Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Τυπικὴ Διαθήκη

Νεόφυτος ὁ Ἔγκλειστος

Διοικητικές και λειτουργικές διατάξεις της μονής

Καθορισμός του αριθμού των μοναχών, απαγόρευση λειτουργίας κοσμικού σχολείου, διατάξεις για την ακτημοσύνη, τη λειτουργική τάξη και τα βιβλία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 3 από 8

Περὶ ποσότητος ἀδελφῶν καὶ κώλυσις διδασκαλίας παιδίων. Ἐν τῇ προτέρᾳ μου τυπικῇ διατάξει λίαν ὀλιγοστὴν ποσότητα ἀδελφῶν διεθέμην. Αἰσθόμενοι δὲ τὴν τῆς διατάξεως ἀμοιβὴν οὐ μόνον οἱ καθ’ ἡμᾶς ἀδελφοὶ ἀλλὰ καί τινες τῶν ἐλλογίμων κοσμικῶν ἀνδρῶν συνελθόντες ἠξίουν λιπαρικῶς ἐπαυξηνθῆναι τὴν ποσότητα τῶν ἀδελφῶν μέχρι τῶν εἴκοσι ἢ καὶ τῶν εἴκοσι πέντε, συμψηφισάμενοι καὶ τὴν χρῆσιν τῆς τοσαύτης ποσότητος, ἐκκλησιαστικῶν τε καὶ διακονητῶν, “μήπως”, φησί, “καί τινες τῶν καλῶν ἀνθρώπων ἐρασθῶσιν ὧδε προσμεῖναι, ἀνατρεπούσης δὲ τῆς διατάξεως αὐτοῖς τε καὶ ἡμῖν λύπης τε καὶ ἀθυμίας αἴτιος εὑρεθῇ”. Πρὸς ταῦτα δὲ ὑπολαβὼν ἔφην ἐγὼ ὅτι· Οὐχ ὡς μισῶν τὴν τῶν καλῶν καὶ πολλῶν σωτηρίαν καὶ συναυλίαν οὕτω διεθέμην, ἀλλ’ ὅτι μεμάθηκα πείρᾳ ἀπό τε τῶν κοινοβιακῶν συστημάτων καὶ ἀφ’ ὧν ἔγραψα διαρρήδην ἐν τῷ ἑξακαιδεκάτῳ κανόνι μου, ὅτι ἡ τῶν πολλῶν καὶ ἀπαιδεύτων καὶ μοχθηρῶν καὶ ἀνυποτάκτων καὶ μεμψιμοίρων συναυλία πολλοὺς θορύβους τίκτει καὶ σκάνδαλα· ἐὰν δέ τινες τοιοῦτοι καλοὶ προσφοιτήσουσιν ἄνδρες πρὸς δόξαν Θεοῦ καὶ σωτηρίαν αὐτῶν καὶ αὐξηνθῇ αὐτῶν ἡ ποσότης, ὡς εἴπατε, οὐδ’ αὐτὸς δυσχεραίνω ἐν οἷς χαίρει Θεός. Μέχρι γοῦν τῶν ιεʹ ἢ καὶ τῶν ιηʹ ἡ ποσότης γενέσθω, καὶ ὁ τοὺς ὀλίγους διατρέφων καὶ προνοούμενος ῥᾳδίως ἔχει διαθρέψαι καὶ τοὺς πολλούς, καὶ μάλιστα, εἴγε καλοί.

Ἔστω δὲ ὁ τούτων θεοφοβώτερός τε καὶ συνετώτερος οἰκονόμος, καὶ ἕτερος ὅμοιος ἔστω δοχειάριος, ἵνα ὁ ἔγκλειστος τὸ ἀθόρυβον καὶ ἀνενόχλητον ἔχῃ διαπαντός. Κοσμικῶν δὲ παιδαρίων διδασκάλιον ἐν τῇ Ἐγκλείστρᾳ οὐ συναινῶ, οὐδὲ προτρέπομαι· ἄθεσμον γὰρ τὸ πρᾶγμα καὶ τῆς τῶν ἁγίων Πατέρων παραδόσεως ξένον καὶ ἀλλότριον· ὅτου χάριν καὶ αὐτὸς τοῦτο ἀπηγόρευσα καθηκόντως, καὶ «μὴ μέταιρε», φησίν, «ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου».

