Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Περὶ θεολογίας

Νικηφόρος Βλεμμύδης

Κατακλείδα και προσφώνηση προς τον αυτοκράτορα

Τελικές προτροπές προς τον αυτοκράτορα για προσήλωση στην ορθόδοξη παράδοση, ευχές και επιλογική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 5 από 5

Ἀρκεῖ τοσαῦτα τῇ εὐσεβεστάτῃ καὶ θεοφρουρήτῳ ἁγίᾳ βασιλείᾳ σου· εἰ γὰρ ἐνώπιον πολλῶν μαρτύρων πᾶν ῥῆμα σταθήσεται, τί χρὴ καὶ λέγειν ἐπὶ τοιούτοις ἤδη καὶ τοσούτοις τοῖς μάρτυσι; Καὶ μηκέτι λοιπὸν ἀντιπίπτωμεν ταῖς πατρικαῖς παραδόσεσι, μὴ δὲ ὅπως ἔχοιεν αὗται περιεργαζώμεθα, μὴ δὲ τοὺς ταῦτα πολυπραγμονοῦντας ἀποδεχώμεθα ἵνα μὴ καὶ ἀλλοτρίαις ἁμαρτίαις κοινωνοὶ πάντως ἐσόμεθα.

Καίτοι γε ταῦτα ἐγράφη οὐχ ἵνα πολυπραγμονῶμεν ἀλλ’ ἵνα πιστεύωμεν καὶ πιστεύοντες ζωὴν αἰώνιον ἔχωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, τῷ καὶ διδοῦντι τῇ ἁγίᾳ βασιλείᾳ σου πρᾶξιν θεοφιλῆ, ἰσχὺν ἀκαταμάχητον κατ’ ἐχθρῶν, εὐεξίαν σωματικήν, διαμονὴν τὴν ἐνταυθοῖ μακραίωνα, καὶ τὴν ἐκεῖθεν ὑπερκόσμιον βασιλείαν, τὴν δὲ καὶ διαμένουσαν εἰς ἀπεράντους αἰῶνας· ἀμήν.