Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Πανηγυρικός λόγος

Νεόφυτος ὁ Ἔγκλειστος

Εγκώμιο στον άγιο Ιωάννη τον Χρυσόστομο

Βιογραφική αναδρομή στο ποιμαντικό έργο, τις εξορίες, τις κακουχίες και το μακάριο τέλος του αγίου Ιωάννου του Χρυσοστόμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 21 από 30

ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΙΕΡΑΡΧΗΝ ΚΑΙ ΠΑΤΕΡΑ ΗΜΩΝ ΘΕΙΟΝ ΧΡΥΣΟΣΤΟΜΟΝ ΚΑΙ ΣΥΝΟΨΙΣ ΠΕΡΙ ΤΟΥ ΒΙΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΤΕ ΤΗΣ ΧΕΙΡΟΤΟΝΙΑΣ ΚΑΙ ΤΗΣ ΘΕΟΚΡΙΤΟΥ ΠΡΟΕΔΡΙΑΣ ΑΥΤΟΥ ΠΕΡΙ ΤΕ ΤΗΣ ΕΞΟΡΙΑΣ ΚΑΙ ΑΥΘΙΣ ΤΗΣ ΕΠΑΝΟΔΟΥ ΤΟΥ ΘΕΙΟΥ ΛΕΙΨΑΝΟΥ ΑΥΤΟΥ ΣΥΝΟΠΤΙΚΩΣ ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΘΑΥΜΑΤΩΝ ΑΥΤΟΥ Εὐλόγησον, πάτερ. Χρυσόρρειθρον ἆρα καὶ χρυσόπλοκον γλῶτταν πῶς δυνατὸν ὀστρακίνη ἐγκωμιάσαι ἀξίως; Νοῦν ὑψηλὸν καὶ ὄντως οὐράνιον καὶ περίβλεπτον καὶ μηδὲν ἀποδέοντα ὀξυωπίας ἀγγέλων πῶς χθαμαλὸς καὶ γεώδης καὶ μεμυκὼς ἐξειπεῖν ἱκανὸς χρηστὸν περὶ ἐκείνου; Φρόνημα μέγα καὶ θεοειδῆ καρδίαν πῶς φρόνημα μικρὸν καὶ ῥυπαρὰ καρδία δυνατὸν εὐφημῆσαι ἀξίως; Ποταμὸν παμμεγέθη ἐπάρδοντα κόσμον τί ὠφελήσει μικρᾶς ἐπομβρίας μία ῥανίς; Ἀστέρα θεολαμπῆ καὶ πολύφωτον ἥλιον τίς συνάψειε σπινθὴρ πυρεκβόλιος; Ὥσπερ οὖν τὰ τῶν ῥηθέντων εἰκονισμάτων ἰνδάλματα ἀδυνατοῦσι πρὸς τὰ ἀντικείμενα, οὕτω κἀγὼ πρὸς τὰ τοῦ θείου καὶ ἱεροῦ Χρυσοστόμου ἐγκώμια.

Ἀλλ’ ὅμως ἕλκει με πόθος τις ἔνθεος περὶ αὐτοῦ φάναι τὸ κατὰ δύναμιν, τοῦτο μὲν ἵνα μὴ ἀγνώμων καὶ ἀχάριστος περὶ τὸν εὐεργέτην ἀναφανῶ, ὡς τῆς ἐκείνου θείας μάνδρας καὶ ποίμνης θρέμμα καὶ βόσκημα γεγονὼς ἐπὶ χρόνοις ἑπτὰ (καὶ γὰρ οὐκ αἰσχύνομαι ἐφ’ ᾧ λέγειν ἐπείγομαι· ὁπηνίκα γὰρ τῆς πατρικῆς μου ἑστίας ἀπαναστὰς ὡς ἐτῶν δέκα καὶ ὀκτὼ καὶ ἀφικόμην πρὸς τὴν θείαν μάνδραν καὶ ποίμνην αὐτοῦ, ἀπλάστου τε καὶ ἀμαθοῦς προβάτου διενήνοχα οὐδέν, μηδὲν ὅλως εἰδὼς τί ἐστι τὸ ἄλφα ἢ τί ἐστι τὸ βῆτα καὶ τὰ ἑξῆς· διὸ καὶ ἀμπέλους παρὰ τῶν τῆς μονῆς προεστώτων προετράπην καλλιεργεῖν· ἡ ἄμπελος δὲ ἡ ἀληθινὴ καὶ ὁ πατὴρ αὐτῆς ὁ γεωργὸς καθὼς ηὐδόκησε πεποίηκέ με ταῖς τοῦ θείου Χρυσοστόμου λιταῖς), τοῦτο δὲ ἵνα μὴ τῆς πανηγυρικῆς μου βίβλου, ἣν συγγράψαι παρακλητικῶς ἐπετράπην, ἔξω τὸν ἅγιον καταλεῖψαι· δίκαιον ἡγησάμην καὶ περὶ τούτου φάναι ὡς ἐφικτὸν εὐσύνοπτα καὶ σμικρά, ὥστε μήτε αὐτὸς ἔξω τῆς ἡμετέρας βίβλου καταλειφθῇ, μήτε ἡμεῖς τῶν ἐκείνου εὐχῶν ἐναπομείνωμεν ἔξω.

Οὗτος οὖν, οὗτος ὁ μέγας τῆς οἰκουμένης φωστήρ, ὁ μέγας τῶν μεγάλων μυστηρίων Θεοῦ μύστης καὶ μυσταγωγός, ὁ μέγας τῶν μεγάλων ψυχικῶν σηπεδόνων ἄριστος ἰατρός, ὁ μέγας τῶν ἐν σκότει ἁμαρτημάτων νυκτομαχούντων φωταγωγὸς καὶ ῥύστης, ὁ πᾶσαν τὴν οἰκουμένην ταῖς διδαχαῖς κυκλοειδῶς περιέχων μέγας ὠκεανός, ὁ ἐκ τῆς θείας Ἐδὲμ θεῖος τετραχὴς μέγας ποταμός, ὁ Εὐιλάτους καὶ Αἰθίοπας καὶ Αἰγυπτίους καὶ Μεσοποταμίτας ἐπάρδων ἀρούρας λογικὰς τὰ ῥεῖθρα τῆς χάριτος, ὁ μέγας διδάσκαλος «τῆς Ἐκκλησίας τοῦ Θεοῦ», ὁ μέγας ὑποφήτης τῆς χάριτος, ὁ μέγας τῶν ἀδύτων ἐξηγητὴς ἀκριβέστατος, ὁ κῆρυξ τῆς μετανοίας, ὁ οὐρανοφάντωρ καὶ διαπρύσιος τῶν θείων εὐαγγελίων ῥητορευτὴς καὶ τῆς θεοπνεύστου καθόλου θείας Γραφῆς, ὁ ἐγγυητὴς τῶν ἁμαρτωλῶν καὶ πρὸς μετάνοιαν ἕλκων θεῖος Χρυσόστομος τὴν Ἀντιόχου πόλιν ἔσχε πατρίδα τότε, ὥσπερ νῦν τὴν οὐράνιον, πατρὸς μὲν στρατηλάτου Σεκούνδου τοὐπίκλην, μητρὸς δὲ Ἀνθούσης οὕτω καλουμένης.

