Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Περὶ ἀρετῆς καὶ ἀσκήσεως

Νικηφόρος Βλεμμύδης

Οι πρακτικές αρετές, η φρόνηση και ο εθισμός στο αγαθό

Η υπεροχή της φρόνησης ως ηγεμόνα των αρετών, η αντιστοιχία τους στα μέρη της ψυχής και η σταθεροποίηση του ηθικού βίου μέσω της συνεχούς άσκησης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 3 από 8

Τέσσαρες δὲ παραδέδονται γενικαὶ περιληπτικαὶ πασῶν ἀρεταὶ πρακτικαί· δικαιοσύνη, σωφροσύνη, ἀνδρεία καὶ φρόνησις. Ὑπερέχει δε τῶν ἄλλων ἡ φρόνησις· ἀρχὴ γάρ ἐστι πασῶν πρακτικῶν ἀρετῶν, ὅτι καὶ τοῦ ὑπερέχοντος καθέστηκεν ἀρετή, τοῦ διανοητικοῦ φημι καὶ λογιστικοῦ, πρακτικὴ δε ἀρετή. Θεωρητικὴ γὰρ ἀρετὴ τοῦ λογικοῦ τῆς ψυχῆς ἡ σοφία ἐστίν, ἐνέργεια οὖσα περὶ τὰ πάσης ὑπερανῳκισμένα μεταβολῆς· ἡ δὲ φρόνησις περὶ τὰ πρακτά, ἐν οἷς αἵρεσις καὶ φυγὴ κατὰ τὴν ἡμῶν αὐτεξουσιότητα· καὶ γὰρ ἐφ’ ἡμῖν ἐστιν αὐτὰ πρᾶξαι καὶ μὴ πρᾶξαι. Ταῦτα δὴ καὶ μεταβολῆς οὐκ ἐκτός· ποτὲ γὰρ τόδε συμφέρει, ποτέ δ’ οὐ συμφέρει, καὶ πᾶσι πάντα συμφέρειν καὶ ὡσαύτως ἀδύνατον.

Ἐπεί δε φρόνιμός ἐστιν ὁ δυνάμενος ἀρίστως βουλεύσασθαι περὶ τὰ αὐτῷ ἀγαθά, δι’ ὧν ἂν ἔχοι τὸ εὖ κατ’ ἀλήθειαν ζῆν, ἀνάγκη τὴν φρόνησιν ἕξιν εἶναι μετὰ λόγου ἀληθοῦς περὶ τὰ ὄντως ἀνθρώπινα ἀγαθὰ πρακτικήν, δηλονότι δε καὶ εὑρετικήν. Φρονήσεως γὰρ ἔργον εὑρίσκειν τί τὸ ἀγαθὸν καὶ τί τὸ κακόν, καὶ βουλεύεσθαι πῶς τοῦ ἀγαθοῦ μὲν ἐπιτεύξεται, τὸ πονηρὸν δὲ ἀποφύγῃ· καὶ ἄμφω γὰρ ἥ τε τοῦ ἀγαθοῦ ἐπίτευξις καὶ ἡ ἀποφυγὴ τοῦ κακοῦ φρονήσεως κατορθώματα.

Ὥσπερ δὲ ὁ ἀρχιτέκτων τοῖς οἰκοδόμοις ὑφηγεῖται τοῖς ὑπ’ αὐτὸν τοὺς τῆς δομήσεως τρόπους ἀρχικῶς τε καὶ διδασκαλικῶς, οὕτω καὶ ἡ φρόνησις τῶν ἄλλων ἐξάρχουσα πρακτικῶν ἀρετῶν, ταύταις ἐπιτάττει τὰ δέοντα.

Σοφίας δέ τις οὖσα οἷον ἐπίτροπος, τὰ πάθη κατέχει καὶ σωφρονίζει, καὶ ταύτην παρασκευάζει τὸ οἰκεῖον ἔργον ἀθορύβως ποιεῖν. Ἔργον δὲ σοφίας ἐστὶν ἡ γνῶσις τῶν ὄντων, καθὸ ὄντα εἰσίν, ἡ εὕρεσις τῶν ἀρχῶν, ἐξ ὧν ἡ γνῶσις, ἡ θεωρία τῆς ἀληθείας καὶ ἡ εὐσέβεια.

