Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Ἐπιτομὴ φυσικῆς

Νικηφόρος Βλεμμύδης

Τα στοιχεία, η κοσμική διάταξη και οι ουράνιες φλόγες

Περιγραφή των τεσσάρων στοιχείων και των ποιοτήτων τους. Μελέτη των αναθυμιάσεων, των διαττόντων αστέρων, των κομητών και του γαλαξία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 4 από 12

ΚΕΦΑΛ. ΙΑʹ. Περὶ στοιχείων. αʹ. Εἴρηται μὲν πρότερον περὶ τῶν πρώτων καὶ ἀσωμάτων καὶ ἁπλουστάτων στοιχειωδῶν ἀρχῶν παντὸς σώματος φυσικοῦ, τῆς ὕλης δηλαδὴ καὶ τοῦ εἴδους, ἤτοι τῆς ἀποίου ὕλης καὶ τῆς ἀΰλου ποιότητος· ποιότης γὰρ τὸ εἶδος· ἐπεὶ σώματος πεποιωμένου εἰδοποιόν· νῦν δὲ περί τινων ἄλλων ὁ λόγος ἀρχῶν δευτέρων σωματοειδῶν, ἐκ τῶν πρώτων συγκειμένων ἀρχῶν, αἵτινες ἰδίως στοιχεῖα καὶ ἁπλᾶ προσαγορεύονται σώματα· στοιχεῖα μέν, ὅτι τὰ λοιπὰ φυσικὰ σώματα προσεχῶς ἐκ τούτων συνίστανται· σώματα δ’ ἁπλᾶ, πρὸς τὰ συγκείμενα ἐκ τούτων παραβαλλόμενα. Πάντα γὰρ ἐξ ὧν ἡ σύνθεσις τῶν ἐξ ἐκείνων συντιθεμένων ἁπλούστερα.

βʹ. Ὅτι μὲν οὖν ἐναντιότης ἐν τοῖς εἴδεσι πᾶσα γὰρ γένεσις ἐκ τοῦ ἐναντίου, καὶ πάλιν εἰς τοὐναντίον πᾶσα φθορὰ προϋπέμνησται· ὅτι δὲ σωμάτων φυσικῶν καὶ αἰσθητῶν ἁπάντων ζητοῦντες ἀρχάς, τὴν ὕλην καὶ τὴν ἐναντίωσιν ἔγνωμεν, αἰσθητὴ ἂν εἴη πᾶσα ἐναντίωσις ἀρχική, καὶ οὐχ ἡ τυχοῦσα αἰσθητή, ἀλλ’ ἡ τῇ ὕλῃ προσεχεστάτη καὶ κοινοτάτη καὶ διὰ πάντων τῶν σωμάτων διήκουσα. Τοιαύτη δέ ἐστιν ἡ ἁπτή. Πρώτη γὰρ οὖσα κατὰ φύσιν ἡ ἁφὴ πασῶν τῶν αἰσθήσεων, εἰκότως καὶ τοῦ ἁπτοῦ μεταδίδωσι κοινοτάτως πᾶσι τοῖς αἰσθητοῖς.

Τινὰ μὲν γὰρ τῶν αἰσθητῶν ἀόρατα διὰ τὸ ἀχρωμάτιστον, οἷος ὁ ἀήρ· τινὰ δὲ ἀνήκουστα, ὡς ἀψόφητα οἷος ὁ σπόγγος καὶ τὸ ἔριον· ὅπου γε καὶ τοῖς τῶν σωμάτων ἀντιτύποις οὐ καθ’ αὐτά, τῇ δὲ πρὸς τὸν ἀέρα προσρήξει, πέφυκε τὸ ψοφεῖν. Ἀλλ’ οὐδὲ αἱ ὀσμαὶ διὰ πάντων τῶν αἰσθητῶν. Ἰδοὺ γὰρ ὁ ἀὴρ ὥσπερ χρώματος, οὕτω καὶ ὀσμῆς ἰδίας ἀμέθεκτος· καὶ ταύτῃ διαπορθμευτικὸς γίνεται χρωμάτων τε καὶ ὀσμῶν. Ἀλλ’ οὐδὲ γευσταὶ ποιότητες ἐν πᾶσίν εἰσι. Τὸ γοῦν ὕδωρ τοῖς χυμοῖς ὑποκείμενον, ἄχυμόν ἐστι καθ’ αὐτό· μόνας δὲ διὰ πάντων τῶν σωμάτων διαπεφοιτηκυίας τὰς ἁπτὰς ὁρῶμεν ποιότητας.

Ἁπταὶ ἄρα εἶεν ἂν ἐναντιώσεις αἱ διὰ πάντων τῶν σωμάτων διήκειν δυνάμεναι, καὶ καινόταται εἶναι ἀρχαί. γʹ. Τίνες οὖν ἐναντιώσεις ἁπταί; Θερμότης καὶ ψυχρότης, ὑγρότης καὶ ξηρότης, κουφότης καὶ βαρύτης, μαλακότης καὶ σκληρότης, γλισχρότης καὶ κραυρότης, λειότης καὶ τραχύτης, λεπτότης καὶ παχύτης, μανότης καὶ πυκνότης, τὸν ἀριθμὸν αἱ πᾶσαι συζυγίαι ὀκτώ. Τούτων τινὲς μὲν οὐ δύνανται δρᾷν εἰς ἀλλήλας, τινὲς δὲ ταῖς ἄλλαις ἐμπεριέχονται.

Προσήκει δὲ ταῖς ἀρχικαῖς ἐναντιότησι καὶ δρᾷν εἰς ἀλλήλας ὅλας δι’ ὅλων, ὡς ἂν δι’ αὐτῶν ἐπιτελοῖτο γένεσις καὶ φθορά, καὶ μηδ’ ἄλλας ὑπ’ ἄλλας τετάχθαι. Πῶς γὰρ ἂν εἶεν ὁμοτίμως ἀρχαί; δʹ. Τὸ μὲν οὖν βαρὺ καὶ τὸ κοῦφον, τὸ τραχύ τε καὶ τὸ λεῖον, οὔτε ποιεῖν οὔτε πάσχειν ἰσχύουσιν.

Οὔτε γὰρ τὸ βαρὺ μεταδοίη ἂν τῷ παρακειμένῳ βαρύτητος, οὔτε τὸ κοῦφον κουφότητος· οὔτ’ αὐτὸ τραχὺ τραχύτητος, οὔτε τὸ λεῖον λειότητος εʹ. Τὸ μαλακὸν δὲ καὶ τὸ σκληρόν, τὸ γλίσχρον καὶ τὸ κραῦρον, τὸ λεπτὸν καὶ τὸ παχύ, τὸ μανὸν καὶ τὸ πυκνόν, ταῦτα πάντα τῷ ὑγρῷ καὶ τῷ ξηρῷ συνυπάγεται. Τὸ μὲν γὰρ ὑγρὸν ὅρῳ ἀλλοτρίῳ εὐόριστόν ἐστι καὶ τῶν πόρων ἀναπληστικόν.

ϛʹ. Τοιοῦτον καὶ τὸ λεπτομερές, εὐπεριόριστον ὅρῳ παντὶ καὶ τῶν κενοτήτων ἀναπληρωτικόν. Εἰς μέδιμνον γὰρ καρύων ἐμβαλλομένη σεμίδαλις, δύναται διεισδύνειν καὶ εἰς τὰς μεταξὺ τῶν καρύων κενὰς τοῦ στερεοῦ σώματος χώρας καὶ ταύτας ἀναπληροῦν. Τὸ αὐτὸ δὲ καὶ τὸ ὑγρὸν ποιεῖ. Τὸ γὰρ ὕδωρ παντὶ ἀκολουθεῖ ὅρῳ τῷ ἁπτομένῳ καὶ περιέχοντι.

Διὰ ταῦτα τοίνυν ὑπὸ τὸ ὑγρὸν τάττουσι τὸ λεπτόν. Ὁμοίως δὲ καὶ ὑπὸ τὸ ξηρὸν τὸ παχύ. Καθάπερ γὰρ τὸ ξηρὸν τῷ μὲν οἰκείῳ ὅρῳ εὐόριστον, τῷ δ’ ἀλλοτρίῳ δυσόριστον ἀντιβατικὸν γάρ ἐστι, καὶ τοῖς περιέχουσιν, οὐκ ἀκολουθεῖ· τὸν αὐτὸν τρόπον καὶ τὸ παχὺ μεγαλομερὲς ὂν οὐκ εἰς χώραν δίεισιν ἅπασαν.

ζʹ. Ὡσαύτως καὶ τὸ πυκνὸν καὶ τὸ ἀραιόν, τὸ μὲν ὑπὸ τὸ ξηρὸν τιθέασι, τὸ δ’ ὑπὸ τὸ ὑγρόν. η. Μήποτε δὲ καὶ τὸ λεπτὸν καὶ τὸ παχύ, τὸ μανόν τε καὶ τὸ πυκνὸν τῶν ποιητικῶν καὶ παθητικῶν ἀποδοκιμασθεῖεν ἐναντιώσεων, διὰ τὸ μηδ’ αὐτὰ δύνασθαι δρᾷν ὅλα δι’ ὅλων εἰς ἄλληλα· καὶ οὐκ ἂν τὴν ἄμμον ἢ τὴν τέφραν ἀναγκασθείη τις ὑγρὰ καλέσαι διὰ τὴν ἐνοῦσαν αὐτοῖς λεπτομέρειαν, ξηρὰ προδήλως ὑπάρχοντα.

