Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Εἰς τοὺς ἀνδριάντας

Νικηφόρος Βλεμμύδης

Δικαστική φρόνηση και αντιμετώπιση των συκοφαντιών

Η νηφάλια και αμερόληπτη εξέταση των κατηγοριών από τον άρχοντα και η ορθή στάση απέναντι στο ψεύδος και τις διαβολές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 8 από 9

Ὅπου κἀνταῦθα τὴν ἀηδίαν πλείονα τοῦ δοκοῦντος ἡδέος εὑρήσει τις, ὅταν ὁ νοῦς ἀνανήψῃ ποσῶς καὶ τοῖς τῶν παθῶν ῥυπάσμασιν ἑαυτὸν ἐπιγνῷ κατακυλιόμενον καὶ παρὰ πολλῶν εἰς παροιμίαν συρόμενον. ἔγνωμεν δέ ποτε τὸν κατισχημένον καὶ διαλοιδορουμένους αὐτῷ τοὺς μὴ τοιούτους προχείρως ὑποτοπάσαντα τὸ κακὸν προσεπαύξαντα, ποτὲ μὲν ὑπονοίαις ἐξ ἀλογίας ἠπατημένον, ποτὲ δὲ καὶ ψευδηγορίαις ἐκ πανουργίας βουκοληθέντα. διαβολῇ γὰρ λοιδορίας οὐδὲν οὕτως ἀνοίγνυσιν εἴσοδον, ὡς ἡ τοῦ συνειδότος ἐπ’ ἀτόποις προκατηγόρησις. ἀλλ’ ὁ τῶν ἀλογίστων ὁρμημάτων αὐτοκρατῶν οὐρανῷ ἐστήριξε κάρη καὶ τὸ ὑπερανῳκισμένον ἑαυτοῦ καθορῶν, παντὸς ἐκ γῆς φωνοῦντος οὐκ ὄθεται, πάσης ἐρεσχελίας οὐκ ἐπαΐει, μηδὲν ἑαυτῷ συνεωρακὼς ἐπιμωμητόν. ὥσπερ γὰρ ὁ ἐφύβριστόν τι διαπραττόμενος οἴκοθεν ἔχει τὸ ἄτιμον, κἂν μηδεὶς εἴη ὁ ἐπιμεμφόμενος, οὕτως ὁ τῶν ἐπαινετῶν αὐτουργὸς τιμιώτατος, κἂν μυρίοι καθυλακτοῖεν διακενῆς. εἰ μὲν οὖν τὸ ἔργον μοχθηρόν, διορθωτέον, πλέον ἢ τοῖς ἐξ ἁμάξης Αἰγύπτιοι, καθ’ οὓς εἰώθεσαν ποιεῖσθαι ψυχῶν καθαρμούς· εἰ δ’ οὖν, ἀλλ’ ὁ καταφλυαρῶν ὡς ἔκφρων παροπτέος, ὡς μεμηνώς. ἀρχαία νουθεσία καὶ νουνεχής· τί γὰρ ἂν παράβυστος ὕθλος πημήνειε τὸν ὑπὸ πάντων ἐκφανῶς εὐφημούμενον; εἰ δ’ ἴσως οὐκ ἔκτοπος λύπη τὴν μέμψιν ἀπέφυσεν, ἐκβοθρευτέον τὴν ῥίζαν· καὶ συναπεμαράνθη τὸ βλάστημα.

τοιοῦτόν τι δέδρακε Φίλιππος· ἀκηκοὼς γὰρ ὡς βλασφημοῖτο παρὰ Νικάνορος—κεκατηγορήκει δὲ Παρμενίων—ἀνεδίφησε τὸ δι’ ὅ. καὶ τὴν ἔνδειαν εὑρηκώς, τὸν δυσφημοῦντα πεπλούτικεν, ὁ δ’ ἔκτοτε τὸν εὐεργέτην ὀλβιάζων καὶ ἀποσεμνύνων οὐκ ἔληγεν· ὡς τὸν βασιλέα πεπυσμένον ἐπικηρυκεύσασθαι τὸ τοὺς ἄρχοντας εἶναι καὶ τῶν ἐπαίνων αἰτίους καὶ τῶν λοιδοριῶν ἑαυτοῖς. εἰ δέ τι φέρει πονηρὸν τὸ διαγγελλόμενον, καὶ λίαν ἐξερευνητέον αὐτό. καὶ τοῦ τολμήματος ἐκπεφασμένου, σωφρονιστέον οὐκ ἀθέσμως τὸν πλημμελήσαντα· πολλοὶ γὰρ παρὰ τῶν ῥᾳδιουργίας τεχναζομένων ἠδίκηνται, τῇ τοῦ ψεύδους ἐπιχρώσει παραλελογισμένου τοῦ κρίνοντος.

ὥσπερ ὑπὸ τῆς τοῦ χαλκοῦ βαφῆς οἱ μὴ τῇ βασάνῳ τὰ μέταλλα προσενεγκεῖν εἰδότες ἢ μὴ μένοντες ἀπατῶνται πολλάκις καὶ τὴν ὀθνείαν ὕλην χρυσὸν φαντάζονται, τινὲς δ’ ὕελον οὐτιδανὴν οἴονται λίθον τιμαλφῆ, τοῦ ἐπεισάκτου χρώματος παρακρουομένου τὴν ὄψιν, ἢ μὴ πεπειραμένην ἢ μὴ περιειργασμένην ἢ καὶ ἀμβλυτέραν ὑπὸ τοῦ πάθους γεγενημένην, οὕτω καὶ ψεῦδος ἐπισκευασθὲν δύναται παραπεῖσαι τὸν λογισμόν, ἢ δι’ ἀπειρίαν μὴ τοιαύταις ἐγγεγυμνασμένον περιπετείαις, ἢ δι’ ὀλιγωρίαν παρῃτημένον τὴν ἀκριβῆ κατεξέτασιν, ἢ καὶ συντεθολωμένον ὑπὸ θυμοῦ καὶ ὀργῆς δι’ ἐγκλήματος μέγεθος· εἰ δὲ καὶ τὸ φεῦγον ἐν ὑποψίᾳ, καί ποτε ἄλλοτε κεκατηγόρηται τοῖς αὐτοῖς, ἢ καὶ τὸ διῶκον εὐνοίας καὶ ἀληθισμοῦ περίκειται δόξαν, ὅσος ὁ κίνδυνος. ἀλλὰ τούτων ἁπάντων συνεισρευσάντων καὶ μὴ συμπαρασυράντων τὸν δικαστήν, τὸ πάγιον καὶ στερέμνιον τῆς αὐτοῦ διανοίας καὶ κατωχυρωμένον καὶ ὄντως ἀνδρικὸν καὶ γενναῖον ἀποδείκνυται καὶ θαυμάζεται.