Ἔργον
Νεόφυτος ὁ Ἔγκλειστος – Τυπικὴ Διαθήκη
Οδηγίες ενταφιασμού, τελική ευχή και κωλοφώνας
Αυστηρές οδηγίες του αγίου Νεοφύτου για τον ενταφιασμό του, απόκρυψη του τάφου του, τελική ικεσία υπέρ των αδελφών και ιστορικό σημείωμα αντιγραφής.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Οδηγίες ενταφιασμού, τελική ευχή και κωλοφώνας
Αυστηρές οδηγίες του αγίου Νεοφύτου για τον ενταφιασμό του, απόκρυψη του τάφου του, τελική ικεσία υπέρ των αδελφών και ιστορικό σημείωμα αντιγραφής.
Νεοφύτου πρεσβυτέρου μοναχοῦ καὶ ἐγκλείστου Πρὸς τοὺς ἐν τῇ βασιλίδι τῶν πόλεων Χρυσοστομίτας ἀδελφοὺς ὑπόμνησις περὶ ἐν[***] Περὶ τῆς ἰδίας ἀποβιώσεως καὶ περὶ τῆς πρεσβυτέρας ἐγκλείστρας καὶ τοῦ τάφου καὶ ὑπὲρ τῶν ἀδελφῶν εὐχὴ τελευταία Εὐλόγησον, πάτερ. «Ὢ τοῦ παραδόξου θαύματος», μάλιστα δὲ ὢ τοῦ παραδόξου θάνατος, φάναι οἰκειότερον, καθότι «καὶ ταῦτα πάντα ὁ θάνατος διαδέχεται». Ὥστε, κἂν χιλίων ἐτῶν ζήσειέ τις περίοδον, ὡς ἡμέρα ἡ χθὲς αὐτῷ καταφαίνεται, κἂν πάσης γῆς καὶ θαλάσσης κρατήσειεν, ἐκ τῆς ἀπείρου ἐκείνης καὶ πολλῆς δεσποτείας μιᾶς καὶ μόνης ὀργυίας, ἐν ᾗ ἐσορεύθη, δεσπότης εὑρίσκεται.
Ἀλλ’ ἔγωγε πλατυτέρως περὶ τούτων φιλοσοφεῖν οὐκ ἀνέχομαι, ἀλλά γε βραχυτελῆ τινα περὶ δυσμῶν ἡμετέρων διαλαβὼν καταυνάσω τοῦ δρόμου. Εἴγε οὖν ἄξιος εὑρεθῶ ἐν ἐκείνῃ τῇ ὥρᾳ κληθῆναι πρὸς Θεοῦ—ἐπειδὴ πάντες μὲν θνῄσκουσι νεύσει Θεοῦ, οὐ πάντες δὲ καλοῦνται ἀνελθεῖν πρὸς Θεόν· πῶς γὰρ οἱ ἐν ἀσεβείᾳ καὶ ἀκαθαρσίᾳ καὶ πλεονεξίᾳ τὸν ἅπαντα βίον αὐτῶν περινοστήσαντες πρὸς Θεὸν τὸν ὑπεράγιον ἀπελεύσονται; οὐδεμία γὰρ κοινωνία σκότους μετὰ φωτός· ὅτε γὰρ θνῄσκουσι θεομάχοι βασιλεῖς τύραννοι καὶ ξένοι Θεοῦ, μὴ Θεὸς καλεῖ αὐτοὺς πρὸς αὐτόν; καὶ οὐχὶ μᾶλλον ἐρεῖ· «Ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου»; ἀλλά γε καὶ περὶ τούτων πλείονα λέγειν οὐ βούλομαι—ἀλλ’ εἴγε, ὡς προέφην, ἄξιος εὑρεθῶ κληθῆναι πρὸς Θεοῦ καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μή με, ἀδελφοί, ἐπικλαύσετε ἀμέτρως, καθότι καὶ πάσης θνητῆς φύσεως ξένον τι ἐφωράθη οὐδέν, ἀλλὰ μάλιστα εὐξάμενοι τὰ εἰκότα ὑπὲρ ἐμοῦ καὶ δοξάσαντες τὸν πανοικτίρμονα Θεὸν καὶ τὰς ἐξ ἔθους ᾠδὰς ἀναπέμψαντες αὐτῷ κατακρύψατέ μου τὸ ταπεινὸν λείψανον ἐφ’ ᾧ ἐν τῷ κρημνῷ τῆς Ἐγκλείστρας ἐλάξευσα τάφῳ, ἀμφιάσαντες αὐτὸ ἃ ἐγὼ ἔνησα νεκροτάφια ῥάκη πρὸ χρόνων ἱκανῶν καὶ ἀπεθέμην αὐτὰ ἐν γλωσσοκόμῳ πευκίνῳ καὶ κεδρίνῳ καὶ κυπαρισσίνῳ.
