Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Εἰς τοὺς ἀνδριάντας

Νικηφόρος Βλεμμύδης

Η φιλοσοφία, η σωφροσύνη και ο έλεγχος των ηδονών

Η προσφορά του φιλοσοφικού λόγου στον ηγεμόνα, η ετυμολογική σημασία της βασιλείας και η αναγκαιότητα της εγκράτειας με βάση ιστορικά πρότυπα, έναντι της καταστροφικής ηδυπάθειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 1 από 9

Νικηφόρου τοῦ Βλεμμύδου Βασιλικὸς Ἀνδριάς Λόγος Ἠθικός Νόμος ἀρχῆθεν, συμβαίνων τοῖς πράγμασι, τοὺς ὑπηκόους εἰσφέρειν τῷ βασιλεῖ· καὶ τοῦτο σφίσιν αὐτοῖς τὰ μάλιστα συντελεῖ, καὶ οὐκ ἂν ἄλλως ἐκτελοῖντο τὰ δέοντα. ᾧ μὲν γὰρ ἡ τῶν ὅλων ἐπιτροπή, τούτῳ δὴ καὶ ἡ πρόνοια· τὸν δὲ μηκέτι μηδὲν ἴδιον ἔχοντα, τῶν ἰδιωτῶν ἐπείπερ ἐξῄρηται, χρεὼν ἔχειν ἐκ τῶν κοινῶν ὑπὲρ τοῦ κοινοῦ, καὶ τὰ πάντων οἰκειοῦσθαι μετὰ τῶν πάντων, καὶ οὕτω τοὺς ἰδίους παρασκευάζειν ἀσφαλῶς κεκτῆσθαι τὰ ἴδια, τῷ συνδιδόναι καὶ συναρήγειν ἀλλήλοις καὶ τὸ συμφυὲς ἐκ παντὸς τρόπου τηρεῖν ὡς ἐν ὁλομελείᾳ καὶ ἀδιάσπαστον. οὕτω δὴ καὶ ζῴου σῶμα δυσκαταγώνιστον, πάντων μελῶν καὶ μερῶν ἀκραιφνῆ συνεισαγόντων τὰ σφῶν αὐτῶν ἐνεργήματα. τῷ τοι καὶ βασιλεύς, κεφαλὴ τῶν ὑπηκόων ἢ νοῦς καθεστώς, ἔχοι ἂν δικαίως ἀπαιτεῖν ἐξ ἁπάντων καταλλήλους τὰς εἰσφοράς, καὶ τοῦτο δρᾶν εἰς συντήρησιν τῆς ὁλότητος. τοὺς μὲν οὖν περὶ τὰς ὕλας ἠσχολημένους εὖ ἂν ἔχοι προσήκουσαν τῶν ἐργασιῶν εἰσπράττεσθαι τὴν ἀπόμοιραν, ἢ ταύτην αὐτήν, ἢ μὴν ἀνταλλαττομένους καὶ καθαρμόζοντας πρὸς τὴν κρίσιν τοῦ ὑπερέχοντος. τοὺς δὲ περὶ λόγον ἐσπουδακότας καὶ τὴν ἀλήθειαν, τὸν ἀληθῆ λόγον εἰσφέρειν, φόρου παντὸς ἑτέρου λυσιτελέστερον, ὅσῳ καὶ τὸ σπούδασμα τῶν ἄλλων ἁπλῶς ὑπερέκεινα.

τοιγαροῦν, εἰ πάντων ἀνθρώπων ὑπερτερεῖ βασιλεύς, ἡ φιλοσοφία δὲ πασῶν ἐπιστημῶν ὁμοῦ καὶ τεχνῶν, τί ἂν εἴη φιλοσοφίας δώρου τῷ βασιλεῖ πρεπωδέστερον, εἴ γε τὰ ὑπερέχοντα τοῖς ὑπερέχουσι καὶ αἱ ἀπαρχαὶ τοῖς ἐξάρχουσι; βασιλεία μὲν οὖν εἰκονίζει κράτος θεοῦ, φιλοσοφία δὲ σοφίαν καὶ πρόνοιαν θεοῦ· ἄσοφον δὲ κράτος καὶ προνοίας ἄνευ, πόρρω θεοῦ. διὸ τὰ τῆς φιλοσοφίας νοήματά τε καὶ πράγματα τῷ βασιλεῖ καθέστηκεν οἰκειότατα.

