Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Ἐπιτομὴ φυσικῆς

Νικηφόρος Βλεμμύδης

Κίνηση, ηρεμία, γένεση και φθορά

Εξέταση των διαφόρων ειδών κίνησης και μεταβολής στα φυσικά όντα, με έμφαση στην τοπική κίνηση, τη γένεση, τη φθορά και την αλλοίωση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 2 από 12

ΚΕΦΑΛ. Δʹ. Περὶ κινήσεως καὶ ἠρεμίας, ἐν ᾧ καὶ περὶ ἐντελεχείας, καὶ τοῦ δυνάμει καὶ ἐνεργείᾳ. αʹ. Λέγεται μὲν καὶ ἡ τελεία ἐνέργεια κίνησις κατὰ τὴν ἀπὸ τῆς οὐσίας πρὸς τὸ ἐνεργεῖν διάστασιν. Οὕτω γὰρ καὶ νοερὰν λέγομεν κίνησιν· καὶ τὴν λογικὴν ψυχὴν κινεῖσθαί φαμεν βουλευομένην καὶ διανοουμένην καὶ θεωροῦσαν καὶ κρίνουσαν.

Ἀλλ’ ἐκείνη μὲν ἡ κίνησις ἐνέργειά ἐστιν ἀμετάβλητος ἀεὶ ὡσαύτως ἔχουσα, καὶ τῶν τελείων οὖσα καθὸ τελεία· τῶν γὰρ ἐνεργείᾳ ὄντων, ἡ τοιαύτη ἐστὶ κίνησις· ἡ δ’ ἐνταῦθα παραδιδομένη κίνησις μεταβολή ἐστιν ἀεὶ ῥέουσα καὶ τῶν ἀτελῶν ἐνέργεια καθὸ ἀτελῆ· διότι τῶν δυνάμει καὶ τῶν μήπω ὄντων, ἀλλ’ ἐσομένων αὕτη ἡ κίνησις. Ὅθεν καὶ οὕτω ταύτην ὁρίζονται· Κίνησίς ἐστιν ἡ τοῦ δυνάμει ὄντος ἐντελέχεια ᾖ τοιοῦτόν ἐστιν· ἤγουν ἡ τοῦ δυνάμει ὄντος ἐνέργεια, καθὸ δυνάμει ἐστίν.

βʹ. Ἐντελέχεια δὲ προηγουμένως μὲν ἡ τοῦ ἐντελοῦς ἔχεια λέγεται, ἤγουν ἡ κατὰ τὸ ἐντελὲς ἕξις, ἡ τελειότης τοῦ πράγματος, καθ’ ἣν τὸ ἐντελὲς ἔχει τὸ πρᾶγμα, καθ’ ἣν τέλειόν ἐστιν εἶδος τὸ πρᾶγμα· διὸ καὶ ἄνθρωπος ἐντελεχείᾳ οὐ τὸ κατὰ τὴν μήτραν οἰκονομούμενον ἔμβρυον καὶ διοργανούμενον καὶ τελεσιουργούμενόν ἐστιν· ἀλλ’ ἐκεῖνος ἐντελεχείᾳ ἐστὶν ἄνθρωπος, ὁ ἀπαρτισθεὶς καὶ ἀποτεχθείς, ὡς κατὰ τὸ ἀνθρώπειον εἶδος τελειωθείς.

Ὅθεν καὶ τὴν ψυχὴν ἐντελέχειαν ὁρίζονται τοῦ φυσικοῦ καὶ ὀργανικοῦ καὶ δυνάμει ζωὴν ἔχοντος σώματος· οὐχ ὅτι ἐνέργειά ἐστιν ἡ ψυχή, ἀλλ’ ὅτι κατ’ ἐκείνην ἡ τελειότης αὐτῷ. Καλεῖται δ’ ἐντελέχεια καὶ ἡ τοῦ τελείου ἐνέργεια, ταυτὸν δ’ εἰπεῖν, ἡ τελεία ἐνέργεια. Τῶν γὰρ τελείων καὶ αἱ ἐνέργειαι τέλειαι· ὥσπερ τῶν ἀτελῶν ἀτελεῖς. Ἐντελέχεια δὲ λέγεται ἡ τελεία ἐνέργεια ὡς τὸ ἐντελὲς ἔχουσα καὶ αὕτη· καὶ ὡς ἐντελεστικὴ τῆς ἐχείας, ἤγουν τελειωτικὴ τῆς ἕξεως. Καὶ γὰρ ἡ κατὰ τὴν ἕξιν ἐνέργεια τελειότης ὑπάρχει τῆς ἕξεως. Καταχρηστικώτερον δὲ καὶ ἡ ἁπλῶς ἐνέργεια λέγεται ἐντελέχεια· καθόσον ἕκαστον ἐνεργοῦν ἀποδίδωσι τὰς οἰκείας ἐνεργείας κατὰ τὴν ἑαυτοῦ φύσιν, εἴτε τελεία ἡ φύσις, εἴτε καὶ ἀτελής.

Κατὰ τοῦτο τὸ σημαινόμενον καὶ ἡ κίνησις ἐντελέχεια λέγεται, ἤγουν ἁπλῶς ἐνέργεια. Τοιαύτη δ’ ἂν εἴη πάντως, ὁποῖον καὶ τὸ δυνάμει. Τὸ δὲ δυνάμει ἀτελές, καὶ ἡ ἐνέργεια αὐτοῦ ἀτελής. Ὥστε ἡ κίνησις ἐνέργεια εἴη ἂν ἀτελής· ἐνέργειά τε τοῦ δυνάμει· οὐχ ὅτι ἐνεργεῖ κατ’ αὐτὴν τὸ δυνάμει, ἀλλ’ ὅτι ἐνεργεῖται. Τὸ γὰρ ἐνεργείᾳ ὂν ἐκεῖνο δύναται ἐνεργεῖν, καθὸ ἐνεργείᾳ ἐστίν· ὥσπερ τὸ πῦρ θερμαίνει, θερμὸν ὂν ἐνεργείᾳ. Τὸ δὲ δυνάμει, καθὸ δυνάμει πάσχει, οὐκ ἐνεργεῖ· καθὼς τὸ ὕδωρ θερμαίνεται, δυνάμει τυγχάνον θερμόν.

Εἰ δὲ καὶ θερμαινόμενον ἔτι τὸ ὕδωρ θερμαίνει καὶ αὐτό, ἀλλὰ καθ’ ὃ μὲν ἐπιπλέον δύναται θερμανθῆναι, κατὰ τοῦτο θερμαίνεται· δυνάμει ὃν ἔτι θερμὸν κατ’ αὐτό· καθ’ ὃ δὲ μετέχει θερμότητος, κατὰ τοῦτο θερμαίνει, ἐνεργείᾳ ὂν θερμὸν καθ’ αὑτό. Τοίνυν ἡ κίνησις παθητική τις ἐνέργεια τοῦ δυνάμει γινώσκεται.

γʹ. Καὶ γὰρ ἐπείπερ ἐξ ὕλης καὶ εἴδους συνέστηκε τῶν ὑπὸ γένεσιν ἕκαστον, ἔχει γὰρ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ καὶ τὸ κινεῖσθαι καὶ τὸ κινεῖν, ταυτὸν δ’ εἰπεῖν, πάσχειν τε καὶ ποιεῖν. Καὶ κατὰ μὲν τὸ εἶδος ἔχει τὸ ἐνεργείᾳ, κατὰ δὲ τὴν ὕλην τὸ δυνάμει.

Καὶ τοῦ μὲν ἐνεργείᾳ ἐστὶ τὸ ἐνεργεῖν καὶ κινεῖν καὶ ποιεῖν· τοῦ δυνάμει δὲ τὸ ἐνεργεῖσθαι καὶ κινεῖσθαι καὶ πάσχειν. Ὅθεν ἡ κίνησις, ἐνέργεια τοῦ δυνάμει λεγομένη, πάθος μᾶλλόν ἐστιν. Ἐνέργεια δὲ λέγοιτ’ ἂν ἴσως, καὶ διότι τὸ κινούμενον ὑπὸ τῆς ἐν αὐτῷ φύσεως ἔχει προσεχῶς τὸ κινεῖσθαι, κατὰ τὴν οἰκείαν ἐπιτηδειότητα, κἂν τὴν πρώτην τοῦ κινεῖσθαι ἀρχὴν ἔξωθεν λαμβάνοι. Κυρίως δὲ πᾶν τὸ κινούμενον, καθὸ κινεῖται, πάσχει, οὐκ ἐνεργεῖ. Ὃ δὲ μὴ πάσχει, οὐδὲ κινεῖται. Διότι τὸ μὲν δυνάμει καθὸ δυνάμει κινεῖται μεταβαῖνον ἐπὶ τὸ ἐνεργείᾳ· καὶ ἡ κίνησις ὁδός τίς ἐστιν ἀπὸ τοῦ δυνάμει ἐπὶ τὸ ἐνεργείᾳ διαβιβάζουσα· τὸ δ’ ἐνεργείᾳ καθὸ ἐνεργείᾳ μένει ἀκίνητον δʹ. Δυνάμει μὲν οὖν ἐστιν ὃ δύναται καὶ πέφυκε γενέσθαι τοῦτο, ὃ λέγεται δυνάμει· ἐνεργείᾳ δέ, ὃ ἤδη ἐστὶ τοῦτο, ὃ λέγεται ἐνεργείᾳ.

εʹ. Οἷον ὁ σχολαστικὸς Ζωσιμίων, ὃς λευκὸς ὢν ὑπὸ νοσήματος ἐμελάνθη χρονίου, πρότερον ἦν ἐνεργείᾳ λευκός· δυνάμει δὲ μέλας, ἐπείπερ ἠδύνατο γενέσθαι μέλας. Καθὸ μὲν οὖν λευκός, οὐκ ἂν ἐλέγετο κινεῖσθαι· καθὸ δὲ μέλας, ἐπείπερ δυνάμει ἐτύγχανεν, ὅτ’ ἤρξατο μελαίνεσθαι καὶ ἀπὸ τοῦ δυνάμει μέλας εἰς τὸ ἐνεργείᾳ μέλας γενέσθαι προήγετο, τότ’ ἂν ἐπὶ τὸ μέλαν ἐλέγετο κινεῖσθαι.

Καὶ ἦν ἡ μέλανσις κίνησις, ἐνέργεια οὖσα τοῦ δυνάμει μέλανος Ζωσιμίωνος, κατὰ τὸ δυνάμει, τουτέστι καθὸ ἐπεφύκει γενέσθαι μέλας. Ὅτε δ’ ἐνεργείᾳ γέγονε μέλας, οὐκέτι κατὰ τὸ μέλαν κινούμενος ἦν· ἀλλ’ ἔστηκεν ἐν τῷ μέλανι. Τὸν αὐτὸν τρόπον οὖν καὶ πᾶν ἐνεργείᾳ ὄν, οὐ κινεῖται καθό ἐστιν ἐνεργείᾳ.

ϛʹ. Ἀλλ’ οὐδὲ καθὸ δυνάμει λέγοιτ’ ἄν τι κινεῖσθαι, μένον δυνάμει μόνως καὶ μόνῃ ἐπιτηδειότητι γνωριζόμενον. Ἀλλ’ ὅταν ἀπὸ τοῦ δυνάμει μεταβάλλῃ τὸ ἐνεργείᾳ μένον ἔτι δυνάμει, τότε λέγεται κινεῖσθαι Διά τοι τοῦτο πρόσκειται τῷ τῆς κινήσεως ὁρισμῷ τὸ ᾗ τοιοῦτον, ἤγουν τὸ καθὸ δυνάμει ἐστίν· ἵνα κἂν τῷ ὑποκειμένῳ ταυτὸν ᾖ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ· κατὰ τὸ δυνάμει γινομένη ἡ κίνησις θεωροῖτο· καὶ ἕως ἂν ἔτι περισώζηται τὸ δυνάμει. Τούτου γὰρ τελέως ἀπολουμένου κίνησις οὐκ ἔστι. Τὸ γὰρ ἐνεργείᾳ γενόμενον καθόσον ἐνεργείᾳ, οὐκ ἐν κινήσει ἐστίν· ἐν στάσει δὲ καὶ μονῇ.

Κὰν τούτῳ ἡ κίνησις διαφέροι ἂν τοῦ ἐνεργείᾳ τε καὶ τῆς τελείας ἐνεργείας· ὅτι ἐπὶ μὲν τούτων ἔφθαρται τὸ δυνάμει· ἐπὶ δὲ τῆς κινήσεως, μένοντος τοῦ δυνάμει τῆς κινήσεως ἐπιτελεῖται ἐνέργεια. ζʹ. Πάλιν κίνησίς ἐστιν ἐντελέχεια τοῦ κινητοῦ ᾗ κινητόν, ἤγουν ἐνέργεια παθητικὴ τοῦ δυναμένου καὶ πεφυκότος κινηθῆναί τε καὶ μεταβαλεῖν ἀπὸ τοῦδε εἰς τόδε, καθὸ δύναται καὶ πέφυκεν, οὐ καθὸ ἤδη ἔστιν. Εἰ δὲ τοῦ κινητοῦ ἐστι τοιαύτη ἐντελέχεια ἡ κίνησις, δῆλον ὡς οὐκ ἐν τῷ κινοῦντι, ἀλλ’ ἐν τῷ κινουμένῳ ἐστίν. Εἰ δὲ ἡ ὅρασις οὐκ ἐν τῷ ὁρωμένῳ. ἀλλ’ ἐν τῷ ὁρῶντι τυγχάνουσα, ἐν τῷ κινοῦντι εἶναι καὶ ποιοῦντι δοκεῖ· ἀλλ’ ὑπὸ τῆς λέξεως ἡ ἀπάτη προφερομένης μὲν ἐνεργητικῶς, οὐδὲν δ’ ἧττον δηλούσης πρᾶγμα παθητικόν. Πᾶν γὰρ τὸ αἰσθανόμενον πάσχει καὶ οὐ ποιεῖ· διὸ καὶ ἡ ὅρασις ἐν τῷ ὁρῶντι οὖσα, ἐν τῷ πάσχοντι καὶ κινουμένῳ ἐστί, καθὼς καὶ αἱ λοιπαὶ τῶν αἰσθήσεων ἐν τοῖς αἰσθανομένοις εἰσίν· οὐχ ὡς ἐν κινοῦσί τε καὶ ποιοῦσιν, ἀλλ’ ὡς ἐν κινουμένοις καὶ πάσχουσι.

