Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Λόγοι περὶ τοῦ τέλους τῆς ζωῆς

Νικηφόρος Βλεμμύδης

Προοίμιο και βιβλικές αποδείξεις κατά της ειμαρμένης

Εισαγωγή στο έργο και αναίρεση της ταύτισης του ορίου ζωής με την ειμαρμένη μέσω βιβλικών παραδειγμάτων, όπως η εποχή του Νώε, οι προφητείες και η πτώση των πρωτοπλάστων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 1 από 8

Νικηφόρου μοναστοῦ καὶ πρεσβυτέρου τοῦ κατὰ τὰ Ἠμάθια ἡσυχαστηρίου κτήτορος τοῦ Βλεμμύδου Ἀπόδειξις, ὅτι οὐχ ὥρισται τοῦ καθέκαστον ἡ ζωή Ἐγὼ μέν, ὦ φιλολόγοι, τὸ ἥσυχον ἀσπαζόμενος, μᾶλλον δ’ εἰπεῖν βιαζόμενος πρὸς αὐτό—τοῦδε γὰρ ἐκτὸς τὸ ἐπιθυμητὸν χρῆμα τῶν λόγων οὐκ ἔστι προσγενέσθαι τινί—ἓν ἀντὶ πάντων εἱλόμην, τὸ πᾶσι μὲν τοῖς ῥευστοῖς τὸ φυσικὸν προσειπεῖν, ἀταράχως δὲ μελέτην ποιεῖσθαι τῶν ὄντων ἀεί. Τοῦτο τῆς ἐμῆς θεωρίας τὸ ἔκκριτον καί μοι τούτου τὸ πέρας ἀρχὴ τοῦ πράττειν καθίστατο· τὸ τοῦ ἔργου δὲ πρόσφατον τῷ χρόνῳ ἐπισπεύδεται καὶ τῷ τῆς ἐμῆς ἐπιστήμης· τοῖς ἐπισταμένοις τὸ ἐναντίον αὐτῆς προσμαρτυρεῖταί μοι, εἴ γε ἐπὶ στάσιν αὕτη γνώσεως τοὺς ἐπισταμένους ἄγειν λέγεται καὶ γινώσκεται. Εἰ δ’ οὕτω ταῦτα, καὶ τῶν πραγμάτων ἔρως πολύς, ὁπόταν ἐστὶ νεάζουσα ἡ μετὰ τὴν αἵρεσιν ἐράσμιος τούτων ἀντίληψις· διὰ τοῦτο κἀμοὶ τὸ τῆς ἠρεμίας ὡς ἀποτρόπαιον ἀρχὴν ἐνεργοῦντι κινήσεως ἐπὶ ποθεινοτέρῳ τῷ πράγματι.

Ἔνθεν καὶ τὸ τῆς ὑμετέρας αἰτήσεως ἀσυμπέραστον ἦν. Ἐπειδ’ ἐκ τούτου κίνδυνος περὶ τὴν ἀλήθειαν οὐ μικρός—πολλῶν γὰρ διανοίας ἐπιστούμην διαστρέφειν τὸν καινὸν τοῦ ὅρου δογματισμόν—δεῖν ᾠήθην μικρὸν ἀναβαλέσθαι τοῦ συντόνου τῆς ἐργασίας καὶ πρὸς δύναμιν ἀπαντῆσαι πρὸς τὸν νέον δογματιστήν, οὐ πρὸς τὴν ἐμὴν ἀμαθίαν ἰδών, ἀλλὰ πρὸς τὴν ἀκατάληπτον σοφίαν τοῦ διδόντος λόγον ἐν ἀνοίξει τοῦ στόματος τοῖς ὑπὲρ ἀληθείας φθεγγομένοις καὶ ἔργοις, ἵν’ εἴπω, καὶ λόγοις κρατύνειν ἐθέλουσι τὸ ὀρθόδοξον. Τοίνυν οὐκ ἐπιχειρηματικῶς, οὐ κατὰ μέθοδον ἄλλην σοφιστικὴν τὴν μελέτην ποιήσομαι, μόνων δὲ προφητικῶν ῥητῶν ἀντιλήψομαι καὶ θεολέκτων λογίων τῶν ἱερῶν διδασκάλων ἡμῶν ὡς ὄντων αὐτῶν πάσης συλλογιστικῆς περινοίας ἀποδεικτικωτέρων εἰς τοὐμφανές. Καὶ δὴ περαιτέρω μακρηγορεῖν οὐ καλόν· οὐδὲ γὰρ οὕτω συντετμημένος ἡμῖν ὁ λόγος γένοιτ’ ἂν κατὰ τὸ ὑμῖν ἐφετόν. Ἀλλ’ ὑμεῖς μὲν εὐχαῖς προοδοποιεῖτέ μοι τὴν λογικὴν ἀτραπόν· ἐγὼ δὲ ἤδη—σὺν θεῷ εἰρήσθω—βαδίζειν ταύτην κατάρξομαι.

