Ἔργον
Νεόφυτος ὁ Ἔγκλειστος – Περὶ θεοσημείας
Προοίμιο και αγιογραφικά παραδείγματα περί ευχαριστίας
Εισαγωγή στο υπόμνημα της διασώσεως και παράθεση παραδειγμάτων από την Αγία Γραφή σχετικά με την αναγκαιότητα της ευγνωμοσύνης προς τον Θεό.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προοίμιο και αγιογραφικά παραδείγματα περί ευχαριστίας
Εισαγωγή στο υπόμνημα της διασώσεως και παράθεση παραδειγμάτων από την Αγία Γραφή σχετικά με την αναγκαιότητα της ευγνωμοσύνης προς τον Θεό.
Μηνὶ Ἰαννουαρίῳ κδʹ τῆς Θεοσημίας ἡ μνήμη καὶ τῆς ὁσίας Ξένης. Νεοφύτου πρεσβυτέρου μοναχοῦ καὶ ἐγκλείστου ὑπόμνημα εἰς τὴν πρὸς αὐτὸν γενομένην παραδόξως θείαν ἐπικουρίαν καὶ ἀώρου θανάτου ἀπαλλαγὴν ἐκ λίθου καὶ κρημνοῦ, ἣν ἐσκευώρησε μὲν ὁ παμπόνηρος δαίμων, διεσκέδασε δὲ ὁ πανελεήμων Θεός, ὁ ζωῆς ἔχων καὶ θανάτου τὴν ἐξουσίαν. Εὐλόγησον, πάτερ.
Ξένον ὄντως, ὡς ἀληθῶς, ἀλλὰ καὶ πάνυ ξένον· ξένον καὶ ἱκανὸν τοῦ ξενίζειν ἀκοὰς καὶ ψυχὰς φιλοθέων καὶ ἐχεφρόνων ἀνδρῶν τὸ περὶ ἐμὲ τοῦτο γεγονὸς ξένον θέαμα ἐν τῇ ἡμέρᾳ ταύτῃ τῆς πανοσίου Ξένης, ὃ καὶ λήθης βυθοῖς ἢ διὰ σιωπῆς παραπέμψαι οὐ θέμις ἡγησάμην, ἵνα μὴ ἀγνώμων περὶ τὸν εὐεργέτην ἀναφανῶ καὶ βραδὺς τῇ καρδίᾳ, ὃς καὶ πικροτάτου θανάτου παραδόξως με ἐρρύσατο. Ἀλλὰ καὶ ἐπὶ μνήμης παρακατέχειν ἐτησίως τὴν παροῦσαν ἡμέραν, κἀμοῦ παρελθόντος, ἐντέλλομαι καὶ τὸ παρὸν ὑπόμνημα ἐπιμέσεως ἀναγ<ι>νώσκειν πανευλαβῶς εἰς δόξαν Θεοῦ, λειτουργίαν τε περὶ τούτου καὶ προσφορὰν προσφέρειν τῷ πανελεήμονι Θεῷ.
Ἀλλὰ μηδεὶς ἐξ ὑμῶν οἰέσθω, παρακαλῶ, περιττῶς καὶ ἀλόγως ἢ χάριν φιλοτιμίας τινὸς τὸ ὑπόμνημα τοῦτο γεγραφηκέναι ἡμᾶς, ἀλλὰ καὶ πάνυ χρεωστικῶς καὶ μάλα εὐλογωτάτως ὁμοῦ καὶ δικαίως, ὅπως καὶ Θεὸς ἐντεῦθεν δοξάζηται ἀξιοχρέως καὶ οἱ βουλόμενοι ὠφελοῦνται τῶν συνετῶν. Τοῖς γὰρ εὖ πεπονθόσι εὐγνωμοσύνην καὶ εὐχαριστίαν ἀπαιτεῖ Θεός.
Καὶ τοῦτο καλῶς ὁ θεῖος Δαβὶδ ἐπιστάμενος, πρὸς τὴν ἰδίαν ψυχὴν ἔλεγεν· «Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ» καὶ τὰ ἑξῆς. Καὶ ὁ Κύριος ἡμῶν, τοὺς δέκα ἐκείνους λεπροὺς ἀποκαθάρας λόγῳ τῆς λέπρας, φαίνεται τοὺς μὲν ἐννέα καταμεμφόμενος ὡς ἀγνώμονας, τὸν δὲ ἕνα ἐκείνων, τὸν Σαμαρείτην καὶ ἀλλογενῆ, προσεπῄνεσεν ὡς εὐγνώμονα διὰ τὸ ἐπιστρέψαι αὐτὸν καὶ δοῦναι δόξαν τῷ Θεῷ.