ηʹ. Καὶ ἄλλος καὶ λόγος ἀποδίδοται τῆς κινήσεως, δεικνύων αὐτὴν τοῦ κινοῦντος καὶ ποιοῦντος οὖσαν κυρίως ἐνέργειαν, καὶ ἀπ’ αὐτοῦ μὲν ἀρχομένην τε καὶ ἐνδιδομένην, ἐνστηριζομένην δὲ καὶ ἐμμένουσαν τῷ κινουμένῳ καὶ πάσχοντι. Ὁ δὲ λόγος τοιοῦτος· Κίνησίς ἐστιν ἐνέργεια τοῦ κινοῦντος ἐν τῷ κινουμένῳ. Καὶ γὰρ ἡ οἰκοδόμησις ἐνέργειά ἐστι τοῦ οἰκοδομοῦντος ἐν τῷ οἰκοδομουμένῳ· καὶ ἰάτρευσις ἐνέργεια τοῦ ἰατρεύοντος ἐν τῷ ἰατρευομένῳ.

Ἄλλο δέ ἐστιν οἰκοδόμησις καὶ ἰάτρευσις· καὶ ἄλλο τὸ ᾠκοδομῆσθαι καὶ ἰατρεῦσθαι. Ἡ μὲν γὰρ οἰκοδόμησις καὶ ἰάτρευσις ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχουσι· τουτέστιν, ἐν τῷ οἰκοδομεῖσθαι τὸ οἰκοδομούμενον· καὶ ἐν τῷ ἰατρεύεσθαι τὸ ἰατρευόμενον.

Τὸ δ’ ᾠκοδομῆσθαι καὶ ἰατρεῦσθαι ἐν τῷ γενέσθαι τὸ εἶναι λαμβάνουσι. Διὸ καὶ οἰκοδόμησις μὲν καὶ ἰάτρευσις κινήσεις εἰσί· τὸ δ’ ᾠκοδομῆσθαι καὶ ἰατρεῦσθαι κεκινῆσθαί ἐστιν. Αἱ ἄρα διαθέσεις αἱ ἀπὸ τῶν κινήσεων ἐγγινόμεναι κινήσεις οὐκ εἰσίν, ἀλλ’ ἀποτελέσματα τῶν κινήσεων. θ. Ἐπεὶ δὲ ἡ κίνησις ἐν τῷ κινουμένῳ ὑπὸ τοῦ κινοῦντός ἐστιν, ὡς μὲν ἐν τῷ κινουμένῳ οὖσα. παθητική τε καὶ ἀτελὴς ἐνέργεια λέγεται. Διόπερ καὶ τὸ κινούμενον ὅπερ ἐστὶ τὸ δυνάμει, πάσχει τε καθὸ δυνάμει, καὶ τὴν φύσιν ἐστὶν ἀτελές. Ὃ γὰρ λέγεται, οὔπω ἔστιν. Ὡς δ’ ὑπὸ τοῦ κινοῦντος ἐνέργεια λέγοιτ’ ἂν κυριώτερόν τε καὶ τελειότερον. Ἐπεὶ καὶ τὸ κινοῦν, ὅπερ ἐστὶ τὸ ἐνεργείᾳ, ἐνεργεῖν τε ἰσχύει καθὸ ἐνεργείᾳ, καὶ τὴν φύσιν ὑπάρχει τέλειον.

Ὃ γὰρ λέγεται, τοῦτο καὶ ἔστιν. Ἡ κίνησις ἄρα ἐνέργεια. ιʹ. Καὶ ὡς ποίησις καὶ ὡς πάθησις ἡ αὐτή. Ποίησις δὲ καὶ πάθησις τῷ λόγῳ μὲν διαφέρουσι· τῷ δ’ ὑποκειμένῳ ταυτὸ καὶ ἓν ἄμφω εἰσίν, ὡς δίδαξις καὶ μάθησις, καὶ ὡς ἀνάβασις καὶ κατάβασις· ἢ μᾶλλον καὶ τῷ ὑποκειμένῳ καὶ τῷ λόγῳ εἴη ἂν ἡ κίνησις μία καὶ αὐτή, ἐν τῷ κινουμένῳ οὖσα ὑπὸ τοῦ κινοῦντος· οὐδὲ γὰρ ὥσπερ ἡ ποίησις καὶ ἡ πάθησις μερίζονται, ἡ μὲν περὶ τὴν ἀπὸ τοῦ ποιοῦντος σχέσιν, ἡ δὲ περὶ τὴν ἀπὸ τοῦ πάσχοντος· οὕτω καὶ ἀπ’ αὐτῆς τὸ ὑπὸ τοῦδε καὶ τὸ ἐν τῷδε μεμέρισται· ἀλλ’ ἄμφω ταῦτα τὴν μίαν κίνησιν συμπληροῖ, τὸν λόγον αὐτῆς ἀπαρτίζοντα.

ιαʹ. Τάττουσι δὲ τὴν κίνησιν ὑπὸ τὸ ποσόν· ἐπεὶ δοκεῖ συνεχὴς διὰ τὸ μέγεθος ἐν ᾧ θεωρεῖται· καθὼς ὁ χρόνος διὰ τὴν κίνησιν. Καὶ ὑπὸ τὰ πρός τι δὲ ταύτην τιθέασιν, εἴγε ἡ κίνησις κινουμένου κίνησις, καὶ τὸ κινούμενον κινήσει κινούμενον. Ἴσως δ’ ἀόριστός τις οὖσα ἡ κίνησις, ἐν οὐδενὶ τῶν ὡρισμένων δέκα γενῶν καθ’ αὐτὴν συναχθήσεται. Τῶν γὰρ ὄντων καὶ ὡρισμένων ἢ κατὰ τὸ δυνάμει λεγομένων, ἢ κατὰ τὸ ἐνεργείᾳ, ἡ κίνησις ἐν οὐδετέρῳ τούτων τεθῆναι δύναται. Καὶ γὰρ τὸ δυνάμει μόνον ὂν οὔπω κινεῖται· καὶ τὸ ἐνεργείᾳ ὂν οὐκ ἔτι κινεῖται.

ιβʹ. Ἄλλο δέ ἐστι τὸ δυνάμει, καὶ ἄλλο ἡ δύναμις· καὶ ἄλλο τὸ ἐνεργείᾳ, καὶ ἄλλο ἡ ἐνέργεια. Τῷ μὲν οὖν δυνάμει τὸ ἐνεργείᾳ ἀντίκειται· τῇ δυνάμει δὲ ἡ ἐνέργεια. Καὶ ἡ δύναμις μὲν ἔστι παρασκευὴ τελεία τῆς οὐσίας, καὶ ἑτοιμότης ἀκώλυτος πρὸς τὸ ἐνεργεῖν, οἰστικὴ τῆς ἐνεργείας· ὡς λέγομεν, Τὸ πῦρ ἔχει δύναμιν καυστικήν. Δυνάμει δέ ἐστιν ἐπιτηδειότης ἀτελὴς πρὸς ὃ λέγεται δυνάμει, τὸ ἐνεργεῖν παρ’ ἄλλου δεχομένη, καὶ οὐκ ἀφ’ ἑαυτῆς προβάλλουσα· ὡς λέγομεν, Τὸ σπέρμα δυνάμει ζῶον. Ἐνεργείᾳ δέ ἐστιν, ὃ ἐνεργεῖν ἤδη δύναται κατ’ ἐκεῖνο ὃ λέγεται· ὡς, Ἀριστόξενος λέγεται μουσικός, ἐνεργείᾳ ὢν μουσικός· ἐπεὶ δύναται κατὰ τὴν μουσικὴν ἐνεργεῖν, καθὸ μουσικός. Ἐνέργεια δέ ἐστιν ἡ ἀπὸ τῆς δυνάμεως προβαλλομένη κίνησις ἐνεργός· ἐνεργὸς δέ ἐστιν, ἡ ἐν τῷ ἔργῳ· ἔργον δὲ ἤ τε ποίησις καὶ ἡ πρᾶξις. Ἡ ποίησις δὲ καὶ ἡ πρᾶξις ἐκ τοῦ ποιεῖν καὶ ἐκ τοῦ πράττειν· περὶ ὧν ἐν τῷ πρώτῳ βιβλίῳ κατὰ τὸ εἰκοστὸν καὶ τέταρτον κεφάλαιον προϋπέμνησται.

ιγʹ. Τούτων οὕτω διωρισμένων χρὴ γινώσκειν ὅτι λέγεται τὸ πρᾶγμα καὶ κατὰ τὴν δύναμιν δυνάμει, καὶ κατὰ τὴν ἐνέργειαν ἐνεργείᾳ. Διὸ καὶ τὸ δυνάμει διττόν, καὶ τὸ ἐνεργείᾳ διττόν. Λέγεται γὰρ δυνάμει καὶ τὸ κατ’ ἐπιτηδειότητα μόνην ἀτελῆ μήπω μηδαμῶς γενόμενον τοῦτο ὃ λέγεται· ὡς εἴπομεν, Τὸ σπέρμα δυνάμει ζῶον, καὶ ὡς λέγομεν, Τὸ παιδίον δυνάμει μουσικόν· ὅτι δύναται γενέσθαι τὸ μὲν σπέρμα ζῶον, τὸ παιδίον δὲ μουσικόν. Ἀλλὰ καὶ τὸ γενόμενον μὲν ἤδη καὶ τὴν ἕξιν τελείαν ἔχον, μὴ ἐνεργοῦν δὲ κατ’ αὐτήν, δυνάμει λέγεται καὶ αὐτό· ὡς δυνάμει μουσικὸν τὸν Ἀριστόξενον λέγομεν, ὅταν οὐ κιθαρίζῃ, ἀλλ’ ἢ καθεύδῃ ἢ ἄλλο τι ἐνεργῇ. Κατὰ τοῦτο τὸ σημαινόμενον καὶ τὸ πῦρ δυνάμει λέγομεν καυστικόν, ὅταν μὴ καίῃ. Τὸ μὲν οὖν πρῶτον δυνάμει λέγεται ἀτελές, τὸ δὲ δεύτερον τέλειον· καὶ τὸ μὲν πρῶτον κατ’ ἐπιτηδειότητα, τὸ δὲ δεύτερον τέλειον· καὶ τὸ μὲν πρῶτον κατ’ ἐπιτηδειότητα, τὸ δὲ δεύτερον καθ’ ἕξιν. Διττὸν δὲ καὶ τὸ ἐνεργείᾳ λέγεται τό τε δυνάμενον ἐνεργεῖν κατ’ ἐκεῖνο καθ’ ὃ καὶ λέγεται, μὴ μέντοι ἐνεργοῦν· ὅπερ ταυτόν ἐστι τῷ δευτέρῳ σημαινομένῳ τοῦ δυνάμει· καὶ τὸ κατὰ τὴν ἐνεργὸν κίνησιν θεωρούμενον· οἷον, ὅταν ὁ μὲν Ἀριστόξενος κιθαρίζῃ, καίῃ δὲ τὸ πῦρ πρακτικῶς.

ιδʹ. Τὸ τοίνυν δεύτερον δυνάμει μέσον ἐστὶ τῶν τε πάντη καὶ μόνως ὄντων δυνάμει, καὶ τῶν πάντη καὶ μόνως ὄντων ἐνεργείᾳ· ἅτε ἀμφοτέρων μετέχον, καὶ πρὸς ἑκάτερον ὑπάρχον τὸ ἕτερον· οἷον πρὸς μὲν τὸ πρῶτον δυνάμει ἐνεργείᾳ ὄν, πρὸς δὲ τὸ δεύτερον ἐνεργείᾳ δυνάμει. Τὸ πρῶτον οὖν δυνάμει τὸ ἀτελές, ὥσπερ εἴρηται, διὰ τῆς κινήσεως εἰς τὸ πρῶτον ἐνεργείᾳ προάγεται. Οὐ γὰρ ἐξ ἀνάγκης καὶ εἰς τὸ δεύτερον. Καὶ ὁπόταν τὸ οὕτως ὂν δυνάμει πρὸς τὸ ἐνεργείᾳ γενέσθαι χωρῇ, μὴ ἐξιστάμενον τοῦ δυνάμει εἰς τὸ παντελές, τότε λέγομεν κινεῖσθαι αὐτό.