Ἐπεὶ δέ, κατὰ Παῦλον, «σκεῦος ἐκλογῆς» καὶ αὐτὸς ἔμελλεν ἀποβῆναι, τῶν χαμαιζήλων ἀξιωμάτων ἐραστὴς γέγονεν οὐδαμῶς, ἀλλὰ βίου ἀμέμπτου καὶ καθαροῦ καὶ μαθημάτων ἐνθέων ἐποιεῖτο τὴν ἐπιμέλειαν νύκτωρ καὶ μεθ’ ἡμέραν. Ἐπεὶ δὲ καὶ μέτρου ἥπτετο ἡλικίας καὶ φρονήματος θείου, διάκονος καὶ πρεσβύτερος καὶ διδάσκαλος τῆς Ἐκκλησίας ὑπὸ τῶν θείων πατριαρχῶν, Μελετίου φημὶ καὶ Φλαβιανοῦ, χειροτονεῖται καὶ προχειρίζεται, καὶ ἐπὶ δώδεκα ἔτη ἀμέμπτως ἦν παρεδρεύων καὶ λειτουργῶν τῷ ἁγίῳ θυσιαστηρίῳ. Ἀλλ’ ἐπειδὴ κόρον οὐκ οἶδε λαμβάνειν ποτὲ τὸ τῆς ἀρετῆς τρόφιμον, οὐδ’ αὐτὸς ἐκορέννυτο πρὸς τῶν καλῶν τὴν ἐπίδοσιν· τοῦτο γὰρ καὶ ἡ σοφία προαπεφήνατο κάλλιστα, «οἱ ἐσθίοντές με», λέγουσα, «ἔτι πεινάσουσι καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν»· οὕτω καὶ ὁ θεῖος Χρυσόστομος ἔτι πεινῶν καὶ διψῶν τὴν τῶν θείων χαρισμάτων ἐπίδοσιν παραιτεῖται τὴν τῶν πολλῶν ξυναυλίαν, ἀσπάζεται τὴν ἡσυχίαν χαίρειν τοῖς πᾶσιν εἰπὼν ἐπὶ χρόνοις τρισίν. Ἀλλὰ καὶ τίς ἱκανὸς ἐξειπεῖν φανερῶς οὓς ἐκεῖνος κρυπτῶς ὑπέστη κόπους καὶ πόνους ἐν τῷ σπηλαίῳ ἐκείνῳ τῆς ἡσυχίας παρακρυπτόμενος;

Ἐπεὶ δὲ οὐκ ἦν εὐαγὲς τὸ κοινὸν τῆς οἰκουμένης θησαύρισμα ἐν σπηλαίῳ ἑνὶ κατακρύπτεσθαι καὶ λανθάνειν εἰς τέλος, συγχωρεῖ Θεὸς ἀσθενείᾳ τινὶ τὸν γεννάδα περιληφθῆναι, ἐξ ἧς καὶ ἑλκόμενος βίᾳ προσερρύη πάλιν τῇ πόλει τάχα καὶ μὴ βουλόμενος, ὃν καὶ αὖθις ἡ πόλις ἐπλούτει ὡς θεόβρυτον ποταμὸν τοῖς διδάγμασι.

Καί, ἵνα ἐγὼ τὸ πλῆθος τῶν διηγημάτων καταλείψω ἑκών, λέξω συντόμως. Ἐπειδὴ γὰρ οἰκουμενικὸν διδάσκαλον τοῦτον κεχειροτόνηκε Θεός, τίς ὁ ἀντερῶν; Ἀλλὰ καὶ αὐτὸς τὸ τῆς τιμῆς ταύτης ὑπερέχον διαδρᾶσαι πειρώμενος ἴσχυσεν οὐδαμῶς.

Νεκτάριος γὰρ ὁ ἐπέχων τότε τῆς Ἐκκλησίας τοὺς οἴακας ἀπολιπὼν τὸν βίον, ὁ τοῦ θρόνου ἄξιος λοιπὸν ἐζητεῖτό τε καὶ κατεμηνύετο, ὃν διά τινος μηχανῆς καὶ βασιλείου σπουδῆς καὶ προστάξεως καὶ ἐπινοίας τινὸς στρατηγοῦ Ἀντιοχείας, ὡς ἐκ βασιλικῆς εἰσηγήσεως διὰ τὴν ἔνστασιν τῶν Ἀντιοχέων, ὥσπερ κεκλοφὼς τὸν Ἰωάννην ὁ στρατηγὸς πρὸς τὴν βασιλίδα τῶν πόλεων ἐξαπέστειλεν, ἀπαραμύθητον πένθος τοῖς ἐν Ἀντιοχείᾳ καταλιπὼν καὶ ἀπαράμιλλον χάριν καὶ θυμηδίαν τῇ βασιλίδι προσαγαγών. Καί, ἵνα τὸ πᾶν συνελὼν εἴπω, τάξει τινὶ καὶ κανόσι τῆς Ἐκκλησίας ὡς λύχνος ἐπὶ λυχνίαν ἐπὶ τὸν θρόνον τῆς προεδρίας ὁ μέγας Ἰωάννης ἀνακομίζεται. Καὶ τί γὰρ ὁ καὶ πρὸ ποιμένος ποιμὴν καὶ πρὸ τοῦ θρόνου τὰ περὶ τοῦ θρόνου διδάσκων ἔμελλεν μετὰ ταῦτα καὶ λέγειν καὶ δρᾶν, ἀλλ’ ἢ πάντως ὡς ποιμήν, ὡς κυβερνήτης, ὡς ἰατρός, ὡς οἰκοδόμος, ὡς τέκτων, ὡς γεωργός, ὡς στρατιώτης, ὡς «μεσίτης Θεοῦ καὶ ἀνθρώπων» ἔμελλε καθορᾶσθαι λόγῳ καὶ πράξει καὶ διανοίᾳ;

Καὶ ὡς ποιμὴν μὲν τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων παραδιδόναι, ὡς κυβερνήτης δὲ πρὸς τοὺς ἄνω λιμένας τὴν νοητὴν καθέλκειν ὁλκάδα, ὡς ἰατρὸς σηπεδόνας θεραπεύειν ἁμαρτημάτων πολυχρονίων, ὡς οἰκοδόμος τὰ δόγματα τῆς εὐσεβείας ἀπτώτως οἰκοδομεῖν, ὡς τέκτων τὰ διεφθαρμένα λογικὰ ξύλα καλλωπίζειν «ἐν πελέκει καὶ λαξευτηρίῳ» πνευματικῷ, ὡς γεωργὸς δαψιλῶς κατασπέρειν τὸν λόγον τῆς χάριτος, ὡς στρατιώτης τοὺς ἀντιπάλους τῆς ἀληθείας ἀναιρεῖν «τῇ μαχαίρᾳ τοῦ Πνεύματος», ὡς «μεσίτης Θεοῦ καὶ ἀνθρώπων» καταλλάττειν ἀνθρώπους Θεῷ ἐγγυώμενος ἁμαρτωλοὺς καὶ ῥυόμενος ἀδυνάτους ἐκ χειρὸς στερεωτέρων αὐτῶν. Τοιοῦτον δὲ ὄντα τὸν θεῖον τοῦτον καὶ μέγαν ἱεράρχην, τί εἰκὸς λέγειν περὶ αὐτοῦ τῶν πιστῶν τὰ συστήματα, ἀλλ’ ἢ πάντως Παύλου τὴν ψῆφον, ὅτι «τοιοῦτος ἡμῖν ἔπρεπεν ἀρχιερεύς», ὃς οὐκ ἔχει καθ’ ἡμέραν ἀνάγκην περὶ «βιωτικῶν μελημάτων», «ὅσιος, ἄκακος», διδακτικός, ποιμαντικός, ἄγρυπνος, κυβερνητικός, ἰατρευτικός, οἰκοδομικός, τεκτονευτικός, γεωργευτικός, στρατοπεδαρχικός, μεσιτευτικὸς καὶ διαλλακτήριος ἀνθρώπων Θεῷ;

