Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Ἐπιστολαί

Νικηφόρος Βλεμμύδης

Εγκωμιαστικές και πνευματικές επιστολές προς τον αυτοκράτορα

Εγκώμια προς τον αυτοκράτορα, αναφορές στη νοερή επικοινωνία, την αυτοκρατορική συγκατάβαση και εκφράσεις ευγνωμοσύνης για την πνευματική σύνδεση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 1 από 8

Ἐπιστολαὶ πρὸς τὸν βασιλέα κυρὸν Θεόδωρον τὸν Λάσκαριν τοῦ σοφωτάτου Βλεμμίδους Οὔποτ’ ἂν ὁ ἥλιος ἐπὶ τοσοῦτον ἦν θαυμαστὸς σὺν ἄλλοις ἡλίοις ὁρώμενος ἐφ’ ὅσον γε νῦν μονώτατος ὢν καὶ οὕτω μέγιστος καὶ οὕτω κάλλιστος καὶ λαμπρότατος. ἐξ ἑνὸς ὑποδείγματος ἔχοις ἂν μυρία προσεξευρεῖν καὶ πρό γε τούτου τὸ ὑπερηρμένον ἐννοῆσαι καὶ ἀρχικώτατον, ὁ βασιλεύτατος νοῦς ὁ ἀξύμβλητος. εἰ δὲ καὶ νυκτὸς ὁ ἥλιος ἔφαινε, τοῦτο δὴ τὸ πλεονεκτικόν τε καὶ ὑπερβολικόν, πάντως ἂν ἐδόκει φωτιστικώτερος ὅσον ἐκ τῶν ὑποκειμένων καὶ τοῦ καιροῦ· πλὴν οὐκ ἐρασμιώτερος. ἡδέος γὰρ παντὸς τῶν κατ’ αἴσθησιν ὑφαιρεῖται τὸ ἐράσμιον ἡ συνέχεια. καὶ ἄλλως δ’ οὐ πέφυκεν οὕτως ὡρισμένος καὶ συνηγμένος ἅμα περιλάμπειν καὶ καταλάμπειν τὸ πᾶν. τὸ μὲν γὰρ ἔχει κατὰ φύσιν ὡς ἐν ὁλότητι, τοῦ δὲ λείπεται ὡς ἐν μέρεσι· πλήν, εἴπερ ὁμοφυὲς ἐτύγχανεν ὂν τὸ σύμπαν καὶ τῷ περιέχοντι, πάντως ἂν ὁμοτίμους ἐδέχετο καὶ τοὺς φωτισμούς, ἀλλ’ οὐκ ἂν ἐντεῦθεν ἡ σελήνη καυχήσαιτο καὶ μεγαλαυχήσειεν ὡς φύσει μὲν φωτιστικωτάτη, παρὰ δὲ τὸ τοῖς δεκτικοῖς πεφυκὸς ἀμαυρόφωτος. ὁ γὰρ ἔλεγχος λίαν ἐγγύς, εἰ καὶ πόρρω τῷ διαστήματι, καὶ ὅσον πόρρω, τοσοῦτον ἐγγύς. ἐχρῆν γὰρ τὴν οὕτως ἔγγιστα φωτίζειν μᾶλλον τοῦ πορρωτάτω καὶ λαμπρύνειν, εἴπερ ἐξῆν.

