Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Λόγοι περὶ τοῦ τέλους τῆς ζωῆς

Νικηφόρος Βλεμμύδης

Φιλοσοφικός και γραμματικός έλεγχος του αντιπάλου

Παρέκβαση με τη μορφή διαλόγου, όπου ελέγχεται η αλαζονεία, η φιλοσοφική αμάθεια και τα γραμματικά σφάλματα του αντιπάλου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 4 από 8

Τοῦ αὐτοῦ Νικηφόρου Βλεμμύδου Διαλεγόμενος ἢ περὶ τοῦ ὅρου Σὺ τὴν ἐμὴν ἀμαθίαν σοφίζεις, ἄνθρωπε λόγιε, καὶ διὰ τῶν σῶν ἀντιθέσεων τὸν ἐμὸν ὄκνον ἐς πολυμαθείας μετάγεις σπουδήν· εἰ γὰρ αἱ ἀντιθέσεις ἀναγκαίας τὰς ἐπιλύσεις οἴδασιν ἀπαιτεῖν, αἱ δὲ εἰ μὴ διὰ τῆς τῶν ἁγίων μελέτης λογίων οὐκ ἂν ἄλλως ἐπέλθοιεν, ἐξ ὧν πολὺν οἱ σπουδαῖοι τὸν καρπὸν τῆς γνώσεως δρέπονται, πῶς οὐ τὸ σὸν φιλόσοφον τὸν ἐμὸν ἄνθρωπον καλῶς ῥυθμίζει δι’ εὐμεθόδου τῆς ἠθικῆς καὶ πρὸς γνώσεως ἐκπαιδεύει κατάληψιν; Εἰ δὲ τοιοῦτον ἐμβαίνει τὸν σκοπὸν ἡ τῶν σοφῶν σου προβλημάτων ἐπίνοια, εὖ οἶδα, ὡς οὐδὲ φθονήσεις, εἰ μὴ καὶ μᾶλλον χαριεστέραν διατεθήσῃ τῆς ψυχῆς τὴν κατάστασιν, ὁρῶν τοῖς ποθουμένοις τὸ ἐπιτέλεσμα προσαγόμενον.

Ὅτι δὲ ἐν τῷ παρόντι φθόνου ἐμνήσθην ἐγώ, μὴ θαυμάσῃς, ὦ σοφὴ κορυφή· πολλοὶ γὰρ τῶν δοκούντων εὐηθέστατοι ἄνθρωποι τῷ τοιούτῳ πάθει συνέχονται· οἳ καὶ μᾶλλον δι’ ἡμᾶς ἐπισυνάγουσι τὸν ἰὸν καὶ κατὰ τῶν μὴ ἀδικούντων ἐκμαίνονται καὶ ποτὲ μὲν γράμμασι τὴν λύσσαν ἐκφαίνουσι, ποτὲ δὲ καί τισιν ἑτέροις ἐπιχειρήμασι, τί μὲν οὐ λέγοντες, τί δὲ οὐ πράττοντες, ἵνα τὰ ἡμέτερα εἰς κενὸν διασύροιντο; Καὶ μᾶλλον ὁπότε παρὰ τῶν εἰδότων ἐλέγχονται, τότε μανικώτερον διατίθενται πρὸς αὐτούς.

Ἀλλ’ ἄκουσον, πολυμαθέστατε σύ, ὁποῖά μοι πράγματα παρέχουσιν οἱ κατάπτυστοι· ἐκ γὰρ τῶν γεγονότων εὐστοχάσῃ καὶ τὰ καθ’ ἑκάστην μοι ἐπερχόμενα. Ἔδοξε τῷ μεγαλοφρονεστάτῳ τῶν ῥηθέντων ἀνδρῶν ἐπενδυσαμένῳ τὴν πανοῦργον ὑπόκρισιν οἷον ἀποθέσθαι τὸ μανικὸν καὶ διαλεχθῆναι πρός με, καθὰ τοῖς ἀντιτέχνοις νόμος ἐστί· καὶ δῆτα συνέστημεν ἀμφότεροι πρὸς διάλεξιν. Τὰς τοίνυν ὀφρῦς συναγαγὼν ὁ θαυμάσιος καὶ παρατρίψας τὴν κεφαλήν, ὡς ἐκ τοῦ σχήματος καὶ μόνου φόβον ἐνιέναι τῷ ἀντιλέγοντι ἐκ προσδοκίας παραδόξου προβλήματος, τοιαῦτα πρὸς τὴν ἐμὴν δειλίαν νεανικῶς ἀπετόξευσε.