Οὕτως δὲ ἐχούσης τῆς Ἐκκλησίας πρὸς τὸν μέγαν Ἰωάννην, οὐκ ἠμέλει ὁ ἐξ ἀρχῆς πολέμιος, οὐκ ἠμέλει δόλους καὶ ῥᾳδιουργίας κατ’ αὐτοῦ συρράπτων κινούμενος φθόνῳ· ἀλλ’ ἐπειδὴ οὐδὲ κατὰ χοίρων ἔσχηκεν ἐξουσίαν, ἐξαιτεῖται λοιπὸν καὶ κατ’ αὐτοῦ ὥσπερ καὶ κατὰ τοῦ Ἰὼβ πάλαι. Εἰκὸς γὰρ ἦν φάναι καὶ κατ’ αὐτοῦ «μὴ δωρεὰν» Ἰωάννης «σέβεται τὸν Θεόν;». Οὐχὶ σὺ αὐτὸν ἐτίμησας κοσμικῇ προεδρίᾳ καὶ ἔδωκας τοὺς λόγους σου εἰς τὸ στόμα αὐτοῦ ὡς πάλαι Ἰερεμίᾳ καὶ ἐστόμωσας αὐτὸν λόγῳ ἀκατασχέτῳ, καὶ περιέφραξας αὐτοῦ τὰ ἔσωθεν καὶ τὰ ἔξωθεν τὴν χάριν τοῦ Πνεύματός σου καὶ μέγαν αὐτὸν «ἐποίησας ἐπὶ τῆς γῆς»; Περίελε γὰρ ἀπ’ αὐτοῦ ταῦτα πάντα, «εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει». Ἐπεὶ δὲ ἔθος τῷ Θεῷ διὰ θλίψεων στεφανοῦν τοὺς δούλους αὐτοῦ, ἔλεγε τοῖς μαθηταῖς ὅτι «κλαύσετε ὑμεῖς», οἱ ἐμοί, «καὶ θρηνήσετε, ὁ δὲ κόσμος χαρήσεται, ὑμεῖς δὲ λυπηθήσεσθε, ἡ δὲ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται»· ἔνθεν καὶ ὁ θεῖος Χρυσόστομος συγχωρεῖται θλιβῆναι ὡς Χριστοῦ μαθητής.

Ἐπεὶ δὲ οὐχ εὕρηκεν ὁ ἐχθρὸς εἰς Ἰωάννην τὰ τοῦ Ἰώβ, οἷον ἀγέλας καὶ ποίμνια καὶ τὰ ἑξῆς, οὐχ ἠπόρησε τῷ ἀρχεκάκῳ κακίας ἐπισπορά· διὸ καὶ συναθροίζει κατὰ τοῦ θείου ἀνδρὸς συνέδριον πονηρὸν καὶ πλῆρες ἀνομίας, καὶ ἐκ μὲν τῆς βασιλείας τὴν πονηρὰν Εὐδοξίαν, ἐκ δὲ τῆς πόλεως τὰς περὶ Καστρικίαν ἀκολάστους γυναῖκας τρεῖς, αἳ καὶ ἐνεῖχον αὐτὸν διὰ τὸ ἐλέγχεσθαι ὑπ’ αὐτοῦ ὡς χῆραι γραΐδες πολύανδροι καὶ ἄτακτοι. Ἡ δὲ Εὐδοξία ἤχθραινε διὰ Θευδερίχου τὰ χρήματα καὶ διὰ τὸν ἀμπελῶνα τῆς χήρας καὶ διὰ Παυλάκιον ἀδικητήν, ὃν ᾔτησεν Ἰωάννης ἀποδοῦναι τὰ ἀδικηθέντα χήρᾳ τινὶ γυναικί. Καὶ ταύτας μὲν καὶ τοὺς περὶ αὐτὰς συνήθροισεν ὁ ἐχθρός. Ἐκ δὲ τῶν ποιμένων μισθωτοὺς μᾶλλον ἢ ποιμένας συνήγαγεν ὁ κακοῦργος, ἐξ ὧν ἦν Θεόφιλος Ἀλεξανδρείας, Ἀκάκιος Βερροίας καί τινες ἐπισκόπων καὶ ἱερέων καὶ διακόνων, διεφθαρμένη συναγωγή, ἐξ ὧν καί τινες καθῃρημένοι ἦσαν ὑπὸ Ἰωάννου διὰ φαυλότητα βίου, οἳ καὶ ἐλοιδόρουν κατὰ τοῦ ἁγίου ἀμυνόμενοι. Οὕτως οὖν συναχθέντες πονηρῶς καὶ ἀθέως καὶ μὴ κατὰ κανόνα ἐκκλησιαστικὸν ἀλλὰ κατ’ ἐξουσίαν καὶ δυναστείαν βασιλικὴν ποιησάμενοι σύνοδον, μᾶλλον δὲ συνέδριον Ἰουδαϊκόν, πρὸς ἐξορίαν καταψηφίζονται τὸν ἄμεμπτον καὶ ἀπαθῆ. Ἐτελεῖτο δὲ ταῦτα ἐν τῇ φρικτῇ καὶ μεγάλῃ ἡμέρᾳ τοῦ Μεγάλου Σαββάτου.

Καὶ ὢ τῆς ἀνοχῆς σου, Χριστέ μου, καὶ τῆς ἀφάτου μακροθυμίας, πῶς οἱ ἀσεβεῖς ἐπευφραίνοντο καὶ οἱ εὐσεβεῖς κατετρύχοντο. Καὶ ἦν ἐν ὅλῃ τῇ νυκτὶ ἐκείνῃ θρῆνοι καὶ οἰμωγαὶ καὶ ζάλη, ὡς μηδὲν ἀποδέουσα βαρβαρικῆς ἐπιδρομῆς καὶ ἁλώσεως ἀπηνοῦς, ὥστε καὶ ἐν αὐτοῖς τοῖς ἀδύτοις εἰσιέναι τινὰς τῶν ἀπίστων στρατιωτῶν καὶ ἀφαρπάζειν τὰ τελούμενα ἅγια καὶ ἀπορρίπτειν ἐκ τῶν χειρῶν τῶν ἱερέων.

