Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Περὶ τῆς ἱεραρχίας τοῦ Χριστοῦ

Νεόφυτος ὁ Ἔγκλειστος

Η αφήγηση του Θεοδοσίου για την εγγραφή του Χριστού στον ιερατικό κώδικα

Αφήγηση της ιουδαϊκής παράδοσης σχετικά με την εκλογή του Ιησού στην ιερωσύνη, την εξέταση της καταγωγής του, τη μαρτυρία της Θεοτόκου και την τελική καταγραφή του στον ναό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 3 από 4

Τί δὲ περὶ τῆς Χριστοῦ ἱεραρχίας ὁ λόγος προοιμιάσατο καὶ ἀπὸ γραφικῶν μαρτυριῶν ἔσχεν τὰς ἀποδείξεις, οὐ κατοκνήσω καί τινος ἱστορίας ἐπιμνησθῆναι, ἣν ἄρχων τις τῶν Ἰουδαίων, Θεοδόσιος τοὔνομα, πρός τινα χριστιανόν, Φίλιππον ἀργυροπράτην, διὰ φιλίαν μυστικῶς ἀπεκάλυψεν. Παρῄνει γὰρ ὁ Φίλιππος φιλικῶς τὸν Θεοδόσιον τοῦ βαπτισθῆναι καὶ χριστιανὸν γενέσθαι· ὁ δὲ Θεοδόσιος κατανυγεὶς λέγει τῷ Φιλίππῳ· ἐγώ σοι θαρρήσω μυστήριον κεκρυμμένον, ὃ καὶ Χριστιανοὶ καὶ πολλοὶ τῶν Ἰουδαίων ἀγνοοῦσιν.

Καὶ διηγήσατο λέγων ὅτι ἔθος ἐκράτει παρὰ Ἰουδαίοις δύο καὶ εἴκοσι τὸν ἀριθμὸν εἶναι οἱ ἱερεῖς τοῦ ναοῦ, ὁπηνίκα δὲ ἔλαχεν τελευτῆσαί τινα ἐξ αὐτῶν, ἐψηφίζετο ἕτερος καὶ ἐγράφετο ἐν τῷ κώδικι ποίου πατρὸς καὶ μητρὸς καὶ συγγενῶν ὑπάρχει.

Ἐγένετο δὲ κατὰ τοὺς χρόνους ἐν οἷς ὁ Ἰησοῦς διέτριβεν ἐν τῇ Ἰουδαίᾳ πρὸ τοῦ διδάσκειν καὶ θαυματουργεῖν καὶ φθόνον κατ’ αὐτοῦ κινῆσαι τοὺς Ἰουδαίους, εἷς τέθνηκε τῶν Ἰουδαίων ἱερεύς. Οἱ δέ, συνελθόντες κατὰ τὸ σύνηθες ἐν τῷ ἱερῷ καὶ ψηφίζοντες τίς ἄξιος τῆς ἱερωσύνης, ἐξεῖπεν ἕκαστος ὃν ἐβούλετο.

Τῶν δὲ λοιπῶν ἀπαξιούντων τοὺς ψηφιζομένους εἷς ἐκ τῶν ἱερέων ἐξαναστὰς καὶ σταθεὶς εἰς τὸ μέσον κατὰ τὸ ἔθος ἔφη· Ἐπειδὴ πολλοὶ δοκιμασθέντες ὑφ’ ὑμῶν ἀνάξιοι τῆς ἱερωσύνης ἐκρίθησαν, λέξω κἀγὼ τὸν δοκοῦντά μοι ἄξιον καὶ πέπεισμαι ὅτι οὐδεὶς ἐξ ὑμῶν δυσαρεστήσει μοι τὸν προβληθέντα.

Οἱ δὲ προτρέψαντες εἰπεῖν τὸν δοκοῦντα, αὐτὸς ἀπεκρίθη· Οἴδατε, λέγει, τὸν Ἰησοῦν τὸν υἱὸν τοῦ τέκτονος Ἰωσήφ, νέον μὲν ἄνδρα τοῦ σώματος, λόγῳ δὲ καὶ βίῳ καὶ ἦθος κεκοσμημένον ὡς οὐδεὶς ἕτερος ἐν ἀνθρώποις. Τοῦτον ἐγὼ ὡς ἄξιον τῆς ἱερωσύνης εἰς ἀκοὰς ὑμῶν ἤγαγον.