Περὶ ἀκτημοσύνης καὶ λύσεως οἰκονομικῆς. Παντὸς κτίσματος ὑλικοῦ ὑπέρτερόν μοι δοκεῖ τὸ τῆς ἀκτημοσύνης χωρίον, ὡς τὴν ἁγιωσύνην ἑκάστοτε σύζυγον περιφέρον· οὕτω γὰρ καὶ οἱ τὰς ἰδίας ὑπάρξεις ἀποσεισάμενοι προσεκολλήθησαν τοῖς ἀποστόλοις, καθὼς ἡ βίβλος τῶν Πράξεων αὐτῶν σαφῶς ὑποτίθεται. Τοῦτο γοῦν τὸ τιμαλφέστατον κτῆμα τῆς ἁγιωσύνης κτησάμενοι, ἀδελφοί, κτῆμα καὶ ζεῦγος καὶ ἀρόσιμον γῆν καὶ θρεμμάτων ὄχλησιν μὴ προσκτήσασθε, ἵνα μὴ τῷ κόσμῳ πλησιάσαντες τὴν ἡσυχίαν προσαπολέσετε, τὴν ψυχὴν καταβλάψετε καὶ τοὺς ἀνθρώπους τοῦ δημοσίου ὑπὲρ κεφαλῆς ὑμῶν ἐπαγάγετε. Ἰδοὺ γὰρ πέντε καὶ πεντήκοντα παρίππευσαν ἔτη, ἀφ’ ὅτου ἡ Ἐγκλείστρα αὕτη κατεσκευάσθη, καὶ μηδέν τι βιωτικὸν ὅλως κτησάμενοι οὐδὲν ἡμᾶς ὑστέρησε Κύριος τῶν αὐτοῦ ἀγαθῶν. Καὶ ταῦτα μὲν αἰσίως καὶ καλῶς ἐν τῇ πρώτῃ μου διεθέμην διαθήκῃ. Ἁλωθεῖσα <δὲ> ἡ χώρα ἡμῶν παρὰ τῶν Λατίνων καὶ στενωθέντες πάντες ἄνθρωποι ἐκ παντὸς ἀναγκαίου, εἰκὸς ἦν πάντως καὶ ἡμᾶς στενωθῆναι διὰ τὸ καὶ τοὺς ἀδελφοὺς πλεονάσαι καὶ τὴν ἔξοδον αὐξηθῆναι οὐ διὰ τῶν ἰδίων ἁπλῶς ἀλλὰ καὶ διὰ τῶν καθ’ ἡμέραν ἐπιδημούντων ξένων διὰ τὸ τῆς Ἐγκλείστρας ὀνομαστόν.

Ἐπειδὴ δὲ ἡ πολλὴ ἔξοδος πάντως καὶ προσόδων καὶ ἀναλωμάτων δεῖταί τινων, καὶ οἱ ἀδελφοὶ εὐλόγως μοι ἐνώχλησαν ταῦτα, ὑπέκυψα καὶ αὐτὸς τῷ θελήματι τούτων, ἤτοι τοῦ καὶ γῄδιόν τι ἀρόσιμον ἐπικτήσασθαι καὶ ἀμπελῶνα καὶ βοσκήματα μέτρια πρὸς ἀναγκαιοτάτην ὑπηρεσίαν αὐτῶν. Καὶ ὑμᾶς μέν, ἀδελφοί, ἐκ τῆς τούτων ψυχοβλαβείας ἀπημάντους διατηρῆσαι Κυρίῳ τῷ Θεῷ ἐκδυσωπῶ, ἐμὲ δὲ ἐν ἐλέει αὐτοῦ ἀθῷον ἀποδείξῃ τῆς προτροπῆς ταύτης. Ὑμῖν δὲ παρεγγυῶ, ἀδελφοί, εὐλαβῶς καὶ σωφρόνως καὶ ἀπαθῶς πρὸς τὰς τοιαύτας ἐπικτήσεις Θεοῦ συνεργοῦντος σπουδάσατε φωραθῆναι εἰδότες ὅτι κἀγὼ τὴν ἐκ τούτων ψυχοβλάβειαν ὀρρωδῶν ἰδοὺ πέντε καὶ πεντήκοντα ἔτη τὴν αὐτῶν κτῆσιν ἐπαραιτούμην. Καὶ εἴγε νῦν ἐπὶ τῇ τούτων προσκτήσει δουλωθῆτε τῇ ἁμαρτίᾳ ἀθῳώσαι με Κύριος τῆς τοιαύτης σκοτοδινίας· κρεῖττον γὰρ νεκρωθῆναι τῇ ἁμαρτίᾳ καὶ ζῆσαι τῇ δικαιοσύνῃ ἢ νεκρωθῆναι τῇ δικαιοσύνῃ καὶ ζῆσαι τῇ ἁμαρτίᾳ. Καὶ μάρτυς ὁ λέγων Δεσπότης Χριστός· «Τί ὠφελήσει ἄνθρωπον, ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ καὶ τὴν ψυχὴν αὐτοῦ ζημιωθῇ;». Καὶ ὁ δουλωθεὶς τῇ ἁμαρτίᾳ ἀγροὶ πολλοὶ καὶ βοσκήματα πλεῖστα ὀνήσουσιν αὐτὸν οὐδέν· «κρεῖττον», φησί, «μικρὰ λῆψις μετὰ δικαιοσύνης ἢ πολλὰ γενήματα μετὰ ἀδικίας».