Ὁ τοίνυν τῆς ἑκάστου τῶν ἀνθρώπων ζωῆς ὅρον εἶναι λέγων καὶ τοῦδε συμπληρουμένου θάνατον ἀναγκαίως ἐπάγεσθαι λέληθεν ἑαυτὸν εἱμαρμένην καὶ ἀνάγκην, μωρίας Ἑλληνικάς, ἐπεισάγων Χριστιανοῖς· ὅρος γάρ ἐστι νόμος ἀληθὴς καὶ ἀμετάθετος τοῦ ὁριζομένου θεμέλιος καὶ αὖθι σφραγὶς ἀσφαλείας καὶ ὑπερθέσεων καὶ ἐλλείψεων ἀλλοτρίωσις· εἱμαρμένη δὴ ἐξ ἀνάγκης τὰ δι’ αὐτῆς ἐπιτελεῖ καὶ ἀνάγκη δὲ τῶν ἀφύκτων ἐστίν, ἐν οἷς ἔνεστιν· οὕτω γὰρ περὶ τούτων δοκεῖ τῇ θείᾳ γραφῇ. Εἰ τοίνυν οὐ δυνατὸν ὑπέρβασιν ἢ ἔλλειψιν τὸν ὅρον καταδέξασθαι πώποτε, ἀλλ’ οὐδὲ τὴν εἱμαρμένην ἢ τὴν ἀνάγκην παραδραμεῖν τά, ἐφ’ οἷς εἰσι, πῶς οὐ ταὐτόν τί ἐστιν ὅρος καὶ εἱμαρμένη καὶ ἀνάγκη ἐπὶ τῇ νῦν θεωρίᾳ; Εἰ δὲ ταῦθ’ οὕτως ἔχει καὶ οὐδενί ἐστι τὸν ὅρον ᾗτε ὅρον ὑπερβῆναι καὶ ἐλλιπεῖν, πῶς ὁ θεὸς ἀληθὴς προστιθέναι λέγων καὶ ἐκκόπτειν χρόνους ζωῆς; Καὶ εἰ μὲν ψευδὴς ὁ θεός, —φεῦ τῆς βλασφημίας—μᾶλλον δὲ ἀλλ’ οὐδὲ οὕτως ὅρος ἐστίν· εἰ γὰρ ὅρος ὡρίσθαι λέγεται τῷ θεῷ, ὁ δὲ θεὸς οὐκ ἀληθὴς τῷ προστιθέναι χρόνους ζωῆς καὶ ἀφαιρεῖν ἀποφαίνεσθαι, πῶς δυνήσεται οὗτος ὅρον ὁρίσασθαι ἀσφαλῶς; Ἀλλὰ ἀληθής ἐστιν ὁ θεὸς ὁ προστιθέναι λέγων καὶ ἐκκόπτειν χρόνους ζωῶν· οὐκ ἄρα ὅρος ἐστίν, εἴ γε οὗτος σφραγὶς ἀσφαλείας καὶ ὑπερθέσεων καὶ ἐλλείψεων ἀλλοτρίωσις, ὡς τοῖς θείοις πατράσιν τῇ ἀληθείᾳ δοκεῖ.

