ὅτι οὐ θεοὶ τὰ εἴδωλα αὐτῶν, ἀλλ’ «εἷς Θεὸς» «ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν» καθάπερ φύλλον φυτοῦ· αὐτοὶ δὲ «οὐ συνῆκαν», οὐδὲ ὀρθῶς ἔκριναν τίς Θεὸς ὁ ζωῆς καὶ θανάτου ἔχων τὴν ἐξουσίαν καὶ τὴν γῆν κατασείων· διὸ καὶ δοκοῦντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ οὐ μόνον παρασυνεβλήθησαν καὶ ὡμοιώθησαν τοῖς κτήνεσι τοῖς ἀνοήτοις, ἀλλὰ καὶ αὐτῷ ἐξωμοιώθησαν τῷ διαβόλῳ ἄσπονδον πόλεμον ποιούμενοι καθ’ ἑκάστην κατὰ Χριστοῦ καὶ τῶν δούλων αὐτοῦ χριστιανῶν· καὶ οὐκ ἐπαύσαντο θεομαχεῖν καὶ διώκειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἄχρις ἂν ὁ θάνατος ἐπελθὼν τῷ διαβόλῳ καὶ τῷ Ταρτάρῳ παρέπεμψεν τούτους, ἵνα δώσωσι λόγον περί τε τῆς θεομαχίας αὐτῶν καὶ τῆς αἱματεκχυσίας τῶν χριστιανῶν.
Ὁ δὲ πρὸς τὰ τελευταῖα τῆς βασιλείας Θεοδοσίου τοῦ μικροῦ προσγενόμενος σεισμὸς τοὺς προγενεστέρους καὶ μεταγενεστέρους ἀπέκρυψεν οὐ τῷ μεγέθει ἁπλῶς ἀλλὰ καὶ τῇ διαρκείᾳ τῶν τριῶν μηνῶν, ἀρξάμενος κατὰ τὸν Ἰαννουάριον, εἰκοστῇ ἕκτῃ τοῦ μηνός, ὥρᾳ δευτέρᾳ τῆς ἡμέρας, ἡμέρᾳ Κυριακῇ, μέχρι καὶ εἰκοστῆς πέμπτης τοῦ Ἀπριλλίου μηνός· καὶ κατέπεσον τὰ τῆς πόλεως τείχη καὶ πλεῖστον μέρος τῶν οἰκημάτων· γέγονε δέ, φασι, περισσοτέρα κατάπτωσις ἀπὸ τῶν λεγομένων Τρῳαδησίων Ἐμβόλων μέχρι καὶ τοῦ Χαλκοῦ Τετραπύλου.
Ὁ δὲ βασιλεὺς πανδημεὶ λιτανεύων μετὰ δακρύων ἐβόα πρὸς Κύριον· Ῥῦσαι ἡμᾶς, Κύριε, λέγων, ῥῦσαι ἡμᾶς τῆς δικαίας σου ὀργῆς, ἣν ἐξήγειραν αἱ πολλαὶ ἡμῶν ἁμαρτίαι, καὶ ἐσάλευσας «τὴν γῆν καὶ συνετάραξας αὐτήν»· ἀλλὰ φεῖσαι ἡμῶν, Κύριε, «ὡς μόνος ἐλεήμων καὶ φιλάνθρωπος».
Καὶ ταῦτα μὲν ἐκ τῶν προγενεστέρων φοβερωτάτων σεισμῶν ὀλίγα ἐκ πολλῶν συλλεξάμενος ἔγωγε καὶ ἐν τῷ παρόντι λόγῳ συνταξάμενος συνοπτικῶς ἐπείγομαι φάναι καὶ ἀφ’ ὧν εἶδον αὐτόπτως καὶ ἀφ’ ὧν ἤκουσα ἀτεχνῶς· κατ’ ἀρχὰς γὰρ τῆς ἐν τῇ Ἐγκλείστρᾳ καθείρξεώς μου πρὸς τετάρτην τῆς νυκτὸς ὥραν, τοσοῦτος ἐξαίφνης ἐπηνέχθη σεισμός, ὡς μικροῦ δεῖν ἐπὶ πρόσωπόν με πεσεῖν ἀπὸ τοῦ χαραδρίου μου ἐπὶ τὴν γῆν. Γέγονε δὲ ὁ τοιοῦτος σεισμὸς ἐν τῇ νυκτὶ ἐκείνῃ ἕως ἑπτάκις καὶ κατέπεσον δέκα καὶ τέσσαρεις ἐκκλησίαι καθ’ ὅλης τῆς ἐπαρχίας Πάφου. Τότε γὰρ καὶ ὁ μέγιστος κατεστράφη ναὸς τῆς ἀχράντου Θεοτόκου, ὁ ἐν τῷ φρουρίῳ τῆς Πάφου, ἣν Λιμενιώτισσαν καλοῦσιν οἱ λαοί. Τότε γὰρ ἐτόπασαν πλεῖστοι ἀναιρεθῆναί με τῇ νυκτὶ ἐκείνῃ ὑπὸ τοῦ σαθροτάτου κρημνοῦ καὶ τοῦ τῆς Ἐγκλείστρας σπηλαίου (ἦσαν γὰρ τότε τὰ πάντα τεταριχευμένα καὶ σεσαθρωμένα), διὸ καὶ ἥκασι πρός μέ τινες ἅμα πρωΐ. Ἰδόντες δὲ ὅτι οὐδὲ οἱ λίθοι πεπτώκασιν, οὓς τρουλλοειδῶς τέθηκα ἐγὼ περὶ τὰ πρόθυρα τοῦ σπηλαίου, «ἐδόξαζον τὸν Θεὸν» καὶ ἠρώτουν τὴν αἰτίαν μαθεῖν τοῦ σεισμοῦ.
