Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Περὶ θεοσημείας

Νεόφυτος ὁ Ἔγκλειστος

Συνέχιση των εργασιών, θεοσημείες και ολοκλήρωση του σπηλαίου

Η αναφορά στον Ιωάννη Χρυσοστομίτη για τη συνέχιση των εργασιών, η θαυματουργική συγκράτηση νέων λίθων, η ανεύρεση συμβολικών επιγραφών και η αποπεράτωση του παρεκκλησίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 5 από 6

Νεοφύτου πρεσβυτέρου, μοναχοῦ καὶ ἐγκλείστου Περὶ τῆς Θεοσημείας ἀντίγραμμα πρὸς τὸν ἴδιον ἀδελφὸν Χρυσοστομίτην κὺρ Ἰωάννην. Εὐλόγησον, πάτερ. Γεγράφηκας ἡμῖν, κὺρ ἀδελφέ, εἴ γε ἄρα μετὰ τὴν παράδοξον ἐκείνην θεοσημείαν καὶ τὴν ἐκ τῶν πυλῶν τοῦ θανάτου ἀπαλλαγήν, προσέθηκα ἀνελθεῖν καὶ τοῦ προκειμένου ἔργου ἐφάψασθαι πάλιν, ἤ, τῷ δέει περιβληθείς, κατέλειψα τοῦτο διὰ τὴν δραματουργίαν τοῦ σατανᾶ. Καὶ ἴσθι, ἀδελφέ, ὅτι τοσοῦτον τῆς ἀνόδου καὶ τῆς ἐργασίας ἀπειργήθην ἐκείνης, ὅσον τοῦ καταπαῦσαι τὸ τοῦ δακτύλου μου ἄλγος. Καὶ εἶθ’ οὕτως μετὰ τοσαύτης σὺν Θεῷ ἀνῆλθον τῆς πεποιθήσεως καὶ θρασύτητος κατ’ ἐκείνου τοῦ λίθου, μεθ’ ὅσης, ὁπότ’ ἄν τις, δηχθεὶς ὑπό τινος ὄφεως καὶ τῇ θείᾳ ῥοπῇ ἀβλαβὴς διατηρηθείς, πονέσας δὲ μόνον καὶ πρὸς ἀναίρεσιν τοῦ ὄφεως θερμοτέρως διεγερθείς, ἀνεῖλεν αὐτόν.

Οὕτω καὶ τὰ περὶ ἐμοῦ σὺν Θεῷ διανοοῦ, ἀδελφέ, ὅτι, μεθ’ ἡμέρας τινὰς καὶ τοῦ δακτύλου τὴν θεραπείαν καὶ τοῦ πόνου τὴν παῦλαν, τὴν θείαν θωρακισάμενος βοήθειαν, μετὰ πολλῆς ἀνῆλθον τῆς προθυμίας καί, τὸν σκληρὸν κατακλάσας καὶ μιαιφόνον λίθον ἐκεῖνον, ἐξήγαγον τὴν σκαπάνην· ἔτι γὰρ πιεζομένη ἐτύγχανεν ὑποκάτωθεν αὐτοῦ. Καὶ ἔκτοτε σὺν Θεῷ εὐτόνως καὶ ὁλοψύχως καθ’ ἑκάστην ἔδρων τὴν ἐργασίαν, τοῦτο μὲν εἰς δόξαν τοῦ ἐμὲ κατελεήσαντος Θεοῦ καὶ πρυτανεύσαντός μοι τὸ ζῆν ἄχρις ἂν αὐτὸς εὐδοκῇ, ὡς τῆς ζωῆς ἔχων καὶ τοῦ θανάτου τὴν ἐξουσίαν, τοῦτο δὲ καὶ εἰς αἰσχύνην τοῦ ἀνθρωποκτόνου ἐχθροῦ, τοῦ πρὸς ἀναίρεσίν μου τεχναζομένου ἢ καὶ τοῦ προκειμένου ἔργου παρεμποδίσαι μοι θέλοντος.