Ὁ δὲ ἅγιος, κατὰ θείαν συγχώρησιν, προστάξει βασιλικῇ τῆς πονηρᾶς Εὐδοξίας, ἢ μᾶλλον τῆς Ἀδοξίας, ὑπό τινων δημίων στρατιωτῶν ἀπὸ τοῦ θρόνου κατενεχθεὶς πρὸς ἐξορίαν ἀπάγεται. Φθάσας δὲ μέχρι καὶ τῆς Πραινέτου, οὐ συγχωρεῖ Θεὸς περαιτέρω τὸν δίκαιον προχωρῆσαι· πυρίνου γὰρ νέφους ἐπιφανέντος πυρίκαυστον τὴν πόλιν προσαπειλοῦντος καὶ σεισμοῦ πολλοῦ γεγονότος, προστάξει βασιλικῇ ἀνακάμπτει πάλιν ὁ ἅγιος εἰς τὸν θρόνον αὐτοῦ μετὰ δόξης ὅ τι πολλῆς. Ἡ δὲ πόλις βρύχουσα κατὰ Θεοφίλου τοῦ θαλασσῶσαι αὐτόν, ὡς αἰτίου τῆς γενομένης ζάλης, φυγὰς ὁ ταλαίπωρος ᾤχετο νύκτωρ πρὸς Ἀλεξάνδρειαν. Ὁ δὲ θεῖος Χρυσόστομος ἔτι ἀκμαιοτέρως καὶ λαμπροτέρως τὰ τῆς διδασκαλίας ἦν ἐκχεόμενος νάματα, διὰ τὸ ὡς χρυσὸς ἐν χωνευτηρίῳ δοκιμασθεὶς ἐν ταῖς θλίψεσιν ἀπεφάνθη λαμπρότερος.

Διϊππεύσαντος δὲ χρόνου τινὸς πάλιν αἱ τοῦ ἀρχεκάκου ἐχθροῦ αὖραι ἠρεμεῖν οὐκ ἠδύναντο· διὸ καὶ τοὺς αὐτοῦ μισθωτοὺς κατὰ τοῦ θείου ἱεράρχου πάλιν διηρέθιζε. Διὸ καὶ αὖθις ζάλαι καὶ θύελλαι καὶ καταιγίδες ἀνερριπίζοντο, ἵνα τὸν μέγαν κυβερνήτην τῆς θείας ὁλκάδος πρῶτον καταποντίσωσι καὶ εἶθ’ οὕτως αὔτανδρον καὶ αὐτὴν τῷ βυθῷ τῆς ἀσεβείας καταβυθίσωσιν· ὅπερ καὶ ἐγένετο. Εἰς ἐξορίαν γὰρ ἐκείνου παραπεμφθέντος, οὐδὲν κλύδωνος δεινοτάτου καὶ θαλάσσης κυμαινομένης αἱ τοῦ Θεοῦ ἐκκλησίαι πανταχοῦ διενηνόχασιν. Ἡ πονηρὰ γὰρ βασιλὶς Ἀδοξία, οὐχ Εὐδοξία, ἡ νέα Ἰεζάβελ καὶ οἱ συλλήπτορες αὐτῆς ἱερεῖς τῆς αἰσχύνης καὶ ἐργάται τῆς ἀνομίας τὴν κατὰ τοῦ θείου Ἰωάννου σκαιωρίζοντες ἐξορίαν καὶ τῷ ἐξάρχῳ τῆς ταραχῆς Ἀθεοφίλῳ συλλήπτορα ἐξ Ἀλεξάνδρου τῆς πόλεως διὰ γραμμάτων προσκαλούμενοι, ἰδοὺ καὶ ὁ Κύπρου μέγας Ἐπιφάνιος διὰ ἰδικὰς δουλείας πρὸς τὴν βασιλίδα τῶν πόλεων ἔρχεται· οὗ αἰσθομένη τὴν ἐνδημίαν ἡ βασιλὶς Εὐδοξία τάχει πολλῷ ἐν τῷ παλατίῳ αὐτὸν μεταστέλλεται, καὶ πολλὰ κατὰ τοῦ Ἰωάννου τῷ Ἐπιφανίῳ ληρωδήματα φληναφήσασα ὕστερον καὶ αἵρεσιν αὐτῷ ἐπισυνάπτειν ἐπιχειρεῖ καὶ τοῦ θρόνου ἀνάξιον ἀποφαίνεται. Ἐπειρᾶτο γὰρ καὶ Ἐπιφάνιον σαγηνεῦσαι πρὸς τὴν τοῦ Ἰωάννου καθαίρεσιν.

Ὡς δὲ τοῦτον πρὸς τοῦτο νενευκότα οὐκ ἔβλεπεν ἀλλὰ μᾶλλον καὶ ἀπολογούμενον τὰ προσήκοντα· Τοὺς τῶν εἰδώλων, ἔφη ἐκείνη, ἔχω διανοῖξαι ναοὺς εἰς προσκύνησιν, εἰ ἐμποδίσεις ἐξορισθῆναι Ἰωάννην. Καὶ ὁ Ἐπιφάνιος· Ἐγώ, τέκνον, ἀθῷός εἰμι, ἔφη, ἀπὸ τῆς κρίσεως ταύτης. Εἶπε ταῦτα καὶ ἐξῆλθε τοῦ παλατίου. Οἱ δὲ περὶ <τὴν> Εὐδοξίαν ἔλεγον ὅτι ὁ Κύπρου Ἐπιφάνιος κατεψηφίσατο καὶ ὑπέγραψεν εἰς τὴν Ἰωάννου ἐξορίαν· τοῦτο δὲ καὶ ἐν ὅλῃ διεφημίσθη τῇ πόλει καὶ τὸν μέγαν ἔπεισαν Ἰωάννην ἀληθὲς εἶναι. Ἔνθεν ὡς ἄνθρωπος καὶ αὐτὸς δεινοπαθήσας γράφει τῷ Ἐπιφανίῳ λέγων· Ἐπιφάνιε σοφέ, σὺ συνῄνεσας τῇ ἐξορίᾳ τῇ ἐμῇ· ἴσθι οὖν ὅτι καὶ αὐτὸς οὐ μὴ καθεσθῇς ἔτι ἐπὶ τοῦ θρόνου σου. Πρὸς ταῦτα οὖν καὶ Ἐπιφάνιος ἀντιγράφει τάδε· Ἀθλητὰ Ἰωάννη, δέρου καὶ νίκα, ἴσθι δὲ καὶ αὐτὸς ὅτι οὐ μὴ φθάσῃς τὸν ὁρισθέντα τόπον τῆς ἐξορίας σου. Ταῦτα δὲ ἔγωγε ἀρὰν οὐκ ἂν εἴποιμι ἄν, ἀλλὰ πρόρρησιν θεοφόρων ἀνδρῶν διὰ Πνεύματος ἁγίου τὸ μέλλον προαποφαίνουσαν.

Ἔνθεν οὐδ’ αὐτὸς τὸν θρόνον οὐδὲ ἐκεῖνος τὸν χῶρον πέφθακε ζῶν, ἀλλ’ ὁ μὲν ἐπὶ τῇ θαλάσσῃ πρὸ τοῦ ἐπιβῆναι τῆς Κύπρου τὸ τέλος ἐδέξατο, ὁ δὲ πρὸ τοῦ φθάσαι Κομάναν εἰς Πιτυοῦντα τῷ Θεῷ «τὸ πνεῦμα παρέδωκεν».

