Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Ἐπιστολαί

Νικηφόρος Βλεμμύδης

Ο «Βασιλικός Ανδριάς» και παρεπόμενες επιστολές

Αποστολή του έργου «Βασιλικός Ανδριάς», εξύμνηση του αυτοκρατορικού μεγαλείου μέσω βιβλικών αλληγοριών, ευχές επί τη ασθενεία του βασιλέως και διάφορες μεσιτείες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 3 από 8

μικρὸν δ’ ὕστερον ὀφθήσεταί σοι καὶ Βασιλικὸς Ἀνδριάς, ὃν λόγος ἡμέτερος ἠγαλμάτωσεν· εἴτ’ οὖν εὐφυῶς, εἴτ’ ἄλλως πως διεσκεύασται, παρὰ σοὶ κριθήσεται διαγνώμονι τῷ τὴν βασιλικὴν ἐπιστήμην ἐξακριβώσαντι θεωρητικῶς καὶ πρακτικῶς. ἐκεῖνοι γὰρ ἴσασι κρίνειν ἐπιστήμας καὶ τέχνας οἱ μετέχοντες ὡς δέον αὐτῶν. {τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν} Καὶ Μωσῆς μὲν ἐκεῖνος ὁ παλαιὸς ἐχρᾶτο μὲν καὶ τῇ γλώττῃ τοῦ Ἀαρών, δι’ ἐκείνου τὰ πολλὰ φθεγγόμενος τῷ λαῷ, ἐχρᾶτο δὲ καὶ ταῖς χερσὶν ἐκείνου προσφέρων δι’ αὐτῶν θυσίαν τῷ Θεῷ· ἐπεὶ δὲ καὶ τὸ σὸν θειότατον Κράτος τὸν ἐμὸν Ἀαρὼν ἐνταυθοῖ ἐξαπέστειλε, χρώμεθα καὶ τῇ γλώττῃ τούτου τὸν ἡμέτερον σκοπὸν διατρανούσῃ καὶ ἐξαγγελούσῃ διατορώτερον ἤπερ ἡμεῖς οἱ βραδύγλωσσοι, χρώμεθα δὲ καὶ τῇ τούτου χειρὶ τὸ τῆς εὐχαριστίας γράμμα διαχαραττούσῃ πρεπόντως καὶ οἱονεὶ θυσίαν αἰνέσεως προσαγούσῃ τῇ Βασιλείᾳ σου. καὶ οὐκ ἄπο λόγου τῇ χειρὶ καὶ τῇ γλώττῃ ταύτῃ κεχρήμεθα. εἰ δὲ μικρόν τι καὶ ἡμεῖς πρὸς λογικὴν τελεσιουργίαν ταύταις συνεβαλόμεθα, καὶ οἷον εἰπεῖν αὐτὰς τῷ τῆς νοήμονος ἁγιστείας κατεκοσμήσαμεν δοξασμῷ καθὰ Μωσῆς τὸν Ἀαρὼν ὅλον, ὥσπερ ὁ δημαγωγικώτατος οἶσθα καὶ ἱερώτατος σύ· εἰ δ’ ἐκεῖνοι μὲν πρὸς λαὸν εἶχον τὸ διαλέγεσθαι, ἐγὼ δὲ πρὸς καθηγεμόνα λαοῦ, θαυμαστὸν οὐδέν.

