Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Πανηγυρικός λόγος

Νεόφυτος ὁ Ἔγκλειστος

Λόγος στα Εγκαίνια της Αγίας Αναστάσεως

Αντιπαραβολή των ιουδαϊκών θυσιών με την αναίμακτη θυσία της Καινής Διαθήκης και προτροπή σε πνευματική ανανέωση με αφορμή τα εγκαίνια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 6 από 30

ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΛΟΓΟΣ ΕΙΣ ΤΑ ΕΓΚΑΙΝΙΑ ΤΗΣ ΑΓΙΑΣ ΑΝΑΣΤΑΣΕΩΣ ΚΑΙ ΠΕΡΙ ΠΑΝΤΟΣ ΙΕΡΟΥ ΕΓΚΑΙΝΙΖΟΜΕΝΟΥ ΝΑΟΥ Πάτερ, εὐλόγησον. Ἄπειρα μέντοι καὶ γλαφυρὰ τὰ περὶ διαφόρων ἐγκαινισμῶν γραφικὰ τοῦ Πνεύματος ἀποφθέγματα· ἐγὼ δὲ ὀλίγα τινὰ ἐκ τῶν πολλῶν συλλεξάμενος ὡς θείους μαργαρίτας καὶ λίθους πολυτελεῖς τῷ παρόντι τοῦ λόγου κατακοσμήσω στεφάνῳ, ὥστε μὴ μόνον τὸν τῆς ἁγίας τοῦ Χριστοῦ Ἀναστάσεως νεὼν πανηγυρίζειν καὶ μόνον, τὸν πάλαι θείως καὶ καλῶς ἤδη ἐγκαινισθέντα, ἀλλά γε καὶ ἐπὶ παντὸς ἱεροῦ ἐγκαινιζομένου ναοῦ ἀποσῴζειν τὴν εὐφημίαν οὐχ ὑποθήκαις λόγων ἡμεδαπῶν, ἀλλ’ ἐκ τῶν τοῦ ἁγίου Πνεύματος θεηγοριῶν σαγηνεύων τὰς μαρτυρίας. Καὶ πρῶτον μὲν ἡ οὐρανότυπος ἐκείνη σκηνὴ τοῦ μαρτυρίου φαιδρῶς προστάξει Θεοῦ ἐγκαινίζεται παρὰ Μωϋσέως καὶ Ἀαρὼν θύματα πλεῖστα καὶ ἄμωμα θύοντες ἐν ὅλαις ἡμέραις ἑπτά, ἐφ’ ἑκάστῳ κύκλῳ τοῦ ἐνιαυτοῦ, τοῦτο μὲν ἵνα καὶ τοὺς τότε πλανωμένους ἀνθρώπους θυσιάζοντας εἰδώλοις παραμείψῃ πρὸς θεογνωσίαν Θεός, τοῦτο δὲ καὶ προδιαγράφων τὸ ἐπ’ ἐσχάτων ἡμερῶν θῦμα, «τὸ αἶρον τὴν ἁμαρτίαν τοῦ κόσμου».

Διὸ οὐδὲ κατὰ τὴν τάξιν Ἀαρὼν οἱ θεοφιλεῖς ἡμῶν ἀρχιερεῖς καὶ ἱερεῖς θυσιάζουσι θύματα κνισώδη, ἀλλὰ κατὰ τὴν τάξιν τοῦ νέου Μελχισεδὲκ ἐν ἄρτῳ καὶ οἴνῳ κατ’ ἐμφέρειαν τοῦ σεπτοῦ καὶ ὑπεραγίου ἐκείνου δείπνου τοῦ μυστικοῦ· οὗ πρὸς ἀνάμνησιν παραθήγοντες τὸν περιεστῶτα λαὸν «λάβετε φάγετε» προσφωνοῦσι, «τοῦτό ἐστι τὸ σῶμά μου» καὶ τὰ ἑξῆς ἱεροφθέγματα. «Ἐγένετο δὲ τὰ ἐγκαίνια ἐν Ἱεροσολύμοις· καὶ χειμὼν ἦν· καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ Σολομῶντος.