Περὶ ἀναγνώσεως τῆς διατάξεως καὶ τῶν κανόνων. Ἵνα δὲ μὴ λήθης βυθοῖς ταῦτα πάντα τὸ εὐληθάργητον καταδύσειεν, ἐπισκήπτομεν, ἀδελφοί, τρίτον ἐφ’ ἑκάστου ἐνιαυτοῦ ἀναγινώσκειν τὴν παροῦσαν διάταξιν καὶ τοὺς κανόνας ἐν εὐσήμῳ ἡμέρᾳ, ὅτε οὐδεὶς λείπει τῶν ἀδελφῶν. Ἔστω γοῦν ἡ μὲν πρώτη ἀνάγνωσις ἐν τῇ ὀγδόῃ τοῦ Σεπτεμβρίου μηνὸς διὰ τὸ γενέθλιον τῆς Θεοτόκου, ἡ δευτέρα δὲ εἰς τὴν ἑορτὴν τῆς Χριστοῦ Γεννήσεως, ἡ δὲ τρίτη εἰς τὸν Εὐαγγελισμὸν τῆς πανάγνου Θεοτόκου, ὅπως ἡ τῶν διατεταγμένων ἀνάγνωσις πρὸς φυλακὴν ἐρεθίζῃ τοὺς ἀδελφούς. Οὕτω γὰρ καὶ ὁ Θεὸς ἐκέλευσε πάλαι διὰ Μωσέως ἀναγινώσκειν συχνοτέρως τὸν νόμον.

Καὶ ἕως ὅτου ἀνεγινώσκετο συχνοτέρως ὁ νόμος, μετριωτέρα ἦν καὶ ἡ τοῦ λαοῦ κακία, ὅτε δὲ ἡ τοῦ νόμου ἀνάγνωσις ἤργει, εἰς μυρίας παρανομίας καὶ ἀσεβείας ἐξεκυλίοντο. Εἶτα κατὰ μικρὸν εἰς παντελῆ λήθην καὶ καταφρόνησιν τοῦ νόμου χωρήσαντες οὔτε Πάσχα ἐπετέλουν, οὔτε θυσίας προσῆγον τῷ Θεῷ, ἀλλὰ διῆγον ὡς τὰ λοιπὰ «ἔθνη τὰ μὴ νόμον ἔχοντα». Ἐν ταῖς ἡμέραις δὲ Ἰωσίου τοῦ βασιλέως Χελκίας τις ἀρχιερεὺς βιβλίον τοῦ νόμου εὑρὼν ἐν τῷ ναῷ τοῦ Θεοῦ ἐνεφάνισεν αὐτὸ Ἰωσίᾳ τῷ βασιλεῖ. Ἐπιγνοὺς δὲ τὴν πρὸ πολλῶν ἐτῶν ἀθέτησιν τοῦ νόμου καὶ τὴν παρανομίαν τοῦ λαοῦ «διέρρηξε τὰ ἱμάτια αὐτοῦ» καὶ τοὺς ἱερεῖς μὲν καὶ τοὺς προφήτας παρεκάλει ἱλεῶσαι τὸν Θεὸν ὑπὲρ αὐτοῦ καὶ τοῦ λαοῦ αὐτοῦ, αὐτὸς δὲ πυρωθεὶς ζήλῳ Θεοῦ στήλας εἰδώλων καὶ ἄλση καὶ βωμοὺς καὶ πᾶσαν μυσαρὰν τελετὴν ἐξηφάνισε καὶ οὓς ἐδομήσετο Σολομὼν εἰδωλικοὺς ναοὺς τῇ Ἀστάρτῃ καὶ τῷ Χαμὼς διὰ τὰς ἀλλοφύλους αὐτοῦ γυναῖκας, Μωαβίτιδας καὶ Ἀμμανίτιδας, ἐξωλόθρευσεν Ἰωσίας ὁ βασιλεὺς καὶ τοὺς ἱερεῖς τῶν εἰδώλων κατέσφαγξε καὶ προσέταξε παντὶ τῷ λαῷ ποιῆσαι Πάσχα Κυρίῳ τῷ Θεῷ, ὅτι οὐ γέγονε Πάσχα «ἀφ’ ἡμερῶν τῶν κριτῶν, οἳ ἔκριναν τὸν Ἰσραήλ».

