Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Ἐπιστολαί

Νικηφόρος Βλεμμύδης

Επιστολή προς τον Οικουμενικό Πατριάρχη Μανουήλ

Άρνηση ανάληψης κοσμικού αξιώματος, αυστηρή κριτική της κοσμικής παιδείας έναντι της θεογνωσίας, αναφορά σε διώξεις και συκοφαντίες, και τελική επιλογή της σιωπής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 8 από 8

Ἐπιστολὴ τοῦ αὐτοῦ πρὸς Μανουὴλ τὸν οἰκουμενικὸν Πατριάρχην Ἡμεῖς μέν, ὦ παναγιώτατε καὶ ὑπερύψηλε δέσποτα, τὸν ὁρισμὸν τῆς σῆς πολλῆς Ἁγιότητος ἐσπεύδομεν ἐκπεράναι καθὼς προεπηγγειλάμεθα· συνέβη δὲ ἡμῖν ὀδύνη τοῦ φάρυγγος πολυήμερος καὶ τοῦ δεξιοῦ ποδὸς φλεγμονή, καὶ ἀπεκώλυσαν ἡμᾶς τῆς δεξιωτάτης πορείας, τῆς ἡδυτάτης προσομιλήσεως. ἐν τοσούτῳ δὲ καὶ τὸ τῆς ἡμῶν μετακλήσεως ἀπόρρητον κατεμάθομεν, ὅτι πρὸς τὸ καθηγεῖσθαι τῆς κοσμικῆς λογοπαιδείας ἑλκόμεθα καὶ μὴ ἐνδιδόντες ἐπιτιμώμεθα. τεθαυμάκαμεν οὖν πῶς τοῦ μὴ ἀναγκαστῶς λόγος οὐδείς, καὶ πῶς οἱ κόσμον φυγόντες καὶ τὴν αὐτοῦ σοφίαν τὴν καταργουμένην ἀποσεισάμενοι πάλιν βιάζονται πρὸς ἐπιστροφὴν ὧν πεφεύγασι καὶ οἰκοδομὴν ὧνπερ καταλελύκασι. καίτοι γε τοὐναντίον ἐχρῆν καὶ ἀντεχομένους ἀποσπᾶσθαι τῆς ματαιότητος καὶ πείθεσθαι μὴ ἀσυνθετεῖν εἰς Θεόν, ἀλλὰ τηρεῖν τὸ ἐπάγγελμα· ἢ οὐκ ἔστι πρόδηλον ἡμῖν τοῖς πνευματικοῖς ἡγεμόσι καὶ διδασκάλοις ὁπόσα ταῖς λογολεσχίαις ἐπισυμβάματα τοῖς μονοτροπικοῖς ἀπᾴδοντα θεσμοῖς τε καὶ διατάγμασιν, ἢ ὁπόσον ἐργώδης ὁ χρηστὸς ζυγὸς τοῖς κατ’ ἐμὲ ῥᾳθύμοις καὶ τὸ ἐλαφρὸν φορτίον ὅσον δυσβάστακτον; καὶ δεῖ προσεπιτίθεσθαι καὶ τοιαύτην ταλαεργίαν τοσούτῳ πράγματι;