Ἐκύκλουν οὖν αὐτὸν οἱ Ἰουδαῖοι λέγοντες· ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ». Ὅρα τὴν σκαιωρίαν τῶν παρανόμων. Ἠρώτουν, οὐχ ἵνα μάθωσι καὶ πιστεύσωσι, ἀλλ’ ἵνα αὐτὸν παγιδεύσωσι. Καὶ ὅτι τοῦτο ἀληθές, βλέπε· ἀποκριθεὶς γὰρ αὐτοῖς τὰ προσήκοντα καὶ προσθεὶς ὅτι «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», «ἐβάστασαν λίθους, ἵνα λιθάσωσιν αὐτόν». Ἀλλὰ φέρε δὴ καὶ ἄλλους περὶ τῶν ἐγκαινίων ἱεροφάντας συνίστορας εἰς τὸ μέσον εἰσάξαντες διὰ πνευματικῶν λίθων καὶ μαργάρων τὸν τοῦ λόγου στέφανον κατὰ τὴν ὑπόσχεσιν καλλωπίσωμεν.

Λέγε οὖν σὺ πρῶτος, θεῖε Δαβίδ, τί πρέπει τῷ παρόντι οἴκῳ τοῦ Θεοῦ; «Τῷ οἴκῳ σου», φησί, «πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν». Φράσον ἡμῖν, ποῖον ἄρα λέγεις ἁγίασμα πρέπειν τῷ οἴκῳ Κυρίου; Τὸ ἐκ τῆς ἀμώμου θυσίας, φησί, Χριστοῦ τοῦ ἀμνοῦ τοῦ Θεοῦ, οὗ ἡ θυσία πρέπει καὶ τῷ παρόντι οἴκῳ Κυρίου, δι’ ἧς ἁγιάζονται τῶν πιστῶν τὰ συστήματα «εἰς μακρότητα ἡμερῶν». Καὶ αὖθις· «Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας».

Οἱ τυφλοί, φησί, καὶ ἀνεπιστήμονες οἰκοδόμοι τὸν τιμιώτερον καὶ χρησιμώτερον ἀγνοήσαντες λίθον ἀπεδοκίμασαν, ἤτοι ὡς ἀδόκιμον αὐτὸν ἐξουδενώσαντες ἀπέρριψαν καὶ ἀπεβάλοντο. Αὐτὸς δὲ παρὰ Κυρίου Πατρὸς εὐδοκίας «ἐγενήθη εἰς κεφαλὴν γωνίας» τῆς ἐξ ἐθνῶν Ἐκκλησίας αὐτοῦ (καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς τοῖς ὁρᾶν δυναμένοις) οὐχ ἁπλῶς ὡς λίθος ἀκρογωνιαῖος διακοσμῶν κεφαλὴν τῆς γωνίας, ἀλλὰ καὶ ὅλον αὐτοῦ τὸν οἶκον τῆς Ἐκκλησίας συνδέων καὶ ἄπτωτον διακρατῶν.

