Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Περὶ ἀρετῆς καὶ ἀσκήσεως

Νικηφόρος Βλεμμύδης

Οι καρποί της αρετής και η αναλογία ψυχής και σώματος

Η αληθής έλλογη ηδονή που απορρέει από την αρετή, η αδιαφορία προς τους επαίνους και η αντιστοίχιση των αρετών της ψυχής με τις σωματικές ιδιότητες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 5 από 8

Οἶμαι δὲ κατὰ τοῦτον τὸν λόγον εἰρῆσθαι καὶ τὸ μὴ γίνου δίκαιος πολύ, τῷ χρῆναι τὸν δικαστὴν τὸ ἀκριβοδίκαιον μικρὸν ὑπεκκλίνοντα, μετ’ ὀρθοῦ λόγου νεύειν πρὸς τὸ φιλάνθρωπον. Ἐπεί δε τὴν ἠθικὴν γινώσκομεν ἀρετὴν περὶ λύπας οὖσαν καὶ ἡδονάς, ἀγνοεῖν οὐ δεῖ τὴν ὄντως ἡδονήν· οὐ τὴν βέβηλον λέγω καὶ ἄτιμον, τὴν κτηνώδη καὶ ἄλογον, ἀλλὰ τὴν ἔλλογον καὶ ἀνθρώπῳ τῷ κατ’ εἰκόνα θείαν ἐπιπρεπῆ, τὴν τιμίαν καὶ ἱερὰν ἡδονήν, ἥτις ἀδιαστάτως τῷ σπουδαίῳ παρέπεται. Τῷ γὰρ τῶν ἡδονῶν ὑπερανῳκίσθαι καὶ τῶν λυπῶν ὑπερῇρθαι, θαυμαστάς τινας ὁ πρὸς τοῦτ’ αὐτὸ πεφθακὼς καὶ βεβαιοτάτας καρποῦται τὰς ἡδονάς.

Ὅθεν ὁ κατ’ ἀρετὴν βίος ὁμολογουμένως μεθ’ ἡδονῆς ἀληθοῦς· εἰ γὰρ οὐ μεθ’ ἡδονῆς, οὐδέ γε κατ’ ἀρετήν. Ὁ γὰρ τῷ δικαιοπραγεῖν μὴ χαίρων οὐ δίκαιος, εἰ καὶ πράττει διόλου τὸ δίκαιον. Ἀλλ’ οὐδὲ σώφρων ὁ μὴ τῇ τῶν σωματικῶν ἡδονῶν ἐπιγαννύμενος ἀποχῇ, κἂν ταῖς αὐτῶν πυκναῖς προσπελάσεσιν ἀήττητος μείνειεν.

Οὔτ’ αὖ ἀνδρεῖος ὁ μὴ ταῖς διὰ τὸ καλὸν ὑποφοραῖς τῶν ἀλγεινῶν γεγηθώς· ἀνδρεῖος καὶ γὰρ ἐκεῖνός ἐστιν ὁ τῇ συρροίᾳ τῶν δυσχερῶν ἀπερίτρεπτος καθεστώς, ὥσπερ τις πύργος στερρότατος, κἀντεῦθεν ἀγαλλιώμενος μή τις ἀνάλγητος ὤν, ἀλλὰ γεννάδας καὶ βεβηκώς. Οὗτος οὐδὲ τιμαῖς ἢ ἄλλοίς τισιν ἀνθρωπίνοις θυμήρεσι χαυνωθήσεται, μενεῖ δ’ ὁ αὐτὸς ἐπὶ πάσαις ταῖς ἐν βίῳ μεταβολαῖς.