ιεʹ. Κινεῖσθαι δὲ τὸ δυνάμει λέγοντες, οὐ τὴν ἐπιτηδειότητα κινεῖσθαί φαμεν, ἀλλὰ τὸ τὴν ἐπιτηδειότητα κεκτημένον, τουτέστι τὸ ἐπιτήδειον αὐτὸ καθὸ τοιοῦτόν ἐστιν ὅπερ πάλιν, ὅτε μὴ κινεῖται καθ’ ἣν πέφυκε κινεῖσθαι κίνησιν, τότε λέγομεν αὐτὸ κατ’ ἐκείνην τὴν κίνησιν ἠρεμεῖν· ἠρεμία γάρ ἐστιν ἀκινησία τοῦ πεφυκότος κινεῖσθαι ὅτε πέφυκε, καὶ οὗ πέφυκε, καὶ ὡς πέφυκεν. Ὅτε μὲν πέφυκεν, ἐπείπερ οὐκ ἂν τὸ ἀρτιγενὲς σκυλάκιον ἠρεμεῖν λέγοιτο κατὰ τὸ ὁρᾷν· πέφυκε μὲν γὰρ ὁρᾷν, ἀλλ’ οὐκ εὐθὺς τὸ τεχθέν· ὅπου δὲ πέφυκεν, ἐπείπερ τῆς ἐν ἀέρι κινήσεως, οὐκ ἂν οἱ ἰχθύες λέγοιντο ἠρεμεῖν. Οὐδὲ γὰρ ἡ φύσις αὐτοῖς δέδωκεν ἐν ἀερίοις εἶναι. Καθὰ δὲ πέφυκεν, ὅτιπερ οὐκ ἂν οἱ ὄφεις τῆς κατὰ βάδισιν κινήσεως λέγοιντο ἠρεμεῖν· ἑρπυστικοὶ γὰρ ἐκ φύσεως, καὶ οὐ βαδιστικοί.

Τὸ τοίνυν πεφυκὸς κινεῖσθαι καὶ μὴ κινούμενον ὁπότε πέφυκε, καὶ ἔνθα πέφυκε, καὶ ὡς πέφυκε τῆς κινήσεως ταύτης ἐστερημένον, λέγεται ἠρεμεῖν. Ἐντεῦθεν δῆλον ὡς ἐπεὶ τὸ Θεῖον παντάπασιν ἄϋλον, πάσης ἐπιτηδειότητος καὶ πάσης ἀτελείας ὑπερεξῄρηται, καὶ αὐτὸ ὑπάρχον καὶ αὐτοτέλειον· καὶ διὰ τοῦτο κινεῖ μέν, καὶ πρώτως καὶ κυρίως κινεῖ, ἀκίνητον δέ ἐστι κατὰ πᾶσαν μεταβολήν· οὐκ ἂν λέγοιτο καταλλήλως καὶ προσφυῶς ἠρεμεῖν. ᾯ γὰρ ἡ κίνησις ἔνεστι, τούτου ἡ ἀκινησία ἠρεμία ἐστίν. Ἐπὶ δὲ τοῦ Θεοῦ ἡ ἀκινησία οὐκ ἔστιν ἠρεμία, ἀλλὰ ταυτότης καὶ κατάστασις ἀεὶ ἀμετάβλητος.

ΚΕΦΑΛ. Εʹ. Ἔτι περὶ κινήσεως καὶ ἠρεμίας. αʹ. Ἐν τέσσαρσι κατηγορίαις θεωρεῖται ἡ κίνησις· ἐν οὐσίᾳ, γένεσις καὶ φθορά· ἐν ποσῷ, αὔξησις καὶ μείωσις· ἐν ποιῷ, ἀλλοίωσις· ἐν τῇ ποῦ κατηγορίᾳ, ἡ κατὰ τόπον μεταβολή, ἥτις καλεῖται φορά. Διαιρεῖται δ’ αὕτη εἰς τὴν ἐπ’ εὐθείας, καὶ εἰς τὴν κύκλῳ, καὶ εἰς τὴν ἐκ τούτων μικτήν. Κοινότης οὖν ἐστιν ἡ κίνησις, ὁμωνύμως κατηγορουμένη τῶν διαφόρων κινήσεων. Ὥσπερ γὰρ τὰ γένη ἐν οἷς ἡ κίνησις γενικώτατα ὄντα γένος οὐκ ἔχουσιν ἄλλο ἐπαναβεβηκός· οὕτω δὴ καὶ ἐν αὐτοῖς κινήσεις οὐκ ἔχουσι γένος περιλαμβάνον αὐτάς. Ὡμώνυμος δ’ οὖσα ἡ κίνησις, δι’ ὁμωνύμων ἔφθασε τοὺς αὐτῆς λόγους ἀπολαβεῖν ταῖς διαφόροις ἰδιότησιν αὐτῆς ἐφαρμόζοντας.

βʹ. Ὧν πρώτη καὶ κυριωτάτη ἐστὶν ἡ φορά. Κυριωτάτη μέν, ἐπειδὴ τῶν ἄλλων ἐναργεστέρα τυγχάνει· διὸ καὶ ἁπλῶς κινεῖσθαί φαμεν τὸ κατὰ τόπον κινούμενον. Ὃ δὲ κατὰ τόπον ἠρεμοῦν ἄλλην τινὰ κινεῖται κίνησιν, πῆ λέγομεν αὐτὸ κινεῖσθαι, κατ’ αὔξησιν τυχὸν ἢ μείωσιν ἢ ἀλλοίωσιν. Διὰ τοῦτο καὶ τὸ κατὰ τόπον ὑφ’ ἑαυτοῦ μεταβάλλον, ἤτοι τὸ ζῶον, ἰδίως ὀνομάζουσιν αὐτοκίνητον. Οὕτω μὲν οὖν κυριωτάτη τῶν ἄλλων κινήσεων ἡ κατὰ τόπον μαρτυρεῖται.

γʹ. Πρώτη δὲ προηγουμένως μέν, ὡς τελειοτέρα· τῶν γὰρ ζώντων, ἤτοι τῶν ἐμψύχων, τὰ μὲν ὅλως ἀκίνητα κατὰ ταύτην τὴν κίνησιν, οἷα τὰ φυτὰ καὶ τὰ προσπεφυκότα τῶν ζώων, ἃ καλοῦνται ζωόφυτα· τοῖς δὲ τελειουμένοις ὑπάρχει τὸ κατὰ τόπον κινεῖσθαι, ὡς τὰ λεγόμενα αὐτοκίνητα ζῶα, ἃ δὴ μόνα καὶ ἀδιορίστως ζῶα καλεῖν εἰώθαμεν. Εἰ τοίνυν τελειότερα μὲν τῶν φυτῶν τὰ ζωόφυτα, πλείους δυνάμεις ἔχοντα ψυχικάς· τούτων δὲ πάλιν τὰ ζῶα κατὰ τρόπον ὅμοιον ἐντελέστερα, τοῖς ζώοις δ’ αὖ τελειουμένοις ἡ κατὰ τόπον προσγίνεται κίνησις· αὕτη ἂν εἴη τελεωτέρα, καὶ διὰ τοῦτο καὶ τιμιωτέρα, καὶ πρώτη τῶν ἄλλων κινήσεων. Τὸ γὰρ τελεώτερον, ὅσῳπερ ἂν ᾖ τελεώτερον, τοσούτῳ γε τῶν ἀτελεστέρων καὶ ἐντιμότερον.

δʹ. Ἀλλ’ οὐδ’ ἐξαλλάσσει τὴν τοῦ κινουμένου κατάστασιν ἡ φορά· καθάπερ αἱ λοιπαὶ τῶν κινήσεων· οὔτε τὴν οὐσίαν, ὡς γένεσις καὶ φθορά· οὔτε τὸ ποσόν, ὡς αὔξησις καὶ μείωσις· οὔτε τὸ ποιόν, ὡς ἀλλοίωσις. Τὸ δὲ φυλάττον τὴν τοῦ κινουμένου κατάστασιν τῶν μὴ φυλαττόντων τιμιώτερον ἂν κριθείη, καὶ διὰ τοῦτ’ αὐτὸ πρότερον.

εʹ. Ἔτι δὲ καὶ φύσει προτέρα τῶν ἄλλων κινήσεων ἡ φορά. Τῆς μὲν γὰρ αὐξήσεως ἡ ἀλλοίωσίς ἐστι προτέρα κατὰ φύσιν ἐπεὶ τὸ φυσικῶς αὐξόμενον ὑπὸ τροφῆς αὔξεσθαι πέφυκεν· ἡ δὲ τροφὴ πρότερον μὲν ἔστιν οὐχ ὁμοία τῷ τρεφομένῳ, ἐξομοιοῦται δὲ τούτῳ δι’ ἀλλοιώσεως. Καὶ προσκρίνεται καὶ τρέφει καὶ αὔξει αὐτό, καὶ οὕτω προηγεῖται τῆς αὐξήσεως ἡ ἀλλοίωσις, ἀλλοιώσεως δὲ ἡ κατὰ τόπον μεταβολή· οἷον ἐπὶ τῶν ζώων ἡ τροφὴ τῷ στομάχῳ προσενεχθεῖσα τὴν πρώτην ἀλλοίωσιν ἀλλοιοῦται, χυλοποιηθεῖσα διὰ τοῦ ἐν αὐτῇ πεπτικοῦ, καὶ οὕτω γενομένη πρὸς τὸ ἧπαρ ἐξαιματοῦται, κἀντεῦθεν ἐξομοιοῦται τῷ τρεφομένῳ. Καὶ καθόλου δ’ εἰπεῖν, τοῦ ἀλλοιοῦντος καὶ τοῦ ἀλλοιουμένου, μενόντων κατὰ χώραν ἑαυτῶν, οὐκ ἂν ἀλλοίωσις γένοιτο. Δεῖ γοῦν κινήσεως τοπικῆς ἢ τοῦ ἀλλοιουμένου, ἢ τοῦ ἀλλοιοῦντος, ἢ καὶ ἀμφοτέρων, εἰ μέλλει γενέσθαι ἀλλοίωσις. Εἰ τοίνυν προτέρα μὲν τῆς φυσικῆς αὐξήσεως ἡ ἀλλοίωσις οὐ γὰρ δὴ καὶ τῆς μαθηματικῆς καθ’ ἣν αὔξεται τὸ τετράγωνον τῇ περιθέσει τοῦ γνώμονος, πάσης δ’ ἀλλοιώσεως προηγεῖταί τις κατὰ τόπον μεταβολή· προτέρα φύσει τῶν ἄλλων ἂν εἴη κινήσεων ἡ φορά.

Γένεσις γὰρ καὶ φθορὰ μὴ οὖσαι κυρίως κινήσεις, ἐν τοῖς ἑπομένοις δειχθήσονται. ϛʹ. Χρόνῳ δὲ προτερεύει μὴ μόνων τῶν ἄλλων φυσικῶν κινήσεων ἡ κατὰ τόπον, ἀλλὰ καὶ γενέσεως καὶ φθορᾶς. Φθορὰ μὲν γὰρ ἁπάσης μεταβολῆς ὑστεροχρονεῖ, μετάβασις ἐκ τοῦ ὄντος οὖσα πρὸς τὸ μὴ ὄν· γένεσις δὲ προτέρα μὲν ἐφ’ ἑκάστου τῶν γινομένων, τοῦ αὐτοῦ δηλαδὴ καὶ ἑνὸς σκοπουμένοις θεωρηθήσεται. Μετὰ γὰρ τὸ γενέσθαι τὸ πρᾶγμα καὶ κατ’ οὐσίαν ὑποστῆναι, τότε τὰς ἄλλας κινεῖται κινήσεις, καὶ τελευταίαν τὴν τοπικήν.

Ἐννοοῦσι δ’ ἡμῖν, ὡς ὁ πατὴρ πρεσβύτερος τοῦ υἱοῦ τέλειος ἄνθρωπος ὤν, καὶ τῆς κατὰ τόπον μὴ ἐστερημένος κινήσεως, καὶ πρὸ τοῦ γενέσθαι πατήρ, ὅλως τε τοῦ γενητοῦ παντὸς ὁ οὐρανὸς ἀρχαιότατος, τῷ δ’ οὐρανῷ συμφυὴς ἡ φορά, πάντως ἡ φορὰ προτέρα καὶ κατὰ χρόνον πάσης κινήσεως καὶ μεταβολῆς καὶ αὐτῆς δὴ τῆς γενέσεως εὑρεθήσεται.

Γενέσεως δὲ λέγω τῆς φυσικῆς ἥτις ἐστὶν ἡ ἐκ τοῦ δυνάμει ὄντος, ἐνεργείᾳ δὲ μὴ ὄντος, εἰς τὸ ἐνεργείᾳ εἶναι πρόοδος καὶ μετάβασις ἔγχρονος. Ἐπεί τοί γε καὶ ἄλλην γένεσιν οἶδεν ὁ λόγος, ὑπὲρ τὴν φυσικὴν οὖσαν τὴν ἐκ τοῦ μηδαμῆ μηδαμῶς ὄντος ὕπαρξιν τοῦ σύμπαντος καὶ πρώτην οὐσίωσιν.

Ὥσπερ γὰρ τὸ ποιητικὸν αἴτιον διττόν, τό τε προσεχὲς ὅπερ ἡ φύσις λέγεται εἶναι, καὶ τὸ πρώτως καὶ κυρίως αἴτιον, ὅπερ ἐστὶν ὁ νοῦς ὁ δημιουργός· οὕτω διττὴ ἡ γένεσις, ἡ μὲν ἐκ προϋφεστώσης ὕλης ἐπιτηδείου εἰς εἶδός τι προαγωγὴ μετὰ χρονικῆς παρατάσεως ταύτης δὲ τῆς γενέσεως ἀρχὴ καὶ αἰτία προσεχής, τὸ δ’ ἀληθέστερον, συναιτία ἡ φύσις ἐστίν· ἡ δ’ ἑτέρα γένεσις δημιουργία τοῦ πράγματος, καὶ τοῦ μηδ’ ὅλως ὄντος παραγωγὴ χωρὶς τῆς οἱασοῦν παρατάσεως. Ταύτης τῆς γενέσεως ἀρχὴ καὶ αἰτία μόνη ἐστὶν ἡ παντουργὸς σοφία καὶ δύναμις τοῦ Θεοῦ, ἡ καὶ τῆς ὕλης καὶ τῆς φύσεως καὶ τῶν ὄντων ἁπάντων ποιητική. Πῶς μὲν οὖν ἡ κατὰ τόπον μεταβολὴ πρώτη πασῶν τῶν κινήσεων καὶ αὐτῆς τῆς γενέσεως καὶ ποίας γενέσεως, εἴρηται.