θʹ. Τὸ γλίσχρον δὲ φανερῶς ὑγρόν ἐστι μετὰ πάθους τινός. Εἰ δὲ τὸ γλίσχρον ὑγρόν, τοὐναντίον αὐτῷ, τουτέστι τὸ κραῦρον, ἔσται ξηρόν. Τὰ γὰρ ἐναντία τοῖς ἐναντίοις ὑπάρχουσιν. ιʹ. Ὑπείκει δὲ τὸ μαλακὸν τῇ ἀφῇ καθὸ μετέχει ὑγρότητος. Τὸ γὰρ ὑπείκειν ἴδιόν ἐστι τοῦ ὑγροῦ.

Διὸ καὶ τὸ μαλακὸν περιληφθήσεται τῷ ὑγρῷ. ιαʹ. Δῆλον δ’ ὅτι καὶ τὸ σκληρὸν τῷ ξηρῷ. Φανερὸν οὖν ἐντεῦθεν, ὡς δύο ἐναντιότητες ἁπταὶ περιλείπονται πεφυκυῖαι ποιεῖν τε καὶ πάσχειν ὅλαι δι’ ὅλων, καὶ μηδαμῶς τισιν ἐμπεριεχόμεναι· θερμότης αὗται δὴ καὶ ψυχρότης, ὑγρότης τε καὶ ξηρότης, αἳ κοιναὶ πάντως εἶεν ἂν εἰδοποιοὶ ἀρχαὶ πάντων σωμάτων τῶν αἰσθητῶν.

ιβʹ. Καὶ τοῦ διεροῦ δὲ καὶ τοῦ βεβρεγμένου καὶ τοῦ ἰδίως ὑγροῦ, καθὸ τοιαῦτα, τὸ ἁπλῶς ὑγρὸν περιεκτικόν ἐστι. Διερὸν μὲν οὖν λέγεται τὸ ἐπιπολῆς ἔχον ἀλλοτρίαν ὑγρότητα· ὡς εἴ τις ὕδωρ ἐπιχέοι λίθῳ τυχὸν ἢ ξύλῳ ἢ ζώου σώματι ἢ ἱματίῳ μετρίως. Τὸ γὰρ ἐν βάθει τὴν ἀλλοτρίαν ἔχον ὑγρότητα βεβρεγμένον κατονομάζεται, οἷος ὑπάρχει καὶ ὁ πηλός. Ἰδίως δὲ καλεῖται ὑγρὸν τὸ ἔχον οἰκείαν ἐν τῷ βάθει κεκρυμμένην ὑγρότητα καὶ δεικνύον αὐτήν· καθάπερ ὁ κηρὸς καὶ ὁ μόλιβδος, καὶ τὰ λοιπὰ τῶν τηκτῶν ὅτε τήκονται.

ιγʹ. Εἰ δὲ τῶν ῥηθέντων περιληπτικόν ἐστι τὸ ἁπλῶς ὑγρόν, δῆλον ὅτι καὶ τῶν ἀντικειμένων τὸ ἁπλῶς ξηρόν. Ἀντίκειται δὲ τῷ μὲν διερῷ τὸ ἰδίως ξηρόν, ὅπερ οὐδ’ ἐπιπολῆς ἀλλοτρίαν ὑγρότητα δέδεκται· τῷ δὲ βεβρεγμένῳ τὸ ἄβροχον· τῷ ἰδίως ὑγρῷ δὲ τὸ πεπηγός· οἷά εἰσι τὸ ὄστρακον, καὶ τῶν μετάλλων τά τε μὴ τηκτὰ καὶ τὰ τηκτὰ πρὶν τακῇ. Τῶν γὰρ πεπηγότων τὰ μὲν τηκτά, τὰ δ’ ἄτηκτα.

ιδʹ. Ὑγρὸν δ’ ἁπλῶς, ὅπερ ὅλον δι’ ὅλου ἀεὶ φανερὰν οἰκείαν ὑγρότητα κέκτηται· καὶ ξηρὸν ἁπλῶς, ὅπερ ὅλον δι’ ὅλου ὁμοίως ἔμφυτον ἔχει ξηρότητα. ιεʹ. Τούτων οὕτως ἐχόντων, ἐπεὶ καθόλου πᾶσα ἐναντιότης ἁπτὴ ποιητικὴ καὶ παθητική, ταῖς εἰρημέναις δύο συζυγίαις συνάγεται, οὐδεμία δὲ τούτων ὑπὸ τὴν ἑτέραν εὑρίσκεται οὐδὲ γὰρ τὸ θερμὸν καὶ τὸ ξηρὸν οὐδὲν ὑπὸ θάτερον τάττεται. Καὶ γὰρ οὕτως ἂν ἦν πᾶν θερμὸν καὶ ξηρόν, ἢ πᾶν ξηρὸν καὶ θερμόν· οὔτε τὸ ψυχρὸν καὶ τὸ ὑγρὸν οὐδὲν ὑπὸ τὸ λοιπὸν διὰ ταυτά· πολλῷ γε μᾶλλον οὐδὲ τἀναντία ὑπὸ τἀναντία· πῶς γὰρ ἔσοιντ’ ἂν ὑπάλληλα τὰ μαχόμενα;, πάντως εὔδηλον, ὅτι τὰ πρώτως ὑπὸ τῶν εἰρημένων ἐναντιώσεων εἰδοποιούμενα σώματα, ταῦτ’ ἂν εἶεν στοιχεῖα προσεχῆ πάντων σωμάτων τῶν φυσικῶν.

ιϛ. Εἰδοποιεῖται μὲν οὖν πρώτως τὸ πῦρ θερμότητι καὶ ξηρότητι· καὶ μάλιστά γε θερμότητι· ὁ δ’ ἀὴρ θερμότητι καὶ ὑγρότητι, καὶ πλέον ὑγρότητι· τὸ δ’ ὕδωρ ὑγρότητι καὶ ψυχρότητι, καὶ μᾶλλον ψυχρότητι· ἡ δὲ γῆ ψυχρότητι καὶ ξηρότητι, καὶ τοὐπίπαν ξηρότητι. Πῦρ ἄρα καὶ ἀὴρ καὶ ὕδωρ καὶ γῆ στοιχεῖα προσεχῆ τῶν συνθέτων σωμάτων τῶν φυσικῶν.

ιζʹ. Ἃ δὴ στοιχεῖα, οὐ καθὸ στοιχεῖα, καθὸ καὶ σώματα πεποιωμένα, ἐξ ἀλλήλων τε γίνεται καὶ εἰς ἄλληλα φθείρεται. Καὶ τὰ μὲν κοινὴν κεκτημένα ποιότητα, καθάπερ τὸ πῦρ καὶ ὁ ἀὴρ τὴν θερμότητα, καὶ τὸ ὕδωρ καὶ ἡ γῆ τὴν ψυχρότητα, ῥᾳδίως ταῦτα μεταβάλλει εἰς ἄλληλα, κατὰ μίαν ποιότητα πάμπαν δὴ μεταβάλλοντα· τὰ δὲ καὶ κατ’ ἄμφω τὰς ποιότητας ἀντικείμενα, βραδυτέραν ποιεῖται πρὸς ἄλληλα τὴν μεταβολήν· ὡς τὸ ὕδωρ καὶ τὸ πῦρ, ἡ γῆ τε καὶ ὁ ἀήρ, ἃ δὴ καὶ ἁπλῶς ἐναντία εἰσίν. ιη. Εἰ δ’ οὐσίαι ταῦτα, τῇ οὐσίᾳ δ’ ἐναντίον οὐδέν, ἀλλ’ οὐ καθ’ ὃ οὐσίαι καὶ ὑποκείμενα, κατὰ τοῦτο ἐναντιοῦνται πρὸς ἄλληλα πῦρ καὶ ὕδωρ, καὶ πάλιν ἀὴρ καὶ γῆ, ἀλλὰ καθ’ ἃς εἰδοποιοῦνται ποιότητας.

Ἡ γὰρ ἐν πυρὶ θερμότης τῇ ἐν ὕδατι ψυχρότητι μάχεται, καὶ ἡ ξηρότης αὖ τῇ ὑγρότητι. Καὶ πάλιν ἡ ἐν ἀέρι ὑγρότης τῇ ἐν γῇ ξηρότητι· καὶ ἡ θερμότης τῇ ψυχρότητι. Καὶ ἁπλῶς ἐπὶ πάντων τῶν στοιχείων αἱ ἐναντίαι ποιότητες ταῖς ἐναντίαις ἀντίκεινται.