Ἡδονῇ τοίνυν συνέζευκται, καθάπερ διασεσάφηται, τὸ κατ’ ὀρθὸν λόγον ἐνεργεῖν προαιρέσει τὸ ἀγαθόν, δι’ αὐτὸ δῆτα τὸ ἀγαθόν, μὴ πλημμελῶς, μὴ κατ’ ἀνάγκην, μὴ διὰ τιμήν, μὴ δι’ ἔπαινον. Ὅθεν οἱ τῆς εὐσεβείας ἀγωνισταὶ πολυτρόποις ἰδέαις ὕβρεων κυκλούμενοι καὶ κολάσεων, ταῖς ἀτιμίαις ἐστέφοντο, ταῖς βασάνοις ἐνετρύφων, καὶ ὡς κακοῦργοι πικρῶς ἀναιρούμενοι σὺν ἀνεκλαλήτῳ χαρᾷ τῆς παρούσης ζωῆς μεθίσταντο. Πρὸς τοῦτο δὴ τὸ κατ’ ἀρετὴν ἡδύ τε καὶ χαρίεν, καὶ τὸ πάντοτε χαίρειν ἐν Κυρίῳ τείνει· καὶ οὕτω δυνατὸν ἐκπληροῦσθαι τὸ τοιοῦτον παράγγελμα.

Τὸ μὲν οὖν κατ’ ἀρετὴν ἡδύ, καὶ κυρίως ἡδύ· τὰ δὲ τοῦ σώματος ἡδέα, κἂν τοῖς κακῶς διακειμένοις ἡδέα δοκοίη, πλὴν τοῖς ὑγιαίνουσι τὰ τῆς ψυχῆς αἰσθητήρια τοὐναντίον ἔχοντα φαίνεται. Καὶ οἱ ταῦτα μεταδιώκοντες πόρρω τοῦ ἡδέος ἀπεπλανήθησαν. Ἡδὺ τῷ χοίρῳ βόρβορος, καὶ τῷ διεφθαρμένῳ σαρκὸς ἡδονή· λογικῷ δε ζώῳ μὴ πάσχοντι κακῶς ὁ κατ’ ἀρετὴν βίος ἡδύτατος.

Κἂν ὑπό τινων δυσφημοῖτο καὶ πολλῶν ἢ καὶ πάντων, ὁ τὴν ἀρετὴν μετιὼν οὐκ ἂν ἐπιστραφείη δυσφημιῶν, οὐδ’ ἀνθρωπίνους ἐπαίνους ὁ σπουδαῖος περισκοπήσειε, πρὸς μόνον ὁρῶν τ’ ἀγαθὸν καὶ διατοῦτ’ αὐτὸ πάντα δρῶν.

Ὅς δ’ ἀνιᾶται κακηγορούμενος ἢ μὴ τιμώμενος ἄχθεται, σκιὰν κατέχει καὶ εἴδωλον ἀρετῆς, αὐτήν δε τὴν ἀλήθειαν καὶ τὴν οὐσίαν ἀφῄρηται. Τεσσάρων δ’ οὐσῶν ἐν ψυχῇ γενικῶν ἀρετῶν, εἶναι λέγονται κἀν σώματι τέσσαρες. Ὡς πρὸς φρόνησιν εὐαισθησία, γνῶσις εὖ ἔχουσα καὶ αὕτη, πάσης ἐν σώματι προεξάρχουσα πράξεως. Ὡς πρὸς ἀνδρείαν ῥώμη τοὺς σωματικοὺς πόνους εὐμαρῶς ὑποφέρουσα. Ὡς πρὸς σωφροσύνην κάλλος τῶν ὅλων μορίων τοῦ σώματος τὸ σῶον ἐχόντων καὶ ἄριστον κατά τε μέγεθος καὶ σχῆμα καὶ χροιὰν καὶ τὴν πρὸς ἄλληλα σύνθεσιν. Ὡς πρὸς δικαιοσύνην ὑγίεια, ὅτε δὴ τὸ ἀνάλογον ἑκάστῳ τῶν χυμῶν ἐν τῇ κράσει διαφυλάττοιτο.

Διὸ καὶ κατὰ συνεπτυγμένας ὑπογραφὰς φρόνησίς ἐστιν εὐαισθησία ψυχῆς, ἀνδρεία ῥώμη ψυχῆς, σωφροσύνη κάλλος ψυχῆς, δικαιοσύνη ὑγίεια ψυχῆς. Ὅθεν ὁ τούτων ἐστερημένος ὄντως ἀναίσθητος ἢ δυσαίσθητος, ἀνίσχυρος, αἴσχιστος, νοσωδέστατος.