τὸ δὲ μέγιστον, πῶς ἀντιφερίσομεν τῷ ὑπὲρ ἡμᾶς, ὃς ἀπώλεσε τὴν σοφίαν τῶν σοφῶν καὶ πάλαι καὶ νῦν σωτηριωδῶς καὶ τὴν σύνεσιν τῶν συνετῶν δοκούντων ἠθέτησεν; ὥσπερ γὰρ ἐν τοῖς ἀρχαίοις καιροῖς οὐκ ἔγνωσαν διὰ τῆς σοφίας οἱ ἄνθρωποι τὸν Θεόν, ἀλλὰ τοῦ θείου σκοποῦ πάμπαν ἀπεπλανήθησαν, καὶ διὰ τοῦτο εὐδόκησεν ὁ Θεὸς διὰ τῆς τοῦ κηρύγματος μωρίας, πρός γε τοῦς ὄντως μωρούς, κατορθῶσαι τὴν θεογνωσίαν εἰς αἰσχύνην τῶν ἀσόφων σοφῶν· παραπλησίως καὶ ὕστερον γέγονεν. ἐπεὶ γὰρ οἱ ἐν λόγῳ σοφοὶ τὸν Θεὸν ἔργοις ἠγνόησαν παρασυμβεβλημένοι τοῖς κτήνεσι εἰκῆ τε φυσιούμενοι καὶ πάντων κατεπαιρόμενοι καὶ μεγαλαυχοῦντες, τῇ ματαιότητι συνηγορούσῃ τῷ λόγῳ τῆς ἀλογίας ἐχρήσαντο. διὰ τοῦτο περιεῖλεν ὁ μόνος Σοφὸς τὸ μάταιον φύσημα, καὶ τὰς γλώσσας συνέχεεν, ἵνα καταργήσῃ τὰ τῆς ἐμπαθείας πυργώματά τε καὶ ὀχυρώματα καὶ διὰ τοῦ συντετμημένου λόγου καὶ συντετελεσμένου τὴν ἐπίτομον ὁδὸν καταρτίσῃ τῆς τελειώσεως. ὁπόσοι γὰρ ἐν τῇ κρατίστῃ τῶν πόλεων καὶ ταῖς ἄλλαις ἀνεφάνησαν διαλεκτικοὶ μαθηματικοὶ φυσιολόγοι καὶ ὑπερέκεινα; καὶ τί τὸ τέλος τῆς τοσαύτης σοφίας αὐτοῖς; ἐγὼ μὲν εἰπεῖν ἐρυθριῶ· τὰ πράγματα δὲ κηρύττει τρανῶς, καὶ τὸ πῦρ καὶ ἡ μάχαιρα τὰ τὴν τοιαύτην σοφίαν ἐξαφανίσαντα καθὼς ἔπρεπεν. ἐξεκαύθησαν γὰρ ἐν ταῖς ἐπιθυμίαις αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεία.

ἀληθὴς σοφία βίος ὀρθὸς καὶ ἡ πρὸς Θεὸν νεῦσις διὰ παντός· δι’ ἧς ἀπόστολοι καὶ ποιμένες τὰ μεγάλα κατώρθωσαν, καὶ ἔτι κατορθοῦσιν οἱ ἐκείνων διάδοχοι τὸ φῶς ἑαυτῶν ἔχοντες ἔμπροσθεν τῶν ἀνθρώπων λάμπον καθὼς ἐδιδάχθησαν.

Ταῦτα μὲν οὖν δίδωσι λαλεῖν ἡ ἀλήθεια. ἐπεὶ δέ τινες ἴσως τὸ κατὰ βούλησιν ἐθέλοντες συνιστᾶν καιροῖς ἰδίοις ἀφοσιοῦνται τὸν ὀρθὸν βιὸν καὶ τὸν ἁπλοῦν λόγον καὶ τὸν ὄντως σοφὸν ὥσπερ δὴ καὶ τὰ θαύματα τῷ δέ γε παρόντι τὴν Στοάν τε καὶ τὸν Περίπατον, τὰ μικρὰ καὶ οὐκ ἀξιοσπούδαστα, λόγους μικροπρεπεῖς ἐρῶ δι’ αὐτούς, καὶ οὓς στέργω μὲν οὐδαμῶς, ὅτι παρὰ συνείδησιν, βιάζομαι δὲ ὅμως εἰπεῖν.