Καὶ ἦν μὲν τότε πολλὴ ἀγανάκτησις τῷ Θεῷ διὰ τὸ ἀθετηθῆναι τὸν νόμον, καὶ ἐνετείλατο ὁ Θεὸς παραδοθῆναι τῇ αἰχμαλωσίᾳ πάντα τὸν λαόν, θεραπευθεὶς δὲ ἐπὶ τῷ ζήλῳ τοῦ βασιλέως πάλιν ἐκέλευσε περαιωθῆναι ἐν εἰρήνῃ πάντα τὸν χρόνον τῆς βασιλείας αὐτοῦ· καὶ ἐγένετο οὕτως.

Ἐπὶ δὲ τῆς βασιλείας Ἰεχονίου ὁ βασιλεὺς Βαβυλῶνος Ναβουχοδονόσορ καὶ Ναβουζαρδὰς ὁ ἀρχιμάγειρος αὐτοῦ ἀνελθόντες τὴν πόλιν καὶ τὸν περίφημον ἐκεῖνον κατέστρεψαν ναόν, τὸν δὲ λαὸν ἀπήγαγον αἰχμάλωτον εἰς Βαβυλῶνα, ἐν ᾗ καὶ ἐδουλώθησαν ἑβδομήκοντα ἔτη. Ταύτης δὲ ἐν πολλῇ συντομίᾳ ἐμνήσθην τῆς ἱστορίας δεῖξαι βουλόμενος ὅσον καλὸν τὸ ἀκούειν καὶ φυλάσσειν νόμους σωτηρίους καὶ ὅτι διὰ παράβασιν ἐντολῶν πρὸς θλίψεις καὶ αἰχμαλωσίας παραδιδόμεθα ἐνδίκως.

Περὶ ὧν πλατυτέρως λέγειν οὐ βούλομαι, λέξω δὲ συντόμως τὸ τῆς σοφῆς παροιμίας, ὅτι «ὃς φυλάσσει ἐντολήν, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν»· κἀγὼ πρὸς Κύριον πεποιθὼς λέγω ὅτι ὃς τηρήσει τὰ ἐνταλθέντα ἐν τῇδε τῇ βίβλῳ, σωθήσεται χάριτι καὶ συνεργείᾳ Θεοῦ· ἀμήν.

