Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Περὶ τῆς ἱεραρχίας τοῦ Χριστοῦ

Νεόφυτος ὁ Ἔγκλειστος

Εισαγωγή: Ο Μυστικός Δείπνος και η πολεμική κατά των αζύμων

Εισαγωγή στο έργο, αναφορά στην ιεραρχία του Χριστού κατά τον Μυστικό Δείπνο και θεολογικός έλεγχος της χρήσης αζύμων από τη δυτική εκκλησία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 1 από 4

ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΛΟΓΟΣ ΕΝ ΤΗι ΑΓΙΑι ΚΑΙ ΜΕΓΑΛΗι ΠΕΜΠΤΗι ΠΕΡΙ ΤΗΣ ΙΕΡΑΡΧΙΑΣ ΧΡΙΣΤΟΥ ΚΑΙ ΤΩΝ ΑΖΥΜΩΝ ΚΑΙ ΤΟΥ ΔΕΙΠΝΟΥ ΤΟΥ ΜΥΣΤΙΚΟΥ ΚΑΙ ΙΣΤΟΡΙΑ ΠΑΡΑ ΤΙΝΟΣ ΘΕΟΔΟΣΙΟΥ ΙΟΥΔΑΙΟΥ ΠΡΟΣ ΤΙΝΑ ΦΙΛΙΠΠΟΝ ΑΡΓΥΡΟΠΡΑΤΗΝ ΠΩΣ Ο ΧΡΙΣΤΟΣ ΕΓΕΝΕΤΟ ΑΡΧΙΕΡΕΥΣ Εὐλόγησον, πάτερ. Ἀρχιερεὺς ὁ μέγας ὁ τοὺς οὐρανοὺς ὑπερβὰς καὶ ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ Πατρὸς καθεσθείς, περὶ οὗ νέμοσεν Κύριος ὁ Πατὴρ καὶ οὐ μεταμεληθήσεται· τί ὤμοσεν; «σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ», δηλονότι ἐν ἄρτῳ σώματί σου καὶ οἴνῳ αἵματί σου θυσίαν μοι προσοίσεις σωτηρίας ἕνεκεν τοῦ γένους τῶν ἀνθρώπων καὶ «οὐ κατὰ τὴν τάξιν Ἀαρὼν» ζῳοθύτους θυσίας προσφέρεις μοι, ἀλλ’ ὡς ἱερεὺς ἱερουργήσεις καὶ ὡς ἀμνὸς προσαχθῇς· ἔνθεν καὶ ἐν τῷ παρόντι δείπνῳ τῷ μυστικῷ αὐτὸς ἑαυτὸν ἱερουργῶν ἔλεγεν· «Λάβετε φάγετε τοῦτό ἐστιν τὸ σῶμά μου».

Ἐπεὶ οὖν τὸ δεσποτικὸν σῶμα καὶ τὸ αἷμα τὴν καινὴν διαθήκην ἡμῖν καταγγέλλει, πῶς πλανῶνται οἱ Λατῖνοι ἄζυμα λειτουργοῦντες καὶ μεταλαμβάνοντες, ἅτινα οὐ καινὴ ἀλλὰ παλαιὰ διαθήκη ἐστὶν καὶ μνήμη τῆς ἐξ Αἰγύπτου ἐξόδου;

Ἐσθιέτωσαν λοιπὸν καὶ πικρίδας, ἐσθιέτωσαν καὶ ἀμνὸν καὶ τὰ ὑποδήματα καὶ τὰς βακτηρίας ἐν ταῖς χερσὶν ὡς ἐκεῖνοι κρατείτωσαν μετὰ σπουδῆς ποιοῦντες τὴν ἐξ Αἰγύπτου φυγήν. Ἡ δὲ ἡ καινὴ διαθήκη τὸ πάθος τοῦ Χριστοῦ καὶ τὴν ταφὴν καὶ τὴν ἔγερσιν ἡμῖν καταγγέλλει, ἐν οἷς ἴχνος ἀζύμων ὅλως οὐκ ἔστιν· διὸ καὶ ὁ Χριστὸς ἔνζυμον ἄρτον εὐλογήσας καὶ κλάσας ἐδίδου τοῖς μαθηταῖς καινὴν διαθήκην νομοθετῶν, ὡς τοῦ καινοῦ σώματος αὐτοῦ σύμβολον ἀτεχνῶς. Διόπερ καὶ οἱ μαθηταί, καθὼς ἐδιδάχθησαν καὶ παρέλαβον, ἔκλων ἔνζυμον ἄρτον καὶ ἐν τῷ κηρύγματι καὶ μετεδίδουν τοῖς πιστεύουσιν εἰς Χριστὸν καὶ τὴν καινὴν διαθήκην αὐτοῦ, περὶ ἧς καὶ βοᾷ Παῦλος μεγάλῃ τῇ φωνῇ· «Τὰ ἀρχαῖα παρῆλθον, ἰδοὺ γεγόνασιν τὰ πάντα καινά». Καὶ μόνον τὸ τοῦ Χριστοῦ σῶμα διὰ τῶν ἀζύμων παλαιὸν καὶ ἄζυμον ἱερουργίας ὁ μέγας ἀρχιερεὺς παρέδωκεν τοῖς μαθηταῖς; ἄπαγε.