Ἵνα τί γὰρ τῆς τοιαύτης παιδείας λεγέσθω γάρ ἡγήτορες ἡμεῖς προβαλλόμεθα, τῶν ἄλλων λογίων οὐκ ὀχλουμένων εἰς τοῦτο, καὶ μᾶλλον οἷς ἄμεμπτον τὸ ἐγχείρημα τῶν ἐν κόσμῳ γάρ καὶ τὸ ἔργον ἐπαινετόν, εἴ γε λόγος τῶν λογικῶν τὸ ἐξαίρετον; εἰ μὲν τῶν ἱκανῶν, ὅπερ ἐστίν, οἱ λοιποὶ διδασκέτωσαν, καὶ ὑπερικανούσθω τούτοις τὸ ἱκανόν. εἰ δὲ τῶν ἀνικάνων, ὅπερ οὐ τίθεμαι, τί πλέον ἔχουσι παρ’ αὐτούς, οἷς τὸ ἱκανὸν ἄλλως ἐπιφημίζεται; βασκανίας, διαβολάς, κατασχέσεις ἀτίμους, θριαμβεύσεις καὶ φαυλισμούς, διατωθασμούς τε καὶ ἐμπαιγμούς, περιορισμοὺς καὶ καθείρξεις, αἰκισμοὺς τῶν οἰκειοτέρων καί, ὧν οὐκ ἔτυχον οἱ αἰκισταί, διωγμούς, περιπλανήσεις ἐν ἐρημίαις καὶ ὄρεσιν, ἀνάγκας ἐκ λιμοῦ καὶ κρύους καὶ καύσονος, πρὸς τὰς ὀπὰς τῆς γῆς συνωθισμοὺς ὑπ’ ἀλλήλων καὶ συγκλεισμοὺς ἵνα διαλαθεῖν τοὺς θηρῶντας δυνήσωνται, τῆς φιλοσόφου κέλλης ὡς οἱ ἐπηρεασταί φασι μυκτηρίζοντες ἀνερευνήσεις πολυειδεῖς καὶ ἐξορυγμοὺς διὰ τὸν πολυσπούδαστον χρυσόν, τὸν ὑπὲρ λόγον, τὸν ὑπὲρ σοφίαν, τὸν ὑπὲρ ἅπασαν ἀρετὴν καὶ ὑπὲρ ἅπαν ἐξαίρετον ὄνομα. ποῦ θήσει τις τοῦ τῶν ἐκκριμάτων χώρου τὰς ἐκβοθρεύσεις; τῆς ἀσεβοῦς ὑπολήψεως τῆς ἀρχαίας τῆς σεσηπυίας καὶ δυσωδεστάτης ψυχῆς. ὑπέλαβε γὰρ ἀνομίας ὁ ἀλιτήριος ὅτι αὐτῷ ἐσμεν ὅμοιοι τῇ τιμῇ τοῦ προσώπου αὐτοῦ τὰ τιμήεντα καθυποχωννύντες καὶ συμφέροντες ἐκτυπώματα.

διαφόρως ταῦτ’ ἐγεγόνει, καὶ πλείω τούτων, τίνος μαρτυροῦντος ὡς ἠδικήσαμεν, ὡς ἐπλεονεκτήσαμεν πώποτε; ἀλλ’ ἔχεις ἵππον φασὶ καὶ ἱμάτιον, οἱ δὲ σοὶ πάντες ἐνδέδυνται ἀτριβῆ· κἀντεῦθεν δῆλον ὡς πρόσεστί σοι κέρμα πολύ. καὶ ἵνα τί φιλάργυρος εἶ; δὸς τοῦτο τοῖς ἀφιλαργύροις ἡμῖν. καὶ μὴν ὁ λόγος ὅσον ἔχει τὸ ἀνακόλουθον. τῷ γὰρ φιλαργύρῳ παρέπεται τὸ πάντα ἐξαργυροῦν καὶ τρόπους ἐπινοεῖν εἰς χρημάτων συναγωγήν· ᾧ δὲ τοὐναντίον ἅπαν, ὃς οὐκ ἔδωκέ ποτε τὸ ἀργύριον ἐπὶ τόκῳ, δῶρα δ’ ἐπ’ ἀθῴοις οὐκ ἔλαβε, πᾶσαν δὲ καπηλείαν ἡγήσατο βδέλυγμα, πάσῃ δὲ κοσμικῇ κτήσει κατὰ προαίρεσιν τέθνηκε ταῦτα λέγω παραφρονῶν, πῶς ὁ τοιοῦτος φιλάργυρος; ἀλλ’ ὅτι πενίαν οὐκ ἀποδύρεται; ἀλλ’ ὅτι τῶν θείων οὐκ ἔξαρνός ἐστι δωρεῶν; ἀλλ’ ὅτι μὴ πηλῷ συμφύρεται καὶ διεσπασμένα σπαργανοῦται καὶ θύρας ἐκτρίβει καὶ βωμολοχεῖ ἢ καὶ τῇ γυναικωνίτιδι θαμίζει καὶ ἐμφιλοχωρεῖ; διὰ τοῦτο φιλάργυρος ἢ καὶ ὑπερήφανος; καταγελῶ τῆς φιλαργυρίας καὶ ὑπερηφανίας τῶν οὕτως ἐχόντων· οὐ γὰρ δοκεῖν ἐδιδάχθημεν ἢ ἀνθρώποις ἀρέσκειν, ἀλλ’ εἶναι, καὶ εἶναι δοῦλοι Χριστοῦ.

