Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Πανηγυρικός λόγος

Νεόφυτος ὁ Ἔγκλειστος

Λόγος στο Γενέθλιον της Θεοτόκου

Θεολογικός σχολιασμός της συλλήψεως και της γεννήσεως της Παρθένου Μαρίας, και εγκωμιαστικοί χαιρετισμοί προς αυτήν.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 4 από 30

ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΛΟΓΟΣ ΜΕΤ’ ΕΓΚΩΜΙΩΝ ΕΙΣ ΤΟ ΠΑΝΣΕΠΤΟΝ ΚΑΙ ΘΕΙΟΝ ΓΕΝΕΘΛΙΟΝ ΤΗΣ ΠΑΝΑΧΡΑΝΤΟΥ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ Εὐλόγησον, πάτερ. Ἀρχὴ παντὸς καρποῦ τὸ ἄνθος, ἄνθος, καὶ ἀριδηλότατον τοῦτο· ἀρχὴ δὲ καὶ τῆς ἡμῶν σωτηρίας ἡ θεόσδοτος καὶ θεοπρόκριτος γέννησις τῆς ἀχράντου καὶ παναμώμου Μαρίας τῆς ἀειπαρθένου, καὶ αὐτὸ προδηλότατον· ἣν καὶ γεραίροντες σήμερον ἀξιοχρέως ἑορτάζομεν. Ἵνα γὰρ ὅλος ὁ κύκλος τοῦ ἐνιαυτοῦ εὐλογηθῇ δι’ αὐτῆς, ἐτέχθη μὲν ἐν τῷ παρόντι μηνί, τῷ πρώτῳ τοῦ ἐνιαυτοῦ, ἐκοιμήθη δὲ ἐν τῷ ὑστάτῳ ὕπνον ἀθανασίας, ἵνα τοὺς μεταξὺ τούτων δέκα μῆνας κυκλοειδῶς παραλαβοῦσα εὐλογήσῃ διὰ τοῦ τόκου αὐτῆς καὶ τῆς ζωηφόρου κοιμήσεως· περὶ ἧς καὶ λέγειν ἀρτίως οὐκ ἄγει καιρός, ἀλλ’ ὅτε ὁ τῆς ἁγίας Κοιμήσεως ἐκείνης καιρὸς ἐπιστῇ. Ἄρτι δὲ περὶ τῆς ἁγίας Γεννήσεως αὐτῆς βραχέα φιλοσοφῆσαι προήχθημεν καὶ τοσοῦτον ἐξειπεῖν περὶ αὐτῆς ἔχομεν, ὅσον ἡ χάρις αὐτῆς λόγον ἡμῖν ἐμπνεύσει προτείνουσα.

Γεννήτορες μὲν γὰρ τῆς θεόπαιδος ταύτης Ἰωακεὶμ καὶ Ἄννα, ἐκ γένους τοῦ βασιλέως Δαβίδ, ἐκ φυλῆς Ἰούδα, φύλακες νόμου καὶ θείων ἐντολῶν ἀκριβεῖς τηρηταί, πλούσιοι σφόδρα τοῖς χρήμασι, πλουσιώτεροι δὲ τῇ ἐνθέῳ ἀρετῇ, ἀλλὰ πένητες τῇ ἀτεκνίᾳ διὰ τὰ δεσμὰ τῆς στειρώσεως τῆς μακαρίας Ἄννης. Ὅθεν καὶ ὄνειδος πολλάκις ἐγένοντο παρὰ τῶν υἱῶν Ἰσραήλ, τοῖς ἱερεῦσιν δὲ μηδὲ διπλᾶ τὰ δῶρα τῷ Θεῷ προσφερόμενα δέχεσθαι, ἀλλὰ καὶ ὀνειδίζειν ἀδεῶς διὰ τὸ μὴ ἔχειν αὐτοὺς σπέρμα ἐν τῷ Ἰσραήλ.