ζʹ. Δῆλον δ’ ἐκ τῶν εἰρημένων, ὅτι καὶ ἡ κύκλῳ κίνησις πασῶν προτερεύει τῶν κατὰ τόπον κινήσεων, ὅτι καὶ τῷ πρώτῳ τῶν αἰσθητῶν κτισμάτων τῷ οὐρανῷ συμφυής. Τριῶν οὖν οὐσῶν κινήσεων τοπικῶν, τῆς ἐπ’ εὐθείας, τῆς κύκλῳ, καὶ τῆς ἐκ τούτων μικτῆς, τῆς μὲν μικτῆς οὐχ ἡ κύκλῳ μόνον, ἀλλὰ καὶ ἡ ἐπ’ εὐθείας ὡμολόγηται προτερεύειν ἐπεὶ τῶν συνθέτων φύσει πρότερα τὰ ἁπλᾶ· τῆς δ’ ἐπ’ εὐθείας πρώτη ἐστὶν ἡ κύκλῳ, διότι καὶ ἀρχαιοτέρα καὶ διότι μονιμωτέρα. Μόνη γὰρ αὕτη δύναται συνεχὴς εἶναι διόλου τῶν ἄλλων ἐξ ἀντικειμένων εἰς ἀντικείμενα γινομένων καὶ διακοπτουσῶν ἐξ ἀνάγκης τὸ συνεχές, μὴ μόνον τῶν τοπικῶν κινήσεων τῶν παρὰ τὴν κύκλῳ, ἀλλὰ καὶ τῶν ἑτέρων μεταβολῶν· ἡ μὲν γὰρ γένεσις ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν γίνεται, ἡ δὲ φθορὰ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὄν· ἡ αὔξησις ἐκ τοῦ μικροῦ εἰς τὸ μέγα· καὶ ἡ φθίσις, εἴτουν ἡ μείωσις, ἐκ τοῦ μείζονος εἰς τὸ ἔλαττον· ἡ ἀλλοίωσις ἐκ τῶν ἐναντίων παθῶν εἰς τἀναντία· καὶ ἡ ἐπ’ εὐθείας φορὰ ἐκ τῶν ἐναντίων τόπων εἰς τοὺς ἐναντίους· ἐκ τοῦ ἄνω εἰς τὸ κάτω· ἐκ τοῦ ἔμπροσθεν εἰς τοὔπισθεν· ἐκ τῶν δεξιῶν εἰς τὰ ἀριστερά, καὶ ἀνάπαλιν. Ἐπεὶ γοῦν αἱ λοιπαὶ πᾶσαι κινήσεις ἐξ ἀντικειμένων εἰς ἀντικείμενα γίνονται, διαφόρους ἀρχὰς ἔχουσαι καὶ τέλη διάφορα. συνεχεῖς οὐκ ἂν εἶεν διόλου.

Συνεχὴς γὰρ διόλου κίνησίς ἐστιν ἡ γινομένη πάντοτε ἡ αὐτή, καὶ πέρας ἀναγκαῖον μὴ ἔχουσα. Ἡ δὲ μὴ γινομένη πάντοτε ἡ αὐτή, καὶ διὰ τοῦτο καταντῶσα πρὸς πέρατα, ἀνάγκην ἔχει κατὰ τὰ πέρατα ἠρεμεῖν.

Ἠρεμήσει τοίνυν ἐν τῷ ἀντικειμένῳ τὸ κινούμενον, καὶ οὕτως εἰς τὸ ἀντικείμενον ἐλεύσεται, κἀντεῦθεν ἡ τῆς κινήσεως συνέχεια διακοπήσεται. Τὸ δὲ κύκλῳ φερόμενον οὐχ ἕξει ἀνάγκην ἠρεμῆσαι, τὴν αὐτὴν ὁδὸν συνεῖρον ἀεὶ καὶ φερόμενον ἐπὶ ταυτά.

ηʹ. Ἄλλο δέ ἐστιν ἠρεμία, καὶ ἄλλο πέρας κινήσεως καὶ ἀρχή. Ἡ μὲν γὰρ ἠρεμία ἀπουσία τυγχάνει κινήσεως, ἐν παρατάσει θεωρουμένη τινί, διὰ τοῦτο καὶ διαιρετὴ καθάπερ ἡ κίνησις. Τὸ δὲ πέρας καὶ ἡ ἀρχὴ τῆς κινήσεως ἐν τῇ κινήσει εἰσὶ μηδεμιᾶς μετέχοντα παρατάσεως· ὅθεν καὶ ἀδιαίρετα.

Διὸ καὶ τὸ ἠρεμεῖν ἐν χρονικῇ παρατάσει ἐστὶ κατὰ τὴν ἠρεμίαν ὄν, ὥσπερ κατὰ τὴν κίνησιν τὸ κινεῖσθαι, τὸ ἵστασθαι, καὶ τὸ ἠρεμίζεσθαι. Κινεῖσθαι γάρ ἐστι καὶ τὸ ἵστασθαι καὶ τὸ ἠρεμίζεσθαι. Τὸ μὲν γάρ ἐστιν ἐπὶ στάσιν ὁδεύειν, τὸ δ’ ἐπ’ ἠρεμίαν.

Διὸ πάντα ταῦτα παράτασιν χρονικὴν ὑπομένουσιν, ὥσπερ καὶ τὸ γίνεσθαι καὶ τὸ φθείρεσθαι, καὶ τὸ ζῇν καὶ τὸ θνήσκειν, καὶ ὅσα τούτοις παρόμοια. Τὸ δὲ κεκινῆσθαι, καὶ τὸ ἐστάναι, καὶ τὸ ἠρεμηκέναι, τὸ γενέσθαιτε καὶ ἐφθάρθαι, καὶ ζῆσαι καὶ θανεῖν, καὶ τὰ τοιαῦτα οὐδεμίαν καρτεροῦσι παράτασιν· οὐ γὰρ ἐν χρόνῳ ἀποτελοῦνται, ἀλλ’ ἐν πέρατι χρόνου πέρατα κινήσεων ὄντα καὶ καταντήματα, καὶ διὰ τοῦτο τὸ σύνολον ἀμερῆ.

θʹ. Διὸ καὶ ὁ χρόνος ἐν ᾧ τὴν ὁποιανοῦν μεταβολὴν τὸ πρᾶγμα μετέβαλε, μετὰ τοῦ ἐν ᾧ μεταβέβληκεν, οὐκ ἔστι μείζων τοῦ ἐν ᾧ μετέβαλε μόνου· διότι οὐκ ἐν χρόνῳ μεταβέβληκεν, ἀλλ’ ἐν τῷ πέρατι τοῦ ἐν ᾧ μετέβαλε χρόνου. Τὸ δὲ πέρας ἄποσον ὄν. οὔτε προστιθέμενον αὔξει, οὔτ’ αὖ μειοῖ ἀφαιρούμενον.

Καθάπερ οὖν τῆς γραμμῆς τὸ πέρας καὶ ἡ ἀρχὴ σημεῖά ἐστιν ἀμεγέθη καὶ ἄτομα· τὸν αὐτὸν τρόπον καὶ τῆς κινήσεως ἀρχὴ πᾶσα καὶ ἄπαν πέρας ἀμερῆ τινα καὶ ἀδιαίρετά εἰσι. Καλοῦνται δὲ ταῦτα κινήματα. Καὶ ὥσπερ ἡ γραμμὴ τέμνεται κατὰ τὰ σημεῖα, καὶ τὸ σημεῖον οὐκ ἀφαιρεῖταί τι τῆς γραμμῆς· οὕτω καὶ ἡ κίνησις διαιρεῖται κατὰ τὰ κινήματα, καὶ τῆς κινήσεως οὐδὲν ἀπολαμβάνει τὸ κίνημα.

ιʹ. Καὶ ὥσπερ οὐκ ἔστιν εὑρεῖν ἄπειρον εὐθεῖαν γραμμὴν μείζων γὰρ ἁπάσης εὐθείας ἡ τῆς πρώτης σφαίρας διάμετρος, ἥτις ἐναργῶς πεπέρασται· οὕτως οὐδ’ ἐπ’ εὐθείας κίνησις οὐδεμία ἐστὶν ἄπειρος. Τὸ γὰρ ἐπ’ εὐθείας κινούμενον εἴπερ ἀνακάμπτει, δύο κινήσεις ποιεῖ, ἐφεξῆς μέν, οὐ μὴν συνεχεῖς ἀλλήλαις. Ἐφεξῆς δέ εἰσιν, ὧν οὐκ ἔστι τι συγγενὲς μεταξύ· ὡς ἐφεξῆς οἰκίας λέγομεν, ὧν μεταξὺ οὐκ ἔστιν ἑτέρα οἰκία. Καὶ κινήσεις οὖν ἐφεξῆς, ὧν ἐστί τις ὁμοειδὴς κίνησις μεταξύ. Συνεχῆ δ’ ἀλλήλοις ἐστίν, ὧν θατέρου τὸ πέρας ἀρχὴ γίνεται τοῦ λοιποῦ. Καὶ συνεχεῖς οὖν ἀλλήλαις κινήσεις, ὧν τὰ πέρατα ἕν, αὐτῶν τε οὐσῶν ὁμοειδῶν καὶ τοῦ κινουμένου τυγχάνοντος τοῦ αὐτοῦ καὶ ἐνός.

Αἱ μὲν οὖν συνεχεῖς ἀλλήλαις κινήσεις πάντως καὶ ἐφεξῆς· οὐ μὴν δὲ καὶ αἱ ἐφεξῆς ἤδη καὶ συνεχεῖς ἀλλήλαις. Τὸ γοῦν ἐπ’ εὐθείας κινούμενον, εἴπερ ἀνακάμπτει, ποιεῖ μὲν ἐφεξῆς τὰς κινήσεις, οὐ μὴν δὲ καὶ συνεχεῖς. Μεταξὺ γὰρ τῶν τοιούτων κινήσεων ἠρεμία τίς ἐστι, διακόπτουσα τὴν συνέχειαν.

Περατοῦται γὰρ ἡ πρώτη κίνησις, καὶ ὡς ἀπ’ ἄλλης ἀρχῆς ἡ ἑτέρα ἐπιτελεῖται. Μέσον δὲ τοῦ πέρατος τῆς πρώτης καὶ τῆς ἀρχῆς τῆς δευτέρας ἡ ἠρεμία γινώσκεται. Δύο γὰρ πεπερασμέναι κινήσεις ἐπ’ εὐθείας ἀλλήλων οὐχ ἅπτονται καθ’ ἓν κίνημα· καθάπερ εὐθεῖαι δύο πεπερασμέναι δύνανται καθ’ ἓν σημεῖον ἀλλήλαις συνάπτεσθαι. Δηλοποιοῦσι τὸ λεγόμενον τὰ τῶν σχημάτων εὐθύγραμμα.

Τῶν μὲν γὰρ διαφόρων εὐθειῶν τὰ πέρατα ἁρμόζει διὰ τὸ ὑπομένειν αὐτάς, τῶν δὲ διαφόρων ἐπ’ εὐθείας κινήσεων οὐδόλως ἐφαρμόζει τὰ πέρατα, διὰ τὸ ἐν ἀστάτῳ ῥοῇ χρονικῇ γίνεσθαι τὰς κινήσεις· κἀντεῦθεν δῆλόν ἐστι μὴ δύνασθαι τὸ αὐτὸ καὶ ἓν κίνημα πέρας εἶναι τῆς πρώτης κινήσεως καὶ τῆς δευτέρας ἀρχήν, λαμβανόμενον δίς, καθάπερ ἐπὶ τῶν εὐθειῶν ἡ στιγμή. Διαῤῥέει γὰρ ὁ χρόνος μεταξὺ καὶ διιστᾷ τὰ κινήματα. Ἡ δὲ τῶν κινημάτων διάστασις ἠρεμίαν γεννᾷ. Τῆς γὰρ ἐπὶ τὸ ἄνω φορᾶς τοῦ λίθου τὸ τέρμα διίσταται τῆς ἀρχῆς τῆς ἐπὶ τὸ κάτω φορᾶς, τῷ ὀξυκινήτῳ τῆς τοῦ χρόνου ῥοῆς· ὅθεν καὶ ἠρεμία τις νοεῖται μεταξὺ τῶν δύο τοῦ λίθου φορῶν. Διὰ ταῦτα τοίνυν οὐκ ἔστιν ἐπ’ εὐθείας ἐννοῆσαι κίνησιν ἄπειρον. Ἐπὶ δὲ τοῦ κύκλου συνδραμόντων ἀλλήλοις τῆς ἀρχῆς καὶ τοῦ πέρατος, καὶ ἡ κύκλῳ κίνησις ἄπειρος· εἴτουν ἀπεράτωτος δύναται γίνεσθαι, πασῶν τῶν περιφορῶν καθ’ ἓν κίνημα συναπτομένων καὶ συνεχιζομένων ἀλλήλαις, καὶ ὡς μιᾶς περιφορᾶς τελουμένων τῶν ὄλων μέχρις ἂν τὸ τελευταῖον καταλάβοιεν πέρας, τὸ ὡρισμένον αὐταῖς ὑπὸ τοῦ τὴν πρώτην δόντος ἀρχήν. Διά τε γοῦν τὴν τοιαύτην συνέχειαν ἡ κυκλοφορία τελεωτέρα ἐστί, καὶ πρώτη τῆς ἐπ’ εὐθείας κινήσεως.

