Ἔργον
Νεόφυτος ὁ Ἔγκλειστος – Περὶ θεοσημείας
Ίδρυση του νέου εγκλειστηρίου και έναρξη των λαξεύσεων
Η απόφαση για τη δημιουργία νέου ησυχαστηρίου, ο αγιασμός του τόπου, οι ικετήριες ευχές για ασφάλεια και η έναρξη της λαξεύσεως του κρημνού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ίδρυση του νέου εγκλειστηρίου και έναρξη των λαξεύσεων
Η απόφαση για τη δημιουργία νέου ησυχαστηρίου, ο αγιασμός του τόπου, οι ικετήριες ευχές για ασφάλεια και η έναρξη της λαξεύσεως του κρημνού.
Καὶ ἀπόχρη μὲν ταῦτα πρὸς ταῦτα. Ἡμεῖς δὲ χρεωστικῶς, κατὰ τὸ ἡμῖν ἐγχωροῦν, καὶ θεοσδότως ἀναμνήσωμεν καὶ εἰς μέσον εἰσάξωμεν τὸ εἰς ἡμᾶς γεγονὸς ξένον ἄκουσμα καὶ θέαμα καὶ ἀνυμνήσωμεν Θεοῦ ἀκαταμάχητον καὶ ταχυτάτην ἀντίληψιν. Ἀλλὰ δίκαιον ἡγοῦμαι καθ’ εἱρμὸν ἐξειπεῖν καὶ ἀκολούθως τὸ διήγημα καὶ καταντῆσαι πρὸς τὸ προκείμενον καὶ μὴ φύρδην συγκαταμῖξαι καὶ καταχῶσαι καὶ ἀφανίσαι τοσαύτην εἰς ἐμὲ γενομένην Θεοῦ πρόνοιαν.
Ἐπειδὴ μῆκος χρόνου ζωῆς παρετάθη μοι ἐν τῇ Ἐγκλείστρᾳ ταύτῃ καὶ ἐγγύς που τεσσαράκοντα ἐτῶν ἐν αὐτῇ μοι ἐγένετο ἡ ἀμελὴς παροικία καὶ πολλῆς τινος εὐλόγου τε καὶ ἀνευλόγου καταδρομῆς λαοῦ ἐνοχλούσης μοι ἀνενδότως, ἔδοξεν, οἶμαι, πρῶτον τῷ Θεῷ, εἶτα κἀμοί, ἵνα πρὸς τὰ ὑπερῷα τῆς Ἐγκλείστρας καὶ τὰ τοῦ κρημνοῦ ἀνώτερα μέρη σὺν Θεῷ ἀνέλθω· κᾀκεῖ μοι ἑτέραν ὑποδιορύξω μικρὰν ὀπήν, τοῖς πολλοῖς ἀνεπίβατον, καὶ ἐν αὐτῇ με ἀδειάζειν, ὅτε καὶ βούλομαι, καὶ τῆς πολλῆς καὶ ἀκαίρου τῶν πολλῶν ἀποδιδράσκειν ὀχλήσεως καὶ τῆς φίλης ἀναχωρήσεως καὶ θεογνώστου ἡσυχίας μὴ ἐκπεπτωκέναι κατὰ μικρόν. Ἀλλὰ πάλιν τὸ τοῦ κρημνοῦ δυσανάβατόν τε καὶ σαθρότατον περιεκλόνει μου τὴν καρδίαν καὶ ἀπετείχιζεν εἰς τοὐπίσω, ἀλλὰ τὸν τοιοῦτον κλόνον ἐνίκα πάλιν καὶ ὑπερενίκα ἑτέρα τις ἀγαθὴ καὶ προσδοκία Θεοῦ βοηθείας καὶ ἡσυχίας πόθος μετ’ ἐλπίδος χρηστῆς.
Ἔνθεν καὶ πᾶσαν δειλίαν καὶ φόβον σὺν Θεῷ δι<α>κρουσάμενος, ἐμνημονεύσαμεν καὶ τοῦ φάσκοντος, ὅτι ὁ μὴ κινδύνων κατατολμῶν οὐ τυγχάνει τῶν ἐφετῶν. Ὅθεν καὶ αὐτὸς κινδύνων κατατολμήσας καὶ πρὸς Θεὸν ἀναρτήσας μου τὰς ἐλπίδας τῆς σωτηρίας, ἐπεχείρουν τῷ δόξαντι. Καὶ δὴ κλίμακος μεγάλης ὑπὸ τῶν ἀδελφῶν ἐνεχθείσης, ἀνήλθομεν μετὰ σταυροῦ καὶ εὐαγγελίου καὶ στολῆς ἱερατικῆς καὶ θυμιατοῦ καὶ λαμπάδος.