Ἔνθεν καὶ σφόδρα ὁ δίκαιος Ἰωακεὶμ ἀνιαθεὶς καὶ πάσης συναυλίας ἀνθρωπίνης ἀφορισθεὶς ὑποχωρεῖ πρὸς τὴν ἔρημον, ἐν ᾗ καὶ τεσσαράκοντα νηστεύσας ἡμέρας ἐν κλαυθμῷ καὶ νηστείᾳ ἐδυσώπει τὸν Κύριον καὶ «περίελε ἀπ’ ἐμοῦ», ἔλεγε, Κύριε, περίελε ἀπ’ ἐμοῦ ἀτεκνίας «ὄνειδος καὶ ἐξουδένωσιν»· καὶ «εὐδόκησον δή, Κύρει», δοθῆναι σπέρμα κἀμοὶ κἀγὼ πάλιν αὐτὸ ἀντιδώσω, Δέσποτα, τῇ ἀγαθότητί σου. Οὕτως οὖν ὁ δίκαιος τὴν θείαν καθικετεύσας εὐμένειαν τυγχάνει τοῦ ἐφετοῦ· «Ἐκέκραξαν» γάρ, φησίν, «οἱ δίκαιοι καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν». Ἔνθεν καὶ αὐτοῦ τάχιον ὁ πανελεήμων εἰσήκουσε Κύριος, ὅπως διὰ τοῦ σπέρματος αὐτοῦ τὸ πρὸ τῶν αἰώνων προορισθὲν ἐκπληρωθῇ κεκρυμμένον μυστήριον· διὸ καὶ ἄγγελος Θεοῦ σταλεὶς πρὸς τὸν Ἰωακείμ φησι πρὸς αὐτὸν ὅτι «εἰσήκουσε Κύριος τῆς δεήσεώς» σου, καὶ συλλήψεται Ἄννα ἡ γυνή σου, καὶ ἐν ὅλῃ τῇ οἰκουμένῃ τὸ σὸν λαληθήσεται σπέρμα.

Ἡ δὲ δικαία Ἄννα ἐν τῷ κήπῳ τῷ ἑαυτῆς διπλοῦν ἐκόπτετο κοπετόν, περί τε τῆς τοῦ ἀνδρὸς ὑποχωρήσεως καὶ τῆς αὑτῆς ἀκαρπίας· Ὅτι οὐδὲ κἂν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, ἔλεγεν, ὡμοιώθην ἐγώ, ὅτι οὐδὲ ταῦτα ἄκαρπα ἐνώπιον τοῦ Θεοῦ, οὐδὲ τῶν κτηνῶν οὐδὲ τῶν ἰχθύων ὡμοιώθην ἐγὼ καρπὸν κοιλίας προσφέρειν τῷ Θεῷ. Ἀλλ’ ἐὰν κἀμοί, Κύριε, κελεύσῃς καρπὸν δωρηθῆναι κοιλίας, τοῦτον ἀντιδίδωμι πάλιν πρὸς σέ, Κύριε ὁ Θεός μου.

Ταῦτα δὲ καὶ αὐτῆς ἐν κλαυθμῷ λεγούσης πρὸς Θεὸν δέχεται καὶ αὐτὴ ὁμοίως παρὰ τοῦ θείου ἀγγέλου περὶ τεκνογονίας τὰ εὐαγγέλια· καὶ τοῦ ἀνδρὸς ἐνδημήσαντος ἐκ τῆς ἐρήμου πλῆθος ἔθυσε ζῴων οὐκ ὀλίγων καὶ εὐωχίαν μεγάλην πεποίηκεν «παντὶ τῷ λαῷ». Ἡ δὲ Ἄννα, τῶν στειρωτικῶν ἀπολυθεῖσα δεσμῶν παρὰ τοῦ δημιουργοῦ τῆς φύσεως, συλλαμβάνει παρὰ τοῦ ἀνδρὸς αὐτῆς Μαρίαν τὴν θεόπαιδα, ἣν καὶ ἀπέτεκε σήμερον (τότε) ἀπαρχὴν τῆς ἡμῶν σωτηρίας καὶ μητέρα Λόγου Θεοῦ ἁγνὴν καὶ ἀπαρχὴν καινουργίας τῆς παλαιωθείσης διὰ παραβάσεως θείας ἐντολῆς καὶ ἀφανισθείσης φύσεως ἡμῶν. Καί, κατὰ τὴν θείαν ῥῆσιν, ὡς ἀλεύρου σάτα τρία διὰ ζύμης μικρᾶς ὅλον τὸ φύραμα ζυμώσας, οὕτω καὶ ἐνταῦθα διὰ τῆς θεοπλάστου ζύμης ταύτης καὶ ὑπερκαθάρου ὅλον τὸ παλαιωθὲν φύραμα ἡμῶν ἀναπλάσας ὁ πλαστουργὸς ἐκαινούργησε. Τοῦτο δέ ἐστι τὸ παράδοξον θαῦμα, τὸ καὶ ἐκπλήξεως ὑπεργέμον, ὅτι τῇ καθαρωτάτῃ ζύμῃ ταύτῃ συνέμιξεν ἑαυτὸν ἀρρήτως ὁ ὑπερκάθαρος ἀρτοποιὸς καὶ ἐξ αὐτῆς μέρος τι ἀναλαβόμενος ὅλον τὸ φύραμα ἡμῶν καὶ ὅλην τὴν διαρτίαν εἰργάσατο θαυμασίως. Διὸ καὶ ἔλεγε μετὰ ταῦτα· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν», καί· «Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ τρώγων με οὐ μὴ πεινάσῃ» καὶ τὰ ἑξῆς.