ιαʹ. Καὶ ὅτι μόνῃ πέφυκεν ὁμαλής. Τὰ γὰρ ἐπ’ εὐθείας εἴτε κατὰ φύσιν εἴτε παρὰ φύσιν κινούμενα, ἀνωμάλως ἀπὸ τῆς ἀρχῆς φέρεται πρὸς τὸ τέλος. Τὰ μὲν γὰρ παρὰ φύσιν φερόμενα, ὅσα μὲν ἕλκονται βραδύτερον φέρονται τὴν ἀρχήν, θᾶττον δὲ τῷ ἕλκοντι πλησιάζοντα, διὰ τὸ μᾶλλον ἐπικρατεῖν τότε τὴν τοῦ ἕλκοντος δύναμιν. Ὅσα δὲ ῥιπτοῦνται θᾶττον μὲν κινοῦνται πρὸς τῇ ἀρχῇ· ἀφιστάμενα δέ γε, βραδύτερον, ἐκλυομένης δῆτα τῆς ἀπὸ τοῦ ῥίψαντος ἐνδοθείσης δυνάμεως. Οὕτω τοι κα ἡ ζωϊκὴ κίνησις εἶναι μὲν ταχεῖα δύναται καταρχάς· προϊοῦσα δέ, τοῦ τάχους ὑφίησι. Κἂν γὰρ αὐτοκίνητα λέγοιντο τὰ ζῶα, διὰ τὸ ἐν ἑαυτοῖς ἔχειν τὰ τῆς τοπικῆς κινήσεως αἴτια τὰς ψυχάς· ἀλλ’ οὖν παρὰ φύσιν ἡ κίνησις τῶν σωμάτων γίνεται ὡς ἑτεροκινήτων, ὠθουμένων βιαίως· καθάπερ ὑπὸ μοχλῶν ὑπὸ τῶν ὡς ὀργάνοις χρωμένων τούτοις ψυχῶν· διὸ κάμνει καὶ ἀναπαύσεως δεῖται μὴ κινούμενα κατὰ φύσιν. Ἡ γὰρ κατὰ φύσιν αὐτοῖς κίνησις ἐπὶ τὰ κάτω ἐστίν, ὥσπερ καὶ παντὶ σώματι βάρος ἔχοντι. Τὰ δὲ κατὰ φύσιν πάλιν κινούμενα θᾶττον κινεῖται τοῖς τόποις αὐτῶν πλησιάζοντα, τῆς οἰκείας ὁλότητος ἐφιέμενα, καὶ ἀπ’ αὐτῆς δυναμούμενα, καὶ οἱονεὶ μᾶλλον εἰδοποιούμενα.

Ὥστε τὸ ἐπ’ εὐθείας κινούμενον εἴτε κατὰ φύσιν, εἴτε παρὰ φύσιν, ἀνώμαλον ποιεῖται τὴν κίνησιν· μόνον δὲ τὸ κύκλῳ φερόμενον ὁμαλῶς δύναται φέρεσθαι τῷ ἀεὶ ἴσον ἀφεστάναι τῆς ἀρχῆς καὶ τοῦ πέρατος, ὅπερ ἐστὶ τὸ κέντρον, καὶ μήτ’ ἀπ’ αὐτοῦ μήτε πρὸς αὐτὸ φέρεσθαι, ἀλλὰ περὶ αὐτό. Διὸ περὶ τὸ αὐτὸ στρεφόμενον, καὶ τὸ ἴσον ἀπέχον ἀεί, ὁμοίως κινεῖται.

Ἀρχὴ δὲ καὶ πέρας καὶ μέσον κύκλου τε καὶ σφαίρας, τὸ κέντρον ἐστίν· ἀρχὴ μέν, ὅτι κατὰ τὴν ἀπὸ τοῦ κέντρου ἴσην ἀπόστασιν ὅ τε κύκλος ὑφίσταται καὶ ἡ σφαῖρα· πέρας, ὅτι πᾶσαι αἱ ἀπὸ τῆς περιφερείας γραμμαὶ εἰς αὐτὸ περατοῦνται μέσον, ὅτε πανταχόθεν ἴσον ἀπὸ τῆς περιφερείας διέστηκεν.

Οὕτω γοῦν καὶ κατὰ τὸ ὁμαλὲς τιμιωτέρα ἐστὶ καὶ πρώτη τῆς ἐπ’ εὐθείας κινήσεως ἡ κυκλοτερής. ιβʹ. Ἔστι δὲ καὶ ἀσύμβλητος τῇ ἐπ’ εὐθείας. Συμβάλλειν δὲ λέγεται τὸ παραβάλλειν καὶ συγκρίνειν, καὶ ὅλως συνεξετάζειν. Οὐκ ἔστι γοῦν ἡ κύκλῳ κίνησις τῇ ἐπ’ εὐθείας συμβλητὴ κατὰ τὸ θᾶττον καὶ τὸ ἴσον ἢ τὸ βραδύτερον, ὅτι μηδὲ τῇ εὐθείᾳ γραμμῇ συμβάλλεται ἡ περιφερής. Οὐ γάρ ἐστι κοινὸν μέτρον αὐτῶν. Ὅθεν οὐδ’ ἔστιν εὐθεῖαν γραμμὴν ἴσην περιφερεῖ εἰδέναι. Συμβληταὶ δὲ κινήσεις εἰσὶν αἱ ἀριθμῷ διαφέρουσαι, ὁμογενεῖς τε καὶ ὁμοειδεῖς.

Ἐπεὶ γὰρ τὰ διαφέροντα ἢ γένει διαφέρει, ἢ εἴδει, ἢ ἀριθμῷ, καθ’ ἣν διαφορὰν τὰ κινούμενα διαφέρει ἀλλήλων καθὸ κινούμενα· κατὰ ταύτην διαφέρουσι καὶ αἱ κινήσεις. Εἰ μὲν γὰρ κατὰ γένος ἡ τῶν κινουμένων διαφορὰ εἴη, καὶ αἱ κινήσεις διαφέροιεν ἂν κατὰ γένος· οἷον εἰ τὸ μὲν αὔξεται, τὸ δὲ λευκαίνεται, καὶ ἡ αὔξησις γένει διοίσει τῆς λευκάνσεως.

Καὶ γὰρ ἡ μὲν κατὰ τὸ ποσόν, ἡ δὲ κατὰ τὸ ποιόν, ἄπερ ἐστὶ διάφορα γένη τοῦ ὄντος. Εἰ δὲ εἴδει διαφέρει τὰ κινούμενα, εἴδει καὶ αἱ κινήσεις διοίσοιεν· ὡς ἡ λεύκανσις τῆς μελάνσεως, καὶ ἡ ἐπ’ εὐθείας φορὰ τῆς περιφορᾶς. Εἰ δ’ ἀριθμῷ μόνῳ τοῖς κινουμένοις ἡ διαφορά, μόνῳ καὶ αἱ κινήσεις ἀριθμῷ διαφέροιεν, αἲ δὴ καὶ ἀλλήλαις ἔσονται συμβληταί· οἷον ἡ ἀνθρωπεία γένεσις τῇ ἀνθρωπείᾳ γενέσει, καὶ οὐ τῇ ἱππείᾳ· καὶ γὰρ οὐχ ὁμοειδεῖς· καὶ ἡ αὔξησις ὡσαύτως τῇ ὁμοειδεῖ αὐξήσει· καὶ ἐπὶ τῆς ἀλλοιώσεως τὸν αὐτὸν τρόπον· οἷον ἡ λεύκανσις τῇ λευκάνσει, καὶ ἡ μέλανσις τῇ μελάνσει, καὶ ἐπὶ τῆς τοπικῆς κινήσεως ἡ ἐπ’ εὐθείας τῇ ἐπ’ εὐθείας, καὶ ἡ κυκλοτερὴς τῇ κυκλοτερεῖ· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.

ιγʹ. Διαφέρει δὲ οὐδὲν εἰς τὸ συμβλητὰς εἶναι τὰς κινήσεις ἡ τῶν ὀργάνων ἑτεροιότης, δι’ ὧν καὶ αἱ κινήσεις· οἷον, εἰ τῷ μὲν πόδες εἶεν, τῷ δὲ πτέρυγες τὰ ὄργανα τῆς κινήσεως. Ἄλλως μὲν γὰρ διαφέρει βάδισις πτήσεως, ἤγουν κατὰ τὸν ποιὸν σχηματισμόν· κατὰ δὲ τὸ τοπικὸν εἶδος οὐ διαφέρει. Διὸ καὶ συμβληταί, μόνον εἰ ἐπ’ εὐθείας, ἢ ἐπὶ κεκλασμένης καὶ ἄμφω τελοῖντο. Πᾶσαι δὲ αἱ ἐπ’ εὐθείας κινήσεις ἀλλήλαις ἔσονται συμβληταί, μηδόλως ἐμποδιζόμεναι τῷ διαφόρῳ τῶν σχέσεων· ἐπείπερ ἓν τὸ ὑποκείμενον ἔχουσι τὴν εὐθεῖαν, καὶ ὁμοειδεῖς διὰ τοῦτό εἰσι μόνῳ τῷ ἀριθμῷ διαφέρουσαι.

ιδʹ. Ἐκάστη δὲ πασῶν τῶν κινήσεων καὶ ἠρεμίαν ἀντικειμένην ἔχει καὶ κίνησιν· οὐκ ἔστι δὲ στάσις ἡ ἠρεμία. Καὶ γὰρ ἐνέργειά τις καὶ ἡ στάσις, καὶ εἶδος τῇ κινήσει σύστοιχον, ὡς λέγομεν στάσιν ἔχειν ἐν τῷ μέσῳ τὴν γῆν. Ἐνέργεια γὰρ τῆς γῆς τὸ ἐν μέσῳ ἑστηκυῖαν εἶναι αὐτήν· ὥσπερ τοῦ οὐρανοῦ τὸ κινεῖσθαι περὶ τὸ μέσον. Ἡ δ’ ἠρεμία οὐκ ἔστιν ἐνέργεια, μόνον δ’ ἀπουσία κινήσεως. Τῇ μὲν οὖν κατὰ τόπον κινήσει κατὰ τόπον ἠρεμία ἀντίκειται· καὶ τῇ κατ’ ἀλλοίωσιν κατ’ ἀλλοίωσιν· καὶ ἁπλῶς εἰπεῖν μιᾷ ἐκάστῃ κινήσει τῷ ἀριθμῷ καὶ ἡ πρὸ τῆς τοιαύτης κινήσεως ἠρεμία, καὶ ἡ μετὰ τὴν τοιαύτην κίνησιν ἀντιμάχεται· μάλιστα μὲν οὖν ἡ πρὸ τῆς κινήσεως. Ὃ γὰρ ἡ κίνησις φεύγει καὶ οὗτινος ἐκστῆναι σπεύδει, τοῦτο μᾶλλον ἐναντίον αὐτῇ.

Πρὸς ὃ δ’ ἄπεισι καὶ ὅπερ ἐπείγεται καταλήψεσθαι, τοῦτο πῶς οἰκεῖον αὐτῇ; Κινήσεις δ’ ἐναντίαι εἰσὶν ἢ μᾶλλον μεταβολαὶ γένεσις καὶ φθορά, αὔξησις καὶ μείωσις· ἐπὶ δὲ τῆς ἀλλοιώσεως, θέρμανσις καὶ ψύξις, λεύκανσίς τε καὶ μέλανσις, καὶ ἄλλαι συζυγίαι διάφοροι. Ἐπὶ δὲ τῆς κατὰ τόκον μεταβολῆς ἡ ἄνω καὶ ἡ κάτω, ὡς ἐν μήκει· ἡ εἰς τὰ δεξιὰ καὶ ἡ εἰς τὰ ἀριστερά, ὡς ἐν πλάτει· ἡ εἰς τοὔμπροσθεν καὶ ἡ εἰς τοὔπισθεν, ὡς ἐν βάθει.

ιεʹ. Τῶν τοιούτων δὲ τοπικῶν κινήσεων ἐπ’ εὐθείας οὐσῶν ἡ ἄνω καὶ ἡ κάτω μόναι κυρίως ἁπλαῖ· πασῶν γὰρ τῶν κατὰ τόπον μεταβολῶν τρεῖς αἱ κυρίως ἁπλαῖ· ἡ περὶ τὸ τοῦ παντὸς μέσον, ἥτις ἐστὶν ἡ κύκλῳ· ἡ ἀπὸ τοῦ μέσου, ἥτις ἐστὶν ἡ ἄνω· καὶ ἡ ἐπὶ τὸ μέσον, ἥτις ἡ κάτω. Μόναι δ’ αὗται κυρίως ἁπλαῖ, διότι ταύταις μόναις κινοῦνται φυσικῶς τὰ δοκοῦντα τῶν σωμάτων ἁπλᾶ. Πᾶσα δ’ ἁπλῆ κίνησις ἁπλοῦ τινός ἐστι σώματος κατὰ φύσιν, καὶ παντὸς ἁπλοῦ σώματος ἡ φυσικὴ κίνησις ἁπλῆ τίς ἐστι.