Πρῶτον μὲν οὖν, εἴ γε συνεπτυγμένος ὄρος τοὔνομα, τοῦτ’ εὔλογον ἀναπτύξαι κἀντεῦθεν δῆλον θέσθαι, τί βασιλεύς. ἔστι τοίνυν βασιλεὺς βάσις λαοῦ· τὸ γὰρ ἀσινὲς οὐ κατ’ ἄνθρωπον, πρὸς τῷ δεῖσθαι προσθήκης τε καὶ τροπῆς· ἡ δέ γε βάσις στερροτάτη πέφυκεν εἶναι τῶν ἐπ’ αὐτῇ, μὴ κατειρωνευμένην μηδ’ ἀντιπεφρασμένην τὴν κλῆσιν φέρουσα. πῶς οὖν τις ἐπιθυμίαις ἐκτόποις ἢ θυμοῖς ἀλόγοις περικλονούμενος, βάσις ἂν εἴη λαοῦ; μενοῦνγε, τάραχος, περιτροπή· κἀπειδὴ καὶ σκοπός, ὑπόδειγμα πονηρόν, τοῦ ἄρχεσθαι λαχόντος πρὸς τὴν ἐξομοίωσιν ἐπισπεύδοντος. χρὴ λοιπὸν τὸν βασιλέα προβασιλεύειν τῶν ἐν αὐτῷ καὶ οὕτω δὴ τῶν περὶ αὐτόν τε καὶ τῶν ἐκτός. τὸν δέ γε μιᾶς οἰκίας οὐκ ἰσχύσαντα, τῆς ἔνδον, κατακρατεῖν, πολλοῦ ἂν δέοι πολλῶν ἀναγορεύεσθαι πόλεων ἀψευδῶς αὐτοκράτορα. τὸ μὲν οὖν ἀνδραποδῶδες καὶ λίχνον περὶ τὰς αἰσχίστας τῶν ἡδονῶν, ὅσης ὑπεροψίας ἄξιον, ὅσων ἀποτροπιασμῶν πρὸς τοσαύτης δεσποτείας, πρὸς τηλικαύτης τιμῆς; τίς γὰρ οὐκ ἂν ἐγκαλύψαιτο καὶ μόνον διανοησάμενος βασιλικῆς σεμνότητος καὶ θειότητος ὄλισθον εἰς αἰσχρότητα; τοῦτον δὴ πασχόντων οἳ πρὸς τῆς Κίρκης ἠλόγωνται, τὸ πάθος τὸ ἀτιμότατον, οἳ κάπροι καὶ κύνες ἐξ ἀνθρώπων γεγένηνται, τὸ μὲν ὡς τῷ βορβόρῳ τῆς ἡδυπαθείας ἐγκαλινδούμενοι, τὸ δ’ ὡς λυσσῶντες τῷ ἔρωτι.

βασιλεῖ δ’ ἄγαν ἐπιπρεπὲς Ἑρμαϊκὸν μῶλυ, φάρμακον λογικόν, πρὸς τὰς τῆς ἡδονῆς γοητείας ἀντιπαθές· ἤδη δὲ καὶ ξίφος ἀμφίστομον, ὀξεῖα τομὴ διακρίσεως, διαιροῦσα τὸ κρεῖττον εὐθὺς ἐκ τοῦ χείρονος καὶ τὸ μὲν αἱρουμένη καὶ συνιστῶσα, τοῦ δὲ κατατρέχουσα. τούτοις γὰρ καὶ τὸν Λαερτίου φασὶ μὴ μόνον αὐτὸν διατετηρῆσθαι ταῖς τῆς Κίρκης μαγγανείαις ἀνάλωτον, ἀλλὰ καὶ τοὺς ἑαλωκότας τῶν ἑταίρων ἐπανασώσασθαι· οὕτω καὶ βασιλέα χρή, μὴ μόνον αὐτὸν ἀδούλωτον διαπεφυλάχθαι ταῖς ἡδοναῖς, ἀλλὰ καὶ τοὺς δεδουλωμένους ἐλευθεροῦν καὶ λόγῳ καὶ ὑποδείγματι, καὶ παιάνων ἱερῶν ἐπαΐειν διαπαντός· ἀνέβης εἰς ὕψος σωφροσύνης, αἰχμαλωσίαν τῷ ἀγαθῷ ᾐχμαλώτευσας· ἐπεί τοι γε μέγα πένθος τοῖς γε νοῦν ἔχουσι περιορᾶσθαι βασιλεῖ τὴν αὐτοῦ κληρουχίαν αἰχμάλωτον· εἰ δέ τοι καὶ αὐτὸς πάθοι τοιοῦτον, ποίαν οὐχ ὑπερβαίνει βαρυαλγῆ συμφοράν; ἢ ποῖον οὗτος τὸ γενναῖον ἐνδείξαιτο πρὸς ἀντιπάλους καὶ ἀνδρικόν, ὁ μὴ πρὸς ἐπανάστασιν ἄτερ δοράτων ἄτερ ξιφῶν ὠκὺ παυομένην ἀνθεστηκώς, ἀλλὰ μαλακιζόμενός τε καὶ θηλυνόμενος καὶ αὐθαιρέτοις ἐμπαιγμοῖς προδιδόμενος; κἂν μή τις ὁρῴη, τὴν ἀλήθειαν οὐ διαφυγγάνει καὶ τὴν συνείδησιν· καὶ πρό γε τούτων τὸ τηλεσκόπον ὄμμα καὶ πανδερκές, τὸ τὰ λαθρηδὸν τολμώμενα καὶ προκατοπτεῦον ἀκριβῶς, οὐδ’ ὅσον εἰπεῖν, καὶ τὰ τῆς αἰσχύνης ἐναντίον αὐτοῦ τελούμενα μυσαττόμενον.