Ἐπεὶ τοίνυν ἀληθής ἐστιν ὁ θεὸς καὶ τὰ λόγια αὐτοῦ ἀληθινὰ κατὰ τὸν ἐν προφήταις μέγαν Δαυίδ, φησίν οὖν ἀληθῶς ὁ θεός·

Οὐ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν, τοῦτο μόνον οὐ λέγων· ὁ ἀνεπιστρόφως ἁμαρτάνων ἀπολεῖται τῆς ἁμαρτίας ἐπαγούσης τούτῳ τὸν ὄλεθρον, ὁ δέ γε ἐπιστρέψας ῥυσθήσεται τοῦ κινδύνου καὶ ζήσεται. Πῶς τοίνυν, εἴ γε ὅρος ἦν τῆς τούτου ζωῆς, προαπῆλθεν ἂν ἁμαρτάνων τοῦ συντελεσμοῦ τῶν αὐτοῦ ἡμερῶν, ἐπιστρέψας δὲ ἐκέρδανε μέτρα ζωῆς; Πῶς δὲ ἐπιτεύξει καὶ τοῦ ἐφετοῦ ὁ καιρὸν μετανοίας θεόθεν αἰτῶν, εἴ γε ὡρισμέναι εἰσὶν αἱ ἡμέραι τῆς αὐτοῦ βιοτῆς καὶ οὐκ ἔστιν ὑπὲρ ταύτας δοῦναι ἑτέρας αὐτῷ τὸν θεόν; Ἐκεῖνο δὲ πῶς νοεῖς τὸ Κύριος θανατοῖ καὶ ζωογονεῖ; Οὐχ ὅτι θανάτου καὶ ζωῆς κυριεύων ἐστίν, ὡς ἡ ἱερὰ γραφὴ μαρτυρεῖ καί, οἷς μὲν ἐθέλει, χαρίζεται τὴν ζωήν, οἷς δὲ βούλεται, αὖθις ἐπάγει τὸν θάνατον;

Πῶς τοίνυν τὸ θεῖον θέλημά τε καὶ βούλημα ἐπί τε ζωῇ καὶ θανάτῳ νοήσομεν ἐνεργόν, εἴ γε τοὺς καθέκαστον ὅρους ἀρχομένους τε καὶ περατουμένους ταῦτα φήσομεν ἐνεργεῖν; Ἀλλὰ τοῖς μὲν ἐπὶ Νῶε, φησίν, κ ἔτη πρὸς ἑκατὸν ἐπέστησεν ὁ θεός.

Τί τοίνυν διὰ τοῦτο τὸν ὅρον ἐπεισάγει ἡμῖν· Λέγε μοι τὸν χρόνον καὶ τὴν αἰτίαν τῆς τούτων ἐπιμετρήσεως. Ἦ πάντως ἐρεῖς· κατὰ τὸ πεντακοσιοστὸν ἔτος τῆς τοῦ Νῶε ζωῆς καὶ διὰ τὸ πληθυνθῆναι τὴν γῆν ἀνομίας καὶ ἀδικίας ἀπ’ αὐτῶν; Οὕτω γὰρ ἡ βίβλος μαρτυρεῖ τῆς γενέσεως. Εἰ μὲν οὖν ἀρχῆθεν καί, ὅτε πρώτως τὸ τῶν ἀνθρώπων γένος ἐκ γεννήσεως ἐπλατύνετο, καὶ πρὸ τοῦ τὴν ἁμαρτίαν οἷον ἐπικαλύψαι τὴν γῆν πᾶσαν, ἰδοὺ τὸν θεὸν φθονερόν τε καὶ ἄδικον παριστᾷς, διὰ τὸ πλατύνεσθαι τοὺς ἀνθρώπους μηδὲν ἐργαζομένους κακὸν τὴν κοσμικὴν ἀπώλειαν προορίζοντα καὶ πρὶν μὲν αὔξησιν χορηγοῦντα καὶ πληθυσμόν, νυνὶ δὲ ἐπὶ τούτῳ οἷον μεταμελόμενον καὶ ἑαυτῷ καθεστηκότα πολέμιον· εἰ δὲ ἐν ὑστέροις καὶ διὰ τὴν εἰς ἄκρον τῆς κακίας ἐπίτασιν, ἐπαγωγὴν τοῦτο μάλιστα τιμωρίας δικαίας ἢ ὅρον εἶναι ὁμολογεῖς.