ιϛʹ. Ταῖς μὲν οὖν ἐπ’ εὐθείας φοραῖς ἐναντίωσις, ὡς εἴρηται, πρόσεστι· τῇ κύκλῳ δὲ κινήσει κίνησιν οὐδεμίαν ἐναντίαν εἶναί φασι. Καὶ ὅτι μὲν οὐκ ἐναντιοῦνται ἀλλήλαις ἡ ἐξ ἀνατολῆς εἰς δυσμάς, καὶ ἡ ἐκ δυσμῶν εἰς ἀνατολάς, ἔγνωσται. Καὶ γὰρ αἱ τῶν πλανητῶν σφαῖραι, κατ’ ἄμφω ταύτας τὰς περιφορὰς περιφέρονται· τὴν μὲν κατὰ φύσιν τὴν ἐκ δυσμῶν εἰς ἀνατολάς· τὴν δὲ βιαίως καὶ ὑπὲρ φύσιν, ὡς ἰσχυροτέρᾳ καὶ κρείττονι τῇ ἀπλανεῖ συμπεριαγόμενοι πρὸς δυσμὰς ἐξ ἀνατολῶν. Ἐναντίαι οὖν αἱ εἰρημέναι οὖσαι περιφοραί, πῶς ἂν συνεῖεν ἀλλήλαις ἐν τῷ αὐτῷ χρόνῳ καθ’ ἓν ὑποκείμενον; Ὅτι δὲ μηδ’ ἐπ’ εὐθείας κίνησις ἐναντιοῦται κινήσει περιφερεῖ, τοιουτοτρόπως κατασκευάζουσιν. Αἱ ἐπ’ εὐθείας κινήσεις ἐναντίαι ἀλλήλαις εἰσίν. Ἒν δ’ ἐναντίον ἑνί· καὶ διὰ τοῦτο οὐδεμία τῶν ἐπ’ εὐθείας φορῶν ἐναντιοῦται τῇ κύκλῳ, ἵνα μὴ πλείω ἐναντία ἀντιταχθεῖεν ἑνί.

ιζʹ. Μήποτε δ’ οὐκ ἔστιν ἀνεπίληπτος ἡ τοιαύτη κατασκευή, ὥς τινες ἐφιστῶσιν. Οὐ γὰρ ἀδύνατον τὰς ἐπ’ εὐθείας κινήσεις τῇ κύκλῳ τε καὶ ἀλλήλαις ἐναντιοῦσθαι κατ’ ἄλλο καὶ ἄλλο, καὶ οὕτω πάλιν ἓν ἐναντίον ἑνὶ κατὰ λόγον εὑρίσκεσθαι. Καθὸ μὲν γὰρ ἡ μὲν ἄνω τῶν ἐπ’ εὐθείας κινήσεων τῶν ἁπλῶν, ἡ δὲ κάτω, μάχονται πρὸς ἀλλήλας κατὰ τὴν τῶν τόπων ἐναντιότητα. Καθὸ δ’ αἱ μὲν ἐπ’ εὐθείας ἀπ’ ἄλλων σημείων ἄρχονται, καὶ εἰς ἕτερα καταλήγουσιν· ἡ δὲ κύκλῳ κίνησις ἀπὸ τοῦ αὐτοῦ ἄρχεται καὶ εἰς τὸ αὐτὸ καταντᾷ· καὶ καθὸ πάλιν αἱ μὲν ἐπ’ εὐθείας ἄκλαστοι κατὰ πᾶν εἰσι μόριον, ἡ κύκλῳ δὲ μηδὲ τὸ τυχὸν ἔχει μόριον ἄκλαστον· ἔτι δὲ καθὸ τὰς μὲν ἐπ’ εὐθείας δὶς ἐπὶ τῶν αὐτῶν ἄνευ ἠρεμίας γενέσθαι ἀδύνατον, ἡ δὲ κύκλῳ τὴν αὐτὴν ἄνευ ἠρεμίας μυριάκις περίεισι· καὶ ὅτι τῶν μὲν ἐπ’ εὐθείας οὐδεμία ἐστὶν ὁμαλής, τῇ κύκλῳ δὲ δυνατὸν ἀεὶ τυγχάνει τὸ ὁμαλές· κατὰ ταῦτα δὴ τὰ ἰδιώματα τῶν κινήσεων, οὐ μὴν κατὰ τὴν τῶν τόπων ἐναντιότητα, τῇ κύκλῳ πρὸς τὰς ἐπ’ εὐθείας ἐναντίωσις εὐρεθήσεται τῶν ὅλων εὐθειῶν κινήσεων, ὡς μιᾶς λαμβανομένων πρὸς τὴν ἀντίθεσιν τῆς περιφεροῦς.

Τοιοῦτος δὲ τρόπος ἀντιθέσεων καὶ ἐπ’ ἄλλων πραγμάτων εὑρίσκεται. Τὸ γὰρ ἴσον καὶ τὸ μέτριον ἀντίκειται τῷ ὑπερέχοντι καὶ τῷ ὑπερεχομένῳ, τῷ μείζονι λέγω καὶ τῷ ἐλάττονι. Πάλιν δ’ ἀλλήλοις ἀντίκεινται τὸ μεῖζόν τε καὶ τὸ ἔλαττον. Οὕτω δὴ καὶ αἱ ἀρεταὶ συμμετρίαι οὖσαι, ταῖς ἀσυμμετρίαις ἐναντιοῦνται, ταῖς ὑπερβολαῖς δηλονότι καὶ ταῖς ἐλλείψεσιν· ὑπερβολαὶ δὲ καὶ ἐλλείψεις ἀλλήλαις μάχονται, καὶ κινήσεις κινήσεσί τε καὶ ἠρεμίαις ἀντιθετοῦνται, καὶ ἠρεμίαι πάλιν ἀλλήλαις αἱ ἐν τοῖς ἐναντίοις τόποις καὶ ταῖς ἐναντίαις ποιότησιν ἢ ποσότησιν· οἷον ἡ ἐν τῷ ἄνω ἠρεμία τῇ ἐν τῷ κάτω· καὶ ἡ ἐν τῷ λευκῷ τῇ ἐν τῷ μέλανι· καὶ ἁπλῶς αἱ πρὸ τῶν τοιῶνδε κινήσεων ταῖς μετὰ τὰς τοιάσδε κινήσεις. Ἄλλως δὲ τῇ ἠρεμίᾳ ἡ κίνησις, καὶ ἄλλως τῇ κινήσει ἀντίκειται. Τῇ μὲν γὰρ κινήσει, ὡς ἐναντίῳ εἴδει, τῇ δ’ ἠρεμίᾳ, ὡς ἀποπτώσει τοῦ εἴδους.

Ὡς ἄκρα δὲ πάλιν αἱ ἠρεμίαι ἀλλήλαις ἀνθίστανται. Τὸ μὲν οὖν ἐναντίωσιν ἔχειν καὶ τὴν κυκλοφορίαν, ὅπως καὶ τίνα τρόπον, εἴρηται. ιηʹ. Τοῖς δὲ πάσης ἐναντιότητος ταύτην ὑπερεξαιροῦσι σκοπός ἐστι τὸν οὐρανὸν ἐντεῦθεν δεῖξαι δῆ ἐν ἀγέννητον, ὅθεν καὶ ἄφθαρτον. Εἰ γὰρ τῶν ἐναντίων, φασίν, ἐναντίαι καὶ αἱ φοραί, οὗ τῇ φορᾷ μὴ ἔστιν ἐναντία φορά, οὐδ’ αὐτὸ ἔχει τι ἐναντίον. Εἰ τοίνυν τῇ οὐρανίῳ φορᾷ μὴ ἔστι τις ἐναντία φορά, οὐδὲ τῷ οὐρανῷ ἐστί τι ἐναντίον. Τὸ γινόμενον δὲ καὶ φθειρόμενον, ἐξ ἐναντίου γίνεται καὶ εἰς ἐναντίον φθείρεται. Τὸ οὐράνιον ἄρα σῶμα, μὴ ἔχον ἐναντίον ἐξ οὗ γένοιτ’ ἄν, καὶ εἰς ὃ πάλιν φθαρείη, ἀγέννητον καὶ ἄφθαρτον ἀποδείκνυται. Ἀλλ’ οἱ τοιαῦτα λέγοντες, ὅταν καὶ ἀναμφίλεκτον τὴν πρότασιν λάβοιεν τὴν τεθεῖσαν τὸ μηδεμίαν κίνησιν τῇ οὐρανίῳ φορᾷ ἐναντίαν εἶναι, τότε τῆς φυσικῆς γενέσεως ἐξῃρημένον τὸν οὐρανὸν συλλογίζονται καὶ τῆς ὁμοίας φθορᾶς, καθ’ ἃς καὶ τὰ στοιχεῖα μεταβάλλει εἰς ἄλληλα, τῆς θατέρου φθορᾶς γινομένης γενέσεως τοῦ λοιποῦ. Κατ’ ἄλλην δὲ γένεσιν γενητὸν οἴδασι τὸν οὐρανὸν οἱ φρονοῦντες ὀρθῶς· καθ’ ἣν ἐκ τοῦ μὴ εἶναι ὅλως, τῷ θείῳ παρήχθη προστάγματι, καὶ ἀκολούθως καὶ φθορᾷ παντελεῖ κατὰ τὴν οἰκείαν φύσιν ὑποκεῖσθαι αὐτὸν δογματίζουσι, τῇ τοῦ δημιουργήσαντος ἀγαθότητι τὴν ἐπὶ τὸ βέλτιον ἀλλαγὴν ἁπάσης αἰσθητῆς κτίσεως ἐπιψηφιζόμενοι.

ΚΕΦΑΛ. Ϛʹ. Περὶ γενέσεως καὶ φθορᾶς. αʹ. Ἡ γένεσις καὶ ἡ φθορὰ κινήσεις οὐκ εἰσὶ κυρίως, ἀλλὰ μόνον μεταβολαί. Μεταβολὴ δέ ἐστι μετάβασις ἀπ’ ἄλλου εἰς ἄλλο. Τὸ γὰρ ὄνομα τῆς μεταβολῆς ἄλλο μετ’ ἄλλο δηλοῖ, τοῦ μετὰ σημαίνοντος, ὅτι τὸ μὲν πρότερόν ἐστιν ἐν τῇ μεταβολῇ, τὸ δ’ ὕστερον· πρότερον μὲν τὸ ἐξ οὗ μεταβάλλει τὸ μεταβάλλον· ὕστερον δὲ τὸ εἰς ὅ. Θεωρεῖται δ’ ἡ μεταβολὴ ἐν ἀντιφάσει καὶ ἐν τοῖς ἐναντίοις εἴδεσι, τοῖς τε ἁπλῶς ἐναντίοις, ἤγουν τοῖς ἄκροις, ὁποῖα τὸ λευκὸν καὶ τὸ μέλαν· καὶ τοῖς πῆ ἐναντίοις, ἤτοι τοῖς μεταξύ.

Τὸ γὰρ μεταξὺ τὸν τοῦ ἐναντίου λόγον ἔχει πρὸς ἑκάτερον τῶν ἄκρων· οἷον τὸ ἧττον λευκὸν πρὸς μὲν τὸ μέλαν λευκόν ἐστι· μέλαν δὲ πρὸς τὸ μᾶλλον λευκόν. Μίξει γὰρ τοῦ μέλανος γίνεται τὸ ἧττον λευκόν. Διὸ καὶ ὅταν εἰς τὸ μᾶλλον λευκὸν μεταβάλλῃ τὸ ἧττον λευκόν, ὡς ἐκ μέλανος γίνεται πρὸς τὸ λευκὸν ἡ μεταβολή. Τὸ γὰρ ἧττον λευκὸν κατὰ τὸ ἐν αὐτῷ μέλαν μεταβάλλει πρὸς τὸ μᾶλλον λευκόν. Ὅθεν καὶ μερικὴ γίνεται ἡ μεταβολή.

Ὡσαύτως καὶ ὅτε τὸ μᾶλλον λευκὸν εἰς τὸ ἧττον μεταβάλλει λευκόν, ὧς ἐκ λευκοῦ πρὸς μέλαν γίνεται ἡ μεταβολή. Πρὸς γὰρ ἐν τῷ ἥττονι λευκῷ μέλαν μεταβάλλει τι τοῦ μᾶλλον λευκοῦ. Διά τοι τοῦτο ἡ ἐκ τῶν μεταξὺ πρὸς τὰ μεταξὺ μεταβολὴ πῆ λέγεται· ἡ δ’ ἐκ τῶν ἄκρων ἁπλῶς καλεῖται μεταβολή.