ὅπου γε καὶ ἀνθρώποις οὐκ ἄδηλα τὰ πολλὰ καὶ καταμωκῶνται καὶ διακωμῳδοῦσι καὶ ὁ μυκτηρισμὸς καὶ εἰς ἔπειτα προχωρεῖ· πόσους γὰρ ἐκθεατρίζουσι βίβλοι καὶ στηλιτεύουσιν, ὥσπερ αὖ ἑτέρους ἀνευφημοῦσι καὶ ἐκθειάζουσι καὶ εἰς αἰωνίζουσαν μνήμην τὴν περὶ τὰ καλὰ σπουδὴν αὐτῶν παραπέμπουσι. βασιλεὺς Ἑλλήνων Ἀλέξανδρος ἡττημένου Δαρείου καὶ τῶν ἐκείνου θυγατέρων προσηγμένων αὐτῷ, γέρας ἀπόλεκτον διὰ κάλλους ὑπεροχήν, οὐ κατεδέξατο ταύταις δὴ προσιδεῖν, αἰσχρὸν εἶναι φάμενος ἄνδρας νικήσαντας ὑπὸ γυναικῶν ἡττηθῆναι. τὸ δ’ αὐτὸ καὶ Κύρος πρώην, ὁ Περσῶν αὐτοκράτωρ καὶ Μήδων· ἐπεὶ γὰρ Ἀσσυρίους καὶ τοὺς ἐκείνων συμμάχους κατετροπώσατο καὶ ἡ Πάνθεια τῶν Σουσίων ἡ βασιλὶς πάντων αὐτῷ λαφύρων ἐξῄρητο παρὰ τοῦ στρατοῦ—καὶ ἦν διαβεβοημένη τὸ εἶδος ὡς ἀπαράμιλλος τῆς Ἀσίας ἁπανταχῆ— πολλῆς μὲν αὐτὴν ἐπιμελείας ἠξίωσεν, ἑωρακέναι δ’ ὅλως οὐχ ᾑρετίσατο, φύλακας σωφροσύνης, οὐκ ἐπιβούλους, κρίνας εἶναι τοὺς βασιλεῖς, διά τε τὸ τῆς ἀξίας θεοειδές, καὶ ὅτι σωφροσύνη καὶ ἀνδρείας καὶ φρονήσεως συνοχή. τὸ γὰρ ἐκδεδόσθαι πρὸς ἔρωτας καὶ πρὸς γυναῖκας κεχηνέναι καὶ ὡς διὰ φορβειᾶς ἕλκεσθαι πρὸς τὰ αἴσχιστα, καὶ δειλοὺς καὶ ἄφρονας ἀπεργάζεται· κἂν ὁ οὕτως ἔχων σφριγῴη τὸ σῶμα, ψοφοδεὴς καὶ παντὸς καχεκτοῦντος ἀθλιώτερον διακείμενος, ἐπειδὴ τὸν τόνον τῆς ψυχῆς παραλέλυται.