Ὅρου μὲν οὖν τὸ μήθ’ ὑπέρθεσιν μήτ’ ἔλλειψιν καταδέχεσθαι φθάσαντες ἀπεδείξαμεν· ἐνταῦθα δὲ οὐδὲ τὸ ἑκατοστὸν εἰκοστὸν ἔτος συμπληροῦται τὸ τῷ θεῷ προρρηθὲν διὰ τῆς κακίας πάντως τὸ ἄπειρον· ἐν γὰρ τῷ πεντακοσιοστῷ ἔτει τῆς τοῦ Νῶε ζωῆς ἀποφανθέντος θεῷ τοῦ κατακλυσμοῦ καὶ τοῦ μέσου δὲ διαστήματος ἔτους ρ καὶ κ τῷ χ ἔτει τῆς τούτου ζωῆς τὸ ὕδωρ πᾶσαν τὴν γῆν ἐπεκάλυψεν, ὥστε οὐ δι’ ἀνάγκην ὁρικῆς συμπληρώσεως, ἀλλὰ διὰ τὴν τῶν τότε κακίαν ἡ κοσμικὴ πανωλεθρία ἐγένετο· πρόσωπον γὰρ κυρίου ἐπὶ τοὺς ποιοῦντας κακὰ τοῦ ἐξολεθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν.

Καὶ διὰ τί Ἰεζεκιήλ φησι· Θεὸς πρὸς Ἰερουσαλήμ. Ἀνθ’ ὧν τὰ ἅγιά μου ἐμίανας ἐν τοῖς προσοχθίσμασί σου καὶ ἐν πᾶσι τοῖς βδελύγμασί σου, κἀγὼ ἀπώσομαί σε καὶ οὐ μὴ ἐλεήσω σε. Ἔτι· Τὸ τέταρτόν σου ἐν θανάτῳ ἀναλωθήσεται· τὸ τέταρτόν σου ἐν λιμῷ συντελεσθήσεται· καὶ τὸ τέταρτόν σου ἐν ῥομφαίᾳ πεσεῖται κύκλῳ σου· καὶ τὸ τέταρτόν σου εἰς πάντα ἄνεμον διασκορπιῶ. Ὥστε οὐ διὰ τὸ πληρωθῆναι τοὺς ὅρους ὁμοῦ πάντων τῶν κατοικούντων Ἰερουσαλὴμ ἡ παντελὴς ἀπώλεια τούτοις προσγίνεται, ἀλλὰ διὰ τὴν παρανομίαν αὐτῶν καὶ ἀσέβειαν τήν τε τῶν θείων προσταγμάτων ἀθέτησιν. Φησὶ γὰρ καὶ διὰ τοῦ Ἡσαίου θεός· Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται. Καὶ διὰ Ἰεζεκιὴλ πάλιν· Γῆ ἐὰν ἁμάρτῃ μοι τοῦ παραπεσεῖν παράπτωμα, ἐκτενῶ τὴν χεῖρά μου καὶ ἐξαποστελῶ ἐπ’ αὐτήν· τὰς τέσσαρας ἐκδικήσεις μου τὰς πονηράς, ῥομφαίαν καὶ λιμὸν καὶ θηρία πονηρὰ καὶ θάνατον καὶ τιμωρήσομαι αὐτὴν καὶ ἔσται εἰς ἀφανισμόν. Ὥστε ἡ ἁμαρτία ἐπάγει τὸν δεινὸν ὄλεθρον τοῖς ἐργάταις αὐτῆς καὶ οὐχὶ ταῖς ζωαῖς τὰ ὅρια συντελούμενα.