Σύνεσις δὲ καταγίνεται μὲν καὶ αὕτη περὶ τὰ πρακτά· πλὴν κἀν τοῖς θεωρητοῖς εὑρίσκεται χρησιμεύουσα· ποῦ γὰρ οὐ χρήσιμον τὸ συνιέναι; Περὶ μὲν οὖν τὰ μεγάλα καὶ ὁλικώτερα τῶν πρακτῶν, ἡ φρόνησις τῶν ὅλων ἀρχιτεκτονοῦσα πρακτικῶν ἀρετῶν καταγίνεται· περὶ δὲ τὰ μικρὰ καὶ μερικώτερα καὶ καθημέραν, ἡ σύνεσις.

Συνετὸς γάρ ἐστιν ὁ δυνάμενος ὀρθῶς περὶ τοῦ προκειμένου βουλεύσασθαι καὶ τὸ δέον γνῶναι καὶ συνιδεῖν οἴκοθέν τε κἀκ τῶν ἑτέρωθεν ὑφηγήσεων καὶ διατάξεων τῷ κρῖναι καλῶς τὰ λεγόμενα. Συνέσεως δὲ καὶ φρονήσεως ποιητικὰ πολυπειρία καὶ προσοχή, καὶ ἀγάπησις τοῦ καλοῦ, τὸ δὴ πρώτιστον. Εἰ τοίνυν μετ’ ἐπιστασίας ἐν ἀληθεῖ καρδίας διαθέσει τὰ περὶ τῶν σπουδαίων ἀνδρῶν ἱστορούμενα σπεύδομεν ἀναλέγεσθαι καὶ κατέχειν παρ’ ἑαυτοῖς, ἐσόμεθα ποριστικοὶ τῶν πρὸς εὐζωΐαν ἀληθῆ συμφερόντων ἡμῖν.

Φρόνησις μὲν οὖν ἐκ τοῦ φέρειν ὄνησιν ἤγουν ὠφέλειαν εἴρηται, σύνεσις δ’ αὖ ἐκ τοῦ συνιέναι τὸν συνετόν, εἴτ’ οὖν συνορᾶν, εἰς γνῶσιν ἄγειν, καταμανθάνειν τὸ χρήσιμον ὃ δὴ καὶ αὐτῷ τῷ συνιέντι καὶ λοιποῖς πρὸς ὠφέλειαν· ἐν γὰρ τοῖς βλαπτικοῖς οὔτε σύνεσις οὔτε φρόνησις, ἀλλὰ πονηρία καὶ δολιότης.

Ἄκρων δε δύο φευκτῶν, ἀφροσύνης καὶ πονηρίας, μεσότης ἡ φρόνησις· αὐτῇ τε τῇ φρονήσει καὶ ἀλλήλοις ἀντικειμένων, τῇ μὲν ὡς μεσότητι καὶ ὡς αἱρετῇ κατὰ φύσιν, ἀλλήλοις δε πάλιν ὡς ἀλλήλων πορρωτάτω διεστηκόσιν.

Ἡ δὲ σύνεσις μεσότης ἀσυνεσίας καὶ δολιότητος. Καὶ ὁμοιότροπος ἡ ἀντίθεσις ἐπί τε ταύτης καὶ πάσης ἀρετῆς. Αἱ κακίαι γὰρ αἱ παρ’ ἑκάτερα τῆς μεσότητος ἀντίκεινται μὲν ὡς κακίαι τῇ ἀρετῇ, καὶ ὡς ἄκρα τῷ μέσῳ. Διὰ δὲ τὴν ἀπ’ ἀλλήλων ἐς τόσον ἀπόστασιν—τὸ μὲν γὰρ ἔλλειψις, τό δ’ ὑπερβολή—καὶ ἀλλήλοις ἀντίκεινται.

Φρόνησις μὲν οὖν ἀρετὴ τοῦ λογιστικοῦ, καθὼς ἔφαμεν, ἀνδρεία τοῦ θυμικοῦ, σωφροσύνη τοῦ ἐπιθυμητικοῦ, δικαιοσύνη κοινὴ τοῦ ἐπιθυμητικοῦ καὶ τοῦ θυμικοῦ· καὶ γὰρ ὁ μὴ ἐπιθυμῶν τῶν ἑτέρῳ διαφερόντων καὶ διατοῦτο τὴν πλεονεξίαν ἀποσειόμενος, δίκαιος. Ὅ τε μὴ προσωποληπτῶν ἐν τῷ δικάζειν, μὴ τῷ ἀρέσκειν χαίρων, μὴ δώροις ἐφηδόμενος, δίκαιος. Ὡσαύτως ὁ λαχὼν ἄρχειν καὶ τὸν προλελυπηκότα μὴ ἀμυνόμενος, μήτε μὴν ἐν κρίσει παρορῶν αὐτὸν ἀδικούμενον, μήτε μὴν ἐν διανομαῖς τῶν κατ’ ἀξίαν ἀποστερούμενον, μήτε μὴν ἐν λειτουργίαις παρὰ τὸ εἰκὸς βαρυνόμενον, ἀλλ’ ἀπονέμων ἐν πᾶσιν αὐτῷ τὸ κατάλληλον, ἀντιλυπῆσαι μὴ προαιρούμενος, δίκαιος.