οὐδεὶς οὖν ἀπολογίας τόπος αὐτῇ, μόνον δὲ τὸ οὕτω τετάχθαι ὑπὸ τοῦ πρώτου Φωτὸς λόγοις ἀρρήτοις προνοίας τοῦ ἄκρως συμφέροντος, ὃ καὶ φύσις ἐστὶ καὶ ἀπόλογος οἷς οὐκ ἔστι λογισμὸς καὶ προαίρεσις. σὺ δ’ ἐξ ἡλίων ἥλιος ἐγγὺς καὶ πόρρω καθεστηκὼς ἑκατέρωθεν, οὐ μόνος τέ μοι καὶ μόνος κατανοῇ· τὸ μὲν διὰ τὴν σύγκρασιν τοῦ φωτός, τὸ δ’ ὅτι γε τοῖος ἄλλος οὐδεὶς οὐδ’ οὕτω συγκέκραται, οὐδ’ οὕτως ὅλως ἡλίωται, ὅλως ἡλιοειδέστατος ὢν κατ’ εἶδος, ὃ φύσις καὶ οἷον ἡλιακή τις δυναμοδύναμις καὶ διὰ τοῦτο θαυμασιώτατος. ἔχεις καὶ τοῦτο πλέον ἡλίου, τὸ φαίνειν καὶ κατὰ νύκτα, τὴν τῆς ἀμουσίας λέγω καὶ ἀκρισίας ταύτην δὴ τὴν βαθύσκοτον. καὶ διὰ τοῦτο φανότατος, ἅμα δὲ καὶ λίαν ἐράσμιος. τοῦ γὰρ ὄντως καὶ ἀνοθεύτως ἡδέος κόρος οὐδεὶς ἐξ ἐπιμονῆς. ἀλλὰ κἀν τῷ τὴν ἡμέραν τῶν αὐτοκρατορικῶν κατορθωμάτων καὶ πατρικῶν ταῖς τῶν ὑπερφυῶν προτερημάτων ἀκτῖσιν ἐπιφαιδρύνειν τοῦ τῆς ἡμέρας ἀστέρος πολὺ καθυπερτερεῖς· ἐπεὶ μετὰ φαίνοντος φαίνων καὶ ὑπερλάμπων μεθ’ ὑπερλάμποντος τὸ ὅλον ὑπάρχεις αὐτός, καταλάμπεις τε καὶ περιλάμπεις τὸ πᾶν, ὑπερβὰς τοὺς ὅρους καὶ τὰς συναγωγὰς τῆς αἰσθήσεως.

δείλαιοι τοίνυν οἱ σεληναῖοι καὶ ὑπερδείλαιοι πρὸς τοσούτους φωτισμοὺς καὶ τοιούτους μύσαντες αὐθαιρέτως, μᾶλλον δὲ καὶ αὐτὸ τὸ βλεπτικὸν περιελόντες ἀφ’ ἑαυτῶν, ἐζοφωμένοι ζοφοῦντες, ἐσκοτισμένοι σκοτίζοντες καὶ τοῦ τῆς νυκτὸς ἄρχοντος κατόπιν φερόμενοι. ταῦτα πρὸς τὴν προκειμένην ὄψιν καὶ θεωρίαν μικρά τε καὶ ἀμυδρά. τὸ δὲ τῆς σῆς ὅτι κρατίστης διανοίας ἄσκεπτόν τε καὶ ὀξυθεώρητον ἔχει συνεισενεγκεῖν τὰ μείζω καὶ ἐναργέστερα, καὶ μεγαλοπρεπὲς ἐκτελέσαι τὸ λογικὸν τοῦτο δὴ κατασκεύασμα.

πάντα γὰρ οἶδας μεγαλοπρεπῶς ἐκτελεῖν· ἐπεὶ δὲ πάντα, καὶ τὴν τῆς ἡμετέρας εὐτελεστάτης προσαγωγῆς προσδοχήν· τὸ γὰρ τὰ μέγιστα μὲν παρορᾶν, εἰ μὴ λόγος, νεύειν δὲ κατὰ λόγον ἔν γε τοῖς μικροτάτοις ἀκροτάτης μεγαλοπρεπείας τεκμήριον καὶ ψυχῆς βασιλικώτατον αὐχούσης τὸ κριτικόν, μᾶλλον δέ γε θειότητος· ὥσπερ γὰρ Θεὸς ἡγεῖτο μέν ποτε σμικρὰν κνίσσαν εὐωδίας ὀσμήν, ὅλας ἑκατόμβας ἀποστρεφόμενος, καὶ νῦν δ’ ὑπὲρ ἅπαντα πλοῦτον ἐγκόσμιον θέλει ἄρτον, καὶ πόσον, ἐκ χειρῶν ὧν οἶδεν αὐτός, οὕτω καὶ σὺ θειότατος ὢν καὶ νοερῶς ἔχων ἐν πᾶσι καὶ λογικῶς, τῶν πολλῶν μὲν καὶ μεγάλων ὄγκων τῆς ὕλης μετὰ τῆς ἀνοίας καὶ τῆς ἀλογίας εἰσφερομένων οὐδ’ ἐπιστρέφῃ τοῖς δ’ ὀλιγίστοις καὶ βραχυτάτοις ἐνασμενίζεις, εἰ μόνον ἔστι τῷ ὅθεν τὸ ὑπερέκεινα, χρῄζων μὲν οὐδαμῶς τίς γὰρ εἰς τοσοῦτον μανίας ἀφίκοιτ’ ἄν, ὥστε δοξάσαι χρῄζειν ἀμφορέως ὑγροῦ τὸν ὠκεανόν, ὅθεν πηγαί τε καὶ θάλασσαι καὶ σύμπασα φύσις ὕδατος;. τοιαύτην καὶ σοὶ τὴν ἕξιν οἴδαμεν, τοιαύτην τὴν ἐντελέχειαν. διατηρῶν δὲ κἀντεῦθεν μνείαν τῶν σῶν καὶ τοὺς νοερῶς ἀεὶ καὶ ὁρωμένους καὶ ὁρῶντας ὁρῶν ἀτενέστερον, τοῦτο καὶ αὐτὸς ὑπὲρ τὸν ὅλον κόσμον ἐπιποθῶν ποιοῦμαι σφράγισμα τῆς ἐμῆς ὑπομνήσεως. {τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν} Εὖ ἔχοις· ὑπέρευγε πράττοις, βασιλευτάτη φιλτάτη μοι κεφαλή.