ιθʹ. Πᾶσαι δ’ οὐσιώδεις ποιότητες, κἂν ὦσιν εἴδη τινὰ μετὰ γὰρ τοῦ πρώτου ὑποκειμένου δηλονότι τῆς ὕλης ἀποτελοῦσι τὸ δεύτερον ὑποκείμενον ἤτοι τὸ σῶμα· πλὴν καθ’ αὐτὰς θεωρούμεναι χωρὶς τοῦ ὑποκειμένου, συμβεβηκότα εἰσί. Διὸ καὶ εἴδη καὶ εἰδοποιοὶ καλοῦνται ποιότητες ὡς ἑτέρου ὄντος τοῦ εἴδους ὃ ποιοῦσι παρὰ τὸ εἶδος καθ’ ὃ αὗται λέγονται εἴδη. Τὸ μὲν γὰρ μετὰ τῆς ὕλης νοεῖται καὶ οὐσία καὶ ὑποκείμενόν ἐστιν· ὡς τὸ πῦρ καθὸ πῦρ, καὶ ἡ γῆ καθὸ γῆ, καὶ τὰ λοιπὰ τῶν ἀποτελουμένων εἰδῶν. Ἐκεῖνο δὲ τὸ εἶδος καθὸ αἱ ποιότητες λέγονται εἴδη χωρίς τε τῆς ὕλης ἐπινοεῖται πῶς γὰρ ἂν ἄλλως ἐξ ὕλης καὶ εἴδους λεχθεῖεν τὰ σώματα; καὶ οὐκ ἔστιν οὐδ’ οὐσία οὐδ’ ὑποκείμενον, ἐν ὑποκειμένῳ δὲ μάλιστα.

κʹ. Κάν ποτε οὐσία λεχθείη, διὰ τοῦτο λέγεται οὐσία, διὰ τὸ μετὰ τοῦ ὑποκειμένου δύνασθαι μίαν οὐσίαν ἀποτελεῖν, καὶ μὴ ἀπογίνεσθαι τοῦ ἀποτελεσθέντος χωρὶς τῆς τούτου φθορᾶς, ταυτὸν δ’ εἰπεῖν διαλύσεως.

καʹ. Διὰ ταῦτά τοι τὸ εἶδος καὶ δευτέρα λέγεται καὶ ἥττων οὐσία, μᾶλλον δὲ οὐσιῶδες καὶ οὐκ οὐσία. Καὶ αὖ πάλιν κυριώτατα καὶ πρώτως καὶ μάλιστα οὐσία φιλοσοφεῖται παρὰ τῶν ὄντως φιλοσόφων καὶ δογματίζεται. Τὸ μὲν γὰρ ἄνευ τῆς ὕλης ἐπινοούμενον ὡς ἐν ὑποκειμένῳ τῇ ὕλῃ δυνάμενον ἔχειν τὴν ὕπαρξιν εἰκότως οὐσία οὐ κυρίως λέγεται· τὸ δὲ μετὰ τῆς ὕλης ὂν ἐνεργείᾳ καὶ μετ’ αὐτῆς χρηματίζον ἓν ὑποκείμενον, ὡς κατὰ συνεκδοχὴν ἐκ θατέρου τῶν συνελθόντων εἰς τὸν τοῦ συνθέτου ἀπαρτισμὸν προσαγορευομένου τοῦ σύμπαντος, τὸ τοιοῦτον εἶδος δικαίως ἂν οὐσία κυριώτατά τε καὶ πρώτως καὶ μάλιστα λέγοιτο. Τοῦτο δέ ἐστι τὸ εἰδικώτατον πασῶν τῶν ἐπὶ μέρους οὐσιῶν περιληπτικὸν καὶ συλληπτικὸν καὶ λόγον ἔχον πρὸς αὐτάς, ὂν ἡ ὁλότης πρὸς τὰς ὁμοιομερείας αὐτῆς. Οὕτω δὴ καὶ Πλάτων τοὺς κατὰ μέρος ἀνθρώπους ἀνθρώπου κέρματα προσηγόρευσεν.

κβʹ. Οὐσῶν δὲ τεσσάρων ποιοτήτων καθολικῶν, εἰκότως καὶ τὰ στοιχεῖα τέσσαρα γέγονε, καὶ διττὰς ἓν ἕκαστον αὐτῶν ποιότητας ἐκληρώσατο. Μόνως γὰρ οὕτως τοῖς στοιχείοις ἐναντιότης τε καὶ συγγένεια πρόσεστι· δι’ ἃς γένεσις καὶ φθορὰ καὶ ἡ διαμονὴ τοῦ παντός. Διὰ μὲν γὰρ τὴν ἐναντίωσιν ἐπιτελεῖται γένεσις καὶ φθορά· πᾶσα γὰρ γένεσις ἐκ τοῦ ἐναντίου ὑπὸ τοῦ ἐναντίου· καὶ πᾶσα φθορὰ εἰς τοὐναντίον ὑπὸ τοῦ ἐναντίου πάλιν. Οὐχ ὑπὸ τοῦ τυχόντος γὰρ πάσχει τὸ πάσχον, ἀλλ’ ὑπὸ τοῦ ἐναντίου· οἷον τὸ ψυχρὸν ὑπὸ τοῦ θερμοῦ πάσχει τὴν θέρμανσιν. Κἂν ὁ λύχνος εἰς πυρκαϊὰν προσενεχθεὶς πάσχῃ τὴν σβέσιν, ἀλλ’ οὐχ ὑφ’ ὁμοίου πάσχει ὁ λύχνος, ὑπὸ δ’ ἐναντίου. Καὶ γὰρ ἡ ἐλάττων φλὸξ ἐκδαπανᾶται ὑπὸ τῆς μείζονος· ἐναντιοῦται δὲ τὸ μεῖζον τῷ ἥττονι. Διὰ μὲν οὖν τὴν ἐναντίωσιν ἐπιτελεῖται γένεσις καὶ φθορά· διὰ δὲ τὴν συγγένειαν, διαμένει τὸ πᾶν. Συνάπτεται γὰρ ἡ γῆ τῷ ὕδατι κατὰ τὸ ψυχρόν, καὶ τὸ ὕδωρ τῷ ἀέρι, τὸ ὑγρὸν καὶ ὁ ἀὴρ τῷ πυρὶ κατὰ τὸ θερμόν, καὶ τὸ πῦρ τῇ γῇ κατὰ τὸ ξηρόν. Καὶ οὕτω τις κύκλος ἐναρμόνιος τῆς τῶν μαχομένων ἑνώσεως ἀπαρτίζεται, καὶ χορὸς ἀλληλένδετος ἐξ ἐναντιοτήτων καὶ κοινωνιῶν συμπληρούμενος.

κγʹ. Καὶ κατὰ τὰς ῥοπὰς δὲ τὰ στοιχεῖα καὶ συνάπτονται καὶ διίστανται. Βαρεῖα μὲν γὰρ μόνως ἡ γῆ· διὸ καὶ πᾶσιν ὑφίσταται. Κοῦφον δὲ μόνως τὸ πῦρ· διὸ καὶ πᾶσιν ἐπιπολάζει ὅσοις ἐπ’ εὐθείας τὸ φέρεσθαι φυσικῶς. Τὸ δ’ ὕδωρ κουφότερον μὲν τῆς γῆς καὶ ταύτῃ ἐπιπολάζον, βαρύτερον δὲ τοῦ ἀέρος καὶ τούτῳ ὑφιστάμενον. Ἀὴρ δὲ τοῦ μὲν ὕδατος κουφότερος, τοῦ πυρὸς δὲ βαρύτερος. Ὥστε καθ’ αὑτὸ καὶ ἁπλῶς βαρὺ μὲν στοιχεῖον ἡ γῆ, κοῦφον δὲ τὸ πῦρ· ὁ δ’ ἀὴρ καὶ τὸ ὕδωρ πρός τι καί πη κοῦφά τε καὶ βαρέα εἰσί, καὶ δι’ ἑαυτῶν τὰ πλεῖστον διεστῶτα, τὸ πῦρ δηλαδὴ καὶ τὴν γῆν ἀλλήλοις συνάπτουσι.

κδʹ. Πῶς μὲν γὰρ ἐναντία μᾶλλον τὸ πῦρ καὶ τὸ ὕδωρ, πῶς δὲ τὸ πῦρ καὶ ἡ γῆ; Κατὰ μὲν γὰρ τὰς ποιητικὰς καὶ παθητικὰς ποιότητας τὸ πῦρ καὶ τὸ ὕδωρ ἐναντία μᾶλλόν εἰσι, κατὰ δὲ τὰς ῥοπὰς ἡ γῆ καὶ τὸ πῦρ ἀλλήλοις ἐναντιώτατα. Καὶ γὰρ ἐντεῦθεν ἡ κατὰ τόπον ἀπ’ ἀλλήλων διάστασις πλείστη τούτοις συμβέβηκε· κατωτέρω μὲν τῶν ὅλων σωμάτων οὔσης τῆς γῆς, ἀνωτέρω δὲ πάλιν, ἤγουν ὑπὸ τὴν σελήνην εὐθὺς ὑπάρχοντος τοῦ πυρός.