Δικαιοσύνη δὲ καὶ σωφροσύνη καὶ ἀνδρεία, ὡς ἐξ ἔθους κτώμεναι καὶ ἀσκήσεως, καὶ ὡς τὸ τοῦ ἀνθρώπου κοσμοῦσαι ἦθος, τὸν τρόπον δηλονότι, τὴν διαγωγήν, τὴν ἀναστροφήν, ὠνομάσθησαν ἠθικαί. Πάμπολυ γὰρ ὁ πρὸς αὐτὰς ἐθισμὸς εἰς τὴν αὐτῶν συμβάλλεται κτῆσιν καὶ παγιότητα, καὶ τό γε πλεῖον, εἰ μὴ τὸ πᾶν ἐξ ἔθους ἐστὶν ἐν αὐταῖς· ἔθος γὰρ φύσις δευτέρα καὶ λέγεται καὶ γινώσκεται.

Διὸ δὴ καὶ τῶν τεχνῶν καὶ τῶν ἐπιστημῶν αἱ ἀρεταὶ μονιμώτεραι, τῆς ἀεὶ διενεργήσεως τῷ κατ’ αὐτὰς ζῶντι προξενούσης τὸ ἀνεπίληστον. Ἐν ἀρετῇ μὲν γὰρ τῷ ἀνθρώπῳ διαπαντὸς ζῆν ἐποφείλεται· κατὰ δὲ τὰς τέχνας καὶ τὰς ἐπιστήμας οὐ διαπαντὸς ὁ ἄνθρωπος ἐνεργεῖ. Τοίνυν ὁ κατὰ τὰς ἀρετὰς διηνεκὴς ἐθισμὸς παρέχει ταύταις τὸ βεβαιότατον. Ἔθει μὲν γὰρ κτῶνται πόνῳ πολλῷ καὶ μεγίστῃ σπουδῇ ῥιζούμεναι τῇ ψυχῇ.

Κτηθεῖσαι δε καὶ ῥιζωθεῖσαι, ῥᾳότερον ἐνεργοῦνται καὶ εὐχερέστερον. Ἐκ μὲν γὰρ τοῦ τῶν σωματικῶν ἐθίσαι καταφρονεῖν ἡδονῶν καὶ τούτων ἀπέχεσθαι γινόμεθα σώφρονες· γενόμενοι δέ, μᾶλλον αὐτῶν ἀπέχεσθαι καὶ πλέον δυνάμεθα. Τῶν τε φοβερῶν καταφρονεῖν ἐθιζόμενοι καὶ ὑπομένειν αὐτὰ καὶ φέρειν γενναίως, ἀνδρεῖοι γινόμεθα· γενόμενοι δέ, καταφρονητικώτερον ἔχομεν πρὸς αὐτά, καὶ τὰ μάλιστα φοβερώτερα γενναιότερον φέρειν ἰσχύομεν. Ὅθεν δεῖ πεπαιδεῦσθαι καλῶς ἐκ νεότητος, ὥστε καὶ τῶν ἡδονῶν κρατεῖν καὶ τῶν λυπηρῶν κατευμεγεθεῖν. Ὅτε μὲν οὖν τις τῶν σωματικῶν ἡδονῶν καθυπερτερεῖ, καὶ μάλιστα τῶν δι’ ἁφῆς τε καὶ γεύσεως, σώφρων καθωμολόγηται. Συμφοραῖς δε καὶ περιστάσεσιν ἀνθρωπικαῖς οὐχ ἡττώμενος, οὔτε φόβοις ἐπὶ προσδοκίᾳ σωματικῆς κακώσεως δειλαινόμενος, στερέμνιός τις ὢν καὶ ἀπερικλόνητος, ἀνδρεῖος ἐπέγνωσται.