Περὶ τῆς ἐκκλησιαστικῆς ἀκολουθίας καὶ τοῦ ἱερέως καὶ τῶν ἱερῶν σκευῶν καὶ τῶν βιβλίων τοῦ ἐγκλείστου. Τοῦ τυπικοῦ τῆς Ἐκκλησίας εἰσηγουμένου περὶ τῆς καθ’ ἑκάστην ἀκολουθίας παρέλκον μοι δοκεῖ μακρηγορεῖν περὶ ταύτης· ὅμως τοῦτο εὐσυνόπτως φημί, ὅτι ἡ τοιαύτη τοῦ τυπικοῦ διαταγὴ μὴ παρορᾶται καὶ ἡ τοῦ Ψαλτῆρος στιχολογία μὴ παραθέεται, καὶ τὰς ἀναγνωστικὰς βίβλους μὴ ἀθετεῖτε ἀναγινώσκειν ἐγκαίρως καὶ τὰς κατηχήσεις μὴ κατοκνεῖτε ἀναγινώσκειν εἰς δόξαν Θεοῦ καὶ ὠφέλειαν τῶν βουλομένων. Τὰς ὑπὲρ βασιλέων καὶ ἀρχόντων καὶ ἀρχιερέων καὶ διακονησάντων καὶ διακονούντων ἐκτενὰς ἐκτελεῖν καθ’ ἑκάστην ὀφείλετε ἔν τε τῷ ἑσπερινῷ καὶ τῷ ὄρθρῳ καὶ τῇ θείᾳ λειτουργίᾳ. Τῶν δὲ Σαββάτων καὶ Κυριακῶν καὶ ἑορτῶν καὶ τῶν μεγάλων ἁγίων μὴ παρορᾶσθε τὰς λειτουργίας· καὶ εἰ οὐκ ἔστιν ὑμῖν φορτικόν, προσκομιζέσθω καὶ ὑπὲρ ἐμοῦ ἐφ’ ἑκάστῃ λειτουργίᾳ προσφορὰ μία τῷ Θεῷ. Ἔστω δὲ καὶ ὁ λειτουργῶν ἱερεὺς καθαρὸς σὺν Θεῷ καὶ ἄμωμος, ἵνα ἡ θυσία αὐτοῦ εὐπρόσδεκτος ᾖ τῷ Θεῷ· εἰ γὰρ ὁ ἀδόκιμος λαϊκὸς εἰς κρίμα μετέχει τῶν τοῦ Χριστοῦ μυστηρίων, κατὰ τὸν θεῖον Παῦλον, πολλῷ μᾶλλον ὁ θύτης καὶ λειτουργὸς τοῦ σώματος τοῦ Χριστοῦ. Καὶ εἴγε κατὰ τὰς ἡμῶν εἰσηγήσεις μετὰ Θεὸν ἐκτελεῖτε, πέποιθα ὅτι καὶ θείας κηδεμονίας δαψιλεστέρας <καὶ> ψυχικῆς σωτηρίας ὡς εὐήκοοι ἐπαπολαύσετε Χριστοῦ χάριτι.

Τὰ δὲ ἱερὰ σκεύη καὶ τὰς βίβλους καὶ τὰς ἁγίας εἰκόνας ὡς ἐν τῷ Θεῷ καὶ τῇ ἁγίᾳ Ἐγκλείστρᾳ ἅπαξ καθιερωθέντα οὐδεὶς ὀφείλει τι ἐξ αὐτῶν ἀφελέσθαι, οὔτε κατ’ ἐξουσίαν οὔτε κατὰ χάριν, εἰμὴ καὶ ὁ διδοὺς καὶ ὁ λαμβάνων τῇ ἀρᾷ ὑποβληθῶσι καὶ τῷ ἀφορισμῷ τῷ ἔξω τῆς ἐκκλησίας.

Εἰσὶ δὲ σὺν Θεῷ καὶ συγγραφαὶ τοῦ ἐγκλείστου μικραὶ μετὰ μεγάλων βίβλοι δεκαέξ, ἀφ’ ὧν αἱ μειζότεραι τρεῖς πανηγυρικαὶ καὶ ἕτερα δύο βιβλία πλείστων ἐπιστολῶν ψυχωφελῶν πάνυ, ἐν οἷς καὶ ἀσκητικὰ κεφάλαια τετρακόσια καὶ τελώνια κδʹ· καὶ βιβλίον πεντηκοντακέφαλον, ἐν ᾧ καὶ τὸ ᾎσμα τῶν ᾈσμάτων ἑρμηνεύεται· καὶ ἕτερον τῆς Θεοσημίας· καὶ ἕτερον ἑρμηνεία τῆς Ἑξαημέρου ἐν λόγοις ιϛʹ· καὶ ἕτερον ἑρμηνεία τῶν Ψαλμῶν ἐν λόγοις ιβʹ· καὶ ἕτερον ἑρμηνεία κανόνων τῶν δώδεκα Δεσποτικῶν ἑορτῶν· καὶ ἕτερον δωδεκάλογον, τὸ πρόχειρον τοῦ ἐγκλείστου, ἐν ᾧ τεσσαρακονταετίας καὶ πεντηκονταετίας καὶ φυσιολογίας ἀναφορά· καὶ ἕτερον δισδεκάλογον καινῆς καὶ παλαιᾶς νομοθεσίας εὐσύνοπτοι ἑρμηνεῖαι Δεσποτικῶν ἐντολῶν· καὶ ἑτέρα ἡ τῶν κατηχήσεων βίβλος· καὶ ἄλλο μικρὸν κατανυκτικῶν στιχηρῶν· καὶ ἄλλο ἡ παροῦσα τυπικὴ διάταξις· καὶ ἄλλο πάλιν τὸ καλούμενον τελευταῖον· ὁμοῦ δεκαὲξ γινόμενα, ἅτινα φιλαρέτοις καὶ φιλοθέοις ὡς νεαρὰ πάντως οὐ παροπτέα, ἀλλ’ οὐδ’ ἀνθρωπίνης σοφίας ἢ τεχνολογίας ἀλλὰ χάριτος Πνεύματος ἁγίου τοπάσαντες τὰ γεγραμμένα τὸν ἐν Τριάδι δοξάσουσι Θεόν· ἀμήν.