βʹ. Ἔστι δ’ ἐπιπλέον τῆς κινήσεως ἡ μεταβολή. Πᾶσαι μὲν γὰρ αἱ ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ πρόοδοι, μένοντος ἔτι τοῦ δυνάμει, μεταβολαί εἰσιν. Ἀλλὰ τούτων ὅσαι μὲν μόνον ἐξ ἐναντίων ὁπωσοῦν εἰδῶν εἰς ἐναντία εἴδη μετελεύσεις εἰσίν, ὑπομένοντος τοῦ ὑποκειμένου καὶ μεταβάλλοντος, αὗται κινήσεις ὀνομάζονται κυριώτερον· ὅσαι δέ, τοῦ ὑποκειμένου μὴ ὑπομένοντος, εἴτ’ ἐξ ἐναντίων εἰδῶν εἰς ἐναντία μεταβαίνουσιν εἴδη, εἴτε μὴ ἐξ ἐναντίων εἰδῶν εἰς ἐναντία εἴδη, ἀλλὰ κατ’ ἀπόπτωσιν καὶ ἀπουσίαν θατέρου τῶν εἰδῶν ἐμφαινομένην τὴν ἐναντίωσιν ἔχουσιν, ἐν τοῖς ἐξ ὧν καὶ εἰς ἃ μεταβάλλουσιν, αὗται καλοῦνται μεταβολαὶ μόνον κυρίως, ἀλλ’ οὐ κινήσεις, αἵτινές εἰσιν ἡ γένεσις καὶ ἡ φθορά, κατ’ οὐσίαν οὖσαι μεταβολαί. Γίνεται γὰρ τὸ γινόμενον καὶ φθείρεται τὸ φθειρόμενον ἐξ ἐναντίου εἰς ἐναντίον, εἴτε καὶ ἀμφοτέρων ὄντων εἰδῶν, εἴτε θατέρου ὄντος ἀποπτώσεως τοῦ λοιποῦ. Οὐ γὰρ ἐξ ἀνάγκης εἴδει παντὶ εἶδος ἐναντίον ἐστί. Τί γὰρ τῷ ἀνθρώπῳ ἐναντίον εἶδος ἔσοιτ’ ἂν ἢ τῷ μουσικῷ;

Ἀπουσία δὲ θατέρου εἴδους, ἤγουν ἡ στέρησις, εὑρίσκεται πανταχοῦ. γʹ. Ἀλλὰ ποτὲ μὲν ἡ στέρησις μετὰ τελείου εἴδους ἐστί, τελείας τὰς αὐτοῦ συστατικὰς ποιότητας ἔχοντος, ὥσπερ ἡ ἐν τῷ ὕδατι στέρησις τοῦ πυρὸς σύνεστι τῷ εἴδει τοῦ ὕδατος τελείῳ ὄντι, καὶ τελείας τὰς ἐν αὐτῷ ποιότητας ἔχοντι, τὴν ψυχρότητα δηλονότι καὶ τὴν ὑγρότητα, τὰς ἐναντίας ταῖς ποιότησι τοῦ πυρός. Καὶ διὰ τοῦτο τὸ πῦρ οὐ μόνον ἐκ τῆς οἰκείας στερήσεως, ἀλλὰ κἀκ τοῦ ἐναντίου ἑαυτῷ εἴδους λέγεται γίνεσθαι. Ὅταν δὲ μὴ εἴδει τελείῳ συνυπάρχῃ ἡ στέρησις, ἀλλ’ ὑλικῷ τινι ἐπιτηδείως ἔχοντι δέξασθαι τὸ εἶδος τὸ ἀντικείμενον τῇ στερήσει, ὡς ἡ ἐν τῷ σπέρματι στέρησις τοῦ ζώου· τότε οὐκ ἐξ εἴδους ἐναντίου, ἀλλ’ ἐξ ἀπουσίας εἴδους ἤτοι στερήσεως λέγεται γίνεσθαι τὸ γινόμενον· οὐχ ὅτι οὐκ ἔστιν εἶδός τε καὶ τὸ σπέρμα, ἀλλ’ ὅτι ἀτελὲς εἶδος καὶ ὕλης λόγον ἐπέχον πρὸς τὴν τοῦ τελείου εἴδους ὑπόστασιν, καὶ εἰς ἐκεῖνο τὴν ὅλην κεκτημένον τὴν ἀναφοράν. Εἰσὶ δέ τινες ἴσως κἀν τῷ σπέρματι ποιότητες ἐναντίωσιν ἔχουσαι πρὸς τὰς τοῦ ἀποτελουμένου ποιότητας, ἀλλ’ ἀτελεῖς καὶ αὗται καὶ οὐχ ὡς αἱ τῶν τελείων εἰδῶν τέλειαι. Διὸ ὅσαι μὲν ἐναντίαι πως ταῖς τοῦ ἀποτελουμένου ποιότησίν εἰσιν ἐν τῷ σπέρματι, πρὸς τὰς τοῦ ἀποτελουμένου ποιότητας μεταβάλλουσι, τοῦ μὲν ὑγροῦ τοῦ ἐν τῷ σπέρματι ξηραινομένου, τοῦ δὲ σφαιρικοῦ ἐκτεινομένου.

Ὅσαι δ’ ὁμοειδεῖς ταῖς τοῦ ἀποτελουμένου εἰσίν, ἐκ τοῦ ἀτελοῦς μεταβάλλουσι πρὸς τὸ τέλειον. Διὰ γοῦν τὸ ἀτελὲς τῆς διαθέσεως τοῦ ὑποκειμένου, ὅταν ἐκ σπέρματος τὸ ζῶον ἢ ἐξ ἀμούσου λέγηται τὸ μουσικόν, οὐκ ἐξ ἐναντίου εἴδους, ἀλλ’ ἐκ τῆς ἀπουσίας τοῦ εἴδους καὶ τῆς στερήσεως λέγεται γίνεσθαι.

Διὰ ταῦτά τοι καὶ ἐξ ἐναντίου γίνεσθαι καὶ εἰς τοὐναντίον φθείρεσθαι λέγεται πᾶν τὸ γινόμενον καὶ φθειρόμενον, καὶ γένεσις πᾶσα καὶ φθορὰ φυσικὴ κοινῶς λέγονται κατ’ ἀντίφασιν. Τὸ γὰρ ὂν καὶ τὸ μὴ ὄν, καθὸ τὸ μὲν ὄν, τὸ δὲ μὴ ὂν ἐναντία εἴδη μὴ ὄντα, τὴν ἀντίθεσιν ἀντιφατικῶς ποιοῦνται πρὸς ἄλληλα.

δʹ. Γένεσις δέ ἐστιν ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν μεταβολὴ καὶ μετάβασις, ἤγουν ἡ μεταξὺ ὁδὸς τῆς ἀπὸ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι τοῦ πράγματος ἀποκαταστάσεως. Φθορὰ δὲ ἡ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὂν ὁμοίως μεταβολή, τοῦ ὄντος καὶ μὴ ὄντος ἐνεργείᾳ λαμβανομένων. Οὐ λέγονται δὲ κυρίως κινήσεις ἡ γένεσις καὶ ἡ φθορά· διότι κἂν ἀτελὲς ἐνέργεια ἡ κίνησις κὰν παθητική, πλὴν τὸ κινούμενον ἐνεργείᾳ ὂν καὶ ὑπομένον κινεῖσθαι χρή· τὸ δὲ μὴ ὂν ἐνεργείᾳ μηδ’ ὑπομένον, οὐδὲ κινούμενόν ἐστιν. Οὐδὲ γὰρ ὥσπερ ὁ ἄνθρωπος ἐνεργείᾳ ὢν καὶ μένων ἄνθρωπος κινεῖται, κατά τι τῶν ἐν αὐτῷ συμβεβηκότων αὐξόμενος ἢ λευκαινόμενος ἢ φερόμενος, οὕτω καὶ ὕλη μεταβάλλει κατὰ τὴν γένεσιν. Διά τοι τοῦτο ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πρόοδος οὐκ ἔστι κίνησις. Ἐπεὶ δὲ τὴν ὕλην οὐ λέγομεν ὑφεστηκέναι καθ’ ἑαυτὴν οὐδὲ γὰρ ἐξ ὕλης καὶ εἴδους τὰ σώματα λέγοντες ἐκ προϋπαρχούσης ὕλης ἢ προϋφεστῶτος εἴδους τὴν τῶν σωμάτων τιθέμεθα σύστασιν, ἀλλ’ ὅτι λόγῳ μόνῳ διακρίνοντες ἀπ’ ἀλλήλων τὴν ὕλην καὶ τὸ εἶδος δυνάμεθα θεωρεῖν ἑκάτερον καθ’ αὐτό· καὶ γὰρ οὐδέτερον ὑποστῆναι δύναται θατέρου χωρὶς, ὅπερ ὡς ὕλη λαμβάνεται καὶ λέγεται μὴ ὄν, καὶ τοῦτο μετὰ εἴδους εὑρίσκεται, ἢ τελείου ἢ ἀτελοῦς.

Καὶ ὄν τι ἔστιν ἄλλως, λέγεται δὲ μὴ ὄν· ἐπείπερ ἐνεργείᾳ οὐκ ἔστιν ὃ γίνεται. Τὸ δὲ τοιοῦτο μὴ ὂν οὐ κινεῖται, οὔτε καθ’ ἑαυτό, οὔτε κατὰ συμβεβηκός. Οὔτε γὰρ καθὸ μὴ ἔστι κινεῖται, οὔτε τῷ ἄλλο τι εἶναι ἐνεργείᾳ, τὸ αὐτὸ μένον κινεῖσθαι δύναται· οἷον τὸ σπέρμα οὔτε καθὸ ζῶον κινεῖται οὐδὲ γάρ ἐστιν, οὔτε καθὸ σπέρμα· καὶ γὰρ εἰ ποσῶς μεταβάλλει κατὰ γένεσιν, τῆς ἑαυτοῦ ἐξίσταται φύσεως, καὶ μεταβάλλον, οὐ μένει σπέρμα, ἀλλὰ ἀεὶ ἄλλοτε ἄλλο γίνεται κατὰ τὴν μεταβολήν. Εἰ τοίνυν τὸ οὕτω μὴ ὂν οὐ δύναται διὰ ταῦτα κινεῖσθαι, ἡ δ’ ἐκ τοῦ οὕτω μὴ ὄντος μεταβολὴ γένεσίς ἐστιν· οὐκ ἔστιν ἄρα ἡ γένεσις κίνησις. Ἀλλ’ οὐδ’ ἠρεμία· τὸ γὰρ πεφυκὸς κινεῖσθαι, τοῦτο καὶ ἠρεμεῖ μὴ κινούμενον, ὅπερ ἐστὶ τὸ ἐνεργείᾳ ὄν. Ὃ δὲ κινεῖσθαι ἀδύνατον, τοῦτο καὶ ἠρεμεῖν ἀδύνατον. Ὥστε οὐκ ἔστιν ἡ γένεσις, οὔτε κίνησις, οὔτε ἠρεμία. Εἰ δ’ ἔχει ταῦθ’ οὕτως, οὐδ’ ἡ φθορὰ κίνησίς ἐστιν, οὔτε μὴν ἠρεμία. Τῇ κινήσει γὰρ ἢ κίνησις ἢ ἠρεμία τὸ ἀντικείμενον.

Εἰ δὲ μηδ’ ἕτερον οὖσα τούτων ἡ γένεσις δέδεικται. πῶς ἂν εἴη κίνησις ἡ φθορά; Πῶς δὲ πάλιν ἠρεμία, μὴ οὔσης κινήσεως τῆς γενέσεως, ᾗπερ ἀντίκειται ἡ φθορά; Οὐκ ἄρα ἡ γένεσις καὶ ἡ φθορὰ κινήσεις. οὔτε ἠρεμίαι, μόνον δὲ μεταβολαί. Κινήσεις δὲ μὴ οὖσαι, ἠρεμίαν ἀντικειμένην οὐχ ἕξουσιν, ἀλλ’ ἀμεταβλησίαν ὡς μεταβολαί, ἀμεταβλησίαν ἀναλογοῦσαν τῇ ἠρεμίᾳ. Καθὼς γὰρ ἡ ἠρεμία ἀπουσία κινήσεως, οὕτως ἡ ἀμεταβλησία ἀπουσία μεταβολῆς.

Ὥσπερ οὖν ἠρεμιῶν, οὕτω καὶ ἀμεταβλησιῶν ἀντίθεσις εὐρεθήσεται, καὶ ἔσονται ἡ ἐν τῷ ὄντι ἀμεταβλητία καὶ ἡ ἐν τῷ μὴ ὄντι ἀλλήλαις ἀντιθετούμεναι. Περὶ μὲν οὖν τῶν κατ’ οὐσίαν μεταβολῶν, ἤγουν τῆς ἁπλῶς γενέσεως καὶ φθορᾶς, εἰρήσθω τοσαῦτα κατ’ ἐπιτομὴν ὑπομνήσεως.

εʹ. Λέγονται δὲ καὶ αἱ κατὰ συμβεβηκὸς μεταβολαὶ γενέσεις τινὲς καὶ φθοραί τινες· οἷον ἡ μὲν αὔξησις γένεσίς τις, φθορὰ δέ τις ἡ μείωσις. Καὶ οὐχ ὥσπερ λέγομεν ὅτι γέγονε τὸ ζῶον, ὅτ’ ἐκ σπέρματος γένοιτο, καὶ ὅτι ἔφθαρται, ὅτε δὴ τεθναίη· τὸν αὐτὸν τρόπον λέγομεν ὅτι γέγονε τὸ ζῶον ἁπλῶς, ὅταν γένηται δίπηχυ τυχόν, ἀλλ’ ὅτι γέγονε τὸ ζῶον δίπηχυ, καὶ ἔφθαρται τοῦ ζώου τὸ δίπηχυ· καὶ γέγονε τὸ ζῶον λευκόν, καὶ ἔφθαρται τοῦ ζώου τὸ λευκόν.