Καὶ ὁ μὲν περίφημος ἐκεῖνος καὶ περίβλεπτος Σολομώντειος ναὸς διὰ τὴν παράνοιαν τῶν κακῶν οἰκοδόμων κατεπτώθη τοσοῦτον, ὡς μηδὲ λίθον ἐπάνω λίθου ἐναπομεῖναι, καθὼς προηγόρευσεν ὁ ἀκρογωνιαῖος λίθος Χριστός, ὁ δὲ οἶκος τῆς αὐτοῦ ἀναπαύσεως καὶ ὁ παρὼν οἶκος, ἅμα θείῳ ἱερῷ οἴκῳ παντί, «εἰς μίαν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν» σαγηνευθεὶς καὶ πρὸς τὴν ἀρραγῆ πέτραν τῆς πίστεως ἑδραιωθεὶς «πύλαι ᾅδου» διαβόλου καὶ τυραννὶς κακοδόξων «οὐ κατισχύσουσιν αὐτῆς»· ἔχουσα γὰρ τὰ θεμέλια ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις «τῶν οἰκτιρμῶν τοῦ Θεοῦ» διὰ πίστεως καθαρᾶς καὶ ἔργων ἀγαθῶν βροχή τε καὶ ποταμοὶ πειρασμῶν καὶ κινδύνων οὐκ ἰσχύουσιν αὐτὴν καταστρέψαι.

Ἀκούσωμεν δὲ τί καὶ διὰ Ἠσαΐου ἑτοιμάζει Θεὸς τῇ ἐκκλησίᾳ αὐτοῦ· «Ἰδοὺ ἐγώ», φησίν, «ἑτοιμάζω σοι τὸν λίθον σου ἄνθρακα καὶ τὰ θεμέλιά σου σάμπφειρον καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτοὺς καὶ τὰς ἐπάλξεις σου ἴασπιν καὶ τὰς πύλας σου λίθους κρυστάλλου καὶ τοὺς υἱούς σου διδακτοὺς Θεοῦ καὶ ἐν πολλῇ εἰρήνῃ τὰ τέκνα σου» καὶ ὅτι «ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν ἀκρογωνιαῖον ἔντιμον λίθον ἐκλεκτόν, καὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ μὴ καταισχυνθείη».

Λίθος ἔντιμος πάντως ὁ Χριστός, «ὁ Υἱὸς τοῦ Θεοῦ», ὃς κατ’ εὐδοκίαν τοῦ Πατρὸς αὐτοῦ οἷα θεμέλιος ἀρραγὴς εἰς τὰ θεμέλια Σιὼν τῆς Ἐκκλησίας αὐτοῦ θεμελιωθείς, πύλαι ᾅδου αὐτὴν οὐ κατέστρεψαν· περίβολος δὲ αὐτῆς καὶ πύλαι καὶ ὅσα τοιαῦτα, δίκαιοι, προφῆται, ἀπόστολοι, μάρτυρες καὶ διδάσκαλοι οἷα πύλαι κρυστάλλου καθαραὶ καὶ διαυγεῖς ἔξω ἀποσφαλοῦσι πᾶσαν σκοτοδινίαν δογμάτων θεοστυγῶν.

Ἐπεὶ δὲ χάριτι Θεοῦ διὰ λίθων ἐντίμων προφητικῶν τὰ τῆς Ἐκκλησίας θεμέλια κατεδραιώσαμεν, φέρε δὴ καὶ ἐν ἀποστολικῷ θεμελίῳ αὐτὴν καταπήξωμεν· «Θεμέλιον γὰρ ἄλλο», φησὶ Παῦλος, «οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός· εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τούτῳ τῷ θεμελίῳ χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει ὅτι ἐν πυρὶ ἀποκαλύπτεται». Εἴτε σαθρὸν καὶ χορτῶδες καὶ πυρὸς παρανάλωμα, εἴτε ὡς χρυσοῦν λαμπρυνόμενον, φησί, φανερὸν γενήσεται ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτε «τὸ ἔργον» καὶ τὴν πίστιν «ἑκάστου τὸ πῦρ δοκιμάσει».

