Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Ἀντίρρησις πρὸς τοὺς ἀποκρισαρίους τοῦ πάπα Γρηγορίου Θʹ

Νικηφόρος Βλεμμύδης

Ερμηνεία της ονομασίας του Αγίου Πνεύματος κατά τους Πατέρες

Κριτική της φράσης «Πνεύμα Χριστού προαιωνίως» και πατερική τεκμηρίωση ότι η ονομασία αυτή οφείλεται στην ομοουσιότητα και την ένσαρκη οικονομία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 3 από 5

Δεδόκατε τοιαύτην αἰτίαν διὰ τί τὸ Πνεῦμα τὸ ἅγιον λέγεται Πνεῦμα τοῦ Χριστοῦ ἀπ’ αἰῶνος. Λέγομεν οὖν πρῶτον· Ποία γραφὴ ὠνόμασε τὸ Πνεῦμα τὸ ἅγιον Πνεῦμα τοῦ Χριστοῦ ἀπ’ αἰῶνος; Πνεῦμα μὲν γὰρ Χριστοῦ οἴδαμεν τὴν θείαν Γραφὴν λέγουσαν· ἀλλ’ οὐχὶ μετὰ προσθέσεως, ὡς ὑμεῖς εἴπατε· Πνεῦμα τοῦ Χριστοῦ ἀπ’ αἰῶνος. Οὐδὲ γὰρ ὁ Χριστὸς καθὸ Χριστὸς τὸ συνάναρχον ἔχει τῷ Πατρὶ καὶ τῷ Πνεύματι, ἀλλὰ κατὰ μόνην τὴν θεότητα· καὶ μὲν τὸ Πνεῦμα προαιώνιον, τὸ δὲ χρῖσμα πρόσφατον, καθὼς καὶ ὁ Χριστὸς εἰς ἑαυτὸν ἀναλαβὼν τὸ τοῦ Ἡσαίου ἔφη· Πνεῦμα Κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με. Ἔστω δέ, εἰς χάριν ὑμετέραν, καὶ τοῦτο, τὸ καλεῖσθαι Πνεῦμα Χριστοῦ ἀπ’ αἰῶνος· πλὴν εἰ καὶ τοῦτο ῥηθήσεται οὕτως, ῥηθῆναι δύναται καθώς περ νοεῖται βασιλεὺς προαιώνιος, μήπω τῶν βασιλευομένων παραχθέντων, καὶ δημιουργὸς προαιώνιος, μήπω τῶν δημιουργημάτων γεγενημένων, καὶ εὐεργέτης, μήπω τῶν εὐεργετημένων ὄντων· οὕτως ἂν λέγοιτο καὶ Πνεῦμα Χριστοῦ προαιωνίως διὰ τὴν ἀρχαίαν βουλὴν καὶ προαιώνιον τῆς ἐνσάρκου οἰκονομίας, καθ’ ἣν ὁ Ἐμμανουὴλ ἐχρίσθη τῷ Πνεύματι.

Εἴπατε ὅτι τρεῖς μόνως δύνανται λέγεσθαι λόγοι. Πρῶτος μὲν διότι ὁμοούσιόν ἐστι τῷ Χριστῷ· καὶ παρακατιόντες, τῷ δοκεῖν, ἀνείλετε τοῦτο εἰπόντες ὅτι ὁ τοιοῦτος λόγος οὐκ ἔστιν ἱκανός, ἐπειδὴ ἐκ τούτου ἀκολουθεῖ τὸν Πατέρα εἶναι Πνεῦμα τοῦ Υἱοῦ διότι ὁμοούσιός ἐστι τῷ Υἱῷ. Καὶ ὁ λόγος οὗτος, ὅτι Πνεῦμα λέγεται τοῦ Υἱοῦ διὰ τὸ ὁμοούσιον εἶναι αὐτόν, οὐκ ἔστι λόγος ἡμέτερος, ἀλλὰ τῶν ἁγίων καὶ θεοφόρων πατέρων. Ὁ μὲν γὰρ μέγας Βασίλειος ἐν τῷ ιη κεφαλαίῳ τοῦ πρὸς Ἀμφιλόχιον αὑτοῦ λόγου φησὶν οὕτως·

Πνεῦμα Χριστοῦ λέγεται, ὡς ᾠκειωμένον κατὰ τὴν φύσιν αὐτῷ. Ὁ δὲ μακάριος Κύριλλος ἐν τῇ ἐξηγήσει τοῦ κατὰ Ἰωάννην εὐαγγελίου φησίν· Πῶς οὖν τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον καὶ Πνεῦμα τῆς ἀληθείας ὑπάρχον διὰ τὴν ἐμφέρειαν καὶ τὴν τῆς οὐσίας ταὐτότητα, ὡς ἀλήθειαν εἶναι καὶ καλεῖσθαι αὐτό, γενητὸν ἂν εἴη καὶ πεποιημένον; Ὁ αὐτὸς ἐν τῇ ἐξηγήσει τοῦ εὐαγγελικοῦ ῥητοῦ τοῦ· ὅταν ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀληθείαν· Πνεῦμα μέντοι ἀληθείας καλεῖ τὸν Παράκλητον, τουτέστιν ἑαυτοῦ· αὐτὸς γάρ ἐστιν ἡ ἀλήθεια, ἵνα γνῶμεν ὅτι οὐκ ἀλλότριον τῆς τοῦ Μονογενοῦς οὐσίας τὸ ἅγιόν ἐστι Πνεῦμα, οὐδὲ ἕτερον παρ’ αὐτόν, κατά γε τὸν ἐν ὁμοουσιότητι λόγον. Ὁ ἅγιος Βασίλειος, ἐν τῇ πρὸς Γρηγόριον τὸν ἀδελφὸν ἐπιστολῇ, λέγει· Ὁ τὸ Πνεῦμα μόνον εἰπὼν συμπεριέλαβε τῇ ὁμολογίᾳ ταύτῃ καὶ τὸν οὗ ἐστι τὸ Πνεῦμα, τοῦ Χριστοῦ γάρ, καὶ τὸν ἐξ οὗ, ἐκ τοῦ Θεοῦ γάρ, καθά φησιν ὁ ἀπόστολος. Βλέπετε πῶς ἐπὶ τοῦ Υἱοῦ παρεσιωπήθη τὸ ἐξ οὗ.

Πολλῶν μὲν οὖν καὶ ἄλλων εὐποροῦντες εἰς τοῦτο μαρτυριῶν ἀναντιρρήτων, διὰ συντομίαν αὐτὰς παρατρέχομεν. Ταῦτα μὲν ἀπελογησάμεθα θεολογικῶς, ταῖς τῶν ἁγίων πατέρων μαρτυρίαις πλέον ἁπάσης χρησάμενοι συλλογιστικῆς ἀποδείξεως, ὡς μὴ δεομέναις πολυπραγμοσύνης τινός· λόγοι γὰρ οὗτοι τοῦ παναγίου καθεστήκασι Πνεύματος.