πρῶτον μὲν γὰρ αὐτὸς ἦσθα σὺ ὁ λαός, καθὼς ὑπεδήλου καὶ τὸ σὸν θέσπισμα ὁ λαὸς ὅλος, πληθὺς ἡ παγκόσμιος· τὴν γὰρ σὴν ψυχὴν καὶ μεγαλουργίαν πόσων σωμάτων ἐσμὸς χωρήσειν ἴσχυσεν ἄν, μιμουμένας οἱονεί πως τὸ δεσποτικὸν ἀπερίγραπτον; ἔπειτα δεύτερον ἦν ἐκείνοις τὸ τοῦ λαοῦ χρῆμα καὶ παρεπόμενον, τὸ δέ γε προηγούμενον αἴτιον ἦν ὁ Θεός, ὥστε καὶ εἰς ἡμᾶς διαβαίνει τὸ εἴκασμα, γλώττας ἡμετέρας καὶ χεῖρας προσάγοντας σοὶ τῷ κατὰ χάριν Θεῷ· τὸ δέ γε πρὸς τὴν ἐκπλήρωσιν τῶν ἡμετέρων αἰτημάτων καθ’ ὑπερβολὴν ὀξυκίνητον δείκνυσιν ὅτι καὶ τὴν οἰκουμένην ἅπασαν, εἴπερ οἷόν τε ἦν, ὥσπερ τι πολλοστημόριον ἐνεχείρησας ἂν ἡμῖν· τοσοῦτον φέρεις τὸ μεγαλοπρεπές, τοσοῦτον τὸ βασιλικὸν καὶ τὸ αὐτοκρατορικόν, τοσοῦτον τὸ ὑπερφυὲς καὶ τὸ θειότατον. οὐ δύναταί σε ὁ κόσμος χωρεῖν, οὐκ ἔχομέν τι τῶν ἐν κόσμῳ πρὸς ὃ ἂν εἰκονίσαιμέν σου τὸ ὑπερκόσμιον. διὰ τοῦτο καὶ ἀμηχανία συνέχει ἡμᾶς, κἀντεῦθεν ὑπεμφαίνομεν ὡς πάντα λόγον ἡττήμεθα καὶ οὐκ ἔχομεν ὅ τι πρὸς τὴν σὴν ἀξίαν λογογραφήσωμεν. διὸ καὶ συγγίγνωσκε καὶ συγγνωμόνει τοῖς ἀσθενήσασιν· εἰ δ’ οὖν, ἀλλὰ τὸ σὸν ὑπέρμεγά τε καὶ ὑπεράνθρωπον παρυπόκρυπτε μικρὸν ἐξ ἡμῶν, ἵνα μὴ πάντας ἐκστήσῃς ἡμᾶς τῶν φρενῶν τὰ ἀκίχητα ζητοῦντας καὶ πολυπραγμονοῦντας τὰ ὑπὲρ ἔννοιαν.

διόπερ, ἐπειδὴ καὶ τὰ ὑπὲρ ἅπασαν φράσιν θεῖα νοήματα καὶ ὅσα περὶ τὴν θείαν οὐσίαν καὶ ἀκατάληπτα τῇ σιγῇ καὶ τῇ ἀφθεγξίᾳ σεμνύνομεν, καὶ τὰ σὰ μεγαλουργήματα διὰ τῆς αὐτῆς τιμῶμεν σιγῆς, ἔνδειξιν τοῦ ὑπὲρ λόγον εἶναι ταῦτα τὴν τοῦ λόγου ἀργίαν αὐτὴν προβαλλόμενοι. {τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν} Ἐθλίβημεν ὅτι νενόσηκας· καὶ ἡ θλίψις ἐφ’ ἡμῖν πᾶσαν νόσον νενίκηκε. πόσον γὰρ ἀλγοῦμεν ἔτι καὶ τὰς ψυχὰς καὶ τὰ σώματα, παραστῆσαι λόγος οὐ δύναται. οἶμαι οὖν, μᾶλλον δέ γε καὶ πέπεισμαι, τὸν τῆς νόσου λυτῆρα, τὸν τῆς ὑγείας δοτῆρα, τὸν πάντων ἀγαθῶν ποριστὴν ἐξ οὕτως ἀλγοῦντος φωνὰς ἐνωτιζόμενον καθ’ ἑκάστην οἰκτρὰς καὶ περιπαθεῖς ὑπὲρ τῆς σῆς ἀκραιφνοῦς ἀναρρώσεως, προσδέξασθαι ταύτας καὶ διαπερᾶναι τετελεσμένον πάμπαν τὸ ἡμέτερον αἴτημα· ὅτι κἀκείνῳ, οἷα γνησιωτάτῳ πατρί, πολὺ μέλει τοῦ Κράτους σου. διὸ καὶ τὰς εὐχὰς ἡμῶν ὥσπερ τινὰς μερικὰς ὑπομνήσεις δεχόμενος, οἴκοθεν παράσχοι σοι πᾶν ἀγαθὸν καὶ σωτήριον. ἔρρωσο, κόσμου ῥῶσις, λόγου παραψυχή, Θεῷ πεφιλμένε, τοῖς τοῦ Θεοῦ μέγιστον ἐπικούρημα. {τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν} Ἐστάλη ὁ λόγος τῆς Βασιλείας σου καθὼς ὥρισας, ὦ λόγου καὶ σοφίας βασιλικώτατον θησαυροφυλάκιον. ἰχθύας δὲ στεῖλαι πολλὰ σπεύσαντες οὐκ ἰσχύσαμεν· τέως δ’ οὖν τὰ μικρὰ ἰχθύδια τῷ λόγῳ συναπεστάλκαμεν, ἵνα καὶ ἁλιέα καὶ λόγον ὁμοίως τὸν ἐπαινούμενον συμβολογραφήσωμεν.