Καὶ ἀπεκρίθην αὐτοῖς, κατὰ τὸ ἐγχωροῦν, ὅτι, καθάπερ ἁμαρτήσαντος δούλου βασιλέως τινός, οὐχ ὑποφέρει ὁ δοῦλος βλοσυρὸν ὄμμα τοῦ βασιλέως, ἀλλὰ τρέμει ἐκ τοῦ πολλοῦ δέους, οὕτω καὶ ἡμῶν ἁμαρτανόντων καὶ βασιλέως παντουργοῦ Θεοῦ βλοσυρῶς ἐπὶ τὴν γῆν ἐπιβλέψαντος, ἡ δούλη κτίσις οὐχ ὑποφέρει τὸ φοβερὸν ὄμμα τοῦ κτίστου ὀπτεύειν μετὰ θυμοῦ, καὶ εἰ οὐ συνείχετο παρὰ τοῦ κτίστου, τελείως εἶχε καταστραφῆναι καὶ ὑποβρύχιος γενέσθαι πρὸς τὰς ἀβύσσους· ἀλλ’ ὥσπερ ἡ θάλασσα, κἂν μυριάκις μαίνηται, οὐχ ὑπερβαίνει τοὺς ὅρους, οὕτω καὶ ἡ γῆ, κἂν μυριάκις περικλονῆται καὶ κατασείηται, οὐ συγχωρεῖται παρὰ τοῦ κτίστου καταστραφῆναι.
Καὶ περὶ τούτων μὲν ἅλις. Εἶτα μετὰ καιρὸν οὐ συχνόν, μοναχός τις ἐξ Ἀντιοχείας τῆς μεγάλης ἀφίκετο πρός με ξένον καὶ φοβερὸν σεισμὸν διηγούμενος ἐν ἐκείνῃ συμβεβηκέναι τῇ πόλει· Οὐ μόνον, φησί, σφοδρῶς ἡ γῆ κατεσείετο, ἀλλὰ καὶ ἐμυκᾶτο καὶ κατεσχίζετο, καὶ οἱ λίθοι κάτω ὡς ἐπὶ φάραγγος κατερρίπτοντο. Ἐν δὲ τῷ σμίγεσθαι πάλιν τὴν γῆν, ὅσοι περὶ τὰ ἀκρόχειλα εὑρίσκοντο λίθοι ὥσπερ ἐκ πετροβόλου ἀφιέμενοι πρὸς ὕψος ἐξηκοντίζοντο.
Καταπεπτώκασι δὲ οὐ τείχη μόνον καὶ πλεῖστα τῶν οἰκημάτων ἀλλὰ καὶ ἡ μεγάλη ἐκκλησία, ἐξ ἧς καὶ ὁ πατριάρχης κατεφονεύθη καὶ πλῆθος λαοῦ πολλοῦ. Τούτων δὲ πάντων ἐπιτροχάδην ἐμνημόνευσα ἐγὼ τῶν σεισμῶν βουλόμενος δεῖξαι ὁμοῦ δύναμιν Θεοῦ καὶ κηδεμονίαν ὑπὲρ ἡμῶν. Καὶ δύναμιν μὲν ὅτι τὴν οὕτω βαρεῖαν καὶ παμμεγέθη γαῖαν βλέμματι καὶ μόνῳ ποιεῖ αὐτὴν τρέμειν καθάπερ φύλλον, κηδεμονίαν δὲ ὅτι ἁμαρτανόντων ἡμῶν πατάσσει τὴν γῆν τὴν μᾶλλον διαμένουσαν τῇ διατάξει αὐτοῦ («ἐθεμελίωσας», φησί, «τὴν γῆν καὶ διαμένει τῇ διατάξει σου»), ἡμῶν δὲ φείδεται πρὸς μετάνοιαν ἕλκων· ὥσπερ καὶ ὅτε Χριστὸς ἐσταυροῦτο, οὐδὲν ἔπασχον οἱ σταυροῦντες, ἡ δὲ κτίσις ἐμαστίζετο τρόμῳ καὶ σκοτασμῷ, ἔνθεν καὶ πλήθη πολλὰ πρὸς πίστιν καὶ μετάνοιαν ἤγαγεν, «τύπτοντες τὰ στήθη» καὶ «λέγοντες· Ἀληθῶς Θεοῦ υἱὸς ἦν οὗτος»· ὃς αἰσθητοῦ τε καὶ νοητοῦ σεισμοῦ καὶ ἡμᾶς ἀπαλλάξας ἐν ἐλέει αὐτοῦ γαλήνης ἀπαθείας ἡμᾶς καταξιώσειεν καὶ ζωῆς αἰωνίου, ὅπως σὺν τῷ Πατρὶ αὐτοῦ καὶ τῷ παναγίῳ Πνεύματι δοξάζωμεν αὐτὸν εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.