Ἐγὼ δὲ συντομίας ἐπιμελούμενος καὶ τὰ πολλὰ παρωσάμενος λέξω, ὥσπερ ἐπιτροχάδην, τὸ τῆς δεινῆς τραγῳδίας συμπέρασμα. Νικᾷ πάλιν, κατὰ θείαν συγχώρησιν, ἡ πονηρὰ συμμορία, τὸ συνέδριον τοῦ διαβόλου, ἡ κατὰ «τῆς Ἐκκλησίας τοῦ Θεοῦ» πανωλέθριος φάλαξ, ἡ νέα Ἰεζάβελ, οἱ ἱερεῖς τῆς αἰσχύνης πρὸς φυγαδείαν τοῦ νέου Ἠλιοῦ <***> καὶ ζηλωτὴν τῶν θείων ἐνταλμάτων τοῦ Θεοῦ, ὑποθήκαις καὶ κακουργίαις Ἀθεοφίλου, ἀρχιερέως Καϊάφα καὶ παρανόμου κριτοῦ. Καὶ πάλιν πρὸς ἐξορίαν ὁ μέγας Ἰωάννης καὶ στῦλος τῆς Ἐκκλησίας ἐκπέμπεται ἀδίκως, πρὸς δύο λεοπάρδους στρατιώτας τοῦ ἐπάρχου τῶν πραιτωρίων παραδοθεὶς ἐλαύνεσθαι ἀνηλεῶς.

Διεστείλατο δὲ αὐτοῖς ἡ φονικὴ Ἰεζάβελ καὶ οἱ λῃσταὶ (πῶς γὰρ ἂν καὶ ἱερεῖς ἐκείνους καλέσειεν ἄν τις τοὺς λῃστρικῶς ἀθροισθέντας καταφονεῦσαι τὸν διδάσκαλον τῆς οἰκουμένης καὶ τῶν Χριστοῦ θρεμμάτων ποιμενάρχην χρηστόν;) ὅτι· Ἐὰν ἐν τῇ ὁδῷ ἀποθάνῃ, φησίν, πλὴν μὴ διὰ ξίφους ἀλλὰ διὰ κακοπαθείας τινός, μειζοτέρων μεθέξετε βασιλικῶν ἀξιωμάτων. Διὸ καὶ ὁ μὲν εἷς ὡς θηρίον ἀνήμερον πρὸς τὸν ἅγιον διέκειτο, ὁ δὲ ἕτερος αἰδῷ τινι καὶ εὐλαβείᾳ ἐτίμα τὸν δίκαιον διαλανθάνων τὸν ἑταῖρον αὐτοῦ. Ἠλαύνετο οὖν ὁ πύκτης ἀσυμπαθῶς ἐν τῇ μακρᾷ ἐκείνῃ καὶ ἀργαλεωτάτῃ πορείᾳ μηδεμιᾶς ἐν μηδενὶ συγχωρούμενος θεραπείας τυχεῖν ἐν πόλει ἢ ἐν κώμῃ τινί. Ἐφέροντο δὲ σὺν αὐτῷ καὶ συνέκδημοι πρεσβύτεροι δύο καὶ διάκονος εἷς, ὧν ἔγωγε τὴν ἀξιάγαστον πρὸς τὸν ἅγιον μακαρίζω στοργὴν καὶ πίστιν.

Οἶμαι δὲ καὶ αὐτὸς ὡς τοῦ Χριστοῦ μιμητὴς ἐξειπεῖν εἶχε τὰ τοῦ Χριστοῦ πρὸς τοὺς μαθητάς, ὅτι «θέλω, πάτερ, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ οὗτοι ὦσι μετ’ ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμὴν» καὶ τὰ ἑξῆς. Συνέβη δὲ μετὰ τὴν ἐξορίαν Ἰωάννου ἐν τῇ βασιλίδι πόλει θεήλατος ἐμπρησμός, ὡς μὴ μόνον πλεῖστα καὶ κάλλιστα τῶν οἰκημάτων πυρὸς βόσκημα ἀποφανθῆναι, ἀλλὰ καὶ πολλοὺς ἀνθρώπους πυρικαύστους γενέσθαι. Μετὰ τοῦτο δὲ καὶ χάλαζα παμμεγέθης, τῶν πώποτε μὴ φανεῖσα, τήν τε πόλιν καὶ τὰ πέριξ αὐτῆς κατελυμήνατο σφόδρα, ὡς λέγειν τοὺς δήμους ἀνεπαισχύντως ὅτι διὰ τὴν ἄκριτον καὶ παράνομον Ἰωάννου ἐξορίαν τὰς θεηλάτους ταύτας πληγὰς ὑφιστάμεθα.

Ὁ δὲ δίκαιος ἐλαυνόμενος ὑπὸ τῶν δημίων ἔφθασε τὴν Κουκουσὸν καὶ ξεναγωγεῖται ὑπό τινος ἀνδρὸς θαυμαστοῦ ἐπισκόπου Ἀραβισοῦ, οὗ τὸ ὄνομα Ἀδελφιός. Καὶ ἦν ὁ δίκαιος ἔν τε τῇ Κουκουσῷ καὶ τῇ Ἀραβισῷ ἐν ὅλοις τρισὶν ἔτεσιν πολλοὺς πρὸς τὴν ἀμώμητον πίστιν χειραγωγῶν, διδάσκων, βαπτίζων, χειροτονῶν καὶ θαυματουργῶν. Τούτων δὲ οἱ ἐχθροὶ τῆς ἀληθείας ἀκούσαντες ἀπελαύνουσι τὸν δίκαιον καὶ ἀπεντεῦθεν προστάξει βασιλικῇ ἕως Κομάνης, ἥτις ἐστὶ τόπος πανέρημος, τέρμα δὲ τοῦ Εὐξείνου Πόντου καὶ τῆς Ῥωμαίων ἡγεμονίας, τοῖς ὠμοτάτοις προσπελάζων βαρβάροις, τῶν Τζάνων λεγομένων.

Καὶ ἦν πάλιν ὁ ἅγιος τρεῖς ὅλους μῆνας ἀναιδῶς ἐλαυνόμενος πρὸς τὸ φθάσαι Κομάναις. Πρὸ ὀλιγοστῶν ἡμερῶν δὲ τοῦ ἐπιφθάσαι Πιτυοῦντα, ἥτις καὶ προσπελάζει Κομάναις, ἐν μιᾷ νυκτὶ τοῦ ἁγίου προσευχομένου συνήθως, συναγρυπνούντων δὲ τούτῳ καὶ τῶν δύο πρεσβυτέρων σὺν τῷ διακόνῳ, ἰδοὺ Πέτρος καὶ Ἰωάννης, τῶν ἀποστόλων οἱ πρόκριτοι, ἐπέστησαν αὐτῷ καὶ αὖθις, ὥσπερ καὶ ἐν Ἀντιοχείᾳ τὸ πρίν, ὅτε καὶ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν καὶ τὸ θεῖον εὐαγγέλιον παραδεδώκασι, καὶ νῦν πάλιν ἐλθόντες λέγουσιν αὐτῷ· Ἰδοὺ παρὰ τοῦ κοινοῦ ἡμῶν πάντων δεσπότου καὶ Κυρίου Ἰησοῦ Χριστοῦ σταλέντες εὐαγγελιζόμεθά σοι χαρὰν μεγάλην· διὸ χαῖρε καὶ ἀγαλλία. Ἔτι γὰρ ὀλιγοστῶν παρελθουσῶν ἡμερῶν, χαρὰ μεγάλη διαδέχεταί σου τὰς θλίψεις καὶ ἐκδημήσεις ἀπὸ τῶν τῇδε καὶ ἐνδημήσεις πρὸς Κύριον τὸν Θεόν σου καὶ ἔσῃ ἀναπαυόμενος σὺν ἡμῖν ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ ὡς ποιμάνας καλῶς τὸ ποίμνιον τοῦ Χριστοῦ καὶ ἀθλήσας ὑπὲρ αὐτοῦ. «Οἱ ἐχθροί σου» δὲ «ἀπολοῦνται» «μετ’ ἤχους» καὶ ἡ βασιλὶς Εὐδοξία γενήσεται σκωλήκων βορὰ καὶ ἐν πολλῇ ὀδύνῃ καὶ δυσωδίᾳ τὴν ψυχὴν ἀπορρήξει. Σὺ δὲ θάρσει καὶ ἀνδρίζου ὑπομένων τὸν Κύριον.