Πάλιν γὰρ διὰ τοῦ αὐτοῦ προφήτου φησὶ πρὸς τὸν Ἰσραὴλ ὁ θεός· Ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν, καὶ πάντες ἐν σφαγῇ πεσεῖσθε, διότι ἐκάλεσα ὑμᾶς καὶ οὐχ ὑπηκούσατε, ἐλάλησα καὶ παρηκούσατε καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίως μου καί, ἃ οὐκ ἐβουλήθην, ἐξελέξασθε· καὶ γνώσονται πάντα τὰ ἔθνη, ὅτι διὰ τὰς ἁμαρτίας αὐτῶν ᾐχμαλωτίσθησαν οἶκος Ἰσραήλ, ἀνθ’ ὧν ἠθέτησαν εἰς ἐμέ, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ’ αὐτῶν καὶ παρέδωκα αὐτοὺς εἰς χεῖρας τῶν ἐχθρῶν αὐτῶν καὶ ἔπεσον πάντες ἐν μαχαίρᾳ· κατὰ τὰς ἀκαθαρσίας αὐτῶν καὶ κατὰ τὰς ἀνομίας αὐτῶν ἐποίησα αὐτοῖς. Τίς τοίνυν ἂν πλέξαι πρὸς ταῦτα τολμήσειεν ἄν; Διαπρυσίως γὰρ ὁ τοῦ θεοῦ προφήτης βοᾷ, ὅτιπερ οὐχ ὥρισται ἡ τῶν ἀνθρώπων ζωὴ οὐδὲ κληροδοτικῶς αἱ ἡμέραι αὐτῶν ἐμετρήθησαν· ἐπεὶ τοίγε οὐκ ἂν διὰ τὰς ἁμαρτίας αὐτῶν ἡ ἀπώλεια τούτοις προσεπιγίνετο οὐδὲ διὰ φυσικὴν ἀσθένειαν, ὡς ὁ μέγας φησὶν Ἀθανάσιος, ὁ θάνατος τοῖς ἀνθρώποις ἐπήρχετο, ἀλλὰ δι’ ἀνάγκην ὁρικῆς συντελείας· καὶ εὑρεθήσεται ἄδικος ὁ θεὸς τοῖς μὲν πολυετῆ τὸν βίον ἐπιμετρῶν, τοὺς δὲ μηδὲ ἐσάπαξ φῶς ἰδεῖν ἐγχωρῶν.