Στάσεως δὲ ἢ πατήσεως τόπον μὴ εὑρίσκοντες, ἔστησαν οἱ μὲν ἐν τῇ κλίμακι, οἱ δὲ μετά τινος μηχανῆς ἔστημεν ἀνωτέρω· καὶ τὴν συνήθη εὐχὴν ἐκτελέσαντες καὶ ἀπόστολον μετὰ εὐαγγελίου ὑπαναγνώσαντες καὶ ἀπολύσαντες, εὐθέως κατήλθομεν. Καὶ ἔκτοτε καθ’ ἡμέραν λοιπὸν ἕωθεν, μετὰ τὰς ἑωθινὰς δοξολογίας καὶ τὴν ἀπόλυσιν, πάλιν ἱκέτευον κατὰ μόνας τὴν θείαν εὐμένειαν ἐκτενῶς.
Εὐχή. Δέσποτα, λέγων, Δέσποτα καὶ Κύριε τοῦ ἐλέους, ὁ πάσης ὁρατῆς τε καὶ ἀοράτου κτίσεως δημιουργὸς καὶ σωτήρ, ὁ «διατείνας τὸν οὐρανὸν ὡσεὶ δέρριν» καὶ «ὡσεὶ καμάραν αὐτὸν ἐπιστήσας» ἐπ’ οὐδενὸς καὶ «θεμελιώσας τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς» καὶ «ἑδράσας αὐτὴν ἐπὶ τῶν ὑδάτων» καὶ περιτειχίσας τὴν θάλασσαν ψάμμῳ καὶ περιθέμενος αὐτῇ κλεῖθρα καὶ πύλας, «ὅριον ὃ οὐ παρελεύσεται», ὃν τρέμει, ὃν δουλεύει, ὃν ὑπείκει λογική τε καὶ ἄλογος ἅπασα κτίσις, αὐτὸς οὖν, Κύριέ μου Κύριε, καὶ τοῦτό μου τὸ ἐπιχείρημα εὐδόκησον ἀσφαλῶς ἐκτελέσαι, εἰς σήν, Δέσποτα, δόξαν καὶ σωτηρίαν τῆς ἐμῆς ταπεινότητος, ὡς καὶ ἄλλα ἐν τῷδε τῷ τόπῳ πολλὰ καὶ πανάπειρα τῇ σῇ εὐδοκίᾳ καὶ συνεργείᾳ ἀσφαλῶς ἐγενήθησαν. Καὶ μή με, Δέσποτα, συγχωρήσῃς σαθροτάτου παρανάλωμα ἀναφανῆναι κρημνοῦ, καὶ ἐχθρῶν ἀοράτων καὶ ὁρωμένων ἐπίχαρμα ὀφθῆναι. Εὐδόκησον δὲ μᾶλλον κἀκεῖνο γενέσθαι οἰκητήριον τοῦ παναγίου σου Πνεύματος, «πύργον ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ», πρόξενόν τε σωτηρίας ἐμῆς τε καὶ ἑτέρων τινῶν βουλομένων ψυχῶν, ὅτι σὺ εἶ καὶ Σωτὴρ καὶ Πατὴρ καὶ Θεὸς πάντων ἡμῶν, καὶ ὡς ἀγαθὸς καὶ φιλάνθρωπος πάντων ἀνθρώπων θέλων τὴν σωτηρίαν, καὶ σοὶ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Καὶ μετὰ τὴν εὐχήν, ἀσπαζόμενος τὸν τίμιον σταυρὸν καὶ τὰς ἁγίας εἰκόνας καὶ τὸ δεσποτικὸν σημεῖον θωρακιζόμενος, ἐξερχόμην· καὶ τὸ θυρίδιον κεκλεικὼς τῆς ἐγκλείστρας, πεποιθὼς ἀνηρχόμην λέγων· «Εἰσάκουσον ὁ Θεὸς τῆς δεήσεώς μου, πρόσσχες τῇ προσευχῇ μου ἀπὸ τῶν περάτων τῆς γῆς, πρὸς σὲ ἐκέκραξα· ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου, ἐν πέτρᾳ ὕψωσάς με, ὁδήγησάς με ὅτι ἐγενήθης ἐλπίς μου, πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ. Παροικίσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας, σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου, ὅτι σὺ ὁ Θεὸς εἰσήκουσας τῶν εὐχῶν μου, ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου» καὶ τὰ ἑξῆς τοῦ ψαλμοῦ.