Ἤκουον δὲ ταῦτα πάντα καὶ ἔβλεπον οἱ πρεσβύτεροι σὺν τῷ διακόνῳ δηλονότι οἰκονομικῶς, ἵνα μάθῃ ὁ λαὸς οἵας ὁ ἐξόριστος καὶ κατάκριτος δόξης καὶ τιμῆς ἠξιώθη παρὰ Θεοῦ. Διὸ καὶ ὁρώντων τῶν πρεσβυτέρων, βρῶμά τι ξενοπρεπὲς διὰ τῶν ἀποστόλων δέχεται ὁ δίκαιος· Λάβε, λέγοντες, τοῦτο καὶ φάγε καὶ οὐ μὴ δεηθήσῃ βρώσεως ἑτέρας, ἕως οὗ εἰς χεῖρας Θεοῦ τὸ πνεῦμά σου παραδῷς. Ὁ δὲ λαβὼν καὶ φαγὼν ἔδωκε δόξαν τῷ Θεῷ τῷ τηλικούτων αὐτὸν καταξιώσαντι παρακλήσεων.

Οἱ δὲ ὠμοὶ ἐκεῖνοι στρατιῶται πάλιν ἕωθεν τὸν ἅγιον ἤλαυνον ἀσυμπαθῶς. Αὐτὸς δὲ ταῖς θείαις νευρωθεὶς παρακλήσεσι τὰς παρ’ αὐτῶν θλίψεις ἀντ’ οὐδενὸς ἐλογίζετο. Ἔφθασαν δὲ εἰς Πιτυοῦντα καὶ καταλύουσιν ἔξω τοῦ τείχους. Ἀλλ’ οὐδὲ ἐνταῦθα τὸν δίκαιον ἀνέχονται παραμεῖναι, ἀλλ’ ἔν τινι νησιδίῳ Κομάνης ἀπαρακλήτῳ κατηπείγοντο ἐναπορρῖψαι τὸν ἀθλητήν. Τοῦτο δὲ γενέσθαι Θεὸς οὐ συνεχώρησε. Τῇ δὲ νυκτὶ ἐκείνῃ ὁ Κομάνης ἐπίσκοπος, ὁ ἱερομάρτυς Βασιλίσκος, ἐπιφανείς· Θάρσει, ἔλεγεν, ἀδελφὲ Ἰωάννη, αὔριον γὰρ ἅμα ἐσόμεθα. Ἐπιφανεὶς δὲ καὶ τῷ παραμοναρίῳ τοῦ ναοῦ αὐτοῦ·

Εὐτρέπισον τόπον, ἔλεγε, τῷ ἀδελφῷ μου Ἰωάννῃ· ἔρχεται γὰρ πρὸς ἡμᾶς καταλῦσαι. Παρεκάλει δὲ τοὺς στρατιώτας ὁ θεῖος Ἰωάννης πέντε ὥρας αὐτὸν ἐᾶσαι παραμεῖναι τῷ τόπῳ. Οἱ δὲ μὴ ἀκούσαντες ἥπτοντο τῆς ὁδοῦ. Ὁδεύσαντες δὲ μέχρι καὶ μιλίων τριάκοντα πάλιν ὑπέστρεψαν ἄκοντες καὶ ἀπῄεισαν εἰς τὸν τοῦ ἁγίου ἱερομάρτυρος Βασιλίσκου σηκόν. Ἀποδυσάμενος δὲ ὁ δίκαιος τὰ ἱμάτια ἃ περιεβέβλητο καὶ διαδοὺς τοῖς παροῦσιν ἐπενδύεται τὰ ἐπιτάφια αὐτοῦ μέχρι καὶ ὑποδημάτων, καὶ τῶν ἀχράντων τοῦ Χριστοῦ μυστηρίων μεταλαβὼν καὶ τὸ σύνηθες ἐξειπὼν «δόξα σοι, ὁ Θεός, πάντων ἕνεκεν», καὶ τοὺς ὡραίους πόδας ἐξάρας τοὺς εὐαγγελισαμένους εἰρήνην καὶ ἁγιασμόν, εἰς χεῖρας Θεοῦ παρέδωκε τὸ πνεῦμα καὶ προσετέθη τοῖς πατράσιν αὐτοῦ δικαίοις, ὧν καὶ τὸν βίον ἀμέμπτως ἐζήλωσε. Τὸ νικηφόρον δὲ καὶ ἀθλητικώτατον αὐτοῦ καὶ μακαριώτατον λείψανον κατετέθη ἐντίμως ἐν τῷ προρρηθέντι ἁγίῳ σηκῷ κατὰ τὴν τεσσαρεσκαιδεκάτην τοῦ Σεπτεμβρίου μηνὸς ἐν τῇ τοῦ τιμίου σταυροῦ ὑψώσει, ἐν ᾧ ἐκεῖνος διαζῶν ἦν καὶ πολιτευόμενος.

Οἱ δὲ προρρηθέντες σὺν τῷ διακόνῳ πρεσβύτεροι ὑπέστρεψαν ἐξηγούμενοι πάντα ὅσα εἶδον καὶ ἤκουσαν περὶ τοῦ θείου ἀνδρός, οὐ μέχρι τῆς βασιλίδος τῶν πόλεων ἀλλὰ καὶ μέχρι Ῥώμης καὶ Ἰννοκεντίου τοῦ πάπα. Ὅσα δὲ γράμματα καὶ ὀνειδισμοὺς καὶ ἀφορισμοὺς ὅ τε πάππας καὶ Ὁνώριος ὁ βασιλεὺς ἔστειλαν Ἀρκαδίῳ καὶ τῇ Εὐδοξίᾳ ὑπὲρ τοῦ μακαρίου Ἰωάννου, τί χρὴ λέγειν ἢ γράφειν τὸ πλῆθος;

Ἡ δὲ βασιλὶς Εὐδοξία σύριγγά τινα ἀνίατον πρὸς τὰ τοῦ σώματος ἀπόκρυφα ἀγαγοῦσα μόρια σῆψίν τε ἐν ὅλῳ τῷ σώματι καὶ σκωλήκων ἑσμὸν ἐργασαμένην καὶ ἰατρικῆς ἐπιστήμης κρείττονα ἀναφανεῖσαν πολλῶν τε ἀρωμάτων ὑπερνικῶν τῆς δυσωδίας τὸ πλῆθος, τόν τε ἀμπελῶνα ἀποδοῦσα τοῖς τέκνοις τῆς χήρας τοῦ Θεογνώστου καὶ πολλὰς πλεονεξίας αὐτῆς διορθωσαμένη, ὠφέλησεν οὐδέν· πάντα γὰρ καλὰ ἐν καιρῷ αὐτῶν.