Ἀλλ’ ἔγωγε, τότε μᾶλλον πρὸς Θεοῦ νεαϊκήν τινα ἰσχὺν καὶ προθυμίαν προσειληφώς, οὐχ ὡς γηραιὸς λοιπὸν ἀλλ’ ὡς ἀκμάζων νεανίας, ἐλάξευον καθ’ ἡμέραν, εἰ καί τινες τῶν ἐμῶν φοιτητῶν τὴν οἰκείαν ἐπιμέμφεσθαι ἀκμήν, ὡς τῆς γηραιᾶς μὴ ἐχούσης τὴν προθυμίαν καὶ ἰσχύν.

Ἐκείνου δὲ ὄπισθεν τοῦ μιαιφόνου λίθου τρεῖς ἐναπέκειντο ἕτεροι λίθοι, βραχύτεροι τῇ ποσότητι, καὶ οὐχὶ τυχοῦσα ἀπορία καὶ πάλιν παρῆν· καὶ ἐκ τῶν δύο ἤδη πάντως γενέσθαι τὸ ἕν, τουτέστιν εἴτε ἀποσπασθῆναι καὶ κάτω ἀπορριφῆναι, διὰ τὸ ἔρεισμα μὴ ἔχειν, καὶ πολλὴν ἐν τοῖς κάτω γενέσθαι τὴν συντριβήν, οὐ μὴν δὲ ἀλλὰ καὶ τὴν κυπάρισσον καὶ τὸ κλῆμα ἐξαφανίσαι τελείως ἢ μὴ ἀποσπασθῆναι καὶ καταλειφθῆναι τὸ ἔργον ἡμιτελές.

Ἐν τῇ οὖν ἀπορίᾳ ταύτῃ τί ἔδει με ποιῆσαι ἢ πάντως πρὸς τὸν κτίστην τῶν ὅλων καὶ Θεὸν ἀναθέσθαι τὸ πᾶν καὶ τὸ πανσθενὲς Χριστοῦ τοῦ Παντοκράτορος ἐπικαλέσασθαι ὄνομα; Ὅπερ δὴ καὶ δράσας, οὐ διήμαρτον τῆς προθέσεως. Ὀφθαλμοὺς γὰρ καὶ καρδίαν καὶ διάνοιαν ἄρας πρὸς οὐρανόν, τὴν θείαν προσελιπάρουν εὐμένειαν ἐκτενῶς, τοῦ μὴ ἀποτυχεῖν με τοῦ προκειμένου σκοποῦ καὶ μεγαλαυχήσῃ ὁ πονηρὸς καὶ κακομήχανος δαίμων ἐκεῖνος.

Ὅθεν, μετὰ τὴν ἱκεσίαν, τῷ λίθῳ στραφεὶς καὶ τῷ δεσποτικῷ σημείῳ κατασφραγίσας καὶ ὡς ἐμψύχῳ τούτῳ διαλεχθεὶς καὶ ἐπιτιμήσας, ἔφην· «Σοὶ λέγω, τῷ λίθῳ τῷ ἀψύχῳ, καὶ σοὶ ἐπιτιμῶ, τῷ φοβερῷ ὀνόματι τοῦ Χριστοῦ, ᾧ πᾶσα κτίσις, ἔμψυχός τε καὶ ἄψυχος, ἅμα φρίττει καὶ τρέμει ὡς κτίστῃ καὶ δημιουργῷ καὶ ὑπείκει δουλοπρεπῶς, καὶ εἰ πάντα δι’ αὐτοῦ ἐγένοντο, ὅσα δὴ καὶ ἐγένετο, πάντως δι’ αὐτοῦ γέγονας καὶ αὐτός, καὶ τῷ τούτου ὀνόματι πεδηθείς, στῆθι καὶ κάτω μὴ ἀπορριφῇς μηδὲ δράσῃς κακόν, ὅτι αὐτοῦ ἐστι τὸ κράτος καὶ ἡ δυναστεία καὶ ἡ δόξα, σὺν τῷ ἀνάρχῳ καὶ ὁμοουσίῳ Πατρὶ αὐτοῦ καὶ τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν».

