Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Πρὸς Ἰάκωβον ἀρχιεπίσκοπον Βουλγαρίας

Νικηφόρος Βλεμμύδης

Ταύτιση προόδου και εκπορεύσεως και ανασκευή δογματικών ενστάσεων

Η πατερική ταύτιση των όρων πρόοδος και εκπόρευση και η αναίρεση των επιχειρημάτων ότι η δι' Υιού εκπόρευση αναιρεί την ομοτιμία των προσώπων ή υποβιβάζει το Άγιο Πνεύμα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 6 από 8

Ἀλλὰ τί χρὴ περὶ τῶν τοιούτων μακρηγορεῖν; Εἰ μὲν οὐδέπω σαφῶς οὐδεὶς τῶν ἁγίων ἐδίδαξε τὸ δι’ Υἱοῦ τὴν τοῦ Πνεύματος ἐκπόρευσιν εἶναι παρὰ Πατρός, οὐδ’ ἡμεῖς ἀνάγκην ἔχομεν ὀρύσσειν φρέαρ καινόν. Εἰ δ’ ἔκπαλαι τοῦτο τὸ φρέαρ ὠρώρυκτο, Φιλιστιαίου δὲ χεὶρ ἐνέφραξεν ἢ συνέχωσεν, οὐκ ἀνακαθάρῃ τις αὐτό ποτε, καὶ τὸν χοῦν ἐκφορήσας τὸν πολὺν τῆς ἀγνοίας, εὕρῃ τὸ ζῶν ὕδωρ, καὶ τῶν τῆς νομῆς προβάτων τὸ σύνταγμα διατμηθὲν οὐ καλῶς εἰς μίαν πάλιν ποίμνην διὰ τοῦ κοινοῦ ποιμένος ἐπισυνάψει τῷ Μονογενεῖ καὶ Ἀγαπητῷ, ἔστιν οὗ καὶ τὴν αὐτοῦ δὴ τοῦ καλοῦ Ποιμένος ἐκμιμησάμενος συγκατάβασιν; Φέρε δὴ μετὰ τῶν ἄλλων παίδων τοῦ πατρὸς τοῦ Κληρονόμου, καὶ χάριτι πατρὸς τῶν ἐθνῶν, καὶ τὸν μέγαν πάλιν κἀνταῦθα παραγάγωμεν Ἀθανάσιον, καὶ ἴδωμεν αὖθις ὅσον δὴ καὶ αὐτὸς τῇ τοῦδε τοῦ φρέατος ὀρυγῇ συνεβάλετο. Τί γοῦν κατ’ Εὐσεβίου τοῦ Σαμοσατέως καὶ Μελετίου τῶν ἀλλοφύλων τῆς πίστεως ἠκροβόλισεν ὁ τοῦ δεσπότου οἰκογενής, ὁ τῆς Ἐκκλησίας ὑπέρμαχος; Ἦν δὲ ἀδύνατον ἐν τῇ τῆς Τριάδος δόξῃ τὸ Πνεῦμα δοξάζεσθαι, μὴ προοδικῶς ὂν ἐκ Θεοῦ δι’ Υἱοῦ ἀλλὰ ποιητικῶς ἐκ Θεοῦ γεγονός, ὡς λέγουσι.

Τί τὸ προοδικῶς, ἐν τῷ Περὶ δογμάτων καὶ καταστάσεως ἐπισκόπων ὁ τῆς θεολογίας ἐπώνυμος συντόμως ἡρμήνευσεν· Εἰ πολυπραγμονεῖς, εἰπών, Υἱοῦ γέννησιν καὶ Πνεύματος πρόοδον, κἀγώ σου πολυπραγμονῶ τὸ κρᾶμα ψυχῆς καὶ σώματος. Καὶ πάλιν· Μὴ δὲ τοῦ Πνεύματος περιεργάζου τὴν πρόοδον. Ἐν δευτέρῳ δὲ τῶν Εἰρηνικῶν· Ἀλλ’ ἐκεῖσε ἀνοίσεις τὸ καλὸν γέννημα καὶ τὴν θαυμασίαν πρόοδον.