κεʹ. Ἐνταῦθα δὲ τὸ στοιχειῶδες λέγομεν πῦρ, ὃ καλεῖται ἰδίως ὑπέκκαυμα, διὰ τὸ κινήσεως ἐπιτυγχάνον τινὸς πολλάκις ἐκκαίεσθαι καὶ γίνεσθαι πῦρ ὁποῖον τὸ ἐν τῇ χρήσει καὶ διακονικόν. Τὸ γὰρ στοιχειῶδες πῦρ ἄλλο τί ἐστι παρὰ τὸ διακονικόν· διότι τὸ διακονικὸν ὑπερβολὴν ἔχει ζέσεως· ὥσπερ καὶ ὁ κρύσταλλος ψύξεως. Ὅθεν οὔθ’ ὑπὸ κρυστάλλου ζωογονεῖταί τι, οὔθ’ ὑπὸ τοῦ ἐν χρήσει πυρός. Τὸ δὲ στοιχειῶδες πῦρ καὶ τὸ στοιχειῶδες ὕδωρ ζωογόνα εἰσί, καὶ πρὸς σύστασιν τῶν συνθέτων σωμάτων παραλαμβάνονται· ἐξιόντα δ’ ἐπ’ ἀμετρίαν, τὸ μὲν τὸν κρύσταλλον, τὸ δὲ τοῦτο τὸ διακονικὸν ἐργάζεται πῦρ.

κϛʹ. Ἡνίκα μὲν οὖν θάτερον τῶν στοιχείων ἐπὶ πλεῖον ὑπερέχει θατέρου, τότε μεταβάλλει τὸ ἔλαττον ὑπὸ τοῦ πλείονος κρατούμενον, καὶ γίνεται τὸ σύμπαν ὁποῖον τὸ ὑπερβάλλον. Ὅταν δέ πως ἰσάζῃ τἀναντία πάντα καὶ μηδὲν ἐπικρατέστερον ᾖ κατὰ πολὺ τοῦ λοιποῦ, τότ’ ἀποτελεῖται τὸ σύνθετον, ἑκατέρου δρῶντος εἰς ἑκάτερον καὶ ὑπὸ θατέρου πάσχοντος θάτερον, καὶ μηδετέρου κατακρατοῦντος ἑτέρου διὰ τὴν οἷον ἰσότητα τῶν δυνάμεων, ἀλλὰ κολαζομένης μὲν τῆς ἑκατέρων ἀκρότητος γινομένου δέ τινος μεταξύ. Διότι δ’ οὐκ ἔστιν ἑνιαῖον καὶ ἄτομον τοῦτο τὸ μεταξὺ καὶ γὰρ ἐν πλάτει θεωρεῖται καὶ πολὺ διάφορόν ἐστι, καθὰ καὶ τὸ μεταξὺ τοῦ λευκοῦ καὶ τοῦ μέλανος. Ὠχρὸν γὰρ καὶ πυῤῥὸν καὶ φαιὸν καὶ ἄλλα πολλά, διὰ τοῦτο καὶ τὰ εἴδη τῶν συνθέτων πλείονά τέ εἰσι καὶ ἀλλήλων διοίσοντα, τὰς διαφόρους οὐσιώδεις τε καὶ ἐπουσιώδεις ποιότητας κτώμενα· κατὰ τὴν ποιὰν τῶν στοιχείων κρᾶσίν τε καὶ ἀλλοίωσιν τοῦ πυρός, τοῦ ἀέρος, τοῦ ὕδατος, καὶ τῆς γῆς.

κζʹ. Ταῦτα γὰρ μόνα στοιχεῖα τῶν σωμάτων καλεῖν ἀξιοῦσιν οἱ πλεῖστοι τῶν φυσικῶν· ὧν ἐστι καὶ ὁ ἐν ἰατροῖς δόκιμος Γαληνός· τὴν ὕλην δὲ καὶ τὴν ποιότητα, ἤτοι τὸ εἶδος, μόνως ἀρχάς, ἀρχῶν διαφορὰν καὶ στοιχείων τιθέμενοι· τὸ τὰς μὲν ἀρχὰς οὐκ ἐξ ἀνάγκης ὁμογενεῖς εἶναι τοῖς πράγμασιν ὧν εἰσιν ἀρχαί, τὰ δὲ στοιχεῖα πάντως ὁμογενῆ. Διὸ τὴν μὲν ἁπλῆν ποιότητα, οἷον τὴν θερμότητα ἢ τὴν ξηρότητα, ἢ τὴν ψυχρότητα, ἢ τὴν ὑγρότητα, στοιχεῖόν φασι τῆς συνθέτου ποιότητος τῆς θερμότητος ἅμα δὴ καὶ ξηρότητος, καὶ πάλιν τῆς ψυχρότητος ἅμα δὴ καὶ ὑγρότητος· τὸ δ’ ἁπλοῦν σῶμα σώματος στοιχεῖον τοῦ μὴ ἁπλοῦ, οἷον τὸ πῦρ ἢ τὸν ἀέρα ἢ τὸ ὕδωρ ἢ τὴν γῆν, στοιχεῖον σώματος τοῦ συνθέτου.

Σῶμα γὰρ ἁπλοῦν ὕλη μετὰ ποιότητος· θερμότητος τυχὸν ἢ ψυχρότητος ἢ ξηρότητος ἢ ὑγρότητος. κη. Τὰ μὲν οὖν εἰρημένα τέσσαρα στοιχεῖα καθαρὰ καὶ εἰλικρινῆ νοῦς μόνος οἶδε διακρίνων ὁρᾶν. Οὐδὲ γάρ ἐστιν οὐδὲν αὐτῶν ἀμιγὲς τῶν λοιπῶν· διότι πάντα νενόθευται τοῖς ἑτερογενέσιν, εἴτουν ἑτεροειδέσι καὶ ἀναμέμικται, καὶ μᾶλλον ἢ ἧττον ἀλλήλων μετείληφεν· ὥστε κατὰ τὸ ἐπικρατοῦν τὸ μὲν πῦρ ὀνομάζεσθαι, τὸ δ’ ὕδωρ· καὶ τὸ μὲν ἀέρα, τὸ δὲ γῆν.

κθʹ. Τοῦτο δ’ ὑπαγορεύει καὶ αὕτη ἡ αἴσθησις. Ἡ γὰρ γῆ συνέχεται μὲν καὶ οὐ κατατέθραυσται τῇ συμπλοκῇ τοῦ ὕδατος οἱονεί τινι κόλλῃ συνδεδεμένη. Κέχρωσται δὲ καὶ ἀνεζωπύρηται τῷ πυρί· πλήρης δέ ἐστιν ἀεὶ τῷ κενῷ χώραν μὴ διδοῦσα, κἂν ἀποῤῥέῃ διὰ τὴν τοῦ ἀέρος παρείσδυσιν. Διὸ καὶ ἕστηκεν ὄρθιος καὶ ἀνέχεται μὴ πεπτωκυῖα. Οὕτω δὲ κἀπὶ τῶν ἄλλων στοιχείων ἔστιν εὑρεῖν.

λʹ. Ἀλλὰ καὶ ἀπ’ αὐτῆς τῆς στοιχειώδους φύσεως ἔστι τὸ λεγόμενον κατανοῆσαι. Τὰ γὰρ στοιχεῖα, καθὸ στοιχεῖα, καθ’ αὑτὰ μὲν οὐδαμοῦ ἐστιν· ὥσπερ οὐδὲ τὰ τοῦ λόγου στοιχεῖα τὰ εἴκοσι τέσσαρα· δι’ ἀλλήλων δ’ ἀεὶ κεχωρηκότα τὸ σύνθετον ἀποδιδόασι. Καὶ γὰρ ὥσπερ τὰ μέρη τοῦ ὅλου τυγχάνει μέρη, καὶ καθ’ αὑτὰ εἶναι οὐ δύναται μέρη ὄντα· οὕτω καὶ τὰ στοιχεῖα τοῦ συνθέτου ἐστὶ στοιχεῖα, καὶ δι’ ἀλλήλων ἀεὶ κεχώρηκε, καὶ οὐδέποτε καθ’ αὑτὰ ὑφέστηκεν· ἀλλήλοις δὲ πρῶτον συνανακραθέντα καὶ κατ’ ἐπικράτειαν ἑνὸς εἰδοποιηθέντα· οὕτως ὡς ἐξ ἁπλῶν τῶν κατ’ ἐπικράτειαν κατὰ δευτέραν σύνθεσιν τά τε ζῶα συνιστῶσι καὶ τὰ φυτὰ καὶ τὰ μέρη αὐτῶν.

λαʹ. Πλείονος μέντοι τῶν ἄλλων στοιχείων μετέχει τῆς γῆς τὰ φυτὰ καὶ τὰ ζῶα καὶ ὅσα περίγεια σώματα. Ἕκαστον γὰρ περὶ τὸν οἰκεῖον τόπον μᾶλλον πλεονεκτεῖ. Καὶ εἰ τῆς γῆς τόπος τὸ μέσον τοῦ παντός, τοῖς οὖσιν ἐν τῷ τόπῳ τῆς γῆς πλεῖστον ὑπάρξει τῆς γῆς· εἶτα καὶ ὕδατος μετέσται αὐτοῖς ἀέρος τε καὶ πυρὸς πρὸς λόγον τῆς ἀπὸ γῆς τουτωνὶ τῶν στοιχείων τοπικῆς διαστάσεως.