Μᾶλλον δὲ καὶ τούτων ἀρχαιότερόν τι ἔχω λέξαι σαφῶς πρὸς ὑμᾶς. Ὁπηνίκα γὰρ ἐλυτρώσατο Κύριος δουλείας Αἰγυπτίων τὸ γένος τῶν Ἑβραίων, προσέταξε τῷ Μωϋσῇ λέγων «Ἁγίασον πᾶν πρωτότοκον πρωτογενές, διανοῖγον μήτραν ἐν τοῖς υἱοῖς Ἰσραήλ». Ἐπορεύθη δὲ Μωϋσῆς καὶ συνήγαγε πάντα τὸν λαὸν καὶ εἶπε· «Μνημονεύετε τὴν ἡμέραν ταύτην ἐν ᾗ ἐξήλθετε ἐκ γῆς Αἰγύπτου» καὶ τὰ ἑξῆς. Καὶ οὐχ ἁπλῶς μνήμην ἀπῄτει μόνην τῆς τοιαύτης ἐλευθερίας καὶ ἐξόδου, ἀλλὰ καὶ ὀκταήμερον περιτομὴν τούτοις νομοθετεῖ καὶ ἀφιέρωσιν πρωτοτόκων τῷ Θεῷ, ἀνθρώπων τε καὶ κτηνῶν, τοῦτο μὲν ἵνα μὴ διὰ τὸ εὐληθάργητον ἐπιλάθωνται τῶν προσταχθέντων αὐτοῖς, τοῦτο δὲ ἵνα καὶ υἱὸς ἐκ πατρὸς ἐκμανθάνῃ ῥᾳδίως τὸ αἴτιον τῆς ἐξ Αἰγύπτου καὶ δουλείας αὐτῶν ἀπαλλαγῆς.
Ὕστερον δὲ καὶ διά τινος κρασπέδου καὶ φυλακτηρίου ἠθέλησε Κύριος αὐτοὺς μνημονεύειν τῶν θείων καὶ Μωσαϊκῶν θαυμάτων ἐκείνων. Καὶ κράσπεδον μὲν εἶναί φασιν ὑακίνθινόν τι ὕφασμα γίνεσθαι λεπτὸν ἐν τοῖς ἱματίοις τῶν ἱερέων· φυλακτήριον δὲ βιβλίον μικρὸν γεγραμμένον συνοπτικῶς τὴν ἐξ Αἰγύπτου καὶ δουλείας αὐτῶν ἀπαλλαγήν, τήν τε διάβασιν τῆς Ἐρυθρᾶς θαλάσσης καὶ τὰ λοιπὰ μεγαλεῖα τοῦ Θεοῦ, καὶ ἐπὶ χεῖρας τὸ τοιοῦτον βιβλίον οἱ ἀρχιερεῖς παρακατέχειν ἀεὶ πρὸς διδαχὴν καὶ ἀνάμνησιν τῶν θείων εὐεργεσιῶν. Ἐκεῖνοι δέ, λήθης βυθοῖς καταδύσαντες πάντα, ἐπλάτυναν τὰ φυλακτήρια καὶ ἐμεγάλυναν τὰ κράσπεδα τῶν ἱματίων αὐτῶν· οὓς καὶ κατονειδίζων ὁ Κύριος ἡμῶν ἔλεγεν ὅτι «Πλατύνουσι τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσι τὰ κράσπεδα τῶν ἱματίων αὐτῶν» καὶ τὰ ἑξῆς, μήτε περὶ τῆς ἑαυτῶν μήτε περὶ τῆς τοῦ λαοῦ σωτηρίας ἐπιμελούμενοι.
Ἐκ τούτων οὖν πάντων μυούμεθα ὅτι ἀπαιτεῖ Θεὸς ἡμᾶς μνημονεύειν τῶν παρ’ αὐτοῦ εἰς ἡμᾶς γινομένων καλῶν, οὐχ ὅτι αὐτὸς τοῦτο προσδέεται, ἀλλὰ πάντως διὰ τὴν ἡμῶν σωτηρίαν τοῦτο ἡμᾶς ἀπαιτεῖ. Οὐ γὰρ δήπου ἡ ἄβυσσος χρείαν ἔχει προσθήκης ὑδάτων, ἐκχέει δὲ μᾶλλον ποταμοὺς καὶ πηγὰς καὶ λίμνας ὑδάτων πολλῶν καὶ ἀμείωτος ἐναπομένει.
Ἐπεὶ οὖν ἡ ἄβυσσος μεταληπτικὴ οὐ πέφυκεν εἶναι, ἀλλὰ μεταδοτικὴ μᾶλλον, τί ἄν τις εἴποι λοιπὸν περὶ τῆς τῶν ἀβύσσων ἀβύσσου θείας φύσεως καὶ παντουργοῦ, ἐξ ἧς ἀνάβλυσις καὶ μετάδοσις ἐκχέεται ποταμηδὸν καὶ ὁδεύει πρὸς πᾶσαν κτίσιν αὐτῆς;
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.