Ὡμολόγει δὲ ὅτι διὰ τὴν εἰς τὸν Ἰωάννην παρανομίαν τῇ θεηλάτῳ ὀργῇ παρεδόθη καὶ οὕτως αἰσχρῶς τὸ τέλος ἐδέξατο. Ταφεῖσα δέ, καὶ ὁ τάφος αὐτῆς κατεσείετο ἄχρι καὶ τῆς ἀνακομιδῆς τοῦ λειψάνου τοῦ ἁγίου. Τὸ πονηρὸν δὲ συνέδριον μετὰ θεηλάτου ὀργῆς ἕκαστος ἐτελεύτησεν. Ὁ δὲ τούτων ἔξαρχος Θεόφιλος ληθαργικῷ πάθει περιπεσὼν ἀθλίως ἐξέπνευσε καὶ αὐτός. Ἡμεῖς δέ φαμεν ὅτι «δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου» καὶ ὅτι «κρινεῖ δίκαιος θανὼν τοὺς ζῶντας ἀσεβεῖς».

Ὁ δὲ προρρηθεὶς Ἀραβισοῦ ἐπίσκοπος Ἀδελφιὸς ἐποτνιᾶτο καὶ ἐλιπάρει μετὰ δακρύων πολλῶν τοῦ μαθεῖν περὶ τοῦ φίλου Ἰωάννου, εἴτε ἠξιωμένος τυγχάνει τῶν διδασκάλων καὶ ἀρχιερέων χοροῦ εἴτε καὶ μή. Καὶ ἐν ἐκστάσει γενόμενος ὑπὸ θείου φέρεται ἀγγέλου ἐν τόπῳ φωτοειδεῖ καὶ πλῆθος καθορᾷ πολὺ τῶν ἀρχιερέων, ἐν οἷς τὸν μέγαν Ἰωάννην μὴ θεασάμενος ἔτι πλεῖον κατετρώθη τῇ λύπῃ. Ἐξιὼν δὲ πάλιν τῇ κελεύσει τοῦ ὁδηγοῦ ἠκολούθει στυγνός. Κρατηθεὶς δὲ ὑπὸ τοῦ θυρωροῦ ἐπυνθάνετο τῆς ἀγωνίας τὸν τρόπον, ὡς ὅτι οὐδείς, φησί, τῶν ὧδε εἰσερχομένων λυπούμενος ἄπεισιν.

Ὁ δὲ τῆς λύπης τὴν αἰτίαν ἐξεῖπεν ὅτι· Οὐκ εἶδον, φησίν, Ἰωάννην ἐν τῷ τῶν διδασκάλων χορῷ· καὶ ὁ θυρωρός· Ἰωάννην λέγεις, ἔφη, τὸν τῆς μετανοίας; οὐδεὶς ἐν σώματι ὢν ἐκεῖνον δύναται ἰδεῖν· ἵσταται γὰρ ἐκεῖνος ἐκεῖ ἔνθα ὁ δεσποτικὸς ἐνίδρυται θρόνος. Ταῦτα δὲ ὁ μέγας ἀκούσας Ἀδελφιὸς ἐδόξασε τὸν Θεὸν ὡς πληροφορηθεὶς καὶ πληροφορήσας πολλοὺς ὅτι δόξης μεγάλης παρὰ Θεοῦ τετύχηκεν Ἰωάννης, ὅτι τοὺς δοξάζοντας αὐτὸν πλουσίως ἀντιδοξάζει καὶ τοὺς αὐτὸν φιλοῦντας καὶ αὐτὸς μετὰ προσθήκης ἀγαπᾷ καὶ χαρίζεται χάριν.

Ἔκειτο δὲ τὸ πανιερώτατον λείψανον ἐν Κομάναις ἐν τῷ τοῦ ἁγίου Βασιλίσκου σηκῷ ἐπὶ χρόνοις πέντε καὶ τριάκοντα. Ἀρκαδίου δὲ τὴν βασιλείαν καὶ τὸν βίον ἀπολιπόντος, Θεοδοσίου δὲ τοῦ υἱοῦ αὐτοῦ κρατήσαντος, στέλλει στρατὸν μετὰ χρόνους τινὰς καὶ λογάδας τοῦ κλήρου τῆς Ἐκκλησίας καὶ ἀνακομίζει ἐντίμως τὸ σεβάσμιον λείψανον τοῦ θείου Χρυσοστόμου, καὶ κατατίθεται τὸ ἰσαπόστολον καὶ ἰαματικὸν λείψανον ἐκεῖνο ἐν τῷ τῶν ἁγίων ἀποστόλων σηκῷ κατὰ τὴν εἰκοστὴν ἑβδόμην τοῦ Ἰαννουαρίου μηνός· καὶ περιμάχητος ἦν ἡ τρύγη τῶν ἰαμάτων καὶ ἐξ αὐτῶν αὐτοῦ τῶν ἱματίων.

Ἡμεῖς δέ, ὦ πατέρων πάτερ καὶ διδασκάλων ἔξαρχε καὶ ταξιάρχα, τί σοι προσοίσομεν ὑπαντήσαντες μετὰ χρόνους τοσούτους; ῥήσεις ἐπαίνων καὶ λόγους ἐγκωμίων; Ἀλλὰ τῆς σῆς ἐδεῖτο φωνῆς τε καὶ γλώσσης καὶ διανοίας ὁ τολμῶν ἐπαίνους προσοῖσαί σοι. Ἀλλ’ ὅμως, εἰ καὶ πόρρω τούτων τυγχάνοντες, οὐ καθοκνήσωμεν μικρὰ χαιρετίσαι σε πόθῳ καὶ συστεῖλαι τὸν λόγον. [Χαίροις, ***] ετρέφου διὰ παντὸς τὰ λόγια τοῦ Θεοῦ πρακτικῶς ἐκδιδάσκων ὅτι οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος ἀλλὰ καὶ ῥήματι ἁγίῳ διὰ στόματος Θεοῦ.

Χαίροις, ἱεράρχα πάτερ θεῖε Χρυσόστομε, ὡς τοῦ θείου Πνεύματος καταγώγιον, ὡς τῶν θείων δογμάτων καθηγητὴς καὶ τοῦ θρόνου τῆς προεδρίας διακοσμητής. Χαίροις, πάτερ Χρυσόστομε, ὡς τῆς Τριάδος ὑπέρμαχος, ὡς τῆς οἰκουμένης διδάσκαλος καὶ «μύστης τῆς χάριτος».

Χαίροις, πάτερ Χρυσόστομε, ὡς τῆς ἐλεημοσύνης εἰσηγητής, ὡς τῆς πλεονεξίας ἀντίπαλος καὶ ἀδικουμένων ἐπίκουρος. Χαίροις, πάτερ Χρυσόστομε, ὡς πατὴρ ὀρφανῶν, ὡς προστάτης χηρῶν καὶ τῆς βασιλίσσης κατακάρδιος σκόλοψ.