ΚΕΦΑΛ. ΙΒʹ. Περὶ τῶν φαινομένων φλογῶν καιομένων περὶ τὸν οὐρανὸν καὶ τῶν καλουμένων αἰγῶν, καὶ δαλῶν καὶ διαθεόντων ἀστέρων. αʹ. Ἄνωθεν μὲν ἀπὸ τῆς ἀρχῆς τοῦ στερεώματος μέχρι καὶ τοῦ τέρματος τῆς σελήνης τὸ αἰθέριόν ἐστι σῶμα· κάτω δ’ ἐπὶ τὸ μέσον καὶ περὶ τὸ μέσον τὰ τῶν σωμάτων βαρύτατα καὶ ψυχρότατα, γῆ τε καὶ ὕδωρ· ἡ γῆ μὲν ἐπὶ τὸ μέσον, τὸ δ’ ὕδωρ περὶ τὸ μέσον· μεταξὺ δὲ τούτων τῶν σωμάτων καὶ τοῦ αἰθέρος ὁ ἀήρ ἐστι καὶ τὸ καλούμενον στοιχειῶδες πῦρ, ἐχόμενος μὲν τῆς γῆς καὶ τοῦ ὕδατος ὁ ἀήρ· μετὰ δὲ τὸν ἀέρα τὸ πῦρ τεταγμένον τὸ στοιχειῶδες, ἄλλο τυγχάνον παρὰ τὸ ἐντελεχείᾳ πῦρ, ἤγουν τὸ διακονικόν, ὅπερ ἐστὶν ὑπερβολή, καὶ οἷον ζέσις θερμοῦ.

βʹ. Τοῦ δὲ λεγομένου ἀέρος διὰ τὸ ἐπικρατοῦν ὅσον μὲν περὶ τὴν γῆν ὑγρόν ἐστι μάλιστα καὶ θερμὸν μετέχει μὲν γὰρ καί τινος ἀναθυμιάσεως ξηρᾶς ἐκ τῆς γῆς· τὸ δὲ πλέον ἀτμίδος ἐστὶν ὑγρᾶς. Τὸ μὲν οὖν περὶ τὴν γῆν τοῦ ὑφ’ ἡμῶν καλουμένου ἀέρος τοιοῦτον· τὸ δ’ ὑπὲρ τοῦτο θερμὸν καὶ ξηρὸν ἤδη. Καὶ τοῦτό ἐστι καλούμενον στοιχειῶδες πῦρ, ὃ διὰ συνήθειαν λέγεται πῦρ· κυριώτερον δὲ καλεῖται ὑπέκκαυμα.

Ὑπεκκαίεται γὰρ πολλάκις μικρᾶς ἐπιτυχὸν κινήσεως, καὶ πῦρ ἐντελέστατον γίνεται. Τοῦτο δὴ τὸ ὑπέκκαυμα συνεχές ἐστι τῷ αἰθέρι. Κατὰ γὰρ τὴν κοίλην ἐπιφάνειαν τῆς σεληνιακῆς σφαίρας, τούτῳ συνάπτεται, καὶ ὥσπερ τοῦ αἰθέρος τὸ μὲν ἔστιν εἰλικρινές, τὸ δ’ ἧττον καθαρόν, καὶ μάλιστα ὅσον ἐστὶ περὶ τὴν κατὰ τὸ ὑπέκκαυμα συναφήν, οἷον ὑποστάθμη τοῦ αἰθέρος ὄν· οὕτω δὴ καὶ τοῦ ὑπεκκαύματος τὸ μὲν ἔστιν ὅλως θερμὸν καὶ ξηρόν, ὅσον ἄνω μᾶλλον καὶ τοῦ αἰθέρος ἐγγύτερον, τὸ δ’ ἧττον τοιοῦτον, ὅσον κατωτέρω καὶ τοῦ αἰθέρος ἀπώτερον. Φερομένων γὰρ κύκλῳ τοῦ αἰθέρος καὶ τῶν ἐν αὐτῷ σωμάτων, τὸ προσεχὲς ἀεὶ τῇ κινήσει διακρινόμενον ἐκπυροῦται, καὶ ἔστι θερμότερον μάλιστα καὶ ξηρότερον. Ὅσον δὲ τοῦ αἰθέρος ἀφέστηκεν, ἧττον ὑπάρχει τοιοῦτον πρὸς λόγον τῆς ἀποστάσεως.

Συγκινεῖται δὲ τῷ αἰθέρι κατὰ λόγον τὸ ἅπαν ὑπέκκαυμα· συμφέρεται δέ πως διὰ τὴν συνέχειαν καὶ ὁ ἑλόμενος τούτου ἀήρ· πλὴν τοῦ ὄντος ἐντὸς τῶν τῆς γῆς ἐξοχῶν καὶ ἀναπληροῦντος τὰς ἀνωμαλίας τῆς γῆς καὶ ἀπαρτίζοντος ταύτην, ὡς εἶναι σφαιροειδῆ σὺν αὐτῷ· οὗτος γὰρ οὐκ ἔτι, κύκλῳ συμπεριάγεται· διότι θολερὸς καὶ παχύς, κἀντεῦθεν βαρύτερος καὶ δυσκίνητος· ὅτι καὶ τῷ ὕδατι καὶ τῇ γῆ συγγενής· ἴσως καὶ τῶν κατὰ τὰ ὄρη ἐξοχῶν κωλυουσῶν αὐτοῦ τὴν μετάστασιν. Τούτου δὴ τοῦ ἀέρος τοῦ μὴ συγκινουμένου τῷ ὑπεκκαύματι ὅσον ἀπογειότερόν ἐστι, τοῦτο δὲ καὶ ψυχρότερον· διὰ τὸ μήθ’ ὑπὸ κινήσεως μήθ’ ὑπὸ τῶν ἡλιακῶν ἀκτίνων ἀνακλωμένων θερμαίνεσθαι. Προσπιπτουσῶν γὰρ τῶν ἡλιακῶν ἀκτίνων τῇ γῇ, καὶ πάλιν ἐκ ταύτης ἀνακλωμένων, τῇ διπλῇ παρόδῳ θερμαίνεται, ὃ μᾶλλον προσγειότερόν ἐστι τοῦ ἀέρος· τὸ δ’ ἀπογειότερον καθόσον ἀπογειότερον, κατὰ τοσοῦτον οὐ δέχεται τὴν ἐκ τῆς ἀνακλάσεως τῶν ἀκτίνων θερμότητα. Ἐξασθενοῦσι γὰρ αἱ ἀνακλάσεις, εἰς ἀχανῆ τὸν ἀέρα χεομένων τῶν ἀκτίνων καὶ σκιδναμένων.

γʹ. Τούτων οὕτως ὑποκειμένων σαφέστερον εἴπωμεν, ὅτι τῆς γῆς καὶ τοῦ ὕδατος ὑπὸ τοῦ ἡλίου θερμαινομένων, ἤτοι τῆς γῆς αὐτῆς καὶ παντὸς ὑγροῦ τοῦ ἐν αὐτῇ καὶ περὶ αὐτήν, διάφορος ἀναθυμίασις γίνεται· καὶ ἡ μὲν ἐκ τοῦ ὑγροῦ ὑγρά, ἥτις καλεῖται ἀτμίς· ἡ δ’ ἀπ’ αὐτῆς τῆς οὐσίας τῆς γῆς, ξηρᾶς οὔσης, ξηρά, ἥτις καὶ καπνώδης καὶ πνευματώδης ἀναθυμίασις λέγεται· καὶ ἁπλῶς οὕτω καὶ ἀδιορίστως ἀναθυμίασις ὀνομάζεται. Μετέχουσι δὲ καὶ ἄμφω θερμότητος, τῷ διὰ θερμότητα γίνεσθαι.

Καὶ ἔστιν ἀτμίδος μὲν φύσις θερμὸν καὶ ὑγρόν, ἀναθυμιάσεως δὲ φύσις θερμὸν καὶ ξηρόν. Καὶ ἔστιν ἀτμὶς δυνάμει, οἷον ὕδωρ· ἀναθυμίασις δὲ δυνάμει, οἷον πῦρ. Καὶ ἡ μὲν ἀναθυμίασις ἐπιπολάζει διὰ κουφότητα τὸ γὰρ θερμὸν ξηρότητα προσλαβόν, κοῦφον γίνεται· ἡ δ’ ἀτμὶς ὑφίσταται διὰ βαρύτητα. Τὸ γὰρ ὑγρὸν μετέχει βαρύτητος.

δʹ. Μέχρι μὲν οὖν τινος ἡ ἀτμὶς καὶ ἡ ἀναθυμίασις συμμίκτως καὶ ἀδιακρίτως ἀνέρχονται· προϊοῦσαι δὲ διακρίνονται καὶ τὸ συγγενὲς ἑκατέρα ζητεῖ· κἀντεῦθεν ἡ μὲν ἀτμὶς ἐναπολιμπάνεται κατωτέρω, ἡ δ’ ἀναθυμίασις μετὰ τοῦ ὑπεκκαύματος γίνεται, Οὐδὲν γάρ ἐστιν ἄλλο κατὰ τὴν οὐσίαν τὸ ὑπέκκαυμα ἢ ἀναθυμίασις ἀτμίδος κεχωρισμένη καὶ ἀμιγής.