Οἱ θεόφρονες δὲ γεννήτορες τῆς πανάγνου θεόπαιδος τὴν ὑπόσχεσιν ἐκπληροῦντες προσφέρουσιν αὐτὴν μετὰ τριετίαν τῷ Θεῷ εἰς τὰ ἅγια τῶν ἁγίων μετὰ παρθενικῆς χορείας καὶ λαμπάδων φαιδρῶν· καὶ πληροῦται τὸ «ἀπενεχθήσονται τῷ βασιλεῖ» Θεῷ «παρθένοι ὀπίσω αὐτῆς» καὶ «ἀχθήσονται εἰς ναὸν βασιλέως», ἤτοι τοῦ Σολομῶντος, καὶ τὸ «ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει “ὁ βασιλεὺς» τῆς δόξης” Χριστὸς «τοῦ κάλλους σου»· ὅπερ καὶ ἐγένετο. Καὶ αὕτη μὲν ἐπελάθετο τοῦ λαοῦ καὶ τοῦ οἴκου τοῦ πατρὸς αὐτῆς ἐν τῷ οἴκῳ Κυρίου καὶ εἰς τὰ ἅγια τῶν ἁγίων ποιουμένη τὰς διατριβάς· ἐν οἷς γὰρ ὁ ἀρχιερεὺς εἰσήρχετο ἅπαξ τοῦ ἐνιαυτοῦ, κόρη παρθένος διέτριβε καθ’ ἡμέραν, ἵνα ἡ Γραφὴ πληρωθῇ.

Ἡμεῖς δὲ περὶ τῆς εἰς τὰ ἅγια τῶν ἁγίων εἰσόδου τῆς Παρθένου οὐ χρείαν ἔχομεν ἀρτίως λέγειν πρὸ καιροῦ, ἀλλ’ ὅταν ὁ τῆς ἑορτῆς ἐκείνης καιρὸς ἐπιστῇ, τότε λέξομεν πάλιν, εἴ τι προτείνει Θεὸς καὶ ἡ θεόπαις Μαριάμ. Ἄρτι δὲ περὶ τῆς θεοσδότου Γεννήσεως αὐτῆς βραχέα τινὰ προσήκει διαλαβεῖν καὶ ὡς νεοφανῆ βασιλίδα καὶ καθαρὰν χαιρετίσαι τὰ εἰκότα καὶ καταπαῦσαι τὸν λόγον, ὅτι οὐ προαιρούμεθα πολλὰ περὶ τούτων φιλοσοφεῖν, ἀλλὰ μᾶλλον εὐσύνοπτα καὶ εὔληπτα καὶ πεζά, ἵνα καὶ ἡ ὑπόθεσις ὅλη διαλαμβάνηται ῥᾷον, καὶ οἱ ἀκροαταὶ ῥαθυμίας ὕπνῳ μὴ βαρυνόμενοι νήφωσιν, ἀλλ’ ἵνα νηφάλεον καὶ ἄγρυπνον ἔχωσι τὴν ἀκρόασιν.

Χαῖρε, θεόστεπτε κόσμου Δέσποινα, παρθένε κόρη πανάμωμε, ἣ προεκλεχθεῖσα Θεῷ πρὸ πασῶν γενεῶν εἰς κατοικίαν τοῦ Λόγου, θεοχαρίτωτε, καὶ ἐπ’ ἐσχάτων τῶν χρόνων σήμερον (τότε) ἐκ λαγόνων ἀγόνων ἀποτεχθεῖσα καρποφορίαν ἐσήμανες τῆς ἀθανάτου ζωῆς καὶ κοσμικὴν διὰ τοῦ τόκου σου Θεῷ καταλλαγήν.