Ταῦτα δὲ ἐξειπὼν καὶ διὰ τοῦ ὀρυκτηρίου ἀποσπάσας τὸν λίθον, ἀνεμποδίστως ὑπήγετο πρὸς τὰ κάτω· καὶ ὅτε τὸ ἥμισυ αὐτοῦ ἔξω ἐκρεμάσθη, τὸ ἐπίλοιπον αὐτοῦ, ὥσπερ ἑδραιωθὲν ἐν βραχυτάτῳ τόπῳ καὶ μηδὲν σπιθαμῆς ἔχοντος πλεῖον, ὃν ἡ Χριστοῦ δύναμις κατασχοῦσα, οὐ συνεχώρησε πρὸς τὸ κάταντες.

Ἔνθεν κἀγώ, θάρσος θεῖον ἀναλαβών, καὶ τὸν ἕτερον ἀπέσπασα λίθον. Κατεσχέθη δὲ καὶ αὐτὸς ἐπάνω τοῦ ἑτέρου αὐτοῦ, εἶτα καὶ ὁ ἄλλος ἀποσπασθείς, κρατεῖται καὶ αὐτὸς Χριστοῦ χάριτι. Κἀγώ, ἀγαλλιασθείς, ἔδωκα δόξαν τῷ Θεῷ· καί, φωνήσας τοὺς ἀδελφούς, ἀνήλθοσαν μετὰ σχοίνου, δι’ οὗ καὶ ἀποδήσαντες τὸν πρῶτον λίθον, ἔξω κρεμάμενον, κατεκόψαμεν τοὺς δύο καὶ ἐβάλομεν ἔξω, καὶ εἶθ’ οὕτως τὸν δεδεμένον.

Καὶ ἔκτοτε, μικρᾶς γενομένης εὐρυχωρίας, κατὰ μικρὸν ἐλαξεύομεν. Ἐπεὶ δὲ σκληρὸν καὶ τελείως ἄτμητον πεφθάκαμεν λίθον καὶ ὁ τῶν ἁγίων ἡμερῶν τῆς ἀμώμου νηστείας ἐφεστήκει καιρός, ἐσχολάσαμεν καὶ ἡμεῖς ἄχρι καὶ τοῦ θεοφόρου Πάσχα.

Καὶ πάλιν εἰχόμην τοῦ ἔργου πρὸς ἀναπλήρωσιν τῶν παραλειπομένων, καὶ τέλος εἴληφε τὸ μικρὸν παρακέλλιον ἐκεῖνο. Ἦν δέ, καὶ μικρὸν ἄπωθεν τῶν προρρηθέντων λίθων, καὶ ἕτερος λίθος μετέωρος καὶ ἐπηρμένος ἀθρόως, πτῶσιν καὶ αὐτὸς προσαπειλῶν καὶ ζημίαν οὐ τὴν τυχοῦσαν καὶ συντριβὴν τῶν κατωτέρων αὐτοῦ μερῶν. Καὶ ἐπειδὴ οὐκ ἦν δέον ἐκ τοῦ ὕψους ἐκείνου κατενεχθῆναι δι’ ἡμῶν, δέον ἦν λοιπὸν <ἰ>κρίωμά τι οἰκοδομηθῆναι ὑποκάτωθεν αὐτοῦ καὶ αὐτὸν κατασχεῖν, ὅπερ ἐδράσαμεν ἤδη καὶ φαίνεται.

Ἔλαχε δὲ καὶ πρὸς τὸ βόρειον αὐτοῦ μέρος γωνία τις, πάνυ ἀνεπιτήδειος φαινομένη καὶ δύσκολος. Οὐ δίκαιον κέκρικα ταύτην παραδραμεῖν ἀτημέλητον, τοῦ μὴ καὶ ταύτην ἐγκαλλωπίσαι μικρόν, ἔνθεν καὶ τὴν ταύτης γλυφὴν ἐπεχείρησα ἐν ἐπισήμῳ ἡμέρᾳ. Λέγω δὴ ἐν τῇ κδʹ τοῦ Ἰουνίου μηνός, καθ’ ἣν καὶ ἐκτελοῦμεν τὸ θεῖον γενέθλιον τοῦ θείου Προδρόμου Ἰωάννου. Διὸ καὶ χαριέντως ἐξεῖπον ἔγωγε τότε, ὅτι ταύτην τὴν διορυγὴν ἔχω ἀποκαλέσαι σπήλαιον τοῦ Προδρόμου.