Οὕτω δὲ τοῦτο κηδεύσαντες ἐλέει Θεοῦ καὶ Πατρός, ἔστω σὺν αὐτῷ καὶ ἡ χάρις τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ τοῦ ἀγαπητοῦ, τοῦ δι’ ἡμᾶς ἑκουσίως παθόντος καὶ ταφέντος καὶ ἀναστάντος τριημέρου δυνάμει θεότητος αὐτοῦ, καὶ ἡ μεγαλοδωρεὰ τοῦ παναγίου καὶ ζωαρχικοῦ Πνεύματος σὺν τῇ ψυχῇ διασῴζουσα τοῦτο ἡ τρισαγία Θεότης εἰς ὕμνον αὐτῆς καὶ δόξαν πρεσβείαις τῆς πανάγνου Θεοτόκου καὶ τοῦ πανσέπτου σταυροῦ καὶ πάντων τῶν ἁγίων. Χαλάσαντες δὲ τὸν τοῖχον τοῦ τάφου πρὸς εἰσέλευσιν τοῦ κιβωτίου καὶ μέλλοντες πάλιν αὐτὸν ἀνακτίσαι μὴ ἐάσητε πάλιν θυρίδιον κατὰ τὸ πρότερον, ἀλλὰ παντελῶς αὐτὸ κατακλείσατε καὶ ἔξωθεν, ὅπου τὸ θυρίδιον προῆν, ἱστορήσατε εἰκόνα, οἵαν ὁ Κύριος ὑμῖν κατὰ διάνοιαν δῷ· καὶ οὕτως τὸν τόπον οἰκοδομήσατε, ὡς πολλοὺς τῶν ξένων ἀγνοεῖν ὅτι τάφος ἔνδον ἀπόκειται.
Ἡ δὲ τοιαύτη κατάκλεισις μὴ ἔστω εἰς λύπην ὑμῶν, μηδὲ παρακούσητε, ἵνα μὴ τῷ τῆς παρακοῆς ἐγκλήματι περιπέσητε, ἀλλὰ μᾶλλον ἵνα τὸν τῆς ὑπακοῆς μισθὸν ὑμῖν πρυτανεῦσαι Κύριος. Διότι, ὥσπερ ἔτι περιὼν τὸ σωμάτιον τοῦτο ὡς δῶρον Θεοῦ τὴν ἡσυχίαν ἠσπάζετο, οὕτω καὶ ἀποβιοὺς προείλετο ταύτην κρατεῖν μέχρι καὶ τῆς κοινῆς ἀναστάσεως, ὅτε πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσοντες ζήσονται καὶ ἐγερθήσονται εἰς ἀπάντησιν καὶ προσκύνησιν αὐτοῦ. Γνωριῶ δὲ καὶ τοῦτο ὑμῖν, ἀδελφοί, ὅτι ἡ πρεσβυτέρα καὶ πρωτοκάθεδρος αὕτη ἐγκλείστρα διὰ τὰς ἁγίας ἐν αὐτῇ καὶ σεπτὰς ἱστορηθείσας εἰκόνας εὐκτηρίου ἁγίου μέτρον διασῴζει. Διὸ καὶ ἅπαξ καὶ δὶς ὁρμήσαντές τινες ἐν αὐτῇ καθεσθῆναι οὐκ ἴσχυσαν· ἐμοὶ γὰρ δοκεῖ ὅτι καὶ ἔτι οὐδεὶς δυνηθῇ ἐν αὐτῇ καθεσθῆναι. Εἰ γὰρ ὁ Κύριος ἑτέρως πως αὐτὴν ἐταμιεύσατο, τίς ὁ ἀντιλέγειν δυνάμενος; εἰ δέ τις αὐθάδης ὡς εἰς κοινὸν κελλίον ἁπλῶς ἐν αὐτῇ καθεσθῆναι θελήσειεν, τοῦτο ἀνόσιον καὶ εἰδεχθές, καὶ ἐχθρὸς αὐτὸς ἑαυτοῦ καὶ αὐτεπίβουλος φωραθήσεται.
Εὐχὴ τελευταία ὑπὲρ τῶν ἀδελφῶν. Ὁ δὲ Θεὸς καὶ Πατήρ, ὁ διὰ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ τοῦ ἀγαπητοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καλέσας ἡμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ βασιλείαν καὶ δόξαν, στηρίξαι καὶ καταρτίσαι πάντας ὑμᾶς, ἀδελφοί, εἰς τὸ πανάγιον καὶ σωτήριον θέλημα αὐτοῦ καὶ πρυτανεύσῃ ἄφεσιν ἁμαρτιῶν πρεσβείαις τῆς παναμώμου Θεοτόκου καὶ τοῦ πανσέπτου σταυροῦ καὶ πάντων τῶν ἁγίων· ἀμήν.
Νεοφύτου ἐγκλείστου τῆσδε τῆς βίβλου προτάξασα χεὶρ ἐπεσφράγισεν ἤδη τεθηκὼς ὡς ἑρκίον σφέτερον γράμμα. Ἡ παροῦσα σὺν Θεῷ τυπική μου διαθήκη διὰ τεσσάρων καὶ εἴκοσι κεφαλαίων ἐγράφη διὰ χειρὸς εὐτελοῦς Βασιλείου ἱερέως διδασκάλου καὶ ταβουλλαρίου τῶν ταβουλλαρίων τῆς ἁγιωτάτης ἐπισκοπῆς Πάφου, τοῦ υἱοῦ τοῦ κατηχητοῦ, μηνὶ Μαΐῳ θʹ, ἰνδικτιῶνος βʹ, τῷ ϛψκβʹ ἔτει.☩☩☩
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.