οὕτω δ’ ἂν καλέσοι καὶ πτέρνα καὶ πέλμα καὶ εἴ τι ἄλλο τῶν περιπεζίων ἐν μέρεσι τὸ προάγον τε καὶ κρατοῦν· φέρει γὰρ πρὸς τοῦτο καὶ ταῦτα μετὰ τῶν κρειττόνων τὴν σχέσιν τοῦ συμφυοῦς καὶ διὰ τὸ εὐτελὲς οὐκ ἀφῄρηται. συνηρτήμεθα τάχα πως καὶ ἡμεῖς τῇ ὁλομελείᾳ, καθάπερεί τινες ὄνυχες ποδῶν ἢ εἴ τι φαυλότερον, καὶ οὐκ ἄν τις διάνοιαν ἔχων ἀπόνοιαν ἡμῶν ἐντεῦθεν καταψηφίσαιτο· καὶ γνῶσις γὰρ καὶ λόγος ἡμᾶς ἑκατέρους καὶ γνώμη συνέδησεν, εἰ καὶ τύχη καὶ ἀρετὴ καὶ γένος ἀποδιέστησε. πλὴν ὥσπερ τὴν ἡρακλείαν λίθον καταμανθάνομεν ἀνοίκειον οὐσίαν τάττειν μεθ’ ἑαυτῆς καὶ διὰ τοῦτο θαυμάζεσθαι πλέον τῶν ἄλλων ὁμοφυῶν, οὕτω συνάπτεις καὶ τὰ διεστηκότα ὁ στερρότατος σὺ καὶ τῶν ὁμοειδῶν ὑπερέξοχος κατὰ πᾶν προτέρημα κάλλιστον, ὃς ἤρω κλέος γῆς καὶ θαλάσσης ἁπανταχοῦ καὶ ἄνευ τῆς ὕλης καὶ τῶν ὑποκειμένων, ἄτερ ὀργάνου παντὸς οὐράνιον ἐδομήσω πύργωμα τὸ καινότατον. οὕτω δόξαν ἐπὶ δόξῃ δημιουργεῖς καὶ εἰς ὕψος αἴρῃ λίαν ὑπέρτατον ἔκ γε τῆς τοῦ χθαμαλωτέρου προσλήψεως, καί γε τῆς ἄκρας συγκαταβάσεως, ἧς ἐκ τοῦ πάντων δεσπότου μεμύησαι λογικῶς καὶ πρακτικῶς. ὅποι δὲ τὸ πρόσλημμα τὸ κυριακὸν ἐγνωκὼς συνανυψοῖς καὶ αὐτὸς ὃ προσείληφας ταπεινόν, καὶ μέλος κρίνει τὸ τιμιώτατον· διὰ τοῦτο θαυμαστὸς εἶ καὶ ὄντως νοερός τε καὶ λογικὸς νῷ καὶ λόγῳ συναρμοζόμενος.