Τί φησίν ἐστι σφάκελος καὶ τίς ἡ σημασία τῆς λέξεως; Ἐγὼ δ’ εὐθέως ἐρύθημα τῷ προσώπῳ ὑπέδειξα· καὶ γὰρ ἀμφιβολία περὶ τοῦ πράγματος κατέσχε μου τὴν ψυχὴν καὶ διχόνοια· διελογιζόμην γὰρ ἐν ἐμαυτῷ, πότερον ἐξ ἀμαθίας τοῦ ἀνδρὸς ἐκαινολογήθη ὁ σφάκελος ἢ δῆτα ἐκ πολυμαθείας· εἰκὸς γὰρ ἦν ἀμφότερα διανοήσασθαι, τὸ μὲν διὰ τὸ ἐν πολλῇ ματαιότητι τὸν παρῳχηκότα χρόνον διαρρεῦσαι τῆς αὐτοῦ βιοτῆς καὶ μηδὲ βιβλίον, ὅτι ποτέ ἐστιν, ἰδεῖν τὸν ἄνθρωπον πώποτε, τὸ δ’ αὖ ὅτι ἡ τῶν πλειόνων γλῶσσα λογιώτατον ἐμαρτύρετο· ὑπελεύκαζε δὲ καὶ τὸ γένειον καὶ μαθήσεως ἔχειν ἐμπειρίαν αὐτὸν τὸ χρονικὸν διετρανοῦτο διάστημα.

Τοιαῦτα μὲν οὖν διενοούμην ἐφ’ ἱκανόν· ἐπεὶ δὲ βαρὺς ἦν ὁ λογιώτατος ἐπ’ ἐμοὶ ταχίστην ἀπαιτῶν τὴν ἀπόκρισιν, ἔφην γε πρὸς αὐτόν· Ἐγὼ μέν, ὦ ἑταῖρε, τὴν τῶν μορίων νέκρωσιν σφακελισμὸν οἶδα καλεῖσθαι ἰατρικῶς, οὕτω δὲ ὀνομάζεσθαι καὶ τὴν παραπληξίαν τῆς κεφαλῆς· οἶμαι δὲ τοιοῦτόν τι καὶ τὸν σὸν ὑπαινίττεσθαι σφάκελον.

Ὁ δ’ ὑπομειδιάσας εὐθὺς Τὴν σφενδόνην εἴρηκεν οἱ γραμματικοὶ προσαγορεύουσι σφάκελον. Ἀλλὰ τοῦτο μὲν ἡ σημασία, οὐκ οἶδεν, ὅ τι ποτὲ καὶ ἐστί. Λέγε δέ, εἴπερ ἐπίστασαι, τί σημαίνει ὁ ἀλλοκοτίας. Ἐγὼ δὲ αὖθις διηπόρουν, τί ἂν ἐπὶ τούτῳ καὶ εἴποιμι· ὡς δέ με ἑώρα τὰ χείλη πεδοῦντα τῇ σιωπῇ—οὐδὲ γὰρ εἶχόν τι λέγειν, ἐφ’ οἷς ὁ γεννάδας προέτεινε—Τὶς ἡ τοσαύτη σκέψις; φησίν. Οὐκ οἶδας, ὅτι ἀλλοκοτίας ὁ παραλογισμὸς ὀνομάζεται;

Ὡς δὲ ἐγὼ πάλιν καὶ περὶ ἀμφω τὰς ἐρωτήσεις ἀμφέβαλλον καὶ μαρτυρίας ἐζήτουν παλαιτέρων ἀνδρῶν ἐπὶ τῇ καινολογίᾳ τῶν λέξεων, εὐθὺς ὀνόμασι ποιητῶν μήτε ὄντων μήτε γενομένων ποτὲ τὸ ἐμὸν περιεβροντᾶτο ἀκουστικόν· καὶ τοῦ μὲν προτέρου δημιουργὸς ἐπλάττετό τις Μωριανός, τοῦ δευτέρου δὲ Θρασύλλας παρεσκευάζετο. Πρὸς ταῦτα πάντα ἔφην ἐγώ· Ὄντως μωρός ἐστιν ὁ τοιοῦτος ὀνοματοθέτης, ἀλλὰ δὴ καὶ θρασύς· ἀμφότερα γὰρ αὐτῷ μαρτυροῦσι τὸ βάρβαρόν τε καὶ ἀπερίσκεπτον.

