Ἔργον
Νικηφόρος Βλεμμύδης – Ἐπιστολαί
Φιλοσοφικό εγκώμιο περί της κυριαρχίας του ορθού λόγου
Φιλοσοφική πραγμάτευση της υποταγής των άλογων δυνάμεων της ψυχής στον ορθό λόγο και εκτενής έπαινος των αρετών του αποδέκτη.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Φιλοσοφικό εγκώμιο περί της κυριαρχίας του ορθού λόγου
Φιλοσοφική πραγμάτευση της υποταγής των άλογων δυνάμεων της ψυχής στον ορθό λόγο και εκτενής έπαινος των αρετών του αποδέκτη.
καὶ καθὼς ὁρίσει ἡ Βασιλεία σου καὶ δι’ οὗ ἀνθρώπου ἔχει θέλημα ἡ Βασιλεία σου, ἂς μάθωμεν καὶ ποῦ κατήντησεν ἡ πολύτυρβος καὶ πολυπερίσπαστος τῶν φρερίων ὑπόθεσις, ἢ ὁποῖον μελετᾶται τὸ πέρας. ἂς ὁρίσῃ δὲ ἡ Βασιλεία σου ἵνα ὁ Πέτρος ὑποστρέψῃ σύντομον· χρῄζω γὰρ ὑπηρετεῖν αὐτὸν τῇ ἀσθενείᾳ μου. ἂς μάθωμεν δὲ ἂν ἀναγνωσθῇ τὸ πιττάκιον καὶ οὐκ ἀποδοκιμασθῇ διὰ τὴν πολυγραφίαν. ὁ βασιλεύων εἰς τοὺς αἰῶνας χρόνους μακροὺς πρυτανεύσοι τῇ Βασιλείᾳ σου καὶ μεγαλύναι ταύτην καὶ δοξάσαι καὶ ὑψώσαι καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι. {τοῦ αὐτοῦ} Τῷ τῶν ἀρετῶν προσομιλοῦντες ἀγάλματι νοερῷ, καὶ ἀρετῶν γε τῶν ἐξόχων καὶ βασιλικωτάτων, ἐξ ἀρετῶν τοῦ λόγου τὴν καταρχήν· ἡ κατ’ ἀρετὴν γὰρ ἐνέργεια τὴν ἀρίστην καὶ τελειοτάτην, ἡ ἀδιάστατος, τὸ ἀνθρώπινον τέλος ἐστίν. ταύτην οἱ θύραθεν εὐδαιμονίαν ὠνόμασαν αὐτὸ τὸ νοερὸν καλέσαντες δαίμονα καὶ τὸν νοερὸν ἄνθρωπον δαιμόνιον ἄνθρωπον, καὶ εὐδαίμονα τὸν εὖ ἔχοντα κατὰ νοῦν. νοῦς δέ ἐστι τὸ λογικὸν τῆς ψυχῆς, καθ’ ὃν καὶ ὁ νοερὸς ἄνθρωπος, καὶ ὅτε σιωπᾷ, λογικός ἐστί τε καὶ λέγεται· τὸ λογικὸν δὲ μόνον ἐκ τῶν τριῶν μερῶν τῆς ψυχῆς, χαρακτηρίζει τὸν ἄνθρωπον· τὸ γὰρ θυμικὸν καὶ τὸ ἐπιθυμητικὸν ἐν ἀλόγοις ζῴοις τὰ μάλιστα.