Καὶ πάλιν· Αὐτοὶ δὲ μίαν καὶ τὴν αὐτὴν εἰδέναι φύσιν θεότητος, ἀνάρχῳ καὶ γεννήσει καὶ προόδῳ γνωριζομένην. Ὃν οὖν ἔχει λόγον ἐπὶ τοῦ Πατρὸς τὸ ἀνάρχως, ἐπί τε τοῦ Υἱοῦ τὸ γεννητῶς, τὸν αὐτὸν ἐπὶ τοῦ Πνεύματος τὸ προοδικῶς, ταυτὸν δ’ εἰπεῖν ἐκπορευτικῶς.

Ἐγὼ δ’ ἀκήκοά ποτε καὶ οὕτω διαπορούντων τινῶν. Εἰ διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα, πῶς ὁ θεολογικώτατος Γρηγόριος εἴρηκε· Θέλω τὸν Πατέρα μείζω εἰπεῖν, ἐξ οὗ καὶ τὸ ἴσοις εἶναι τοῖς ἴσοις ἐστὶ καὶ τὸ εἶναι, τοῦτο γὰρ παρὰ πάντων δοθήσεται· καὶ δέδοικα τὴν ἀρχὴν μὴ ἐλαττόνων ἀρχὴν ποιήσω καὶ καθυβρίσω διὰ τῆς προτιμήσεως; Εἰ Λόγος καὶ Πνεῦμα ἅγιον ἴσα, ἴσην ἂν ἔχοιεν καὶ τὴν ὕπαρξιν ἔχοντα καὶ ἄμφω ταύτην ὡσαύτως παρὰ Πατρός. Ταῦτα τῶν καινοτέρων ἀπορημάτων, ὡς οὐκ ἂν πρὸς τὸν Μονογενῆ τὴν ἰσότητα τοῦ Πνεύματος ἔχοντος, εἰ δι’ αὐτοῦ ἐκπορεύοιτο· καὶ μὴν καὶ ἀπ’ αὐτῆς τῆς ἐν τῇ ἐνστάσει παρειλημμένης ῥήσεως πατρικῆς, ἡ λύσις προφαίνεται· Δέδοικα γάρ, φησί, τὴν ἀρχὴν μὴ ἐλαττόνων ἀρχὴν ποιήσω, ὥστε θέλει καὶ τὴν ἀρχὴν ὁ μέγας Γρηγόριος ἴσην εἶναι τοῖς ἐξ αὐτῆς, μηδὲν τὸ ἀρχικὸν παραβλαπτομένην ἐκ τῆς ἰσότητος, ἥτις ὁμοτιμίαν δείκνυσι καὶ ταυτότητα φύσεως, καθὼς ὁ αὐτὸς πάλιν διδάσκαλος ἐν δευτέρῳ τῶν Εἰρηνικῶν διαγορεύει σαφέστατα·

Τριάς, λέγων, ὡς ἀληθῶς ἡ Τριάς, ἀδελφοί, Τριὰς δέ, οὐ πραγμάτων ἀνίσων ἀπαρίθμησις, ἀλλ’ ἴσων καὶ ὁμοτίμων σύλληψις. Ὥσπερ οὖν ἡ τῶν τριῶν ἰσότης οὐκ ἀφαιρεῖται τοῦ ἑνὸς τὴν ἀρχήν, οὕτω καὶ ἡ τῶν ἐκ τῆς ἀρχῆς ἰσότης οὐκ ἐστὶν ἀναιρετικὴ τοῦ τὸ Πνεῦμα δι’ Υἱοῦ παρὰ τοῦ Πατρὸς ἐκπορεύεσθαι. Ταύτην μὲν οὖν ἐν τῇ Τριάδι τηρεῖν τὴν ἰσότητα, τῶν ἀναγκαιοτάτων ἐστίν, ἀποπεμπτέον δὲ πόρρω τὴν σύγχυσιν ὡς ὑπερβολήν, ὡς ἔλλειψίν τε τὴν ἀνισότητα, τουτέστι τὴν ἀλλοτρίωσιν. Τί γὰρ δεῖ Θεὸν ἢ συναλείφειν κακῶς ἢ κατατέμνειν εἰς ἀνισότητα; Καὶ πάλιν· ἢ συστέλλειν θεότητα καὶ ἀναλύειν ἀθέως, ἢ κατατέμνειν ἀνίσοις ἀλλοτριότησιν ἢ μεγέθους ἢ φύσεως.