μήποτ’ οὖν ἄλλην ἁλείαν προκρίνῃ ἢ τὴν λογικὴν ὁ μέγας Ἰωάννης· καὶ διὰ τοῦτο τὴν τῶν ἰχθύων ἁλείαν ἀπώσατο· περὶ δὲ τῆς ἡμετέρας ἕως τοῦ ἡμετέρου γράμματος, ὃ τῇ Βασιλείᾳ σου προεξεπέμψαμεν, ἔσο σὺ αὐτὸς ἐξηγητής τε καὶ ἑρμηνεύς. πλέον γὰρ οἶδας τὰ ἐμά, ἢ ἐγὼ αὐτός.

Γραώδης δὲ κλαυθμυρισμὸς εὐνουχικὸς ἔφθασεν εἰς ἡμᾶς· καὶ παρακαλῶ τὴν Βασιλείαν σου, ἵνα ὁρίσῃς δοθῆναι αὐτῷ τὴν ῥόγαν αὐτοῦ, καθὼς καὶ τῇ περὶ τούτου μεσιτείᾳ μου προκατένευσεν ἡ Βασιλεία σου. εἰ δὲ λόγοι τὸ τέρμα τῶν λόγων, τὸ λοιπὸν οἱ λόγοι ἀργήσουσιν. ἔστω καὶ τοῦτο μετὰ τῶν αἰνιγμάτων, ἐπεὶ τοὺς ἐμοὺς λόγους ἔχεις αἰνίγματα. δίδαξον δὲ πῶς χρὴ γράφειν τοσαύτῃ φρονήσει. ἢ λαχάνοις ἀδρανέσι θρέψω τὸν λέοντα; {τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν} Ἐστάλη τῇ Βασιλείᾳ σου ὁ Βασιλικὸς Ἀνδριάς· ἔστι δὲ λόγος ἠθικὸς καταδρομὴν τῆς κακίας ποιούμενος καὶ τὴν ἀρετὴν ἐπαινῶν. ἐπεὶ δὲ οὕτως ἔχει, τὴν Βασιλείαν σου ἐπαινεῖ τὴν ἀσυγκρίτως ἔχουσαν κατ’ ἀρετὴν ἐν ταῖς ἡμέραις ταύταις. ἀναγνωσθήτω οὖν παρὰ τῆς Βασιλείας σου ἐπιστατικῶς καὶ κριθήτω, εἰ ἔστι Βασιλικὸς Ἀνδριὰς καὶ ἀπὸ τῆς ἐννοίας καὶ ἀπὸ τῆς φράσεως, ἀπό τε τῆς λέξεως δοκεῖ γάρ μοι εἶναι τῶν εὐτελῶν ἀπό τε τῶν ἱστοριῶν ὧν ἔχει καὶ τῶν ἀναγωγῶν, τῆς τε οἰκονομίας καὶ μεθόδου τῆς συνθήκης, τοῦ σχήματος, τοῦ ῥυθμοῦ καὶ τῶν ἄλλων ὧν φέρει μορφώσεών τε καὶ διαπλάσεων. καὶ καθὼς ἡ Βασιλεία σου περὶ τοῦ λόγου κρινεῖ, καὶ ἡμεῖς ἐπακολουθήσομεν καὶ συγγνωματεύσομεν· εἶτε κατὰ λόγον καὶ φιλαλήθως ἅμα δὲ καὶ θεοφιλῶς ἐπονήσαμεν, εἴτε, ὅπερ ἀπείῃ, διακένως κεκοπιάκαμεν.