Εἰ οὖν θεμέλιον «ἔντιμον καὶ λίθον ἐκλεκτὸν» τίθησιν ὁ Πατὴρ τὸν Υἱὸν «εἰς τὰ θεμέλια Σιὼν» τῆς Ἐκκλησίας αὐτοῦ, «καὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ μὴ καταισχυνθῇ», τίνος χάριν, ὦ κακόφρονες καὶ κακόπιστοι, αἰσχύνεσθε πιστεῦσαι Χριστῷ καὶ Θεὸν αὐτὸν ὁμολογῆσαι;

Ὅτι οὐκ εἶπε, φησίν, αὐτὸν υἱὸν ἀλλὰ λίθον. Ὢ τῆς ἀνοίας καὶ τῆς κακοφροσύνης· οὐ γὰρ εἶπεν ἁπλῶς λίθον κοινόν, ἀλλ’ «ἔντιμον, ἐκλεκτόν», καὶ ὅτι «ὁ πιστεύων εἰς αὐτὸν οὐ μὴ καταισχυνθῇ». Σὺ δέ, ὦ καὶ τῶν κακῶν λίθων λιθωδέστερε, λιθίνοις ξοάνοις πιστεύων οὐκ αἰσχύνῃ, καὶ λίθον, ὃν κελεύει Θεός, αἰσχύνῃ πιστεῦσαι προφάσεις ἐπιπλάττων ὅτι λίθον αὐτὸν εἶπε καὶ οὐχὶ υἱόν; Καίπερ μυριάκις αὐτὸν καὶ Υἱὸν ὀνομάζει διὰ τῶν προφητῶν καὶ ἀποστόλων αὐτοῦ, ἀλλ’ οὐδ’ οὕτως συνήκατε. Ἐνταῦθα δέ, ἐπεὶ θεμέλιον αὐτὸν τέθηκε τῆς Ἐκκλησίας αὐτοῦ, λίθον αὐτὸν ἐκάλεσε καταλλήλως, καὶ ὅτι ὡς λίθος ἰσχυρὸς ἔμψυχος ἔμελλε συντρῖψαι βωμοὺς καὶ ναοὺς εἰδωλικούς, διὰ δὲ τοὺς προσκόπτοντας καὶ σκανδαλιζομένους λέγεται καὶ «λίθος προσκόμματος» καὶ «πέτρα σκανδάλου».

Ἀλλ’ ἐπειδὴ τὰ ζιζάνια τῶν αἱρέσεων ὁ παγγεωργὸς τῶν ἀγαθῶν Χριστὸς ἐξεκάθηρε τοῦ σίτου τῆς πίστεως, καὶ χάριτι αὐτοῦ τὸ λήϊον αὐτοῦ ἀμιγῆ καθορᾶται, «ᾄσωμεν αὐτῷ» σὺν τῷ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι αὐτοῦ «ᾆσμα καινὸν» καὶ φαιδρῶς πανηγυρίσαντες τὰ ἐγκαίνια καὶ ἡμᾶς αὐτοὺς μετὰ θείας βοηθείας σπεύσωμεν ἐγκαινίσαι· «Ἀνακαινισθήσεται», φησίν, «ὡς ἀετοῦ ἡ νεότης σου», ἤτοι ἐκ τῆς ῥυσῆς καὶ ῥωγαλέου παλαιότητος πρὸς ἔνθεον καινουργίαν καὶ ἀνανέωσιν.

Ναὶ μὴν ἀλλὰ καὶ πρὸς τοῦ ἱεροῦ τοῦδε σηκοῦ τὰ ἐγκαίνια περιθέοντες «ἀγαλλομένῳ ποδὶ» φράσωμεν οὕτως· «Ηὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς οἶκον Κυρίου πορευσόμεθα». Καί· «Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου»· οὕτω γάρ, κατὰ τὸν ἅγιον Ἠσαΐαν, καὶ νῆσοι ἐθνῶν ἐγκαινίζονται Θεῷ ἐξ ἀσεβείας πρὸς εὐσέβειαν.