διὰ τοῦτο νοῦς καὶ λόγος ὁποιοσοῦν καὶ ἡλίκος πρὸς σὲ τὸν νοερώτατόν τε καὶ λογικώτατον ἐκδημεῖ καὶ σπεύδει πρὸς αὐτὸν ἐκεῖνον, οὗ μὴ κεχώρισται πώποτε καὶ τὰ τῆς ἡσυχίας τυραννήσας δεσμὰ κροαίνει κατὰ πεδίων βουνῶν φαραγγῶν. ἀλλ’ ἑρμαϊκῶς καὶ πρὸς τὸν ποθούμενον φέρεται, κἄν που μεταξὺ καὶ κατέχηται. καὶ τοῦτο διὰ τὸ πρῶτον αἴτιον, καὶ τοῦτο διὰ τὸ πρώτως στεργόμενον. τῷ γὰρ ὁμοψύχῳ τοῦ στεργομένου παρακατέχεται, καὶ ὥσπερ ἡ τῆς εἰκόνος τιμὴ διαβαίνει πρὸς τὸ πρωτότυπον, οὕτω πρὸς σὲ τὴν πηγὴν τῶν καλῶν ἡ ἐνταυθοῖ μετὰ σεβάσματος προσκαρτέρησις διαπέμπεται, ἡ πρὸς τὴν ἐμὴν δέσποιναν, τὸ σὸν ῥεῖθρον τὸ διειδέστατον καὶ εὐπρόχυτον, τὸ σὸν ἔσοπτρον τὸ διαυγέστατόν τε καὶ ἀκηλίδωτον, τὴν κρινωνιὰν τὴν ῥοδωνιὰν τὸν βαλσαμῶνα, τὰ τερπνὰ καὶ εὐώδη καὶ ἄδρεπτα, τὸ ἀγλαόκαρπον δένδρον καὶ ἄθικτον, τὴν καλλίβοτρυν ἄμπελον καὶ ἀτρύγητον, τὸν κεκλεισμένον καὶ πανταχόσε κατησφαλισμένον παράδεισον, τὴν τῶν ἀγαθῶν θημωνιὰν τὴν πάμπαν ἀνεπιβούλευτον, τὸν ἀσύλητον καὶ ἀπρόσιτον βασιλικὸν θησαυρόν, τὴν κατωχυρωμένην παντοίως ἀκρόπολιν καὶ ἄκρως μὲν φυλαττομένην, ἄκρως δὲ τὸν κεκτημένον φυλάττουσαν, τὴν τῇ σωφροσύνῃ σὺν σοί, τῇ φρονήσει δὲ μετὰ σέ.

ταύτῃ τὴν δέουσαν τιμὴν ἀφοσιωσάμενοι, δραμούμεθα πρὸς τὴν Βασιλείαν σου, τοῦ βασιλεύοντός τε βασιλεύσαντός τε καὶ βασιλεύσοντος τὰ ἡμέτερα κατευθύνοντος διαβήματα, καὶ τοῖς σοῖς ἀπὸ δόξης εἰς δόξαν προβιβασμοῖς τὰς ἡμῶν καρδίας εὐφραίνοντος. {τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν} Ὁ μὲν καιρὸς ἀπαιτεῖ τὸ ἥσυχον προσεῖναι τοῖς κατ’ ἐμέ, καὶ οἷς ἐπήγγελται διὰ βίου τοῦτο φέρειν παντός· τὸ δὲ τῆς σῆς θεοειδεστάτης ψυχῆς ἑλκτικώτατον εἰς προσκύνησίν τε καὶ προσομίλησιν ἡσυχάζειν πείθει τὴν δύναμιν τοῦ καιροῦ· καὶ πρὸς ἄλλους μὲν τὸν νόμον τηρεῖσθαι διακελεύεται παρ’ ἡμῶν, πρὸς αὐτὸ δὲ τὰ ὑπὲρ νόμον δεικνύναι, ὡς ὑπερέχων τῶν ἄλλων καὶ ὑπὲρ ἅπαντας. καὶ γὰρ καὶ Μωσῆς ἐκεῖνος ὁ νομοθέτης ἡσυχίαν ἦγεν ἐκ πάντων ἀνθρώπων, προσομιλήσας Θεῷ, Θεῷ δὲ διὰ παντὸς ἐντυγχάνων ἦν. οὕτω δὴ καὶ ἡμεῖς ἀφοσιούμεθα τῇ Βασιλείᾳ σου νῦν τὴν μικρὰν ταύτην πρόρρησιν αἰσθητῶς, ὡς θεοειδεῖ καὶ πάντων μάλιστα ὑπερέκεινα· νοερᾶς δὲ ὁμιλίας τῆς πρὸς αὐτὴν ἀδιαστάτως ἐπαπολαύομεν πάντοτε, καὶ τὸ ὅλον νοερὸν ἐκ τοῦ αἰσθητοῦ μέρους τεκμηριάζομεν. εἰ δὲ τῷ παρόντι γνόφῳ τῆς ἀφανείας ἐνησχοληκότες τῆς ἐποψίας ἀξιωθείημεν μετὰ τὴν τεσσαρακονθήμερον φανοτάτης θέας ὑπὲρ τὸν ἥλιον, οἶμαι ὅτι τὸ πρόσωπον κατὰ Μωσέα δοξασθησόμεθα.