εʹ. Τὸ τοίνυν ὑπέκκαυμα κινούμενον ὑπὸ τῆς τοῦ κυκλοφορικοῦ κινήσεως, καθ’ ὃ ἂν μάλιστα τὴν πρὸς τὸ ἐξαφθῆναι ἐπιτηδειότητα καὶ σύστασιν ἔχει, κατὰ τοῦτο ἐξάπτεται. Ἂν μὲν οὖν μῆκος ἔχῃ καὶ πλάτος τὸ ἐξαπτόμενον, φαίνεται καιομένη φλόξ, παραπλησίως ταῖς ἐν ἀρούραις ἐξαπτομέναις καλάμαις γινόμενον.

ϛʹ. Ἂν δὲ μῆκος μὲν ἔχῃ, μηκέτι δὲ καὶ πλάτος ἀνάλογον, τότε γίνεται αἲξ ἢ δαλὸς ἢ διαθέων εἴτουν διᾴττων ἀστήρ. Ἂν μὲν γὰρ ᾖ πλέον κατὰ μῆκος τὸ ἁπτόμενον, ἔλαττον δὲ κατὰ πλάτος, κατὰ δὲ τὰ πλάγια καιόμενον, ποιεῖταί τινας ἐκπυρώσεις καὶ ἐκδρομὰς τῆς ἐξάψεως μὴ καθ’ αὐτάς, ἀλλὰ συνηρμένας ὅλῳ τῷ καιομένῳ σώματι, ὡς δοκεῖν ἀποσπινθηρίζειν, τὸ τοιοῦτον αἲξ ὀνομάζεται.

ζʹ. Ὅταν δὲ μόνον ἐπὶ τὸ μῆκος ᾖ ἐξημμένον, μηκέτι δὲ καὶ ἀποσπινθηρίζων, τὸ τοιοῦτον καλεῖται δαλός. ηʹ. Ἂν δὲ μὴ ἓν ὑπάρχῃ καὶ συνεχὲς τὸ τοῦ ἐξαπτομένου ὑπεκκαύματος μῆκος, ἀλλὰ διαστήματα ἔχον ὡς κεχωρισμένων ὄντων ἀπ’ ἀλλήλων τῶν τούτου μερῶν, ἰδίαν σύστασιν ἔχοντος ἑκάστου αὐτῶν, καὶ τὰ διαστήματα δὲ λεπτὴν ἀναθυμίασιν ἔχῃ τινά, πρὸς τὸ ἐκκαυθῆναι καὶ αὐτὴν ἐπιτήδειον, ἀφεστῶτα δ’ ἀπ’ ἀλλήλων τὰ μέρη τοῦ τοιούτου ὑπεκκαύματος ἔχῃ καὶ βάθος καὶ πλάτος ὁμοίως τῷ μήκει, τότε γίνονται οἱ δοκοῦντες διᾴττειν ἀστέρες.

Ὅταν γὰρ ἡ πρώτη κειμένη τῶν τοιούτων συστάσεων ὑπὸ τῆς κινήσεως ἐκκαυθῇ, ταχέως τὸ πῦρ διὰ τῆς μεταξὺ λεπτῆς ἀναθυμιάσεως ἐπὶ τὴν ἐφεξῆς κειμένην σύστασιν διαδίδοται, καὶ ἀπὸ ταύτης πάλιν ὀμοίως ἐπὶ τὴν μετ’ αὐτήν· καὶ τοῦτο ποιεῖ ἕως ἂν ἐπέλθῃ πάσας τὰς κατὰ τὸν εἰρημένον τρόπον ἐφεξῆς ἀλλήλων οὔσας συστάσεις τοῦ τοιούτου ὑπεκκαύματος· καὶ φαίνεται τὸ πῦρ τὸ αὐτὸ τὴν ἀρχὴν ἄνωθεν φερόμενον ἢ ῥιπτούμενον διὰ τὴν ταχεῖαν διάδοσιν.

Ὡς γὰρ ἐπὶ τῶν λύχνων, ὅταν ὁ μὲν καίηται, ἄλλος δ’ ἀποσβεσθεὶς εὐθὺς ὑποτεθῇ αὐτῷ, ἡ ἀπὸ τοῦ νεωστὶ ἐσβεσμένου ἀναφερομένη ἀναθυμίασις ἐπὶ τὴν τοῦ καιομένου φλόγα ἁφθεῖσα, καθὸ ἐπλησίασεν αὐτῇ, ἐξάπτει τὸν ὑποκείμενον λύχνον, ἐξαπτομένης τῆς ἐφεξῆς ἀναθυμιάσεως τῇ πρώτῃ ἐξαφθείσῃ ὑπὸ τῆς τοῦ καιομένου λύχνου φλογὸς ἕως τῆς τοῦ λύχνου θρυαλλίδος ἀφ’ ἧς ἡ ἀναθυμίασις· φαίνεται δὲ οὐ διαδιδόμενον τὸ πῦρ ἄλλου ἐξ ἄλλου ἁπτομένου, ἀλλὰ τὸ πρῶτον ἁφθὲν φερόμενον· οὕτως ὑπολαμβάνειν χρὴ κἀπὶ τῶν διᾴττειν καὶ φέρεσθαι δοκούντων ἀστέρων γίνεσθαι· ἄλλου μετ’ ἄλλο ταχέως ἐξαπτομένου διὰ τὴν πρὸς τοῦτο ἐπιτηδειότητα τῆς ὑποκειμένης ὕλης.

θʹ. Ὁτὲ μὲν οὕτως οἱ διᾴττοντες γίνονται ὑπὸ τῆς κινήσεως τῶν οὐρανίων σωμάτων ἐξαπτομένου τοῦ ὑποκειμένου αὐτοῖς δὴ τοῖς οὐρανίοις σώμασιν ἐπιτηδείου πρὸς ἔξαψιν ὑπεκκαύματος καὶ τὸ ἐφεξῆς ἐξάπτοντος, ὥσπερ εἴρηται. Ὁτὲ δ’ ἐκ τοῦ συνισταμένου διὰ ψύξιν ἀέρος ὃς ὑπὸ τὸ ὑπέκκαυμα τὴν θέσιν ἔχει τὸ ἐναπειλημμένον ἐν αὐτῷ θερμὸν περιστελλόμενον, καὶ ὑπὸ τοῦ περιέχοντος αὐτὸ ἀέρος ψυχόμενον καὶ εἰς ἓν ἀθροιζόμενον, ἐξαφθὲν ἐκθλίβεται μετὰ βίας καὶ φέρεται, ὥσπερ τὰ ἐκπυρηνιζόμενα ῥιπτούμενον οἷον ὡς ὁπόταν ἡμῶν τοὺς δακτύλους συσφιγγόντων καὶ μάλιστα τὸν μέγαν τε καὶ τὸν λιχανὸν ὑπὲρ τὸ μέσον τοῦ πυρῆνος, ἐξολισθαίνει ὁ πυρὴν καὶ ἐκπηδᾷ καὶ μᾶλλον εἰ μετέχει λειότητος καὶ γλισχρότητος, ὡς οἱ τῶν ἐλαιῶν κόκκοι πυροῦ σχῆμα φέροντες καὶ τὰ τούτοις παρόμοια. Τότε δὴ τὸ αὐτὸ μένει πῦρ, ἀλλ’ οὐκ ἐξάπτει τὸ ἐφεξῆς. Ἀμφοτέρως οὖν δοκοῦσιν οἱ διᾴττοντες γίνεσθαι.

ιʹ. Τοῦτο μέντοι τὸ ἐκκρίσει γεννώμενον πῦρ πολλάκις εἰς τὸ κάτω μέρος θλιβόμενον, καὶ εἰς γῆν καὶ εἰς θάλασσαν καταφέρεται καὶ νύκτωρ καὶ μεθημέραν αἰθρίας οὔσης. Τότε δὲ φέρεται κάτω, ὅταν ἀπὸ τοῦ ἄνω μέρους ἡ τοῦ ἀέρος πύκνωσίς τε καὶ ψύξις ἀρξαμένη, τὸ ἐναπειλημμένον αὐτῇ θερμὸν εἰς τὸ κάτω μέρος ἀπώσεται. Διὰ τοῦτο καὶ ὁ κεραυνὸς πῦρ ὢν εἰς τὸ κάτω φέρεται διὰ τὴν βίαιον ἔκθλιψιν, ἐπεὶ τῷ πυρὶ κατὰ φύσιν ἡ εἰς τὸ ἄνω φορά.

ιαʹ. Ὅσα μὲν οὖν ἐν τῷ ἀνωτέρῳ σώματι ἐν ᾧ τὸ ὑπέκκαυμα, διᾳττόντων φάσματα γίνεται, τῷ ἐξάπτεσθαι γίνεται, τῆς ἀναθυμιάσεως ἐκκαιομένης καὶ κατὰ τὸ ἑξῆς διαδιδομένης, ὡς εἴρηται· ὅσα δ’ ἐν τῷ κατωτέρῳ, ἔνθα ὁ ἀήρ, τῇ ἐκκρίσει· τῷ ψυχομένης τῆς ὑγρᾶς ἀναθυμιάσεως ἐξ αὐτῆς τὴν ἔκκρισιν γίνεσθαι.