Εἶτα, ἡμέρας τινὰς διορύξαντες, εὑρίσκομεν ἔν τινι λίθῳ γεγλυμμένα τεχνικὰ καὶ καλόγραφα γράμματα γʹ. Κάππα δὲ ἦν τὸ πρότερον, σταυρὸς δὲ τὸ δεύτερον, χῖ δὲ τὸ τρίτον. Ἐθαυμάσαμεν ἐπὶ τούτοις καὶ σημεῖον χρηστὸν ἐφωράσαμεν τοῦτο, ὅτι Κυρίου σταυρὸν καὶ Κυρίου χεῖρα, κατὰ τὸν ἐμὸν νοῦν, ἔδειξεν ἡ σύγκρισις τῶν γραμμάτων. Χεὶρ γὰρ Κυρίου ἦν ἀριδήλως ἡ φρουροῦσα ἡμᾶς διὰ σταυροῦ ἐκ τῆς σκαιωρίας τοῦ σατανᾶ καὶ νευροῦσα καὶ δρῶσα τὰ δύσκολα εὔκολα.

Εἶτα, πάλιν ἡμέρας λελαξευκότες τινὰς καὶ τὴν γλυφὴν ἄρτι μεσοπορήσαντες, ἤδη ἕτερα καὶ αὖθις δύο εὑρήκαμεν γράμματα, ἅτινα ἦσαν καὶ ταῦτα· ἰῶτα καὶ πῖ, ὧν ἡ ἐπίλυσις ἀνυποστόλως Ἰωάννην παρεδήλου τὸν Πρόδρομον, οὗ καὶ τὸ σπήλαιον προωνομάσθη καὶ ὁ χαρακτὴρ ἐνιστορήθη τρανῶς.

Οἱ δὲ τὰ γράμματα παρακατέχοντες λίθοι εἰς τὴν οἰκοδομὴν τοῦ αὐτοῦ τοίχου ἐναπετέθησαν, ἔνθα ὁ Πρόδρομος· καί, διὰ τὸ καλυφθῆναι αὐτὰ διὰ τιτάνεως, τὰ ἴσα τούτων γεγραφήκαμεν ἐν τῷ σπηλαίῳ, κατὰ τὸ ἴσον τοῦ τόπου ἔνθα καὶ εὑρέθησαν.

Καὶ σὺν Θεῷ εἴληφε τέλος καὶ τόδε τὸ σπήλαιον, ὃ καὶ θεάσεις ὅτε ἥξεις ἐνθάδε, κατὰ τὸ σὸν ἐφετόν, καὶ δοξάσεις, ὡς πολλοί, τὸν ἐν Τριάδι Θεόν, δι’ οὗ καὶ παρήχθη τὸ πᾶν καὶ συνέχεται κάλλιστα· δι’ οὗ τὰ ἐγκόσμια, τά τε οὐράνια καὶ τὰ ἐπίγεια καὶ τὰ καταχθόνια πάντα, θάλασσά τε καὶ ποταμοὶ σὺν ταῖς πηγαῖς καὶ πάντα τὰ ἐν αὐτοῖς ἔσχηκε τὸ εἶναι, ἤτοι πτηνῶν, νηκτῶν, θηρίων, ἑρπετῶν καὶ κτηνῶν τὰς ἀγέλας καὶ τῶν ἀνθρώπων, ἵνα ἐκ πάντων καὶ διὰ πάντων καὶ πασῶν ὑμνῆται, εὐλογῆται καὶ δοξάζηται ἀξιοχρέως ὁ Πατήρ, ὁ Υἱὸς καὶ Πνεῦμα τὸ ἅγιον, καὶ νῦν καὶ πάντοτε καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.