Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Ἐπιστολὴ καθολικωτέρα

Νικηφόρος Βλεμμύδης

Η είσοδος της μαρκεσίνας στη μονή και η αποπομπή της

Ιστόρηση της αιφνίδιας εισβολής της ερωμένης του βασιλιά στον ιερό ναό κατά τη θεία λειτουργία και της απόφασης των μοναχών για την άμεση εκδίωξή της.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 1 από 3

Νικηφόρου μοναστοῦ καὶ πρεσβυτέρου τοῦ κατὰ τὰ Ἠμάθια ἡσυχαστηρίου τοῦ Βλεμμύδου ἐπιστολὴ καθολικωτέρα καὶ πρὸς πολλούς, ὅτε ἡ ἀρχόντισσα ἡ μαρκεσίνα, ἡ ἐξόχως ἐρωμένη τῷ βασιλεῖ, καὶ διατοῦτο πάντων ὑπερτεροῦσα, καὶ αὐτῆς τῆς αὐγούστης πρωτεύουσα, τυραννικῶς εἰσέφρησε τῇ καθ’ ἡμᾶς σεβασμίᾳ μονῇ τοῦ ἁγίου Γρηγορίου τοῦ Θαυματουργοῦ, ἐν ἐκείνῃ τῇ μονῇ τῷ τότε διαγόντων ἡμῶν· εἰσῆλθε δὲ καὶ πρὸς τὸν ναὸν τοῦ Θεοῦ, τελουμένης τῆς λειτουργίας, καὶ ἀπεκλείσθη παρ’ ἡμῶν τῆς ἱερᾶς ἀκροάσεως, καὶ ἀπεδιώχθη μετ’ αἰσχύνης, ὀδυρομένη τὸ γεγονὸς ἐπ’ αὐτῇ Πάλιν ἡμεῖς ἐν πνεύματι τολμητίαι, καὶ πάλιν ἡμῖν ἀπειλαὶ καὶ περιστάσεις καὶ κίνδυνοι. Ἔτι τὴν κοσμικὴν ἐσμὲν σοφίαν ἀπαίδευτοι, καὶ στυγητοὶ διατοῦτο καὶ ἀποτρόπαιοι.

Πάλιν ἀντιφερόμεθα ταῖς ἀρχαῖς, καὶ εἰκότως ἀπελεγχόμεθα δύσχρηστοι. Μικρὸν τῆς τῶν δεινῶν ἐπιφορᾶς ἀνεψύξαμεν, καὶ ὁ Σατὰν ἤγαγεν εἰς ἡμᾶς, τὴν ἀσελγῆ τε καὶ φαρμακόν, τῆς οἰκουμένης τὸ πρόσκομμα, τὸ παγκόσμιον σκάνδαλον, μετὰ τοῦ αὐχένος, καὶ τῆς ὀφρύος, καὶ τοῦ φρυάγματος, τάχα μὲν καταπλήξων καὶ καταπαλαίσων ἡμᾶς, ἤδη ταῖς τῶν ἀλγεινῶν ἐκδειματωθέντας καὶ προκατασεισθέντας ἐπαγωγαῖς (τοῦτο γὰρ ᾠήθη, πτωχοὺς τὴν διάνοιαν, καὶ τὸν τῆς ψυχῆς τόνον παρειμένους εἰδώς), ὄντως δε τῷ μόνῳ σοφῷ τε καὶ ἰσχυρῷ κατασοφισθησόμενός τε καὶ ἐκνευρισθησόμενος. Ἄθρους ἀκάθεκτος ἡ μαινὰς τῷ ἡμεδαπῷ σεμνείῳ προσέρραξε, μετὰ βαρείας ὅσῳ καὶ σφοδρᾶς τῆς πομπῆς, ὀξύρρου δίκην χειμάρρου πολυμιγοῦς· ἑωρακότες αὐτὴν οἱ περὶ τὰς πύλας ἡμέτεροι καὶ ὅσοι τῶν ἐντός, πεφρίκασι, διαπεφωνήκασιν. Εἰσερρύη πανετοίμως καὶ εἰς αὐτὸν τὸν νεών, τῆς θείας καὶ μυστικῆς ἐπιτελουμένης θυσίας, ἡ ἐναγής.

Ἡμεῖς δε καὶ ταῦτ’ ἐν ἀμηχανίᾳ γεγονότες τῷ ἀδοκήτῳ τοῦ πράγματος, ἀπείργομεν εὐθὺς τὴν μοιχαλίδα, τῆς ἱερᾶς ἀκροάσεως· τῆς κοινῆς καὶ συμφώνου τῶν πιστῶν εὐχῆς τε καὶ ὑμνῳδίας, ἀποτροπιαζόμεθα τὴν ἀσχήμονα, τὴν ἐκτόπως τοῖς νόμοις τοῦ Χριστοῦ ἐνυβρίζουσαν, καὶ τὴν ὕβριν δημοσιεύουσαν· ὅλαις ὁρμαῖς ἐξοστρακίζομεν τῶν ὁσίων τόπων τὴν βέβηλον, περιδεεῖς μὲν ὄντες τῇ ἀσθενείᾳ τῆς σαρκὸς καὶ ὑπότρομοι, τῷ τοῦ Κυρίου δε κρατίστῳ φόβῳ τὸν ἀνθρώπινον ἐκκρουόμενοι, καὶ τοῦ παρανομῆσαι, τὸ θανεῖν μᾶλλον αἱρούμενοι, καὶ τὸ τῇ ἀκοινωνήτῳ συνεκκλησιάσαι, τῶν ἀπευκταίων πλέον ἡγούμενοι, τοῦ πικρῶς ἀπαλλαγῆναι τοῦδε τοῦ σκήνους, πληγὰς ἐν αὐτῷ καὶ καθείρξεις καὶ λιμώξεις καὶ εἴ τι ἄλλο τῶν ἀπειλουμένων, ὑπενεγκόντες διὰ βίου παντός.