Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Ἀντίρρησις πρὸς τοὺς ἀποκρισαρίους τοῦ πάπα Γρηγορίου Θʹ

Νικηφόρος Βλεμμύδης

Διάκριση ιδιωμάτων και τα θεολογικά άτοπα της διπλής εκπορεύσεως

Απόδειξη ότι η εκπόρευση αποτελεί υποστατικό και όχι φυσικό ιδίωμα, και ανάδειξη των συνεπειών της προελεύσεως του Πνεύματος εκ δύο αρχών, οι οποίες οδηγούν σε διαίρεση ή μετατροπή της Τριάδος σε τετράδα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 5 από 5

Ὅτε δὲ ἐνηνθρώπησεν ὁ Μονογενής, χρισθεὶς Πνεύματι ἁγίῳ, καὶ ὅτε τοῦτο ἐξέχεε πρὸς τοὺς πιστεύσαντας, τότε ἐκλήθη Πνεῦμα Χριστοῦ. Ἔτι λέγομεν· εἰ τὸ Πνεῦμα τὸ ἅγιον, Πνεῦμα Χριστοῦ λεγόμενον, διὰ τὸ ἐκπορεύεσθαι ἐκ τούτου νοηθήσεται λέγεσθαι, πολλὰ συμβαίνουσιν ἄτοπα. Δῆλον ἐντεῦθεν· χρὴ δὲ προδιαλαβεῖν τινα σαφηνείας ἕνεκα. Ἠξίωται κοινῶς καὶ ὡμολόγηται παρὰ τοῖς θεολόγοις ὡς ἐπὶ τῆς ἁγίας καὶ ὑπερουσίου Τριάδος ἄλλαι μέν εἰσιν αἱ φυσικαὶ ἰδιότητες, ἕτεραι δὲ αἱ ὑποστατικαὶ καὶ προσωπικαί. Καὶ αἱ μὲν φυσικαὶ κοινῶς ὑπάρχουσι καὶ ἐξ ἴσου ταῖς τρισὶν ὑποστάσεσι, καὶ οὐδεμίαν κατὰ ταύτας ἔχουσι διαφορὰν ἢ διαίρεσιν· αἱ δὲ ὑποστατικαὶ ἴδιαι καὶ χωρὶς ἑκάστῳ, καθὼς δὴ καὶ διακρίνονται αἱ ὑποστάσεις καὶ εἰς ἀριθμόν τε καὶ διαίρεσιν ἔρχονται. Καὶ ὅτι ἡ ἐκπόρευσις τρόπος ἐστὶν ὑπάρξεως, δῆλον οὖν ἐντεῦθεν ὡς καὶ ἰδίωμά ἐστιν ὑποστατικὸν ἡ ἐκπόρευσις. Εἰ γὰρ φυσικόν, κοινὸν ἔσται τῶν τριῶν ὑποστάσεων, καὶ ἔσονται αἱ πᾶσαι ἐκπορευταί· ἀλλὰ τοῦτο ἄτοπον καὶ θεολογικαῖς μαχόμενον ἐννοίαις· οὐκ ἄρα φυσικὴ ἰδιότης τὸ ἐκπορεύεσθαι· ὑποστατικὸν ἄρα, καὶ ἔσται ἑνὸς τῶν τριῶν, δηλονότι τοῦ Πνεύματος.

Τούτῳ καὶ γὰρ ἡ θεολογικὴ μυσταγωγία ἀφορίζει τὸ ἐκπορεύεσθαι. Ἐπεὶ οὖν ἡ ἐκπόρευσις σχέσις ἐστὶ μέσον τοῦ ἐκπορευομένου καὶ τοῦ ἐκπορεύοντος, θεωρουμένη καθὰ καὶ ἡ γέννησις μέσον τοῦ γεννωμένου καὶ τοῦ γεννῶντος, εἰ τὸ ἐκπορεύεσθαι ἑνὸς μόνου τοῦ Πνεύματος, δῆλον ὡς καὶ τὸ ἐκπορεύειν ἑνός. Καὶ ἢ τοῦ Πατρὸς ἔσται τοῦτο, ἢ τοῦ Υἱοῦ, καὶ οὐχὶ τῶν δύο. Ἀλλὰ μὴν ἀπὸ τῶν ἱερῶν εὐαγγελίων τοῦ Πατρὸς τὸ Πνεῦμα ἐκπορεύεσθαι διδασκόμεθα· ἐκ τούτου ἄρα μόνου τὴν ἐκπόρευσιν ἔχει τὸ Πνεῦμα. Εἰ δὲ καὶ ἐκ τοῦ Υἱοῦ, κοινοῦται τὸ ἰδίωμα, καὶ οὐκ ἔτι ὑποστατικὸν δύναται εἶναι, ἀλλ’ εἰς φυσικὸν μεθίσταται καὶ κοινόν, καὶ δῆλον ὡς ἁρμόσει καὶ τοῖς τρισίν, ὅπερ ἀδύνατον ἐδείχθη.