ιβʹ. Ὡς δ’ ἂν ἔχῃ θέσεως ἡ πυκνουμένη καὶ ψυχομένη ἀναθυμίασις, καὶ ἐφ’ ἃ τετραμμένη εἴη, οὕτως εἰκὸς καὶ ἐπὶ ταῦτα τὸ ἐξ αὐτῆς ἐκκρινόμενον φέρεσθαι πῦρ. Ἢ γὰρ εἰς τὸ ἄνω γίνεσθαι τὴν ἔκκρισιν, ἂν κάτωθεν ἡ πύκνωσις· ἣ εἰς πλάγιον, ἂν ἐκεῖσε συνέβη ἡ πύκνωσις· ἢ κάτω, ἂν ἄνωθεν ἡ ἀρχὴ τῆς πυκνώσεως γίνηται.

ιγʹ. Τὰ πολλὰ μέντοι τῶν εἰς τὸ κάτω ῥιπτουμένων εἰς τὸ πλάγιον φέρεται, διὰ τὸ δύο ἅμα ποιεῖσθαι ταῦτα φοράς· τὴν μὲν εἰς τὸ ἄνω καὶ κατὰ φύσιν ἐπεὶ τῷ πυρὶ κατὰ φύσιν τὸ ἄνω φέρεσθαι, τὴν δ’ εἰς τὸ κάτω βιαίως διὰ τὴν ἔκθλιψιν. Καὶ ἔστιν ἡ εἰς τὸ πλάγιον φορὰ ἔκ τε τῆς ἄνω καὶ τῆς κάτω μικτή. Τοῦτο δὲ γίνεται, ὅταν μηδ’ ἑτέρα πάντη ἐπικρατῇ.

ιδʹ. Πάντων οὖν τῶν τοιούτων αἰτία ὡς μὲν ὕλη ἡ ἀναθυμίασις αὕτη γὰρ ἡ ἐξαπτομένη, ὡς δὲ κινοῦν τε καὶ ποιοῦν, ὁτὲ μὲν ἡ κίνησις τῶν ἐγκυκλίων σωμάτων ὑπὸ ταύτης γὰρ τὰ ἐν τῷ ὑπεκκαύματι ἐξάπτεται, ὁτὲ δὲ ἡ ἀέρος ψύξις καὶ πύκνωσις.

ιεʹ. Ὅτι δὲ κάτω σελήνης. αἱ τοιαῦται γίνονται συστάσεις καὶ ἐκδρομαί, παρίστησιν ἡ φαινομένη αὐτῶν ἐν τῇ διαδρομῇ ταχυτής. Ὡς γὰρ τὰ ὑφ’ ἡμῶν ῥιπτούμενα θᾶττον τῶν ἀστέρων ἡμῖν δοκεῖ κινεῖσθαι διὰ τὴν ἐγγύτητα, μηδ’ ἐγγὺς ἐκείνοις ὁμοίῳ χρώμενα τάχει· οὕτω καὶ οἱ διᾴττειν λεγόμενοι θᾶττον τῶν ἀστέρων ἡμῖν κινούμενοι φαίνονται δι’ ἐγγύτητα.

ΚΕΦΑΛ. ΙΓʹ. Περὶ κομητῶν καὶ τοῦ γαλαξίου κύκλου. αʹ. Ἅπερ τῶν προειρημένων ἐλέγετο αἴτια τῶν φλογῶν, τῶν δαλῶν καὶ τῶν λοιπῶν ἐλέγετο δὲ ὑλικὸν μὲν αἴτιον ἐκείνων ἡ καπνώδης ἀναθυμίασις, ἡ δυνάμει πῦρ οὖσα καὶ διὰ τοῦτο καλουμένη ὑπέκκαυμα· ποιητικὸν δ’ αἴτιον ἡ τῶν οὐρανίων ἐλέγετο κίνησις, ταῦτα δὴ καὶ τῶν νῦν λεγομένων αἴτια δοκεῖ τὰ αὐτά.

βʹ. Ὅταν γὰρ διὰ τὴν τοῦ αἰθέρος καὶ τῶν ἐν αὐτῷ σωμάτων περιφορὰν εἰς τοιαύτην ἀναθυμίασιν, εὔκρατον δηλονότι πρὸς ἔξαψιν, ἐμπέσῃ πυρώδης ἀρχὴ καὶ ἡ ἀναθυμίασις ὑπάρχῃ πεπυκνωμένη καὶ στέγειν πῦρ δυναμένη, καὶ μὴ λεπτὴ καὶ ἀχυρώδης καὶ ῥᾳδίως ἀναλισκομένη· ἀλλὰ δὴ καὶ ἡ πυρώδης ἀρχὴ μήθ’ οὕτως σφοδρὰ καὶ πολλὴ ὡς ταχέως καὶ ἐπιπολὺ ἐκκαῦσαι τὴν πυκνότητα ταύτην, μήτ’ αὖ οὕτως ἀσθενής, ὡς ἀποσβεσθῆναι ταχύ, ἀλλ’ ἰσχυροτέρα τῆς τοιαύτης καὶ ἐπιπλεῖον δυναμένη διαμένειν· ἅμα ἐσυμπίπτει καὶ κάτωθεν ἄλλην κατὰ τοῦτο τὸ μέρος ἀναθυμίασιν εὔκρατον ἀναφέρεσθαι καὶ πρὸς ἔξαψιν ἐπιτηδείαν· τότε τὸ ἐξαπτόμενον ἀστὴρ δοκεῖ κομήτης ἢ πωγωνίας.

γʹ. Εἰ μὲν γὰρ πάντη ὁμοία ἡ ἔξαψις εἴη τῆς ἀναφερομένης ἀναθυμιάσεως καὶ οἷον σφαιροειδής, κομήτης ὀνομάζεται· εἰ δ’ ἐπιμήκης, πωγωνίας προσαγορεύεται. δʹ. Καὶ ἄμφω δὲ κοινῷ λόγῳ κομῆται λέγονται. Συντελεῖ δ’ ἡ κάτωθεν ἀναφερομένη πρὸς ἔξαψιν εὔκρατος ἀναθυμίασις τοῖς κομήταις εἴς τε διαμονὴν χορηγίαν παρέχουσα τῷ πυρί, καὶ εἰς τὴν τῆς κόμης φαντασίαν. Οὐ γὰρ περιωρισμένον καὶ ἐπιτετορευμένον ἐστὶ τὸ καιόμενον, ἀλλ’ ἐκδρομάς τινας ἔχον καὶ ἐξοχάς, δι’ ἃς ἡ φαντασία τῆς κόμης γίνεται.

εʹ. Ὅταν μὲν οὖν ἡ τοιαύτη ἀρχὴ τῆς συστάσεώς τε καὶ ἐξάψεως ἐν τῷ κατωτέρῳ γένηται τόπῳ, καὶ μὴ πλησίον τῶν ἀστέρων, καθ’ ἑαυτὸν ὁ κομήτης φαίνεται. Ὅταν δ’ ἐγγὺς τοῦ αἰθέρος ὑπό τινα τῶν ἀστέρων ἢ τῶν πλανωμένων ἢ τῶν ἀπλανῶν ἡ τοιαύτη ἀναθυμίασις συστῇ, ὑπὸ τῆς τοῦ ἀστέρος ἐκείνου κινήσεως τὴν αἰτίαν τῆς συστάσεως καὶ τῆς ἐξάψεως ἔχουσα ϛ καὶ γὰρ οὐ μόνον ὁ ἥλιος, ἀλλὰ καὶ οἱ ἀστέρες διὰ τῆς κινήσεως θερμαίνοντες τὴν γῆν, ἀναθυμιάσεις ἀνέλκουσιν ἐξ αὐτῆς καὶ μᾶλλον ἐκ τοῦ ἀέρος· τότε δὴ τότε τῶν προϋπαρχόντων τις ἀστέρων κομήτης φαίνεται.

ζʹ. Οὐ γὰρ ἡ φαινομένη κόμη τῶν ἀστέρων πρὸς αὐτοῖς ὑπάρχει τοῖς ἀστράσιν, ἀλλ’ ὑπ’ αὐτοὺς οὖσα φαίνεται πρὸς αὐτοῖς, καὶ συμπεριάγεται αὐτοῖς. ηʹ. Ὅταν μὲν οὖν ἀνωτέρω καὶ πλησίον τοῦ αἰθέρος ὑπό τινα τῶν ἀστέρων ἡ κόμη γένηται, ἐκείνῳ συγκινεῖται, ὡς ἐκείνου τῇ τοιαύτῃ συστάσει τὴν αἰτίαν παρέχοντος. Ὅταν δὲ κατωτέρω καὶ καθ’ ἑαυτὸν ὁ κομήτης συστῇ, οὐκέτι τινὶ τῶν ἀστέρων ἰσοδρομεῖ, ἀλλ’ ἐφυστερίζων καὶ ὑπολειπόμενος φαίνεται.