Διὸ καὶ ἡ εὐσεβὴς Ἐκκλησία σὺν τῇ παρούσῃ χαριστήρια βοᾷ λέγουσα τάδε· «Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης καὶ περιέθηκέ μοι ὡς νυμφίῳ μίτραν καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ. Καὶ ὡς γῆ αὔξουσα τὸ ἄνθος αὐτῆς καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ ἀνατελεῖ, οὕτω Κύριος ἀνέτειλε δικαιοσύνην καὶ ἀγαλλίαμα ἐνώπιον πάντων τῶν ἐθνῶν».

Τί δὲ καὶ πρὸς τὴν αὐτοῦ θεόκλητον διαγορεύει Ἐκκλησίαν, ἀκούσωμεν συνετῶς· «Ἆρον», φησί, «κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε συνηγμένα τὰ τέκνα σου»· «Ἰδοὺ συνήχθησαν καὶ ἦλθον πρὸς σέ· ζῶ ἐγώ, λέγει Κύριος, ὅτι πάντας αὐτοὺς ὡς κόσμον ἐνδύσω καὶ περιθήσω αὐτοὺς ὡς κόσμον νύμφῃ». «Ἐροῦσι γὰρ εἰς τὰ ὦτά σου οἱ υἱοί σου· Στενὸς ὁ τόπος· ποίησον ἡμῖν τόπον τοῦ κατοικῆσαι· καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου· Ἐγὼ χήρα καὶ ἄτεκνος· καὶ τίς ἐγέννησέ μοι τούτους; ἢ τίς ἐξέθρεψέ μοι αὐτούς; ἐγὼ γὰρ κατελείφθην μόνη, οὗτοι δέ μοι ποῦ ἦσαν;». Ὁρᾶτε, ἀγαπητοί, ὁρᾶτε πηλίκα Θεὸς διὰ Ἠσαΐου προηγόρευσε τῇ σεπτῇ αὐτοῦ Ἐκκλησίᾳ; ἅτινα ἔγωγε εἰκότως, οἶμαι, προσήρμοσα τῇ τῶν ἐγκαινίων ἡμέρᾳ.

Ἔστω γοῦν, ἔστω ἀπό γε τοῦ νῦν καὶ ἕως τῆς συντελείας καὶ ὁ ἱερώτατος οὗτος νεὼς Χριστοῦ χάριτι οἶκος Πνεύματος παναγίου καὶ ἀγγέλων θείων ἐνδιαίτημα θυσιῶν τε ἀναιμάκτων καὶ ἁγίων τελεταρχιῶν «εἰς ὀσμὴν εὐωδίας» Θεῷ πανσεβάσμιον τέμενος, ἐράσμιον θυσιαστήριον τοῦ παναχράντου ἀμνοῦ, τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου· ἐξ οὗ καὶ δι’ οὗ τὸ σκότος τῆς ἀσεβείας φυγαδευθὲν καὶ τὸ φῶς τῆς εὐσεβείας ἀντεισαχθὲν ἀνεκαίνισεν ἡμᾶς, ἐσαγήνευσεν ἡμᾶς, ἐγκαινίσθησαν Θεῷ αἱ νῆσοι τῶν ἐθνῶν ἐκ πασῶν ἐθνῶν καὶ φυλῶν καὶ γλωσσῶν, πρὸς «μίαν» καὶ τιμίαν, «καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν» συνήχθησαν. Καὶ ὅσοι τὴν τοιαύτην ἕνωσιν προείλοντο, οὐδὲν αὐτοὺς παρεμπόδισεν ἡ πολυχρόνιος τῆς ἀσεβείας ὑπερβολή, ὅτι πᾶσα κακία καὶ ἀσέβεια οὐκ ἔστιν οὐσία τις ζῶσα καὶ ἐνυπόστατος, ἀλλὰ τῆς ἰδίας κακίας ἢ ἀσεβείας δημιουργὸς ἕκαστος γίνεται. Ἔνθεν καὶ πολλοὺς καθορῶμεν ἐξ ἀσεβείας πρὸς εὐσέβειαν καὶ ἐξ ἁμαρτίας πρὸς μετάνοιαν παλινδρομοῦντας, ὅτε καὶ βούλονται, καὶ τὴν αὐτῶν ῥωγάλεον καὶ ῥυσὴν παλαιότητα ἐγκαινίζουσι παραδόξως.