Καὶ ἀνερχόμενος καὶ λαξεύειν ἀρχόμενος, ἑτέρωθι μὲν διώρυττον ἔγωγε, ἑτέρωθι δὲ ὁ κρημνὸς ἔνθεν καὶ ἔνθεν διασπαράττων κατέπιπτε, κἀγὼ ὑποψιθυρίζων πρὸς Κύριον ἔλεγον· «Ὁ στερεώσας» κατ’ ἀρχὰς «τοὺς οὐρανοὺς ἐν συνέσει» καὶ «τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας», αὐτός, Κύριε, καὶ τοῦτο στερέωσον τὸ οἴκημα. Καὶ πάλιν ἔλεγον· «Οὐρανίας ἁψῖδος ὀροφουργὲ Κύριε καὶ τῆς Ἐκκλησίας δομῆτορ», αὐτός, Δέσποτα, καὶ τοῦτο τὸ οἴκημα στερέωσον. Καὶ τούτοις προστιθέμενος, πάλιν ἔλεγον· «Ἀκήκοα, Κύριε, τοῦ μελῳδοῦ σου φάσκοντος» ὅτι «Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τῇ αὐτοῦ αὐλισθήσεται, ἀντίληψίν τε καὶ καταφυγὴν» τὴν σὴν κεκτημένος εὐμένειαν. «Οὐ φοβεῖται ἀπὸ φόβου νυκτερινοῦ, οὐδὲ ἀπὸ βέλους πετομένου ἡμέρας, οὐδὲ ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ». Ἐπεὶ οὖν κἀγώ, Κύριε, ὁ ταπεινὸς καὶ ἀνάξιος, διὰ τῆς σῆς προνοίας τε καὶ βοηθείας ἐνθάδε οἴκησα καὶ οἰκῶ, κἀμοὶ εὐδόκησον γενέσθαι καταφυγὴ καὶ σκέπη καὶ βοήθεια, ῥυσθήσομαι «ἐκ παγίδος δαιμόνων θηρευτῶν» καὶ «σκεπασθῶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου» «ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ», καὶ τοῖς ἁγίοις ἀγγέλοις σου ἔντειλαι τοῦ διαφυλάξαι με τῇ χάριτί σου. Ναί, Κύριε, γενηθήτω μοι οὕτως, ὅτι «εὐλογητὸς εἶ», εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ἔλεγον ταῦτα καὶ τὸν κρημνὸν περιέσκαπτον, ἔστιν ὅτε καὶ σιδήρου χωρὶς διὰ τὸ χαῦνον αὐτοῦ. Εἶχε δὲ καὶ ἔν τισι τόποις σκληρὸν καὶ διὰ σιδήρου δυσόρυκτον, τὰ δὲ ἐξώτερα τοῦ κρημνοῦ μέρη αὐτομάτως κατέπιπτον, ὡς μηδὲ τολμᾶν τινας προσεγγίσαι τῷ τόπῳ. Ἀλλὰ καὶ οἱ ἀδελφοί, κάτωθεν «ἀπὸ μακρόθεν» τὴν πολλὴν τῶν λίθων κατάπτωσιν καθορῶντες, φόβῳ συνείχοντο οὐ μετρίῳ, τὸ μὲν ὑπὲρ ἐμοῦ, τὸ δὲ καὶ ὑπὲρ τῶν κάτωθεν οἰκημάτων μήπως παραβλαβῶσι. Ὁ δὲ Θεὸς καὶ ταῦτα κἀμὲ τῷ ἐλέει αὐτοῦ διαφυλάξας, ἐτελειώθη τὸ ἔργον, οἰκοδομήθη καλῶς, κατεκράτησε τὰ σαθρὰ καὶ ἐξώτερα τοῦ κρημνοῦ μέρη ὁ τοῖχος, τὰ δὲ ἐνδότερα διὰ χαλίκων καὶ χρισμάτων καὶ πολλῆς ἀκριβείας μετὰ Θεὸν κατεκράτησα ἐγώ.