Ἐγὼ δὲ καὶ ἐν τοῖς μέρεσι τῆς Βιθυνίας ἀκηκοὼς καὶ ἐνταῦθα μανθάνων, ὅτι ἡ Βασιλεία σου προκόπτει διὰ παντὸς ἐν πάσῃ ἀρετῇ καὶ μάλιστα ἐν δικαιοσύνῃ, ἣν οὐδέποτε κἂν πρὸς βραχὺ καταλέλοιπας, χαίρω καὶ δοξάζω τὸν Θεόν, τὸν δοξάζοντα παντοίως τὴν Βασιλείαν σου καὶ δοξάσοντα. γένοιτο, γένοιτο. {τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν} Οὔτε σώματος ἐμψύχου σύστασις χωρὶς τοῦ ζῳογονοῦντος αὐτό, οὔτε τὸ καταθύμιον ἡμῖν καὶ ἄλυπον ὅλον ἐν βίῳ χωρὶς τοῦ προσομιλεῖν ἢ νοερῶς ἢ λογικῶς τῷ ζῳογόνῳ Κράτει τῆς Βασιλείας σου, ἀλλὰ τὸ μὲν ἀεὶ πρόσεστιν ἡμῖν, εἴπερ ἀεὶ νοῦς ἐνεργεῖ, τοῦ δὲ στερισκόμεθα· διά τοι τοῦτο χρεὼν ἐπιδεδραγμένους ἡμᾶς εὐθέτου καιροῦ τολμᾶν καὶ σχεδιάζειν εὐκτικὰς προρρήσεις τῇ Βασιλείᾳ σου. καὶ εἴης λάμπων ὁ τηλαυγέστατος ἀειλαμπῶς, ὁ γλυκύτητος πλήρης θεοειδοῦς, τὸ φῶς τοῦ λόγου, τῆς σοφίας ἡ ἀκτὶς ἡ τηλεφανής, ἡ πηγὴ πάντων τῶν ἀγαθῶν κατὰ ἄνθρωπον, ἡ ἐν κόσμῳ κρηπὶς τῶν ἐν κόσμῳ καὶ οὐκ ἐν κόσμῳ· τοῦτο δὲ τὸ θαυμασιώτατον, ὅτι συνδέεις τὰ διῃρημένα καὶ τὰ διεστῶτα ἑνοῖς, ὁ χριστὸς τοῦ Κυρίου, τῆς φύσεως τὸ ἐξαίρετον, τῆς γνώμης τὸ ὑπέρτατον, τὸ λόγοις ἄληπτον ὡς ὑπὲρ λόγον, ὁ πάντα συλλαβὼν καὶ ἐν πᾶσιν ὢν καὶ ὑπὲρ πάντα καθεστηκώς, οἶα Θεὸς καὶ Ὑψίστου υἱός. {