Οὕτως γὰρ καὶ ὁ τοῦ Χριστοῦ πανάγιος ναός, ὁ αὐθήμερος λυόμενος καὶ τριήμερος ἐγειρόμενος, ἀνεκαίνισε πλείστους. Καὶ τῷ λόγῳ συνίστορες ἄσωτος καὶ τελώνης, πόρνη καὶ λῃστὴς καὶ οἱ τούτων συμμέτοχοι, ἵνα γνῶμεν ἐντεῦθεν πῶς ὁ πεπαλαιωμένος ἐν ἁμαρτίαις ἐγκαινίζεται ἄνθρωπος· ἤτοι διὰ μετανοίας εἰλικρινοῦς καὶ ἐπιστροφῆς πρὸς Θεόν.

Κἀγὼ μὲν τὰς εὐκτηρίους φωνὰς τοῦ σοφοῦ Σολομῶντος ἐπισφραγίσας τὸν λόγον αὐτὸν καταυνάσομαι, ἡ δὲ τοῦ παναγίου καὶ ζωαρχικοῦ Πνεύματος χάρις ἔστω ἐγκαινίζουσα τόνδε τὸν ναὸν καὶ πάντας ἡμᾶς καὶ εἰσακούων τῶν προσευχῶν καὶ τῶν δεήσεων ἡμῶν «ἡμέρας καὶ νυκτὸς» εἰς τὸν τόπον τοῦτον. «Εἰ γὰρ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ», φησίν, «οὐκ ἀρκέσουσί σοι, πῶς ὁ οἶκος οὗτος, ὃν ᾠκοδόμησα τῷ ὀνόματί σου; Πλὴν καὶ ἐπιβλέψεις ἐπὶ τὴν δέησίν μου, Κύριε ὁ Θεὸς Ἰσραήλ, ἀκούειν» τῆς δεήσεως καὶ «τῆς προσευχῆς, ἧς ὁ δοῦλός σου προσεύχεται ἐνώπιόν σου πρὸς σὲ σήμερον, τοῦ εἶναι ὀφθαλμούς σου ἀνεῳγμένους εἰς τὸν οἶκον τοῦτον “ἡμέρας καὶ νυκτὸς” εἰσακούων τῆς δεήσεως τῶν δούλων σου· ὅσα ἂν προσεύξωνται εἰς τὸν τόπον τοῦτον καὶ σὺ εἰσακούσῃ ἐν τῷ τόπῳ τῆς κατοικήσεώς σου ἐν τῷ οὐρανῷ καὶ ποιήσεις καὶ ἵλεως ἔσῃ αὐτοῖς».

Καὶ ἡμεῖς μὲν τὸ «ἀμήν, γένοιτο» προστιθέντες τῷ λόγῳ αὐτὸν περατώσωμεν, καὶ ὅσα δὲ ἐν τούτῳ συνεκροτήσαμεν, εἰς δόξαν ἔστωσαν τοῦ Πατρός, ὅτι ἐποίησεν ἡμᾶς διὰ τοῦ Λόγου αὐτοῦ, καὶ τοῦ Υἱοῦ, ὅτι ἔσωσεν ἡμᾶς κατ’ εὐδοκίαν τοῦ Πατρὸς αὐτοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, ὅτι ἀνεκαίνισεν ἡμᾶς τῷ Πατρὶ καὶ τῷ Υἱῷ «διὰ λουτροῦ παλιγγενεσίας». Διὸ καὶ δοξάζομεν ἐν τρισὶν ὑποστάσεσιν μίαν θεότητα, μίαν βασιλείαν, μίαν ἐξουσίαν καὶ ἀμέριστον οὐσίαν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.