Καὶ ἤρεσεν μὲν ὁ λόγος τοῖς πλείοσιν, τινὲς δὲ ἀμφισβήτουν ὡς μὴ ἐκ τῆς Λευιτικῆς φυλῆς λέγοντες εἶναι τὸν Ἰωσὴφ ἀλλ’ ἐκ τῆς Ἰούδα. Πάλαι ὁ ψηφισάμενος ἀποκριθεὶς εἶπεν μικτὸν εἶναι τὸ γένος τοῦ Ἰωσήφ, ἐκ τῶν δύο φυλῶν, διά τινος ἐπιγαμίας Ἰούδα καὶ Λευί. Τούτου δὲ ἀκούσαντες καὶ ψηφίσαντες ηὗρον ἀληθῶς ἐκ τῶν δύο φυλῶν τὸ γένος τοῦ Ἰωσήφ, ἐξ Ἰούδα καὶ Λευί, καὶ τότε λοιπὸν κοινῇ ψήφῳ καὶ γνώμῃ καὶ βουλῇ ψηφίζονται τὸν Ἰησοῦν τῷ καταλόγῳ τῶν ἱερέων. Εἶτα καὶ τὴν αὐτοῦ μητέρα προσκαλεσάμενοι ἐπυνθάνοντο εἰ ἀληθῶς αὐτὴ τοῦτον ὠδίνησεν καὶ τίς ἄρα ὁ τούτου πατήρ· ἦν γὰρ Ἰωσὴφ ἤδη προτεθνηκώς. Ἡ δὲ πραείᾳ τῇ φωνῇ καὶ ἠπίῳ τῷ ἤθει πρὸς αὐτοὺς ἀπεκρίνατο ὅτι· Ἐγὼ μὲν τὸν Ἰησοῦν τέτοκα καὶ μήτηρ αὐτοῦ κατ’ ἀλήθειαν πέφυκα, τὰ δὲ ἑξῆς ἐὰν εἴπω, οἶδα ὅτι οὐ μὴ πιστεύσητε διὰ τὸ τοῦ πράγματος ὑπερφυές. Τῶν δὲ προτρεπόντων εἰπεῖν τὸ ἀληθὲς πάλιν ἔφη ὅτι· Ἄνανδρος τοῦτον ἐκύησα καὶ βουλήσει θείᾳ παρθένος ὡς πρὸ τοῦ τόκου μεμένηκα καὶ τοῦτο γινώσκουσιν οἱ εὑρεθέντες ἐκεῖ τότε καὶ θεασάμενοι ἐν τῷ τίκτειν με αὐτόν. Τούτου δὲ ἀκούσαντες ἐκεῖνοι καὶ ἐκπλαγέντες πάλιν ἐπύθοντο λέγοντες·

Καὶ πῶς ἄρα δυνατὸν μητέρα παρθένον; Βιαζόμενοι αὐτὴν πάλιν ἔφη· Ἔτι γάρ, φησίν, ἐν τῇ Γαλιλαίᾳ διάγουσα ἐν πόλει Ναζαρὲτ οὐ καθ’ ὕπνους ἀλλὰ καθ’ ὕπαρ ἄγγελος Θεοῦ ἐμφανῶς μοι ἐπέστη καὶ υἱὸν Θεοῦ ἅγιον διὰ Πνεύματος ἁγίου συλλαβεῖν με καὶ τέξαι εὐηγγελίσατο καὶ καλέσαι τὸ ὄνομα αὐτοῦ Ἰησοῦν ἐνετείλατό μοι. Συλλαβοῦσα δὲ κατὰ τὴν τοῦ ἀγγέλου φωνὴν καὶ τέξασα ἐκάλεσα αὐτὸν Ἰησοῦν, καθὼς ἐκελεύσθην, καὶ παρθένος μεμένηκα.