Ὁ δὲ κομψότατος ἐκεῖνος γέλωτι γλυκυτάτῳ περισχεθεὶς—εἰς οἰκεῖον γὰρ ἐγκώμιον ἐξελάβετο τὴν ἐμὴν σπουδήν—Τί δέ σοι, ὦ φίλος, ἔφη περὶ τοῦ ὠργιασμένου δοκεῖ κατὰ τὸ πρῶτον ἀντίστοιχον; Σμικρύνεις πότερον ἢ μεγεθύνεις αὐτὸ κατὰ τὴν γραφήν;

Ἦν δ’ ἐγώ· Τὴν τοῦ παρακειμένου αὔξησιν ἐπ’ αὐτῷ θεωρῶ· διά τοι τοῦτο καὶ ἐπὶ μήκιστον ἐκτείνω τὸ ω κατὰ τὴν τοῦ τεχνογράφου παράδοσιν. Ἀλλ’ ἤμβροτες, ἦ δ’ ὅς, τοῦ σκοποῦ· σεσημείωται καὶ γὰρ σμικρογραφεῖσθαι διὰ τὴν συγκοπήν, ὥσπερ δὴ καὶ τοῦ κατέθηκα τὸ θη διφθογγίζεσθαι διὰ τὸν μερισμὸν τῆς προθέσεως. Ταῦτα δὲ παρὰ τοῦ Ἀριστοτέλους μεμάθηκα.

Ἔφην ἐγώ· Καὶ μὴν οὐδεὶς οἶδε τὸν φιλόσοφον συγγραφέα γραμματικῆς. Εἶπεν ὁ θαυμαστός· Ἀλλ’ ἀπὸ τῆς συχνῆς μελέτης τῶν συλλογισμῶν καὶ εἰς ἐπιστήμην ἐμαυτῷ μετεποιησάμην τὴν γραμματικήν. Ἀναποδίζεις ἔλεξα φιλόσοφος πρῶτον, εἶτα γραμματικὸς καθιστάμενος· ὅμως ἐπίστασαι συλλογίζεσθαι;

Πάνυ μὲν οὖν, εἴρηκεν, ὅτι καὶ ἡ ψυχή μου πρὸς φιλοσοφίαν ἠλλοίωται καὶ ὁ λόγος ὅλος πρὸς συλλογισμὸν μετεσκεύασται. Ἦν δ’ ἐγὼ πρὸς αὐτόν. Καὶ τί σοι δοκεῖ περὶ γένους, ὦ φιλοσοφία καὶ ὦ συλλογισμέ; Χαμαιζήλων γὰρ πραγμάτων πέρι τὴν ἐρώτησίν σοι ποιήσομαι. Πότερον τὸ γένος οὐσία ἐστί;

Οὐκ ἄλλο τι, ἦ δ’ ὅς, ἢ οὐσία. Τὸ χρῶμα δὲ ἆρα γένος ἐστί; Καλῶς, εἴρηκεν, καὶ τοῦτο γένος ἐστί. Ἔγωγε ἔφην· Εἰ δὲ τὸ γένος οὐσία ἐστί, τὸ δὲ χρῶμα γένος ἐστίν, ἆρα τὸ χρῶμα οὐσία ἐστί; Μενοῦνγε εἴρηκεν ὁ φιλόσοφος οὐκ ἄλλο τι τὸ χρῶμα ἢ οὐσία.