Ἀλλ’ εἴ γε φησί μὴ ὅρος ἐστί, πῶς ψάλλει τις τῶν πατέρων· Βάθει τῶν κριμάτων σου, Χριστέ, πανσόφως σὺ προώρισας ἑκάστου τέλους ζωῆς τὸν τόπον καὶ τὸν τρόπον; Ἄκουσον, εἰ θέλοις, καὶ σύνες τὴν ἐγκεκρυμμένην ἔννοιαν τῷ ῥητῷ· οὐ γὰρ ἐπιπολαίως πάντα θέμις ὁρᾶν, ἀλλὰ καὶ βαθύτερον ἐπικύπτειν καί, εἴ τι πνευματικὸν ἐν τοῖς λογίοις, ἀνερευνᾶν. Ὃ τοίνυν ἐμφαίνεται τῷ ῥητῷ τοῖς ἐπιζητοῦσι τὸ εὐσεβές, τοῦτό ἐστι· παρέβη τοῦ δεσπότου τὴν ἐντολὴν ὁ Ἀδὰμ καὶ διὰ τῆς αὐτοῦ παραβάσεως ἐπεισήχθη ἡ ἁμαρτία. Ἵνα τοίνυν μὴ ἀθάνατον ᾖ τὸ κακόν οὕτω γὰρ καὶ τῷ θεολόγῳ δοκεῖ Γρηγορίῳ, θανάτῳ θεὸς καταδικάζει τὸν πταίσαντα καὶ ἅπαν τὸ σπέρμα αὐτοῦ δ’ αὐτοῦ, εἰπὼν καὶ ὁρίσας αὐτῷ καὶ παντὶ ἀνθρώπῳ δι’ αὐτοῦ τὸ εἰς γῆν ἀποστρέφεσθαι, ὅτι Καὶ ἐκ γῆς ἐλήφθης, φησί, καὶ γῆ εἶ· ἐπειγοῦν γῆ εἶ, διὰ θανάτου πάλιν ἀπελεύσῃ πρὸς γῆν. Καὶ τοῦτό ἐστιν ὁ θεῖος προορισμὸς τοῦ τόπου τε καὶ τοῦ τρόπου τῆς τελευτῆς ἑκάστου τῶν γηγενῶν. Ὅρα δὲ ἐνταῦθα μὴ μόνον τόπον καὶ τρόπον, ἀλλὰ δὴ καὶ αἰτίαν· καὶ τόπος μὲν ἡ γῆ, ἔνθα ὁ ἄνθρωπος καταντᾷ, τρόπος δέ, ὅτι διὰ θανάτου, αἰτία δέ, ἐπεὶ καὶ γῆ ἐστι καὶ ἐκ γῆς τὸ πρῶτον ἐλήφθη.

Ὅτι μὲν οὖν δι’ ἁμαρτίαν, ὡς εἴπομεν, ὁ ὄλεθρος τοῖς ἀνθρώποις ἐπάγεται, καὶ ὁ Ἱερεμίας δηλοῖ· Τάδε λέγει κύριος, βοῶν, ὁ θεὸς Ἰσραήλ. Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον κακά, ὥστε παντὸς ἀκούοντος ταῦτα ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ, ἀνθ’ ὧν ἐγκατέλιπόν με καὶ ἀπηλλοτρίωσαν τὸν τόπον τοῦτον. Καὶ σφάξω τὴν βουλὴν Ἰούδα καὶ τὴν βουλὴν Ἰσραὴλ ἐν τῷ τόπῳ τούτῳ καὶ καταβαλῶ αὐτοὺς ἐν μαχαίρᾳ ἐναντίον τῶν ἐχθρῶν αὐτῶν καὶ δώσω τοὺς νεκροὺς αὐτῶν εἰς βρῶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς. Καὶ ἔδονται τὰς σάρκας τῶν υἱῶν καὶ τῶν θυγατέρων αὐτῶν, καὶ ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ ἔδεται ἐν τῇ περιοχῇ καὶ τῇ πολιορκίᾳ, ᾗ πολιορκήσουσιν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν. Καὶ συντρίψω τὸν λαὸν τοῦτον καὶ τὴν πόλιν ταύτην, καθὼς συντρίβεται ἄγγος ὀστράκινον, ὃ οὐ δυνήσεται ἰαθῆναι ἔτι. Ὅρα, ὅπως καὶ ἡ αἰτία προστίθεται τῆς ἀπωλείας αὐτῶν· οὐκ ἐπειδή, φησί, συνετελέσθησαν αὐτοῖς οἱ ὅροι τῶν ἡμερῶν, ἀλλ’ ἐπειδὴ ἐμὲ ἐγκατέλιπον καὶ τὰς ἐντολάς μου ἠθέτησαν καὶ ἐπληθύνθη ἡ ἀνομία αὐτοῖς, διὰ τοῦτο ἐγὼ ἀφανίσω αὐτοὺς καὶ τὸν τόπον αὐτῶν, καθὼς καὶ ὁ ψαλμογράφος διασαφεῖ· Ἀποδώσει, λέγων, αὐτοῖς κύριος τὴν ἀνομίαν αὐτῶν καὶ κατὰ τὴν πονηρίαν αὐτῶν ἀφανιεῖ αὐτούς.