Χαῖρε, Δέσποινα, καὶ τῶν κάτω βασιλίδων τὸ κράτος, ὅτι τοῦ Θεοῦ τῶν ἀγγέλων μέλλουσα μήτηρ ἀναφανῆναι ὑπὸ ἀγγέλου θείου εἷλες τὴν λειτουργίαν πάντα τὰ ὑπὸ σέ· διὸ καὶ ὁ γεννήτωρ πατήρ σου καὶ ἡ συλλαβοῦσά σε μήτηρ ὑπὸ ἀγγέλου ἁγίου τὰ περὶ σοῦ ἐδέξαντο εὐαγγέλια. Καὶ εἰς τὰ τῶν ἁγίων ἅγια ἔχουσα τὴν κατοικίαν ὑπὸ θείου ἀγγέλου τὴν τροφὴν ἐπορίζου πρεπόντως ὡς ἀληθῶς.

Χαῖρε, ἁγνὴ Παρθένε, τὸ κλεῖθρον τῆς παρθενίας, τῶν παρθένων τὸ κλέος, τὸ τεῖχος «τῆς Ἐκκλησίας τοῦ Θεοῦ», τῆς σωτηρίας ἡμῶν «ἡ ἀρχὴ καὶ τὸ τέλος» καὶ τὸ θεῖον κειμήλιον, τὸ παντὸς χρυσίου τιμιώτερον πάνυ.

Χαῖρε, Θεοτόκε παρθένε, ἡ νύμφη τοῦ Πατρός, ἡ μήτηρ τοῦ Υἱοῦ καὶ ἡ τοῦ ἁγίου Πνεύματος οἰκία λελαμπρυσμένη. Χαῖρε, πανάχραντε ἁγνὴ παρθένε Θεοτόκε, ὁ ἔμψυχος οἶκος τῆς ἀχωρίστου Τριάδος, ἡ ἁγία περιστερά, ἡ καθαρωτάτη τρυγών, ἡ προμηνύουσα τὸ σωτήριον ἔαρ χελιδὼν ἡ ὡραία, ἡ εὔλαλος ἀηδών, ἡ κελαδοῦσα ὑπὲρ ἡμῶν τὰς σωτηρίους λιτάς, καὶ ἁπαξαπλῶς τῶν ἀγαθῶν ἡ αἰτία καθολικῶς.

Χαῖρε, Θεοτόκε παρθένε, ἡ πόλις ἡ ἔμψυχος, τὸ θεῖον παλάτιον τοῦ βασιλέως τῆς δόξης, ὁ θρόνος αὐτοῦ ὁ μέγας καὶ ὑψηλός, ἡ κλίνη καὶ ἡ τράπεζα τοῦ βασιλέως τῶν οὐρανῶν. Χαῖρε, Παρθένε ἁγνή, τὸ ἀπόρθητον τεῖχος, τὸ ἀποτρόπαιον τῶν ἐχθρῶν, τὸ καταφύγιον τῶν πιστῶν καὶ ἡ χαρὰ τῶν ἐπὶ σοὶ πεποιθότων, πανύμνητε.

Χαῖρε, Θεοτόκε παρθένε, τὸ τοῦ ἀχωρήτου χωρίον, ἡ χαρὰ τῶν γηγενῶν, ἡ τῶν ἀγγέλων χαρμονή, ἡ τῶν ἀνθρώπων ἐλπίς, ἡ οὐράνιος θύρα τῶν πιστῶν, ὁ ἔμψυχος λελαμπρυσμένος οὐρανὸς τῆς κατοικίας τοῦ Θεοῦ. Χαῖρε, ἁγνὴ παρθενομῆτορ, ὁ θάλαμος τῆς ἄνω βασιλείας, ὁ ἔπαινος τῆς κάτω βασιλείας, τὸ θεῖον θησαύρισμα τῶν ἄνω καὶ τῶν κάτω.

Χαῖρε, Θεοτόκε παρθένε, ἡ αἰτία τῆς χαρμονῆς ἡμῶν, ἡ τὸ «χαῖρε» δι’ ἀγγέλου δεξαμένη καὶ συλλαβοῦσα καὶ τέξασα τὸν ἕνα τῆς Τριάδος καὶ ὡς τῆς ἀλήκτου χαρᾶς αἴτιος τὴν τῆς προμήτορος λύπην ἐξαφανίσασα ὅλως.

Ἄρτι δὲ καὶ τὸ τελευταῖον τοῦτο «χαῖρε» δεξαμένη, παναμώμητε κόρη, «τάχυνον εἰς πρεσβείαν» ὑπὲρ ἡμῶν πάντων τῶν γεραιρόντων τὴν σεπτήν σου γέννησιν, θεοχαρίτωτε, ἵνα τῶν αἰωνίων ἀγαθῶν εὕροιμεν τὴν ἀπόλαυσιν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ τρισαγίου Θεοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.