Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Εἰς τοὺς ἀνδριάντας

Νικηφόρος Βλεμμύδης

Η ορθή διαχείριση του πλούτου και η καταδίκη της φιλαργυρίας

Η φιλαργυρία ως απρεπές πάθος που οδηγεί στη μικροπρέπεια, σε αντιπαραβολή με τη γενναιοδωρία και την ορθή διαχείριση των υλικών αγαθών από σπουδαίους ιστορικούς ηγέτες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 3 από 9

Ἔστι δὴ καὶ ὁ τῶν χρημάτων ἔρως ἀπρεπὴς ἄγαν τῷ βασιλεῖ καὶ ἀνάρμοστος. τέτταρα γὰρ ἐντεῦθεν ἀποκυΐσκεται τέρατα· τὸ ἀνελεύθερον καὶ τὸ μικροπρεπὲς ἐν ταῖς δόσεσι, τὸ καπηλικὸν καὶ τὸ πλεονεκτικὸν ἐν ταῖς λήψεσι. τὸ μὲν γὰρ μηδόλως ἢ ὀλίγους καὶ βεβιασμένως εὐεργετεῖν, δουλικόν· δοῦλος γὰρ οὐ δίδωσιν ἢ ὀλίγοις, εἴπερ ἐκβιασθείη, καὶ τούτοις κλέπτων τὰ τοῦ δεσπότου— πῶς γὰρ ἄλλως, ὁ μηδὲν ἔχων καὶ αὐτὸ τὸ σῶμα δὲ διαπεπραμένος; — τὸ δὲ πολλοῖς μὲν δωρεῖσθαι, πεφεισμένως δέ γε καὶ πενιχρῶς, καὶ μάλιστα τοῖς ἀξίοις πολλοῦ, τοῦτ’ εὐτελοῦς τινος καὶ μικροῦ, μὴ μέντοι τοῦ πάντων ὑπερτεροῦντος καὶ ὑπερέχοντος. τὸ δ’ αὖ τοῖς χαμαιζήλοις συμφύρεσθαι πράγμασι καὶ τοὺς ἰδιωτικοὺς πορισμοὺς μεταβιβάζειν εἰς τὸ δημόσιον, μηχαναῖς τέ τισι κατασοφίζεσθαι καὶ περισυλᾶν τὸ ὑπήκοον, τοῦτο καπηλικόν. τὸ φορολογεῖν δὲ πέρα τοῦ δέοντος καὶ παραλόγως δασμολογεῖν ἢ καὶ παντὶ τρόπῳ νηλεῶς ἐκλωπίζειν τοὺς ὑπὸ χεῖρα καὶ τραχηλίζειν, ἀπηρυθριασμένης πλεονεξίας ἐστίν· ὅθεν τὴν τῆς φιλοχρηματίας κακίστην νόσον ὡς τὸ τῆς ψυχῆς ἀχρειοῦσαν κάλλος, ὡς αὐτὴν τὴν ἀρχὴν ἀκρωτηριάζουσαν, ἀποστυγητέον ὅλῃ σπουδῇ.