Παραίνεσις πρὸς τοὺς ἀδελφοὺς καὶ ἀνάμνησις ἀφορισμοῦ. Σπεύσωμεν, ἀδελφοί, συνεργοῦντος Θεοῦ γῆ καθαρὰ καρποφόρος καὶ δεκτικὴ σπόρου πνευματικοῦ φωραθῆναι τῷ παγγεωργῷ Θεῷ, ἵνα, ὅτε ἥξει τὸ θέρος τῆς ζωῆς ἡμῶν, τὸν κόλπον πληρώσωμεν δραγμάτων ζωῆς αἰωνίου. Γνῶμεν καιρὸν νηστείας καὶ καιρὸν βρώσεως, καιρὸν ὕπνου καὶ καιρὸν ἐγρηγόρσεως καὶ καιρὸν ἀνέσεως καὶ καιρὸν ἐργασίας. Διχόνοιαι καὶ φθόνοι, ἔριδες καὶ ζῆλοι πονηροὶ μὴ αὐλιζέσθωσαν ἐν μέσῳ ὑμῶν. Σφάλματα λαθραῖα καὶ μὴ καθήκοντα μὴ ἐργάζεσθε· βλέπει γὰρ πάντα Θεός. Λαθροφαγίας ἁμαρτίαν καὶ μέχρι γεύσεως καὶ γλώσσης φεύγειν Βασίλειος ὁ μέγας ὑποτίθεται. Τὴν χαλεπὴν τῆς φιλαργυρίας νόσον μισήσαντες ὑγιαίνετε ἀκτημοσύνῃ· ὅσοι γὰρ τὴν νόσον ἐκείνην ἐνόσησαν, τεθνήκασι ζῶντες· ὑμεῖς δὲ μηδὲν ἴδιον κεκτημένοι ἀργύριον ἀρκεῖσθε ἐξ ὧν χορηγεῖ Θεὸς τῷ κοινοβίῳ. Φρόνημα ταπεινὸν ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων σπουδάσωμεν κατορθῶσαι. Πάντων δὲ τούτων προηγείσθω ἀβέβηλος βίος καὶ καθαρός. Καὶ ὃν ἐν τῷ νάρθηκι τοῦ ναοῦ ἐστηλογράφησα ἀφορισμὸν μὴ ἐπιλανθάνεσθε, ὃς οὐ συγχωρεῖ τὸν πεπτωκότα εἰς ἁμαρτίαν ὧδε προσκαρτερεῖν, εἰ μή που δι’ ἐξομολογήσεως καὶ εἰλικρινοῦς μετανοίας θᾶττον ἐξαναστῇ· φίλη γὰρ Θεῷ ἔρημος καθαρὰ καὶ ἄοικος ὑπὲρ οἰκουμένην ἀκάθαρτον.

Ὁ δὲ τοιοῦτος ἀφορισμὸς ἐφ’ ἑκάστης Κυριακῆς ἀναγινώσκεσθαι χρὴ μετὰ τὴν ἀνάγνωσιν τῆς κατηχήσεως ἐκ παντός, ἵνα παραθήγωνται πρὸς ἀσφάλειαν οἱ ἀδελφοὶ συνεργείᾳ Θεοῦ.