Καὶ ἐπ’ ἀλλοιώσεως ἡ μὲν λεύκανσις γένεσίς τις λέγεται, φθορὰ δέ τις ἡ μέλανσις. Κοινὸν γάρ ἐστιν ἐν ἁπάσαις κατηγορίαις εἴτε γένεσις ἁπλῶς θεωροῖτο καθάπερ ἐν οὐσίαις, εἴτε τίς γένεσις, καθὼς ἐν συμβεβηκόσι τὸ τὴν μὲν ἐπὶ τὰ κρείττω καὶ τιμιώτερα μεταβολὴν γένεσιν λέγεσθαι, φθορὰν δὲ τὴν ἐπὶ τὰ χείρω καὶ ἀτιμότερα· οἷον ἐπὶ τῶν οὐσιῶν ἡ μὲν ἀπὸ τῆς γῆς μεταβολὴ πρὸς τὸ πῦρ γένεσις ἁπλῶς λέγεται, φθορὰ δὲ τίς· ἡ δ’ ἀπὸ τοῦ πυρὸς εἰς τὴν γῆν φθορὰ μὲν καλεῖται ἁπλῶς, γένεσις δὲ τίς τῷ κρείττω καὶ τιμιωτέραν καὶ μᾶλλον οὐσίαν εἶναι τὴν ὕπαρξιν τοῦ πυρός, χείρω δὲ καὶ ἀτιμοτέραν καὶ ἧττον οὐσίαν τῆς γῆς τὴν ὑπόστασιν· εἴδει μὲν γὰρ ἀναλογεῖ τὸ πῦρ, ὕλῃ δὲ καὶ στερήσει ἡ γῆ. Ἐπεὶ γὰρ ἡ μὲν ὕλη περιέχεται ὑπὸ τοῦ εἴδους, τὸ δὲ εἶδος περιέχει τὴν ὕλην, πέρας ὂν καὶ ὅρος αὐτῆς περαίνει γὰρ καὶ ὁρίζει τὸ τῆς ὕλης ἄπειρόν τε καὶ ἀόριστον· καὶ ἐπὶ τῶν εἰδοπεποιημένων ἤδη σωμάτων τῶν κατὰ τὸν τόπον φυσικῶς κινουμένων τὸ μὲν περιεχόμενον ὕλης ἂν ἔχοι λόγον τοιοῦτον δὲ τὸ βαρὺ καὶ ἐν μέσῳ, τουτέστιν ἡ γῆ, τὸ δὲ περιέχον εἴδους. Τοιοῦτον δὲ τὸ κοῦφον καὶ ἄνω, τουτέστι τὸ πῦρ· καὶ τῶν μεταξὺ καὶ σωμάτων, ἤγουν τοῦ ἀέρος καὶ τοῦ ὕδατος, τὸ μὲν περιεχόμενον, ὅπερ ἐστὶ τὸ ὕδωρ, ὕλης ἂν ἔχοι λόγον πρὸς τὸν ἀέρα τὸν περιέχοντα, εἴδους δὲ λόγον ὁ ἀὴρ πρὸς τὸ ὕδωρ τὸ περιεχόμενον ὑπ’ αὐτοῦ.

Διὸ μὴ μόνον ἐπὶ τῆς γῆς καὶ πυρὸς ἡ μὲν ἀπὸ γῆς εἰς πῦρ μεταβολὴ γένεσις ἁπλῶς λέγοιτ’ ἄν, φθορὰ δὲ τίς· ἡ ἀπὸ πυρὸς δ’ εἰς γῆν φθορὰ μὲν ἁπλῶς, γένεσις δὲ τίς· ἀλλὰ καὶ ἐφ’ ὕδατος καὶ ἀέρος ἡ μὲν ἀφ’ ὕδατος εἰς ἀέρα μεταβολὴ καλοῖτ’ ἂν ἁπλῶς γένεσις, φθορὰ δὲ τίς· ἡ δ’ ἀπ’ ἀέρος εἰς ὕδωρ μεταβολὴ φθορὰ μὲν ἁπλῶς, γένεσις δὲ τίς. Οὐ μόνον δ’ ἐπὶ τῶν οὐσιῶν ἐστιν ἡ εἰρημένη ἀναλογία, ἀλλὰ καὶ ἐν πᾶσι τοῖς γένεσιν. Ἐν μὲν τῷ ποσῷ τὸ μέγα καὶ τὸ πολὺ εἴδει ἀναλογεῖ, τὸ μικρὸν δὲ καὶ τὸ ὀλίγον ὕλῃ. Καὶ ἡ μὲν αὔξησις εἴδει, ἡ δὲ μείωσις ὕλῃ.

Διὸ καὶ ἡ μὲν τῇ γενέσει ἔοικεν, ἡ δὲ τῇ φθορᾷ. Ἐν δὲ τῷ ποιῷ τὸ μὲν λευκὸν καὶ τὸ θερμὸν εἴδει ἀναλογεῖ, τὸ δὲ μέλαν καὶ τὸ ψυχρὸν ὕλῃ. Ὅθεν καὶ λεύκανσις καὶ θέρμανσις γενέσεις εἶεν ἄν, φθοραὶ δὲ μέλανσίς τε καὶ ψύχρανσις. Ὄλως γὰρ ἐν ταῖς ἀντιθέσεσι τὰ κρείττω μὲν ὡς εἴδει ἀναλογοῦντα λαμβάνεται, ὡς ὕλῃ δὲ καὶ στερήσει τὰ καταδεέστερα.

Διὸ καὶ καθόλου πᾶσα διάκρισις γένεσις ὅλως κληθείη ἄν, φθορὰ δὲ τοὐναντίον ἡ σύγκρισις, ὅτι κρεῖττον ἡ διάκρισις δοκεῖ τῆς συγκρίσεως. Τὸ κρεῖττον δὲ καὶ τὸ χεῖρον ἐν πᾶσι θεωρεῖται τοῖς οὖσιν. Οὕτω τοι καὶ Πυθαγόρειοι συστοιχίας τινὰς ἀντικειμένας ἐξεῦρον δέκα τὸν ἀριθμόν, ὑφ’ ἃς ὥσπερ εἰς ἀρχὰς τὰ ὄντα πάντα συνάγουσι.

Καὶ ἡ μὲν κρείττων μοῖρα Ἡ ἀντικειμένη χείρων παρ’ αὐτοῖς ἐστιν αὕτη· αὕτη· Ἀγαθόν, Κακόν, Πέρας, Ἄπειρον, Περιττόν, Ἄρτιον, Ἕν, Πλῆθος, Δεξιόν, Ἀριστερόν, Φῶς, Σκότος, Ἄῤῥεν, Θῆλυ, Ἠρεμοῦν, Κινούμενον, Εὐθύ, Καμπύλον, Τετράγωνον, Ἑτερόμηκες.

ϛʹ. Ὅταν μὲν οὖν ἐξ ἄλλης οὐσίας εἰς ἄλλην οὐσίαν μετάβασις γίνηται, ἢ ἐξ ἁπλῆς, ὡς ἐκ σπέρματος ζῶον, ἢ ἐκ τελείας, ὡς ἐξ ὕδατος ἀήρ, τότε γένεσίς ἐστιν ἁπλῶς· ὅταν δὲ γίνηται περί τι εἰδοπεποιημένον μεταβολή, κατά τι τῶν συμβεβηκότων αὐτῷ· οἷον ὅταν τὸ ὕδωρ θερμαίνηται τῆς ὑδατηρᾶς μὴ ἐξιστάμενον φύσεως, τότε τις μὲν ἔστι γένεσις, τοῦ θερμοῦ δηλονότι, τὸ δ’ ὅλον ἀλλοίωσις. Ἡ μὲν γὰρ ἁπλῶς γένεσις ἄλλο ποιεῖ, ἀλλοῖον δὲ ἡ ἀλλοίωσις.

Ὅταν δέ τινι τῶν εἰδῶν ὁμοίου τινὸς πρόσθεσις ἐξ ἀνομοίου γένηται δι’ ἀλλοιώσεως, κἀντεῦθεν ἐπίδοσις τοῦ ὄγκου καὶ τοῦ ποσοῦ τοῦ ἐν σώματι, γένεσις μέν τίς ἐστι καὶ τὸ τοιοῦτον, τὸ δὲ σύμπαν αὔξησις. ζʹ. Οἷον ὅταν τῷ πυρὶ ξύλων προστεθέντων καὶ ἐξαφθέντων ἐπίδοσις γένηται τῆς φλογός. Ὅταν δ’ ἀπὸ παρατρίψεως ξύλων ἢ λοιπῶν σωμάτων γένηται πῦρ, τὸ τοιοῦτον οὐκ αὔξησις πυρός, ἀλλὰ γένεσίς ἐστι μόνον. Ὅταν δὲ πῦρ πυρὶ προστεθείη. προσθήκη μόνον καλεῖται πυρός. Ὡσαύτως δ’ ἔχει κἀπὶ τῶν ἄλλων ἀψύχων σωμάτων. Ἀλλὰ δὴ κἀπὶ τῶν ἐμψύχων οὕτως αὔξησις γίνεται, τῆς τροφῆς ἐξομοιουμένης δηλονότι τῷ τρεφομένῳ διὰ τῆς ἐν αὐτῷ ἀλλοιωτικῆς δυνάμεως καὶ προστιθεμένης αὐτῷ· κἀντεῦθεν τῶν σωμάτων ἐπιδιδούσης κατ’ ἀναλογίαν ὁλότητος, τῆς μὲν προστιθεμένης οὐσίας μὴ διιούσης διόλου πάντη τοῦ σώματος, προωθούσης δὲ τὴν πρὸ αὐτῆς, κἀκείνης ὡσαύτως τὴν πρὸ ἐκείνης καὶ οὕτω τῆς ὅλης πλείονος γινομένης, καὶ κατὰ λόγον ἐπιδιδόντος πάντη τοῦ σώματος· ὥσπερ τοὐναντίον ἐπὶ τοῦ μειουμένου καὶ ῥυτιδουμένου σώματος, τῶν πλησίων κινουμένων μορίων τὸ πᾶν σῶμα πάσχει τὴν μείωσιν, κατὰ μετάθεσίν τινα καὶ καθ’ ὑποχώρησιν πανταχῆ γινομένης τῆς μειώσεως.

Οὔτε δὲ τὸ ἀποῤῥέον καὶ ἀφιστάμενον λέγεται μειοῦσθαι, οὔτε τὸ προστιθέμενον αὔξεσθαι, κἂν τὸ μὲν ἔλαττον δοκῇ διὰ τοῦ ἀφαιρεῖσθαι γινόμενον, τὸ δὲ μεῖζον διὰ τοῦ προστίθεσθαι. Τὸ γὰρ μειούμενον καὶ τὸ αὐξόμενον, ὑπομένοντα, χρὴ τὸ μὲν τὴν μείωσιν πάσχειν, τὸ δὲ τὴν αὔξησιν δέχεσθαι. Κἄν ποτε ἡ τροφὴ μεταβάλλῃ εἰς πνεῦμα, οὐκ αὔξεται· φθορὰ γάρ ἐστιν αὐτῆς ἡ ἐμπνευμάτωσις, ἀλλ’ οὐκ αὔξησις. Κἀν τούτῳ διαφέροι ἂν ἀλλοιώσεως αὔξησις, ὅτι τὸ μὲν ἀλλοιοῦν ἔστιν ὅτε ἀνταλλοιοῦται, καθά που τὰ ἱμάτια ψυχρὰ ὄντα θερμαίνομεν ἡμεῖς καὶ ἀντιθερμαινόμεθα ὑπ’ αὐτῶν, καὶ ὁ ἐν τοῖς βαλανείοις ἀὴρ ἡμᾶς θερμαίνων ἀντιθερμαίνεται ὑφ’ ἡμῶν. Τὸ δ’ αὖξον οὐκ ἀνταύξεται πώποτε. Προστιθέμενον δὲ τῷ αὐξομένῳ καὶ εἰς τὴν τοῦ αὐξομένου μεταβάλλον οὐσίαν, ὑπὸ τῆς ἐν αὐτῷ δὴ τῷ αὐξομένῳ δυνάμεως φυσικῆς, οὕτω τὴν αὔξησιν ἀπεργάζεται, τῶν ὁμοιομερῶν δηλονότι πρώτως δεχομένων αὐτήν, κἀντεῦθεν καὶ τῶν ἀνομοιομερῶν.

Τοῦτο δὲ γίνεται, ὅταν τὸ προστιθέμενον ὑπερβάλλῃ τοῦ ἀφαιρουμένου κατὰ τὸ ποσόν. Τῆς γὰρ σωματικῆς ὕλης ἐν συνεχεῖ καθεστηκυίας ἐπιῤῥοῇ τε καὶ ἀποῤῥοῇ, ὅταν μὲν τὸ ἐπιῤῥέον καὶ εἰσιὸν πλεῖον εἴη τοῦ ἀποῤῥέοντος καὶ ἀφισταμένου, τροφὴ καὶ αὔξησις γίνεται· ὅταν δ’ ἴσον, τροφὴ μόνον· ὅταν δέ γε καὶ ἔλαττον, τροφὴ καὶ μείωσις, συντελοῦντος τοῦ ἐπεισιόντος εἰς μόνην τοῦ εἴδους τινὰ φυλακήν.

Ἔστι γὰρ καὶ τοῦ ποσοῦ μειουμένου τὸ εἶδος φυλάττεσθαι. Οὐ γάρ ἐστιν ἡ μείωσις καὶ ἡ φθίσις ἁπλῶς φθορά, ἀλλὰ τίς φθορά· καθάπερ ἡ αὔξησις γένεσις τίς. ηʹ. Ἐπὶ δὲ τῆς κατὰ τόπον μεταβολῆς ἡ μὲν ἄνω κατὰ φύσιν φορά, καὶ ἡ εἰς τὰ δεξιά, καὶ ἡ εἰς τὰ ἔμπροσθεν, γενέσεις ἂν εἰέν τινες· φθοραὶ δέ τινες ἡ εἰς τὰ κάτω φορά, καὶ ἡ εἰς ἀριστερά, καὶ εἰς τὰ ὄπισθεν.