Ἔστιν ὅτι καὶ πάλιν κατέσπα, καὶ ἀνόρθουν τοῦτο κατὰ μικρόν, ἄχρις ἂν Θεοῦ συνεργείᾳ καὶ χάριτι τετέλεσται, ὡς εἰκὸς λέγειν τοῖς καθορῶσιν αὐτό· «Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε, τῶν δυνάμεων». Ἐπεὶ δὲ τὸ καλὸν οὐ καλόν, ὁπότ’ ἄν τι ἐλλειπῶς ἔχει τῶν ἀναγκαίων, μέχρι τούτου στέργειν οὐκ ἠνεσχόμην. Ἴστε γὰρ πάντες ὃ λέγειν ἐπείγομαι, ἀλλὰ κἀγὼ πείρᾳ μεμάθηκα τοῦτο, ὅτι, κἂν ἡμέρας τινὰς ἄσιτός τε δυνηθῇ παρελθεῖν καὶ ἡ τῆς γαστρὸς ἔξοδος ἐντεῦθεν κατασχεθῇ, ἀμήχανον τὸ μὴ ἐνοχλεῖσθαι ἅπαξ, δὶς καὶ τρὶς τῆς ἡμέρας διὰ κένωσιν ὕδατος λαχανώδους. Καὶ διενοούμην δυσχερὲς εἶναι δι’ αὐτὸ τοῦτο καὶ μόνον, τοσαύτην δυσκολίας κατάβασιν καταβαίνειν τινὰ ἐν τῷ κάτω παρακελλίῳ, καὶ ἤθελον ἐπάνω καὶ περὶ τούτου βραχύτατόν τινα ποιῆσαι οἰκονομίαν. Ἀλλὰ ταύτην πλησίον τῆς νέας κέλλης γενέσθαι οὐκ ἠνεσχόμην, τὴν ὑποκάτωθεν εὐλαβούμενος ἐκκλησίαν καὶ τὴν ἁγίαν ἐγκλείστραν, καὶ πάλιν ἐπρόκειτό μοι, βίᾳ ἑτέρᾳ, τοῦ πολὺν διακόψαι κρημνὸν μέχρι καὶ τοῦ νοτίου μέρους τὰ ἴσα τῆς κυπαρίσσου καὶ ποιῆσαι τρίβον τινὰ μικρὰν καὶ μακράν· καὶ ἡ δυσκολία πάλιν πολλὴ καὶ μεγάλη παρῆν, διὰ τὸ κάτωθεν μὲν φοβερὸν ἦν καὶ μόνον τὸ ἐντρανίσαι τὸ βάθος, ἄνωθεν δέ, διὰ τὸ σαθρότατον τοῦ κρημνοῦ, πλεῖον τὸ θάμβος παρῆν.
Ἀλλὰ πείθει ἔρως πολλάκις τὸν ἐραστὴν καὶ φόβου καὶ κινδύνων καταφρονεῖν καὶ τοῦ ἐρωμένου ἐπιχειρεῖν· ὅπερ τάχα πέπονθα καὶ αὐτός, χρηστὰς κολπωσάμενος ἐλπίδας πρὸς Θεόν, ὃν καὶ πάλιν μετ’ ἐκτενοῦς ἱκεσίας εἰς βοήθειαν κεκληκώς, κατετόλμουν τοῦ ἐφετοῦ, «Κύριος» λέγων «φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθήσομαι;
Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω;» καὶ τὰ ἑξῆς· τόν τε σταυρὸν τὸν τίμιον τοῦ Χριστοῦ καὶ τὴν ἄχραντον αὐτοῦ μητέρα εἰς βοήθειαν προσκαλούμενοι, κατετολμοῦμεν τοῦ ἔργου θαρρούντως. Καὶ δὴ μετὰ σκέψεως καὶ πολλῆς ἀκριβείας καὶ βοηθείας Θεοῦ, δι’ ὀλίγων τινῶν ἡμερῶν τὰ ἐπίφοβα πάντα καὶ πολλῆς γέμοντα δυσκολίας ἀκινδύνως σὺν Θεῷ λελαξευκότες, παρήλθομεν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.