Τοῦτο δὲ ὡς τῆς φύσεως ξένον ἡγούμενοι καὶ ἀπιστοῦντες μεταστέλλονται μαίας πιστὰς καὶ εὐλαβεῖς καὶ ἐπιτρέπουσι πολυπραγμονῆσαι περὶ τοῦ πράγματος· ὃ καὶ δράσασαι ἀκριβῶς καὶ ὡς «γυναῖκες ἀπὸ θέας εὐαγγελίστριαι» ὑποστρέψασαι βεβαιοῦσιν τοῖς ἀρχιερεῖς εἶναι τὴν Μαρίαν παρθένον ἐν ἀληθείᾳ. Οἱ δέ, ἔκθαμβοι γεγονότες, μετ’ αἰδοῦς λοιπὸν καὶ εὐλαβείας αὐτὴν ἐπηρώτων λέγοντες· Ἐπεὶ εὐδοκίᾳ Θεοῦ ὁ υἱός σου Ἰησοῦς τοῖς ἱερεῦσιν συναριθμεῖται ψήφῳ καὶ κρίσει πάντων ἡμῶν, σὺ δὲ ὑπάρχεις παρθένος, εἰπὲ ἡμῖν, τίνα κατὰ τὸ σύνηθες ἐν τῷ κώδικι πατέρα αὐτοῦ γράψομεν καὶ σὲ τὴν αὐτοῦ μητέρα, ὅπως μεθ’ ἡμῶν ἱερατεύειν ἐν τῷ ναῷ τοῦ Θεοῦ, ὡς ἕτερον σοφώτατον γεννήσασα Σολομῶντα. Ἡ δὲ ἀποκριθεῖσα εἶπεν αὐτοῖς· Οὔτε ἐγὼ ἄνδρα {οὐ} γινώσκω, οὔτε αὐτὸς ἐπὶ τῆς γῆς πατέρα ἔχει, τοῦτο δέ μοι τότε ἐξεῖπεν ὁ ἄγγελος, ὅτι· Τὸ ἐκ σοῦ γεννηθὲν «ἅγιον κληθήσεται, υἱὸς Θεοῦ». Ὑμεῖς δὲ γράψετε καθὼς βούλεσθε καὶ καθὼς εὐδοκεῖ ὁ Θεός.

Τότε γοῦν οἱ ἀρχιερεῖς ἐπὶ χεῖρας λαβόντες τὸν κώδικαν ἔγραψαν οὕτως· Ψῆφος καὶ ἐπιγραφὴ καὶ μαρτυρία πρώτη τῆς Χριστοῦ ἱεραρχίας. Ἀντὶ τοῦ τεθνεῶτος ἱερέως, τοῦ υἱοῦ τοῦ δεῖνος καὶ τῆς δείνας, γέγονεν ἱερεὺς κοινῇ ψήφῳ πάντων ἡμῶν κατὰ τὴν δεῖνα ἡμέραν Ἰησοῦς ὁ υἱὸς τοῦ Θεοῦ καὶ Μαρίας τῆς παρθένου.

Ταύτην τὴν μαρτυρίαν περὶ τῆς ἱερωσύνης Χριστοῦ γράψαντες ἀπέθηκαν πάλαι τὸν κώδικαν ἐν τῷ ναῷ κατὰ τὸ σύνηθες. Ἐν τῷ καιρῷ δὲ τῆς τῶν Ἱεροσολύμων ἁλώσεως μετετέθη ὁ κῶδιξ παρὰ τῶν ἱερέων μετὰ σπουδῆς καὶ πολλῆς ἀσφαλείας ἐν Τιβεριάδι καί, ὡς εἰκάζω, μέχρι καὶ νῦν ἐκεῖ ἐναπόκειται. Καὶ τοῦτό σοι ὡς μέγα καὶ ἀπόκρυφον μυστήριον ἀπεκάλυψα καὶ πέπεισμαι ἀσφαλῶς ὅτι ὁ ὑφ’ ὑμῶν τῶν χριστιανῶν πιστευόμενος Χριστὸς αὐτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἐπὶ σωτηρίαν τοῦ κόσμου ἐλθὼν ἐπὶ τῆς γῆς, περὶ οὗ ὁ νόμος εἶπεν καὶ οἱ προφῆται. Διὸ καὶ εἶπον ἓν μυστήριον τὸ λαθάνον πολλοὺς καὶ ὅτι ἀπόκειται ἐν Τιβεριάδι ὁ κῶδιξ ἐν ᾧ <ἐ>γράφη ἡ μαρτυρία τῆς ἱερωσύνης τοῦ Χριστοῦ καὶ ἀληθῆ εἰσιν τὰ παρὰ τοῦ Ἰουδαίου τοῦ Θεοδοσίου λαληθέντα, ὡς καὶ ἕτεροι συμφωνοῦσιν· λέγει γὰρ ὁ Παμφίλου Εὐσέβιος ἐν ταῖς Ἐκκλησιαστικαῖς Ἱστορίαις, ὡς ἐκ τῆς Ἀρχαιολογίας Ἰωσήπου, ὅτι Ἰησοῦς ἐν τῷ ἱερῷ μετὰ τῶν ἱερέων ἡγίαζε.