Ἔτι εἰ ἐκ τοῦ Πατρὸς τὸ Πνεῦμα καὶ τοῦ Υἱοῦ, ἢ ὁ Πατὴρ ἅμα καὶ ὁ Υἱὸς εἰς ἓν ἀναχθήσονται πρόσωπον, ἢ αὐτὸ τὸ Πνεῦμα οὐχ ἓν ἔσται τῷ ἀριθμῷ, ἀλλ’ εἰς δυάδα μερισθήσεται προσώπων. Εἰ γὰρ ἓν καὶ ἁπλοῦν, ex uno; si autem non ex uno, non unus et simplex. Set unus quidem et simplex Spiritus Sanctus, ἐξ ἑνὸς ἄρα τῷ ἀριθμῷ. Ἔτι εἰ ἕτερα ἀλλήλων τῷ ἀριθμῷ τὰ προβάλλοντα καὶ διαφέροντα κατὰ τὰς ὑποστατικὰς ἰδιότητας, ἕτερα πάντως καὶ προβαλοῦσιν ἀριθμῷ διαφέροντα, καὶ δύο ἔσονται Πνεύματα· τὸ μὲν ἐκ τοῦ Πατρός, τὸ δὲ ἐκ τοῦ Υἱοῦ προσερχόμενον. Ἔτι καὶ τοῦτο τοῖς θεολόγοις ἠξίωται, ὡς ἡ ἁγία Τριὰς μονάς ἐστιν ἅμα καὶ τριὰς ἡ αὐτή, καὶ οὐ πρότερον μὲν μονάς, εἶτα δυὰς καὶ μετὰ ταῦτα τριάς. Λεγούσης τοίνυν τῆς ὑμῶν τιμιότητος δύο ἀρχὰς Πατέρα καὶ Υἱὸν τοῦ ὁμοουσίου αὐτοῖς Πνεύματος, ἑτέρας δεήσει τινὸς πρὸ αὐτῶν ἀρχῆς, τῆς τὰς δύο συναγαγούσης εἰς τὸ αὐτό. Πάσης γὰρ δυάδος ἡ μονὰς ἐξ ἀνάγκης προηγεῖται· καὶ τέσσαρα ἔσται κατὰ τὴν ὑμῶν θεολογίαν ἃ ἡ θεότης. Ὡς μὲν γὰρ ἡμεῖς οἱ Γραικοὶ λέγομεν· ἀρχὴ πρώτη ὁ Πατήρ, δύο τῶν ὁμοουσίων ἐξάρχουσα, καὶ μονὰς οὖσα τῆς ἐξ αὑτῆς δυάδος ἑνωτικὴ πρὸς ἑαυτὴν καὶ πρὸς ἄλληλα, καὶ οὐ δεῖ τινος ἑτέρου διὰ τὸ μηδέ τι ζητεῖσθαι τῆς μονάδος ἀρχοειδέστερον. Ὡς δ’ ὑμεῖς φατε, δυαδικὴν τιθέμενοι τὴν ἀρχήν, ἀναγκαῖον πρὸ ταύτης ἑτέραν προηγεῖσθαι μοναδικήν.

Ἔτι φύσει μὲν μονὰς πρὸ δυάδος· ἡ δυὰς δὲ προηγεῖσθαι μονάδος καὶ ταῦτα ἁπλῆς παρὰ φύσιν τε καὶ ἀδύνατον, καὶ εἰ τὸ κατὰ φύσιν ἀγαθόν, πάντη τε καὶ πανταχοῦ τὸ παρὰ φύσιν ὡσαυτῶς κακόν.