δεινὰ τὰ προηγησάμενα, τὸ δ’ ἐν τέλει καραδοκούμενον κεφάλαιον τῶν δεινῶν, ὁπόταν ἴδωμεν τοὺς οἰκείους ἀναρπαζομένους εἰς κάκωσιν περὶ τὰς ἡμῶν λοισθίους ἀναπνοὰς διὰ τὸν ὀβολόν, διὰ τὴν ὑπόνοιαν, εἰ τέως μὴ δραπετεύσαιεν ἐρήμους ἡμᾶς ἀφέντες πρὸ τῆς τῶν λυπούντων παρεισφθορᾶς. καὶ ἀμφοτέρων ἔχομεν ὑποδείγματα, καὶ ἄλλως δὲ πολλὴν ἂν ἐνδείξαντο τὴν αἰδῶ πρὸς ἀποιχομένους οἱ περιόντων αὐτῶν ἐπὶ τοσοῦτον ἀναισχυντήσαντες. εἴπω μέντοι καὶ ἕτερον· ἐδιδάξαμεν μικρὸν καὶ αὐτοὶ καὶ μειζόνων τῶν ἐπάθλων παραπελαύσαμεν.

Ἰούδας ἐκ δώδεκα μαθητῶν προδότης Χριστοῦ, καὶ ἡμῶν ἐκ πέντε πρῶτος ὁ Κρατερός, δεύτερος ὁ Ῥωμανός. ἰδοὺ δύο μάχαιραι αἵδε οὐκ εὐαγγελικαί, κακάγγελοι δὲ καὶ φονουργοί. καὶ ἱκανόν ἐστιν· εἰ δ’ οὖν, ἀλλὰ προσεπιδιδώσθω ἡμῖν καὶ τρίτος προδότης καὶ τέταρτος. αἱ μάχαιραι αὗται καὶ ἄμφω τὰ ὦτα τῆς ὑπακοῆς ἀποκόπτουσιν, οὐ Μάλκου τοῦ νομικοῦ ὑπηρέτου, δούλου δὲ ὅμως τοῦ ἀρχιερέως, ἀρχιερέως ὑπερμεγίστου τοῦ διεληλυθότος τοὺς οὐρανούς. ἀλλ’ οἶμαι τὰ ἐξ ἐκείνου ἡμῖν τοῖς εἰς τὸ σχῆμα παρανομίας ἐπίχειρα. τὰ δὲ μετὰ ταῦτα καὶ χείριστα, τὰ δὲ νῦν ἐλώφησαν ἡμῖν τὸ κακόν. οὐ πάλιν καθείρξεις τῶν ἡμετέρων, οὐ πάλιν δεσμεύσεις, μαστιγώσεις, ἀπαγωγαί; οὐχ ἡ τῶν φορολόγων ἀπανθρωπία πιέζει καθ’ ἑκάστην ἡμᾶς καὶ παντοίως ἐκθορυβεῖ; τὰ γὰρ ἄλλα παρήσομεν, τὰς ἐνεδρεύσεις, τὰς διακωμῳδήσεις, τὰς ἀπειλάς. οὕτω τιμᾶται λόγος, οὕτω καὶ ἐπιδίδωσιν· οὗ γὰρ ἡ τιμή, τούτου καταλλήλως καὶ ἡ ἐπίδοσις. ἐγὼ δὲ καὶ τοὺς μαθητιῶντας, εἶπερ εἰσί, καταμέμφομαι. τίνος γὰρ ἐφίενται καὶ οἵους ὁρῶσι τοὺς τῆς παιδείας καρπούς; ἦσάν ποτε γλυκεῖς κατ’ Ἰσοκράτην· νῦν δὲ πικρίας μάλιστα φέρουσι τοῖς αἰσθητικοῖς· εἴπερ μετὰ τῶν ἄλλων δεινῶν ὁ μὲν ἀλογίᾳ τραφεὶς προέστηκεν ὑψηλός, ὁ δὲ πλειστάκις ἐνιδρώσας τοῖς λόγοις ὑφέστηκε ταπεινότατος μηδενὸς λόγου κρινόμενος ἄξιος.