Ἀλλὰ τὸ χρῶμα εἶπον ἐγώ, ἐν ὑποκειμένῳ ἐστί, πᾶν δὲ τὸ ἐν ὑποκειμένῳ συμβεβηκός, τὸ χρῶμα ἄρα συμβεβηκός. Ἔστω ἔφη ὁ φιλόσοφος καὶ οὐσία καὶ συμβεβηκός. Εὖγε τῆς σῆς φιλοσοφίας, εἶπον ἐγώ. Ἀλλ’ ἴθι λέξον, πότερον τὸ λευκὸν οὐσία ἐστίν;

Ὁ διαλεκτικὸς εἴρηκεν· Οὐκ ἀπατήσεις με δίς· χρῶμα γὰρ τὸ λευκὸν καὶ διὰ τοῦτο συμβεβηκός. Ἔλεξα τοίνυν ἐγώ· Εἰ τὸ λευκὸν συμβεβηκός, ὁ δὲ κύκνος λευκός, πότερον ὁ κύκνος συμβεβηκός; Ἀραρότως εἴρηκεν ὁ φιλόσοφος, ὁ κύκνος συμβεβηκός.

Εὐήθης ἔφην ἐγώ ἡ ἀπολογία καὶ ὁμώνυμος τῇ σῇ λογιότητι. Μὴ ἀπόσκωπτε εἰς ἡμᾶς εἴρηκεν ὁ περίδοξος ἄνθρωπος· μετ’ οὐ πολὺ γὰρ ἥξομέν σοι καὶ αὐτοῦ τοῦ Σταγειρίτου φιλοσοφώτεροι. Εἴ γε τὸ γένειον δρωπακίσεις, ἔφην ἐγώ, ὥσπερ τοῦ Διονυσίου γραμματικώτερος, οὕτω καὶ τοῦ Ἀριστοτέλους ἔσῃ φιλοσοφώτερος.

Εὖγε, εἴρηκεν ὁ γεννάδας. Ἀλλ’ ἀπελεύσομαι καὶ τὴν Δημοσθενικὴν ἐπίνοιαν ἔργοις ἐμαυτὸν ἐκδιδάξομαι. Ταῦτα εἰπὼν ὁ θαυμάσιος τὴν ὁμιλίαν διέλυσεν. Ἀλλ’ ὥσπερ τῶν ὁδοιπορούντων τινὲς καθεστῶτες φιλίστορες, ἐπειδὰν μάθωσι πρᾶγμά τι ξενίζον τὴν θέαν εἶναι τῆς αὐτῶν πορείας μὴ πόρρωθεν, ἐπισπεύσαντες πρὸς αὐτὸ καὶ τῆς θέας ἐφ’ ὅσον δὲ ἐπαπολαύοντες πάλιν πρὸς τὴν ὁδοιπορίαν αὐτῶν ἀποτρέχουσιν, οὕτω δὴ καὶ ἡμεῖς μικρὸν ἄνωθεν ἀπὸ τῆς εὐθυδρομίας τοῦ λόγου ἐκκλίναντες καὶ πρὸς τὸ ἱστορηθὲν καινότερον τραπέντες διήγημα πάλιν ἐπὶ τὴν πρώτην ὑπόθεσιν ἐπανέλθωμεν καὶ βραχέα τινὰ περὶ τοῦ ὅρου διαλεξώμεθα· ἡγεμὼν δὲ παρίτω τῶν λεγομένων ὁ πολὺς τὰ θεῖα Βασίλειος· οὗ καί τινα τῶν ῥητῶν βαθυτάτην ἔννοιαν ἐπικρύπτοντα καὶ διὰ τοῦτο τὰς τῶν ἀμαθεστέρων ἀκροπόλεις τὰς νοερὰς περιτρέποντα προὔθηκάς μοι πρὸς διασάφησιν, οὐκ ἀγνοῶν τῶν λογίων τὴν δύναμιν, ὅποι τῶν νοημάτων ἀφίενται, ἀλλὰ τὴν ἐμὴν ἐθέλων δοκιμάζειν διάνοιαν ἢ μᾶλλον γυμνάζειν, ὡς ἄνωθεν εἴρηκα, πρὸς γνώσεως ἐντελεστέραν κατάληψιν· καὶ χάρις σοι ἐπὶ τούτῳ, εἰ μὴ παρ’ ἡμῶν ἀξία, ἀλλ’ οὖν γε παρὰ θεοῦ τοῦ ἐπὶ τοῖς εὖ ποιοῦσιν ἀναπληροῦντος τὸ τῶν εὐεργετουμένων ὑστέρημα.