Τοιαύτη γὰρ ἡ κίνησίς τε καὶ περιφορὰ τοῦ κόσμου τοῦ περὶ γῆν, οὐκ ἰσοδρομοῦσα τοῖς οὐρανίοις· ἀλλ’ οὐδ’ ὁμαλῶς αὐτοῖς ἑπομένη, οὐδ’ ἀκριβῶς σφαιρική· ἅτε μὴ κατὰ φύσιν οὕτω δὴ σφαιρικῶς κινουμένων τῶν περιγείων, ἀλλ’ ὑποσυρομένων μόνων ὑπὸ τῆς τῶν οὐρανίων κινήσεως.

θʹ. Εἰ δὲ καὶ οἱ πλάνητες βιαίως κινοῦνται τὴν ἀπ’ ἀνατολῶν εἰς δυσμάς, ἀλλὰ τέως ἡ κίνησις αὐτῶν σφαιρική· τῶν δὲ περιγείων οὐ τοιαύτη. ιʹ. Ὅτι δὲ πυρώδης ἡ τῶν κομητῶν ἐστι σύστασις, τὸ σημαίνειν αὐχμούς τε καὶ πνεύματα πλείους αὐτοὺς γινομένους τεκμήριον. Ὅταν γὰρ ἡ θερμὴ καὶ πυρώδης ἀναθυμίασις πλεονάζῃ, οὗτοί τε συνίστανται, καὶ ὑπὸ τῆς τοιαύτης ἀναθυμιάσεως ὁ ἀὴρ ξηρότερος γίνεται· καὶ διακρίνεται καὶ διαλύεται τὸ ἐξατμίζον ἀπὸ τοῦ περὶ τὴν γῆν τόπου καὶ ἀναφερόμενον ὑγρόν, ὥστε μὴ συνίστασθαι ῥᾳδίως καὶ μεταβάλλειν εἰς ὕδωρ.

ιαʹ. Τοῦ δὲ μὴ γίνεσθαι πολλοὺς κομήτας μηδὲ πλειστάκις ὡς οἱ διᾴττοντες, ἀλλὰ καὶ τοὺς γινομένους ἐκτὸς τῶν τροπικῶν γίνεσθαι μᾶλλον ἤπερ ἐντός, αἰτίαν τιθέασι τὴν τοῦ ἡλίου καὶ τῶν ἄλλων πλανητῶν κίνησιν, οἳ μεταξὺ τῶν τροπικῶν κινούμενοι τοιαύτη γὰρ ἡ τοῦ ζωδιακοῦ θέσις καθ’ ὃν τῶν πλανητῶν ἡ κίνησις διακρίνουσι τὰ πολλὰ καὶ λεπτύνουσι τὰς πυκνοτέρας καὶ πεπιλημένας ἀναθυμιάσεις, αἵ τινές εἰσιν ὕλη τῶν κομητῶν.

ιβʹ. Μάλιστα δ’ αἰτία δοκεῖ τοῦ μὴ γίνεσθαι κατὰ ταῦτα τὰ μέρη κομήτας, ὡς ἐπίπαν τὸ εἰς τὴν τοῦ γάλακτος χώραν, ἤγουν εἰς τὸν γαλαξίαν κύκλον, τὸ πλεῖστον τῶν τοιούτων ἀναθυμιάσεων ἀποκρίνεσθαι· κἀκεῖσε ἀθροιζόμενον, ποιεῖν τὸ φαινόμενον φῶς.

ιγʹ. Ὥστε γάρ τινες τῶν ἀστέρων ἢ τῶν πλανητῶν ἢ καὶ τῶν ἀπλανῶν φαίνονται κομῆται, καθάπερ εἴρηται, συνισταμένης ὑπ’ αὐτοὺς ἀναθυμιάσεως πυκνοτέρας καὶ ἐξαπτομένης καὶ συμπεριφερομένης αὐτοῖς· οὕτω δοκεῖ κἀπὶ τοῦ γαλαξίου γίνεσθαι κύκλου.

Ὃ γὰρ ἡ περὶ ἕνα τῶν ἀστέρων ἀναθυμίασις τοιαύτη γενομένη κομήτην ποιεῖ, τοῦτο περὶ τοὺς ἀστέρας ἅμα γινόμενον καθ’ οὓς τὸ γάλα φαίνεται, τὸν καλούμενον γαλαξίαν κύκλον ἔοικεν ἀποτελεῖν. Τὸ τοίνυν περὶ ἕνα τῶν ἀστέρων γίνεσθαι πεφυκὸς οὐκ ἀπεικὸς γίνεσθαι καὶ περὶ τὸν ὅλον οὐρανόν.

Εἰ γὰρ ἑνὸς ἀστέρος κίνησις ποιεῖ τι τοιοῦτον, οὐκ ἄτοπον ὑπολαβεῖν καὶ τὴν τῶν πάντων κίνησιν τὸ αὐτὸ δύνασθαι ποιεῖν ὡς ἐκριπίζειν τε καὶ ἐξάπτειν τὴν ὑπ’ αὐτοὺς ἀναθυμίασιν καὶ συνεφέλκεσθαι. ιδʹ. Τὸ τοιοῦτον δὲ γίνεσθαι μᾶλλον εἰκός, καθ’ ὃ μέρος τοῦ οὐρανοῦ πλεῖστοι καὶ πυκνοὶ καὶ μεγάλοι ἀστέρες εἰσί. Κατὰ μὲν οὖν τὸν ζωδιακὸν ἡ τοιαύτη ἀναθυμίασις καὶ σύστασις οὐ μένει· διότι κατὰ τοῦτον ὁ ἥλιος καὶ οἱ λοιποὶ κινούμενοι πλανῆτες διακρίνουσι τὴν τοιαύτην σύστασιν καὶ λεπτύνουσιν.

ιεʹ. Ὅτι δ’ ὁ γαλαξίας κύκλος μέγιστος ὢν καὶ αὐτὸς καὶ λοξὸς ὥσπερ ὁ ζωδιακός, ὑπερβάλλει τῇ θέσει τοὺς τροπικούς, καί τινων ἑτέρων ἐφάπτεται κύκλων οὐ πόῤῥω τῶν πόλων ὄντων, καὶ κεῖται τοῦ ζωδιακοῦ ἐκ πλαγίων ὡς μὴ κατ’ αὐτὸν κινεῖσθαι τοὺς πλάνητας, ὅτι τε πλήρης ὁ τόπος μεγάλων καὶ λαμπρῶν ἀστέρων, εὔλογον ὑπολαμβάνεται διά τε τὴν θέσιν καὶ τὸ τῶν κατ’ αὐτὸν ἀστέρων πλῆθος καὶ μέγεθος ἀθροιζομένην τὴν ἀναθυμίασιν καὶ συνισταμένην καὶ ἐξαπτομένην ποιεῖν ἐν τούτῳ τὸ γάλα.

ιϛʹ. Τούτου δ’ ἂν εἴη σημεῖον τὸ καὶ αὐτοῦ τοῦ κύκλου τὴν σύστασιν πλείω εἶναι καὶ πλεῖον τὸ φῶς ἐν τῷ ἑτέρῳ ἡμικυκλίῳ καθ’ ὃ διπλόην τινὰ ἔχων ὁ γαλαξίας ὁρᾶται, ἐν ᾧ μείζους καὶ πυκνότεροι ἀστέρες εἰσίν.

ιζʹ. Εἰ τοίνυν ἐν τῷ κύκλῳ τούτῳ φαίνεται τὸ φῶς ἐν ᾧ πολλοὶ καὶ μεγάλοι ἀστέρες, καὶ αὐτοῦ δὲ τοῦ κύκλου πλέον πάλιν ὁρᾶται τὸ φῶς, ἐν ᾧ μέρει πλείους καὶ μείζους ἀστέρες· εὔλογον τοὺς ἀστέρας καὶ τὴν κίνησιν αὐτῶν τοῦ κατὰ τὸν γαλαξίαν πάθους αἴτια εἶναι οἴεσθαι· ἐπεὶ καὶ πάντων τῶν ἐν τῇ λεγομένῃ ἀπλανεῖ σφαίρᾳ κύκλων, ἐν τούτῳ μόνῳ τὰ μεταξὺ τοιούτων ἀστέρων πεπλήρωται. Κατὰ γὰρ τοὺς ἄλλους κύκλους φανερὰ διαλείμματα φαίνονται, καὶ τόποι πολλοί, ἀστέρων κενοί.

ιηʹ. Ἔστιν οὖν τὸ γάλα, ὡς οἷον ὁρίσασθαι, ἡ διὰ τὴν ἔκκρισιν γινομένη τοῦ μεγίστου κύκλου κόμη. Διό, καθὼς εἴρηται πρότερον, οὐ πολλοὶ οὐδὲ πολλάκις κομῆται γίνονται διὰ τὸ τὴν τοιαύτην σύστασιν ἀποκεκρίσθαι καὶ συνεχῶς ἀποκρίνεσθαι εἰς τοῦτον τὸν τόπον.