ἔστω τοίνυν ἡτοιμασμένον τὸ παραπέτασμα, δι’ οὗ τοῖς ἄλλοις προσομιλήσομεν, μήποτ’ οὖν καὶ τοῦτο τόσον εἴη λαμπρόν, ὥστε τοῦ παρεσχηκότος λαμπροῦ βασιλέως ὑποδεικνύναι τὰ σύμβολα καὶ τῷ βασιλεῖ τῶν βασιλευόντων χρηματίζειν ἀνάθημα ἱκανὸν εἶναι ἢ τῆς ἱερωσύνης ἀγλαὸν περιβόλαιον. ἀλλὰ ταῦτα μὲν ἴσως αἰνίγματα, εἰ δέ τις ὅπως κοσμοῖτο ὁ ἱερεὺς ἐντυγχάνων Θεῷ λάβοι κατὰ νοῦν καὶ ὅπως κοσμοῖτο ἡ τράπεζα τοῦ Θεοῦ καὶ τὰ τὴν πανδαισίαν φέροντα τὴν ἀθάνατόν τε καὶ ἱεράν, ἐξ ἱερῶν αἰνιγμάτων καταμάθοι τὴν δύναμιν τῶν αἰνιγμάτων ὧν προτεθείκαμεν. εἰ δέ γε καταμαθὼν ζητεῖ τὸ ποιόν, ἐπείπερ ἐκ βασιλέως μεγάλου τῷ παμβασιλεῖ διαγράφεται ἡ προσαγωγή, βασιλεῖ παλαιῷ τῶν ἡμερῶν τὸ τῆς παλαιτέρας βασιλείας τεκμήριον εἴη ἂν τὸ παλαιόν· τοῦτο δὲ οὐκ ἦν ἐρυθρόν, ἀλλὰ πορφυροῦν. διὰ τοῦτο καὶ πορφυρογενεῖς τοὺς ἐκ βασιλέων βασιλέας εἶναι διὰ σπουδῆς ἦν ὅτι πολλῆς. ὁ βασιλείαν καὶ ἱερωσύνην συνάψας εἰς ἑαυτὸν τῶν οὐρανίων ἀδύτων καταξιώσαι τὴν Βασιλείαν σου καὶ νῦν οὖσαν ἐν αὐτῷ τῷ ἱερῷ δώματι καὶ θείῳ ναῷ. {τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν} Ἔτι σου λαλοῦντος ἐρῶ· ἰδοὺ ἐγώ· Θεοῦ λόγος οὗτος προφητικῶς μαρτυρούμενος.

