Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Τυπικὴ Διαθήκη

Νεόφυτος ὁ Ἔγκλειστος

Εισαγωγή και προοίμιο της Τυπικής Διαθήκης

Πίνακας των κεφαλαίων της διατάξεως, εξήγηση των αιτιών αναθεωρήσεως του κειμένου και θεολογικός στοχασμός γύρω από τη μνήμη του θανάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 1 από 8

[Πίν]αξ σὺν Θεῷ τυπι[κῆ]ς ἀρτυλίας α. [Περὶ] τῆς ἀμείμψεως τῆς διατάξεως. β. [Περὶ] μνήμης θανάτου. γ. Περὶ τῶν ἰδίων λογισμῶν καὶ τῆς τοῦ κόσμου φυγῆς. δ. Περὶ τῶν ἑξῆς καὶ τῆς ἐν τῇ Ἐγκλείστρᾳ ἀποκαταστάσεως καί τινα μυστικά. ε. [Περὶ τ]ῆς οἰκοδομῆς τῆς Ἐγκλείστρας καὶ τοῦ ἐπισκόπου Κιννάμου καί τιν[α μυστικά].

ϛ. Περὶ τῶν Παφηνῶν. ζ. Περὶ τοῦ τῆς Κύπρο[υ ῥη]γὸς καὶ ἐπιτρ[όπο]υ τῆς παρούσης Ἐγκλείστρας. η. Ὑπόμνησις πρὸς τὸν βασιλέα. θ. Περὶ ποσότητος ἀδελφῶν καὶ κώλυσις διδασκαλίας παιδίων. ι. Περὶ ἀκτημοσύνης καὶ λύσεως οἰκονομικῆς. ια. Περὶ ἀναγνώσεως τῆς διατάξεως καὶ τῶν [κανόν]ων. ιβ. [Περὶ τῆς] ἐκκλησιαστικῆς [ἀκο]λουθίας καὶ τοῦ ἱ[ερ]έως καὶ τῶν ἱερῶν σκευῶν καὶ τῶν βιβλίων τοῦ ἐγκλείστου. ιγ. Παραίνεσις πρὸς τοὺς ἀδελφοὺς καὶ ἀνάμνησις ἀφορισμοῦ. ιδ. Περὶ ἐκλογῆς ἐγκλείστου καὶ εὐχὴ πρὸς ἔγκλειστον καὶ ἐγκλείστραν. ιε. Ἰδικὴ παραίνεσις πρὸς τὸν ἔγκλειστον.

ιϛ. Περὶ τοῦ ἰδίου διαδόχου καὶ ἀδελφιδοῦς ἱε[ρο]μονάχου Ἠσαΐου. ιζ. Περὶ κελλιωτικῶν. ιη. Περὶ τοῦ τῆς Ἐγκλείστρας κηπίου. ιθ. Περὶ τοῦ εἶναι τὴν περιφορὰν τῆς Ἐγκλείστρας γυναιξὶν ἀνεπίβατον καὶ περὶ κτηνῶν θηλυκῶν. κ. Περὶ τῶν ἐν τῇ Ἐγκλείστρᾳ κτισμάτων καὶ ἀνατεθέντων Θεῷ καὶ περὶ ναοῦ. κα. Περὶ μετανοίας καὶ ἐξαγορεύσεως ἁμαρτιῶν καὶ λογισμῶν. κβ. Περὶ τοῦ ἐπισκόπου Κιννάμου ἐπικυρωτικὸν τῆς διατάξεως καὶ ὑπογραφὴ τοῦ ἐπισκόπου Βάκχου, εἶτα καὶ ἀφορισμὸς τοῦ μὴ ἀφελέσθαι μήτε προσθεῖναι. κγ. Περὶ τοῦ ἐγκλείστου πρὸς τοὺς ἀδελφοὺς κανόνες ἀσκητικοὶ εἴκοσι καὶ ἐκ τῶν τοῦ μεγάλου Βασιλείου ἐπιτόμων κανόνες ιβʹ. κδ. Περὶ τῆς ἰδίας ἀποβιώσεως καὶ περὶ τῆς πρεσβυτέρας ἐγκλείστρας καὶ τοῦ τάφου καὶ ὑπὲρ τῶν ἀδελφῶν εὐχὴ τελευταία.

ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΤΥΠΙΚΗ ΣΥΝ ΘΕῼ ΔΙΑΘΗΚΗ ΠΕΡΙ ΤΗΣ ΙΔΙΑΣ ΕΓΚΛΕΙΣΤΡΑΣ, ΝΗΣΟΥ ΚΥΠΡΟΥ ΤΗΣ ΠΑΦΗΝΩΝ ΕΠΑΡΧΙΑΣ, ΤΗΣ ΚΑΙ ΝΕΑΣ ΣΙΩΝ ΕΠΟΝΟΜΑΣΘΕΙΣΗΣ, ΗΤΟΙ ΕΞ ΕΥΔΟΚΙΑΣ ΘΕΟΥ ΣΚΟΠΕΥΤΗΡΙΟΝ ΕΝΘΕΟΝ Εὐλόγησον, πάτερ. Νεόφυτος εὐτελὴς μοναχὸς πρεσβύτερος καὶ ἔγκλειστος ὁ Τιμιοσταυρίτης τῆς τυπικῆς μου διαθήκης οἰκείᾳ χειρὶ προέταξα. Περὶ τῆς ἀμείμψεως τῆς διατάξεως.

Ἀγαθὸν ὑπέρτερον παντὸς ἀγαθοῦ Θεοῦ φόβος καὶ μνήμη θανάτου· οὗ τὸ κλεπτικὸν καὶ παράβυστον ἐκθαμβούμενος ἔγωγε μετὰ ἔτη †ὀκτὼ† τῆς ἐν τῇ ἐγκλείστρᾳ καθείρξεώς μου διεθέμην, καθώς με ὁ καιρὸς ἐκεῖνος προσαπῄτει διαθέσθαι. Ἐπεὶ δὲ ὁ τῆς ζωῆς χορηγὸς τὸν τῆς ζωῆς μου παρέτεινε χρόνον, καὶ παρίππευσαν ἤδη πέντε καὶ πεντήκοντα ἔτη, καὶ χρεία γέγονε διαθήκης ἑτέρας, ὅπως τῆς πρεσβυτέρας μὲν ἀφαιρεθῶσί τινα, ἐν τῇ νεωτέρᾳ δὲ προστεθῶσι τὰ πρέποντα, ὅπως μὴ ἀλλόκοτα καὶ ξένα ἀλλὰ σύντροφα καὶ κατάλληλα φωραθῶσι προσφόρως διαθήκη καὶ πραγμάτων ἀκολουθία ἐκτραγῳδοῦσαι συμφώνως.

Περὶ μνήμης θανάτου. Βέλος θανάτου παρῆλθεν οὐδεὶς τῶν θνητῶν· ὅπερ πάντως οὐδ’ ἐμὲ παρελθεῖν δυνατόν. Ἀλλὰ μή μοι ὡς βέλος, Χριστέ, ὁ θανὼν ἑκουσίως ὑπὲρ ἡμῶν, ἀλλ’ ὡς ἐν ὕπνῳ χρηστῷ εὐδόκησον συναντῆσαί με τῇ χάριτί σου. Ἀρτίως δὲ ἔτι περιὼν δίκαιον ὠοῦμαι προσφόρως διατυπῶσαι τὰ κατ’ ἐμέ, μήπως τὸ τοῦ κρύψαντος τὸ τάλαντον ἀπραγμάτευτον ὀκνηροῦ δούλου παθεῖν τε καὶ ἀκοῦσαι συμβαίη μοι, ἐπεὶ καὶ αὐτὸς πρὸς Θεοῦ καὶ Δεσπότου τὴν Ἐγκλείστραν ταύτην ὡς τάλαντον ἔλαβον.

Αὐτὸς γάρ μοι αὐτὴν προύτεινεν ἔρημον καὶ αὐτός μοι αὐτὴν κατεφαίδρυνεν ὡς εὐδόκησε. Κἀγὼ πάλιν τῇ παναλκεῖ παλάμῃ αὐτοῦ παρέθηκα ταύτην, ὅπως ἔτι περιόντος καὶ παρελθόντος μου ἐξ ἀοράτων ἐχθρῶν καὶ ὁρατῶν συντηρῇ αὐτὴν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας χάριτι αὐτοῦ.