τοιαύτην γὰρ ὀλέτειραν οὖσαν τῶν ἀγαθῶν Περσεὺς καὶ Ἀλέξανδρος, βασιλεῖς Μακεδόνων, ὁ μὲν προσηκάμενος καὶ συμμαχίας ἠρήμωτο καὶ τιμῆς καὶ καθῃρημένος ὑπὸ Ῥωμαίων καὶ δέσμιος ἠγμένος λάκκῳ ζοφώδει μετὰ τῶν χρημάτων ἐγκαθεῖρκτο καὶ τὴν ἑαυτοῦ ζωὴν ἀθλίως οὕτω κατέστρεψεν, ἱκανῶς τε τῆς φρενοβλαβείας τῷ τότε μυκτηρισθεὶς καὶ εἰσέτι χλευάζεται παρὰ τῶν εἰδότων καὶ ταλανίζεται. κρείττων δὲ τοῦ πάθους Ἀλέξανδρος γεγονὼς καὶ ἀποσοβήσας καὶ ἀποδιοπομπήσας αὐτό, μικροῦ δεῖν ἁπάσης οἰκουμένης ἐν βραχεῖ κατεκράτησε· θησαυροὺς γὰρ οὖτος τοὺς φίλους ἡγούμενος, ὑφ’ ὧν καὶ συνασπίζοιτο καὶ δοξάζοιτο, τῆς ἀρίστης ἀπηύρα κρίσεως, ὑπὲρ ὅσους βασιλέας μεγαλυνθείς. ταύτης τῆς γνώμης καὶ Κύρος ἐτύγχανε καὶ πάντα διδοὺς τοῖς φίλοις τὰ πάντων ἔχειν ἐνόμιζε· καὶ πλουτίζων τοὺς αὐτοῦ καὶ κοσμῶν, αὐτὸς ἠγάλλετό τε καὶ ἐφαιδρύνετο. καί ποτε παρ’ αὐτῶν ἠρωτημένος· σὺ δ’, ὦ Κύρε, πότε κοσμήσεις σαυτόν; ἆρ’ οὐκ ἐξόχως, ἔφη, κεκόσμημαι, πάντας ὑμᾶς κεκοσμημένους ὁρῶν; παρ’ ἄλλων δέ· διὰ τί οὐ πλουτεῖς; τί δ’, εἴρηκεν, οὐχ ὑπερβαλλόντως πλουτῶ, τοὺς ἐμοὺς πάντας πλουτοῦντας εἰδώς;

οὗτος πατὴρ ἐκαλεῖτο διὰ τὸ συμπαθὲς καὶ τὸ πάντα τἀγαθὰ μηχανᾶσθαι τοῖς ὑπ’ αὐτόν· ὥσπερ αὖ ὁ Καμβύσης διὰ τὸ χαλεπὸν καὶ ὀλίγωρον, δεσπότης πικρός· ὁ δέ γε Δαρεῖος διὰ τὸ φιλοκερδές, διὰ τὸ χυδαιότροπον, διὰ τὸ μετακινεῖν καὶ ὑπονοθεύειν τὰ πράγματα, κάπηλος. ἀλλ’ Ἐπαμινώνδας, Θηβαίων στρατηγός, οὕτως ἐτίθει τὴν τοιαύτην λώβην ἐν βδελυκτοῖς, ὥστ’ ἐπειδή ποτε κατίδοι τινὰ τῶν ὑπασπιστῶν αἰχμαλώτου δεδεγμένον λύτρα, τὴν ἀσπίδα λαβὼν ἀπώσατο τοῦτον τοῦ τάγματος, ἐμοί, φάμενος, ἀπόδος τὴν ἀσπίδα, σὺ δὲ καπηλεῖον ἐξώνησαι. πρὸς δέ γε Κάτωνα Ῥωμαίων στρατηγὸν οἱ τῶν Βρεττανῶν ὑπὲρ φιλίας διαπρεσβευσάμενοι βασιλεῖς—ἔως γὰρ κἀκείνων ἡ τοῦ ἀνδρὸς ἐπεφθάκει φήμη—καὶ χρυσοῦ μακρὰ τάλαντα διαπεπόμφασιν εἰς τοῦτο· καὶ ὃς τὴν μὲν φιλίαν ὡμολόγησε καὶ ἐκύρωσε, τὸν δὲ χρυσὸν ἀπεπέμψατο, τοὺς δούλους εἰπὼν εἶναι τῶν ὠνητῶν, τοὺς δέ γε φίλους, τῶν αἱρετῶν. τοσοῦτον δὴ καὶ οὗτος τοῦ τῶν χρημάτων κατεστρατήγησεν ἔρωτος. ὁπόσα δ’ ἄμφω καὶ διὰ ταύτην τὴν ἕξιν κατωρθωκείτην τὼ στρατηγώ, δεικνύντων ἄλλοι, τῆς ἱστορίας ἀπολαμβάνοντες. τὰ γὰρ Ἀλεξάνδρῳ καὶ Κύρῳ καὶ πρὸς ταύτης ἐξειργασμένα πυρσοῦ διαφαίνει λαμπρότερον, οἷς μὴ τῷ τῆς διανοίας ὀπτικῷ ῥᾳστώνης ἀμαύρωσις ἐπικέχυται, καὶ οὔποτ’ ἂν ἀποσβαίη, τοῦ ἡλίου τὴν χθόνα περιαυγάζοντος.