ἐμοῦ δὲ περὶ τῆς ἱερᾶς ὑπομνήσαντος ἀμφιάσεως, ἄριστε βασιλέων αὐτοκρατέστατε, ἰδοὺ ἔφης αὕτη καὶ οὐκ ἔφης μόνον, ἀλλὰ καὶ γέγραφας, καὶ οὐδὲ τὴν προθεσμίαν ἐκαρτέρησας τοῦ καιροῦ, ἀλλὰ καὶ πρὸ καιροῦ τέλειον τὸ δῶρον ἀπήρτησας οὕτως ἀποφηνάμενος, τοιαῦτα γράψας βασιλικῶς τε καὶ μεγαλοπρεπῶς· ἡτοίμασταί σοι τὸ ζήτημα, ηὐτρέπισταί σοι τὸ παραπέτασμα, διήνυσταί σοι τὸ χάρισμα. ὢ πῶς διὰ τῶν σῶν λόγων ἐκάλλυνα τὴν ὑπόμνησιν. τούτων οὕτως ἐχόντων τίς οὐκ ἂν ὁμολογήσαι σε θεοειδέστατον; ἐγὼ δὲ καὶ ὅτε τὴν δευτέραν ἐπιστολὴν τοῦ ἐνθέου τῆς Βασιλείας σου κράτους μεταχειρίζομαι, τότε ὅλος ἐκπλήττομαι, τότε ὅλος ἐξίσταμαι τὴν πρὸς τὸ ἡμέτερον ταπεινὸν μανθάνων ἐναργῶς ὑπερβάλλουσαν τῆς σῆς ὑψηλότητος συγκατάβασιν. σὺ γὰρ ὁ τοσοῦτος, ὁ τηλικοῦτος καὶ κατὰ Νίκαιαν καὶ κατὰ Κωνσταντίνου πόλιν ἐκζητῆσαι προέθου τὸ παρ’ ἡμῶν αἰτηθέν, τῶν τίνων, τῶν ὁποίων. ὢ τῆς μεγαλοψυχίας, ἢ τό γε ἀληθέστερον εἰπεῖν, τῆς θειότητος. ἐκεῖνον γὰρ ἐμιμήσω καθ’ ὅσον ἐξὸν τὸν ἐξ ὕψους τῶν οὐρανῶν εἰς δοῦλον κατελθόντα μικρόν. ἡ πληθὺς τῶν ὑπερκοσμίων δυνάμεων τοῦτο τὸ δεσποτικὸν ἔργον ὑπερεθαύμασε, τὴν πρὸς τὸν εὐτελέστατον δοῦλον τοσαύτην ἀγάπησιν, τὴν τοσαύτην δι’ αὐτῶν συγκατάβασιν. ἆρ’ οὐ παραπλήσια καὶ τὰ ἡμέτερα; τί δὲ καὶ ἡμεῖς καὶ μὴ ληψόμενοι τυχὸν τὸ δῶρον;

εἰλήφαμεν τὴν δεσποτικὴν προθυμίαν καὶ τὴν τοσαύτην ἐπίσπευσιν, ἀντὶ παντὸς ἔργου κρίναντες. ἔα τοίνυν τὰς Νικαίας ὅτι πόρρω καὶ τὰ ἐκεῖσε πορφύρεα δύσχρηστα, ἡμῖν γὰρ σπουδάζεται τὸ λίαν ἐπισημότατον· ἔα καὶ τὰς Κωνσταντίνου πόλεις, πρὸς γὰρ τῇ τοπικῇ διαστάσει, πολὺ καὶ ἡ σχετικὴ μεταξὺ ἐκείνων τε καὶ ἡμῶν. ἀλλ’ εἴπερ ἐξ ἐνδύματός σου πορφυρέου περιττεύσει τι τεμάχιον, ἔστω τοῦτο πρὸς ἐκτελεσμὸν μερικὸν τῆς ἡμετέρας προθέσεως. καὶ πάλιν ἄλλοτε ἴσως ἕτερόν τι γενήσεται, καὶ οὕτως ἐκ τῶν μερικῶν τὸ καθόλου συναθροισθήσεται. καὶ ἡμεῖς γὰρ οὐ τὸ πρὸ τῶν πολλῶν ἐν τοῖς ἐγκωμίοις καθόλου γινώσκομεν, ἀλλὰ τὸ ὑστερογενές, ὅπερ ἐστὶν ἐκ τῶν μερικῶν. εἰ δ’ οὐδὲ τοῦτ’ ἔσται, καὶ μετὰ τῶν ταπεινοτέρων ἀμφίων τῷ δι’ ἡμᾶς ταπεινωθέντι ἱερῶς ἐκλατρεύσομεν. πλέον γὰρ ἐκείνῳ μέλει τῆς ἔνδον ἢ τῆς ἐκ τῶν περιβλημάτων λαμπρότητος, ἣν μὴ κεκτημένοι πενθοῦμεν καὶ ὀδυρόμεθα, χαρὰν τῇ Βασιλείᾳ σου τὴν ἀνεκλάλητον ἐπευχόμενοι. {τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν} Οἱ πρὸς τὸν φωστῆρα τὸν μέγιστον βλέποντες, εἰ μὲν διὰ καθαροῦ τοῦ μεταξὺ ἀέρος ὁρῷεν, ἔχοιεν δὲ καὶ τὸ ὀπτικὸν ἔντονον, λαμπρὸν ὁρῶσιν αὐτόν· εἰ δὲ διά τινος ἀχλύος, ὑποζόφερον· συμπεσούσης δὲ καὶ ἀτονίας ὀπτικῆς, μελάντερόν τε καὶ σκοτεινότερον. καὶ οὐκ ἐδυσχέρανεν ἂν ὁ φωσφόρος, εἴπερ εἶχε τὸ αἰσθητικόν, οὕτω νομιζόμενός τε καὶ φανταζόμενος.