ὁποῖον οὖν τις ἔχει τὸ λογικόν, τοιοῦτος τυγχάνει καὶ ἄνθρωπος· οἷον εἰ δυνάμει ἔχει τὸ λογικόν, δυνάμει καὶ ἄνθρωπος πέφυκεν· εἰ δὲ τὸ λογικὸν αὐχεῖ κατ’ ἐνέργειαν, καὶ ἄνθρωπος ἐνεργείᾳ γινώσκεται. τὸ λογικὸν δὲ κέκτηται κατ’ ἐνέργειαν ὁ πάντα κατὰ λόγον ποιῶν· ἐκεῖνος καὶ ὅλος ἐστὶ λογικός. ὁ δὲ μὴ κατὰ λόγον ἐνεργῶν ἄλογος ὁμοῦ τε καὶ λογικός· μᾶλλον δὲ τὸ ὅλον ἄλογος, εἰ δ’ εἰπεῖν χρὴ καιριώτερον, καὶ χείρων ἀλόγου παντός. τὰ γὰρ ἄλογα μὴ λαβόντα τὸν λόγον ἐν τῷ ζῆν ἀλόγως ἀνεύθυνα· ὁ δὲ τὸν λόγον λαβών, εἶτα ῥᾳθυμήσας καὶ ἀπολέσας τὸ δῶρον τῆς φύσεως λίαν ὑπεύθυνος. ὅλος δὲ λογικὸς ὁ κατὰ λόγον πράττων, ἐπεὶ καὶ τὰς ἀλόγους δυνάμεις, τὰς ζωικάς, λογικὰς ἀπετέλεσεν ἐν ἑαυτῷ ποιήσας τῷ λόγῳ ταύτας ἐπιπειθεῖς. ὁ γὰρ ἐπιθυμῶν οὗπερ δεῖ καὶ ἐφ’ ὅσον δεῖ καὶ ὅτε δεῖ καὶ καθὼς δεῖ καὶ ὅπου δεῖ καὶ δι’ ὃ χρή, λογικὴν τὴν ἐπιθυμίαν εἰργάσατο κατὰ πάντα ὅσα ὁ λόγος ὑπαγορεύει χρώμενος τῷ ἐπιθυμεῖν· ὁ δέ τι τῶν διωρισμένων περιβλεψάμενος, καθ’ ὅσον παρεβλέψατο, κατὰ τοσοῦτον μετὰ τῆς ἀλογίας εὑρίσκεται. τὸ δ’ αὐτὸ κἀπὶ τοῦ θυμοῦ. σὺ τοίνυν τὸ δέον ἐπιμετρῶν ἐπιθυμίαις καὶ θυμῷ σὲ δὲ λέγων, αὐτὸν τὸν λόγον φημί νεύματί τε μόνῳ πρὸς ὑπακοὴν ἄγων τὰ φυσικὰ δοῦλα καὶ πρὸς ὑποταγήν, ἄνθρωπος εἶ κατ’ εἰκόνα Θεοῦ κατ’ ἀλήθειαν· ἀρχικός, ἡγεμονικός, αὐτοκράτωρ καὶ βασιλεὺς θεοπρόβλητος.
ὁ δὲ τοῖς ἄγεσθαι τεταγμένοις ἀγόμενος καὶ τοῖς φύσει δούλοις ὑποταττόμενος, οὗτος δεσπότης ἀμφίβολος δοῦλός τε ἀναμφίβολος, καὶ πῶς ἄνθρωπος; τούτῳ καὶ ὁ λόγος ἐστὶν ἀποτρόπαιος, ἔλεγχος τῆς ἀλογίας καὶ εἰ μὴ λέγοι καθεστηκώς. διὰ τοῦτο καὶ ἀποτρόπαιος. καὶ πλέον ἐντεῦθεν ἔλεγχος γίνεται· καὶ γὰρ ὅπερ τις ἀποστρέφεται τούτου πάντως ἀμέτοχος, ὥσπερ τῷ ἐλλόγως ζῶντι ποθητὸς ὁ λόγος καὶ περισπούδαστος, κῆρυξ διαπρύσιος τῆς λογικότητος ὤν, καὶ εἰ σιγῶν, Στέντορος μεγαλοφωνότερος κἀκ τοῦ ἀγαπᾶσθαι κηρύττων μᾶλλόν τι ἔλλογον. τῷ γὰρ ὁμοίῳ χαίρει τὸ ὅμοιον καὶ τοιοῦτός ἐστιν ἕκαστος οἷσπερ ἥδεται ξυνών. ἐκ τούτων ὁποῖος φαίνῃ καὶ πόσων μυριοπληθειῶν καθυπερτερεῖς καὶ καθ’ ὁπόσων ὑπεραριθμιῶν φέρεις τὰ νικητήρια, ἐλλογώτατος ὢν ὁμοῦ καὶ φιλολογώτατος, θεοσοφώτατος καὶ φιλοσοφώτατος, πλήρης καλοκἀγαθίας καὶ εἰς ἄκρον φιλόκαλος καὶ φιλάγαθος, σοὶ καὶ τὸ καθόλου δείκνυται μερικόν· ὑπὲρ γὰρ τοῦ καθόλου τὰ σὰ προτερήματα. τί εἶπον; ἡμάρτηκέ μοι ὁ λόγος· ποῦ τὸ καθόλου; ποῦ δὲ τὸ μερικόν; ὄντως ὑπερασυγκρίτως ἀσύγκριτα πάντα τὰ σὰ καλά τε καὶ ἀγαθά· σὺ ποταμὸς μόνον; ποῦ δὲ ἡ πηγή; ἀλλὰ μόνον πηγή; ποῦ δὲ ὁ ποταμός; ὄντως σὺ καὶ ποταμὸς καὶ πηγὴ καὶ πᾶν ὅ τι κάλλιστον ἐν τοῖς καθ’ ἡμᾶς καὶ πρᾶγμα καὶ ὄνομα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.