καὶ εἴ τις ἂν τὴν τῶν θρυλλουμένων ἡγεμονιῶν σκοποίη κατάλυσιν, ὑπὸ τῆς συνούσης αὐταῖς εὑρήσει λαγνείας ἐξειργασμένην· αὐτίκα γὰρ ὁ Ἀσσύριος Σαρδανάπαλος πόθεν εὕρατο τὴν πυρὰν καὶ εἰς τὸν Μῆδον Ἀρσάκην τὴν δυναστείαν ἀπετινάξατο; καὶ ταῦτα πόσῳ πλούτῳ βρίθων; πόσον ἐπαγόμενος στράτευμα; πάντως ἐκ τοῦ ἐκκεκαῦσθαι ταῖς ἐπιθυμίαις αὐτοῦ, πάντως ἐκ τῆς οἰκείας θηλύτητος, ἢ καὶ τὸν στρατὸν ἐξενεύρισε· παθούσης γὰρ κατάκρως τῆς κεφαλῆς, τὸ συνημμένον σῶμα τίς μηχανὴ μὴ παθεῖν; ἕως μὲν οὖν σωφροσύνῃ καθώπλιστο, κραταιὸς ἦν, ἀπρόσβλητος ἦν, πάντες αὐτὸν ἐδεδίεισαν, πάντες αὐτὸν ἐπεφρίκεσαν· ἀφ’ οὗ δὲ ταύτην ἀπεσκευάσατο καὶ ταῖς ἡδοναῖς ἀνέπεσε καὶ ὑπτίασεν, ἔδει τίνος ἑξῆς ὥστε καὶ καταπατεῖσθαι λοιπόν, ἢ Βελεσῦος χρησμολογοῦντος καὶ τοῦ λακτίζοντος; ὁ δ’ Ἀστυάγους Δαρεῖος ὁπόσος ἦν, ὃς τὴν Βαβυλωνίων ὡς ἐν ἀθυρμίῳ τινὶ καὶ παιδιᾷ σύμπασαν ἐξελάπαξε; πλὴν ἀλλὰ καὶ οὗτος καὶ βασιλείας ἀπεστέρητο καὶ ζωῆς διὰ τὴν ἐπεισαχθεῖσαν ἀσέλγειαν, τὸν Πέρσην Κύρον οὐχ ὑπομείνας τὸν σώφρονα. τί δὲ καθεῖλε τὸν Ἀρσάμου Δαρεῖον καὶ πᾶσαν Περσῶν κατέλυσε τὴν ἀρχήν; οὐχ ἡ περὶ τὰς φαύλας ὀρέξεις ῥοπὴ καὶ τὸ ἀκρατές;

καὶ ἵνα τῶν πόρρω διὰ τὸ πλῆθος ἀφέμενοι τῶν ἐγγυτάτω μνησθείημεν, τί τὸ ἡμέτερον ἀνάκτορον παρεστήσατο, τὴν ἁπασῶν τῶν πόλεων κρατιστεύουσαν, καὶ τῶν ἀρρήτων δεινῶν τὴν οἰκουμένην ἐνέπλησεν; ἆρ’ οὐχ ἡ τῶν προμάχων ἐπίρρητος βιοτή, τὸ ἀξιοζήλωτον σπούδασμα, καὶ τὸ ἐντεῦθεν διακεχαυνῶσθαι πρὸς πᾶσαν ἔνστασιν; οὐδὲ γὰρ ἕτερον οὐδὲν ἄνδρας εἰς γυναῖκας ἀμείβειν οἶδεν, ὡς ἡ πρὸς αὐτὰς ἐμπαθὴς σχέσις καὶ ἐμμανής. οὐδὲν ἕτερον δεισαλέας ζωῆς καὶ μαχλοσύνης καὶ σῶμα σαθροῖ καὶ ψυχήν· σωφροσύνη ῥώννυσι σῶμα, σωφροσύνη κραταιοῖ τὴν ψυχήν, ἀκολασία δὲ καὶ ἄμφω διαλυμαίνεται. κἂν ὑγίειά τις ἐξ ἡδονῆς τῷ κατεβλακευμένῳ, κἂν εὐσαρκία νομίζοιτο, τῶν Ἀδώνιδος κήπων οὐδέν τι διενηνόχατον, οἵπερ ἐπ’ ὀστράκων τεθηλότες πλέον τὸν γέλων συνίστων τοῖς ἐνορῶσιν, ἢ τὸ τεθηλὸς ἑαυτοῖς. οἷα δὲ τῶν τῆς Κύπριδος τὰ σπουδάσματα, τοῖα καὶ τὰ τῆς εὐεξίας αὐτοῖς· ὀνείρων ἀποσκιάσματα. τὸ τῆς ζωῆς γὰρ κεφάλαιον τῆς ἀνθρωπίνης διέφθορεν, ὁ τῆς ἀνδρείας θέμεθλος ἀνατέτραπται, φρόνησις εἰς τὸ μηδὲν εἰδέναι, μηδ’ ὡς οὐκ ἴσασι, περιέστηκε· τὰ δὲ τῆς εὐκληρίας, ὕλη μόνη τεχνίτου λείποντος εἰκῇ φερομένη καὶ ἀποτελοῦσα τὸ καθὼς ἔτυχε. διὰ ταῦτα τῶν ἀναγκαιοτάτων τῷ βασιλεῖ βασιλεύειν τῶν ἡδονῶν.