Ὥστε οὐ τῶν ὅρων ἐστὶν ἡ τῶν ἀνθρώπων διαφθορά, ἀλλὰ τῶν ἐπιτηδευμάτων αὐτῶν· εἰ μὲν γὰρ δρῶσιν ἄξια ζωῆς καὶ πορεύονται ὀρθῶς τὴν τῶν θείων θελημάτων ὁδόν, πόρρω που φεύγει ὁ ὄλεθρος ἀπ’ αὐτῶν· εἰ δὲ τῆς εὐθείας διαμαρτόντες πλάγιοι τὴν τῆς παρακοῆς διατρέχουσι, φθάνουσιν ἐν τάχει τὸν τῆς ἀπωλείας κρημνόν. Τοῦτο γὰρ καὶ διὰ Μωσέως ὁ κύριος εἴρηκε τοῖς υἱοῖς Ἰσραήλ· Ἐὰν πορεύησθε, λέγων, πρός με πλάγιοι, πορεύσομαι κἀγὼ μεθ’ ὑμῶν ἐν θυμῷ πλαγίῳ καὶ πατάξω ὑμᾶς ἀντὶ τῶν ἁμαρτιῶν ὑμῶν καὶ ἐπάξω ἐφ’ ὑμᾶς μάχαιραν ἐκδικοῦσαν διαθήκην, καὶ καταφεύξεσθε εἰς τὰς πόλεις ὑμῶν· καὶ ἐξαποστελῶ θάνατον εἰς ὑμᾶς, καὶ φάγεσθε τὰς σάρκας τῶν υἱῶν καὶ τῶν θυγατέρων ὑμῶν· καὶ ἀναλώσει ὑμᾶς ἐπιπορευομένη ἡ μάχαιρα. Ἐκ τούτων τοίνυν δῆλόν ἐστιν, ὅτι οὐχ ἡ τῶν ὅρων συντέλεια, ἀλλ’ ἡ τῶν θείων προσταγμάτων παρακοὴ ἐπάγει τοῖς ἀθλίοις τὸν ὄλεθρον.

Ἰδοὺ γὰρ ἐγώ, φησὶν ὁ κύριος, δέδωκα πρὸ προσώπου ὑμῶν τὴν ὁδὸν τῆς ζωῆς καὶ τοῦ θανάτου· ὁ καθήμενος ἐν τῇ πόλει ταύτῃ, ἀποθανεῖται ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ, καὶ ὁ ἐκπορευόμενος προσχωρῆσαι πρὸς τοὺς Χαλδαίους ζήσεται. Εἰ τοίνυν ὅροις περιείχετο τῶν καθέκαστον ἡ ζωὴ καὶ ἦν οὐδενὶ τὸ οἰκεῖον μέτρον ὑπερδραμεῖν ἢ προαπελθόντι λιπεῖν ἀσυμπέραστον, περιττὸν δήπουθεν ἦν καὶ τὸ προσμεῖναι τῇ πόλει καὶ τὸ ταύτης ὑπεξελθεῖν καὶ οὔτε τοῖς ἐκπορευομένοις περιεγένετο τὸ ζῆν οὔτε τοῖς μένουσιν ἔνδον ἡ δεινὴ τελευτὴ τῶν ὅρων ἀναγκαίως ἐνεργούντων τὰ ἴδια. Καὶ εἰ τοῦτο, οὐ πάντως ἀψευδὴς ὁ θεῖος χρησμός· ὃ πάσης βλασφημίας ἐστὶ χαλεπώτερον.