Χαίροις, πάτερ Χρυσόστομε, ὡς πενήτων ἡ χορηγία, ὡς τῶν πεινώντων τροφεὺς καὶ ὡς τῶν γυμνῶν σκεπαστής. Χαίροις, πάτερ Χρυσόστομε, ὡς κῆρυξ τῆς μετανοίας, ὡς ἀρχιερέων ἡ καλλονὴ καὶ διδασκάλων τὸ κλέος.

Χαίροις, πάτερ Χρυσόστομε, ὡς βρύσις τῶν διδαγμάτων, ὡς τῆς χάριτος ποταμὸς καὶ ὡς βυθὸς θαλάσσης τῶν νοημάτων ἡ ἄβυσσος. Χαίροις, πάτερ Χρυσόστομε, ὡς λογικὸς οὐρανὸς διηγούμενος δόξαν Θεοῦ, ὡς ἥλιος πολύφωτος καταυγάζων τὴν οἰκουμένην διδαγμάτων μαρμαρυγὰς καὶ ὡς εἰς τὰ πέρατα τῆς οἰκουμένης ἐπιδραμόντα τὸν φθόγγον σου.

Χαίροις, πάτερ Χρυσόστομε, ὡς τοῦ Χριστοῦ μιμητής, ὡς θέμενος τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων καὶ ὑπὲρ τούτων ἐξορισθεὶς καὶ θανών. Χαίροις, πάτερ Χρυσόστομε, ὡς τὴν ἀλλοτρίαν Κομάναν ἐκείνην καταλιπών, ὡς μετὰ πέντε καὶ τριάκοντα ἔτη πρὸς τὴν ἰδίαν σου ποίμνην ἐπανελθὼν καὶ εἰρηνοποιήσας αὐτὴν ἐκ τῶν ἀγρίων κυμάτων αὐτῆς καὶ ὡς νικητὴς προτρέπεις ᾄδειν τῷ λαῷ τὴν ἐπινίκιον ᾠδήν· «ᾌσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται».

Χαίροις, πάτερ Ἰωάννη Χρυσόστομε, τὸ γλυκὺ κατὰ πάντα πρᾶγμα καὶ ὄνομα, ὅτι, ἰσαπόστολος ὤν, ὁ τῶν ἀποστόλων Θεὸς τοὺς ἀκρέμονας τούτων ἐξαπέσταλκέ σοι κομίσαι τὰ χαρᾶς εὐαγγέλια καὶ τροφὴν τὴν οὐράνιον· καὶ πρὸ τούτου ἐν τῇ πατρίδι σου πάλαι ἡ αὐτὴ εὐλογημένη δυάς, ἵνα ὁ μὲν Πέτρος τὰς κλεῖς σοι ἐπιδῷ τῆς βασιλείας τῶν οὐρανῶν, ἵνα ὡς ἐκεῖνος οὕτω καὶ αὐτὸς ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας τοῦ ὀνόματος Χριστοῦ οἰκοδομήσῃς τὴν Ἐκκλησίαν «καὶ πύλαι ᾅδου», κατὰ τὴν ἐκείνου ἀπόφασιν, «οὐ κατισχύσουσιν αὐτῆς», ὁ δὲ συνώνυμος καὶ ἠγαπημένος Ἰωάννης διὰ τοῦ θείου εὐαγγελίου τῆς θεολογίας τὴν χάριν χορηγήσῃ σοι· ὅπερ καὶ ἐγένετο.

Χαίροις, πάτερ Χρυσόστομε, ὅτι προβλέπων τῆς ἀγγελικῆς πολιτείας σου τὴν ἀπόβασιν ὁ τῶν ἀγγέλων Θεὸς στέλλει σοι ἄγγελον ἔν τινι τῶν Ἀντιοχείας μοναστηρίῳ διατρίβοντι τά τε περὶ ἱερωσύνης τά τε περὶ τοῦ διδασκαλικοῦ χαρίσματος εὐαγγέλια διακομίζοντά σοι.

Τότε καὶ τῶν θαυμάτων, ἀξιάγαστε, τὴν χάριν ἐπλούτησας, τότε καὶ ἐπιφανῆ Ἀρχέλαόν τινα τῆς λέπρας ἐκάθηρας ἐκ τοῦ φρεατικοῦ νάματος ἀπολουσάμενος ὡς Ἐλισσαῖος Νεεμὰν ἐν Ἰορδάνῃ τοῖς ὕδασι. Τότε καὶ τὸν τοῦ Εὐκλεοῦς πεπηρωμένον δεξιὸν ὀφθαλμὸν Χριστοῦ τῇ ἐπικλήσει ἠνέῳξας. Τότε καὶ λέοντα θῆρα παμμεγέθη τὴν χώραν καταλυμαίνοντα διὰ τοῦ σταυροῦ ἐθανάτωσας. Τότε καὶ τῶν πλουσίων πολλοὺς πρὸς βίον ἀγγελικὸν καὶ ἀγγελικὴν πολιτείαν διάγειν ἐπὶ τῆς γῆς ἐξεπαίδευσας. Ἀγγελικῶς γὰρ καὶ ἀποστολικῶς τὸν δίαυλον ὅλον ἀποπεράνας τοῦ βίου σου, ἰδοὺ καὶ μετὰ τῶν ἀποστολικῶν ἁγίων λειψάνων ἐν τῷ σηκῷ τούτων καὶ τὸ σὸν ἰσαπόστολον λείψανον ἀξίως ἄρτι τοῦτο κατατίθεται σήμερον.

Ἀλλὰ μὴ ἐλλίπῃς, πανόλβιε, τοῦ πρεσβεύειν ὑπὲρ τῆς ποίμνης σου, ὑπὲρ ἁμαρτωλῶν, ὡς ἔθος εἶχες ὑπὲρ τοῦ κόσμου παντός, ὡς πλείονα ἄρτι πρὸς τὸν Δεσπότην ἢ τότε τὴν παρρησίαν πλουτῶν· ὡς ἐν ἐσόπτρῳ γὰρ τότε, νῦν δὲ πρόσωπον πρὸς πρόσωπον τὸν ποθούμενον καθορᾷς.

Ναὶ μὴν δυσωπῶ, ἵνα καὶ ἰδικῶς ὑπὲρ ἐμοῦ, ὡς προέφην, τοῦ σοῦ προβάτου μὴ ἀπαξιώσῃς δεηθῆναι τοῦ ποιμενάρχου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ τοῦ «ἱλέῳ ὄμματι» ἐπισκοπεῖν μου τὴν ταπεινότητα καὶ πρὸς τὴν αὐτοῦ καθοδηγεῖν ἀπλανῆ τρίβον καὶ εὐαρέστησιν. Ὁρᾷς πάντως, ὁρᾷς, παμμακάριστε πάτερ, ὡς πολλῆς τε καὶ μεγάλης με χρῄζοντα βοηθείας τοῦ τὸν καλὸν ἀγῶνα ἀγωνίσασθαι, τὸν δρόμον τελέσαι καὶ τὴν πίστιν τηρῆσαι ἀπήμαντον. Καὶ πέποιθα τοῦτό μοι ἀποβῆναι, εἴ γέ σε πλουτήσω προστάτην πρὸς τὸν Δεσπότην ὑπὲρ ἐμοῦ.