τί γοῦν καινόν, εἰ καὶ ἀδρανεῖς ὀφθαλμοὶ καὶ θηλύτεροι τὸν μέγαν φωστῆρα τὸν λογικόν, τὸν ἄκρον λαμπτῆρα τῆς εὐγενείας, τὸν παμφαέστατον πυρσὸν πάσης ἀρετῆς λογικῆς τε καὶ πρακτικῆς, οὐχ ὁρῶσιν ὁποῖός ἐστι διὰ πολλοῦ σκοτασμοῦ ἀμαθίας καὶ ζόφου ἀγνοίας καὶ νυκτὸς ἀπαιδευσίας ὁμιλοῦντες αὐτῷ; ἀμβλυωπείτωσαν καὶ παραλογιζέσθωσαν ἑαυτούς. ἡμεῖς δὲ τὸ μὲν ὀπτικὸν οὐ μεγαλαυχοῦμεν ἔχειν τρανόν· τέως δ’ οὖν ἔχομεν ὑγιὲς παρὰ τῆς σῆς θεολογίας τεθεραπευμένοι αὐτό, φερόμενοί τε καὶ τὸ ἴνδαλμα τῆς σῆς ἡλιοειδείας παρ’ ἑαυτοῖς εἴπερ ἡ ἀγάπη καὶ Θεὸν ἀνθρώπῳ ξυνέδησε καὶ διὰ τοῦτο βλέπομεν καθαρῶς. τὸ μεταξὺ δὲ ὁποῖον ἡμῖν, εἴ γε ὅλως ἐστὶ μεταξύ, ἢ πάντως αἰθέριον, ὅτι λαμπρόν, ὅτι τιμαλφές; ὅθεν καὶ πρῶτον καὶ μόνον ὑπερφαῆ καὶ πρᾶξιν καὶ γνῶσιν σὲ γινώσκομέν τε καὶ πεπιστεύκαμεν, καὶ πλέον ἐντεῦθεν ἐπιστημονικοὶ καθεστήκαμεν, ἢ ἐκ τῶν ἄλλων τῆς φιλοσοφίας δογμάτων τῶν ἐν μαθήμασι, καί γε τῶν ὑπερέκεινα. οὕτω σοφίζει ἡμᾶς καὶ τὸ ἐνθυμεῖσθαι ὅλως περὶ σοῦ, ὅπερ ἐστὶ πλέον εἰς ἡμᾶς, ἢ τὸ ἀναπνεῖν, συνέτισις, παίδευσις, ῥυθμός, σόφισις, τῶν μειζόνων κατόρθωσις. ὁποῖος οὖν αὐτὸς εἴης ὁ ταῦτα δυνάμενος; ἢ τίς ἂν δύναιτο συλλογίσασθαί σου τὸ ὑπερέξοχον; πάντως οὐδείς, εἰ μὴ σὺ αὐτὸς ἐθέλοις τρόποις συγκαταβάσεως.