καὶ εἰ πρᾶξις προετιμᾶτο, καινὸν οὐδέν· νῦν δὲ καὶ ταύτην ὁ προκρινόμενος μετὰ τῶν λόγων ἀφῄρηται. τί γοῦν ζητεῖται τὸ ἀποτρόπαιον; ἐς τὴν δυσμικωτέραν ἐξεδημήσαμεν, ἐλευθέριον ἀνεπνεύσαμεν, λόγος ἦν ἡμῖν ἡ πᾶσα φροντίς, τὰ δὲ πρὸς βίον ἀπραγμόνως ἑωρῶμεν συρρέοντα. μετεκλήθημεν ἐκεῖθεν καὶ ἀπαγχόμεθα. ποῦ μνεία λόγου; ποῦ μελήτη γνώσεως πλὴν τῶν γηπονικῶν, ἐξ ὧν τραφησόμεθα ζητοῦντες πάλιν τὴν ἐκδημίαν; ὀνειδιζόμεθα, καὶ οὐκ οἴδαμεν πότερον μαινόμενοι φεύγομεν τὸ καλόν, ἢ σωφρονοῦντες ἀποστυγοῦμεν τὸ μὴ καλόν· εἰ μὲν τὸ πρῶτον, ἐν τίνι χρήσιμος ἀλόγιστος ἄνθρωπος; ἐρρέτω, μὴ καὶ λύμην προσεπιτρίβοι τῷ πολιτεύματι. εἰ δέ γε τὸ δεύτερον, ἡ διόρθωσις ῥᾴστη, καὶ ἵνα τί τῆς εὐχεροῦς ἐξανύσεως ἡ δυσχερῆς ἀντεισάγεται; πλέον ποδοκάκης ὁμοῦ καὶ χειροπέδης οἱ τῆς ἀγάπης δύνανται κατέχειν δεσμοί, καὶ λίαν εὐσεβὴς ἡ τοιαύτη κατοχὴ καὶ λίαν ἐπαινετή· τὸ δὲ βίαιον ὁποῖόν τί ἐστιν, ἔγνωσται. τέλος ἡμῖν μὲν κατὰ τοὺς τῆς ὑποταγῆς νόμους δεδικαιώσθω τὸ σιωπᾶν, λόγος δ’ ἐν ἄλλοις, εἰ βουλητόν, τιμάσθω, καὶ ὑπερτερείτω μετὰ τῆς ἀρετῆς· καὶ πολλοὶ μείρακες ἑρμαϊκοὶ διὰ βραχέως ἀκμάσουσιν, ᾀσματικαί τε νεανίδες ὀφθήσονται ὑπὲρ ἀριθμόν.

Ὁ Θεὸς ποιήσαι τὴν μεγάλην Ἁγιωσύνην σου πολυχρόνιον καὶ χαρίσαιτό μοι τῷ ἀναξίῳ ταύτης τὰς τιμιωτάτας εὐχὰς καὶ ἀντιλήψεις διὰ παντός.