Ἀλλ’ εἴπερ, φασί, διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα λεχθείη, θεογόνος ἂν εἴη καὶ ὁ Υἱός, τοῦτο δὲ τοῦ Πατρὸς ἰδίωμα· συμμερίσεται ἄρα ὁ Υἱὸς τῷ Πατρὶ τὸ τοιοῦτον ἰδίωμα. Τῆς δὲ θεογόνου δυνάμεως μένον ἔρημον τὸ Πνεῦμα τὸ ἅγιον, οὐ κινδυνεύσει μεγάλῳ βαθμῷ τῆς θεότητος ἐκπεσεῖν, εἴ γε τῇ δυνάμει καὶ τὴν οὐσίαν ἀνάγκη συνυφαιρεῖσθαι; Εἰ γὰρ τὸ ὁμοούσιον ὁμοδύναμον, τὸ μὴ ὁμοδύναμον οὐδ’ ὁμοούσιον.

Βαβαί, πόσον ἐμοὶ φέρει τὰ εἰρημένα τὸ δύσληπτον. Εἰ γὰρ ὁ Πατὴρ γεννᾷ τὸν Υἱὸν μὴ ἔκ τινος τοῦτο λαβών, οὐδὲ ὁ Υἱὸς ἔχει τὸ Πνεῦμα λαβὼν αὐτὸ φυσικῶς παρὰ τοῦ Πατρὸς οὐ γεννώμενον, ἀλλ’ ἐκπορευόμενον δι’ αὐτοῦ παρὰ τοῦ Πατρός, οὐκ οἶδα ποῖον ἐντεῦθεν ἰδίωμα πατρικὸν ἕξειν φάσκουσι τὸν Υἱόν, πῶς δὲ καὶ θεογόνον τὸν Πατέρα κατονομάζουσιν.

Εἰ μὲν ὅτι Θεὸν γεννᾷ τὸν Υἱόν, ἀληθῶς τοῦτο τῆς πατρικῆς ἐξαίρετον ὑποστάσεως· ὁ δὲ Υἱὸς οὐ θεογόνος, υἱὸν μὴ γεννῶν. Εἰ δὲ τὸ γεννᾶν καὶ προβάλλειν καὶ ἄμφω συνάγοντες εἰς ταὐτό, θεογόνον οὕτω τὸν Πατέρα φασίν, ἰδοὺ Θεοῦ γόνος καὶ τὸ Πνεῦμα, καὶ πῶς μονογενὴς ὁ Υἱός; Εἰ δ’ ἀπαρακαλύπτως τὸ προβάλλειν εἰσάγοντες ὡς ἰδίωμα πατρικόν, ἐντεῦθεν κατασκευάζουσι τὸ μὴ δι’ Υἱοῦ πεφηνέναι τὸ Πνεῦμα παρὰ Πατρός, ἐκ τοῦ ἐν ἀρχῇ αἰτεῖσθαι σοφίζονται· τὸ γὰρ ἐκ Πατρὸς μὴ δι’ Υἱοῦ τὸ Πνεῦμα καὶ τὸ ἰδίωμα εἶναι πατρικὸν τὸ προβλητικόν, ἄντικρυς ταυτόν. Ποία δὲ γραφὴ τὸ τοιοῦτον ἰδίωμα παραδίδωσιν; Ἔπειτα πῶς τὸ προσὸν τῷ Πατρὶ καθάπερ ἀρχῇ προβλητικὸν συμμερισθήσεται τῷ Υἱῷ ἐκ τοῦ δι’ αὐτοῦ εἶναι τὸ Πνεῦμα παρὰ Πατρός; Εἰ μὲν γὰρ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα λέγει τις ὡς ἐκ πρώτης ἀρχῆς, ἔσται δὴ καὶ ὁ Υἱὸς κατὰ τὸ ἀρχικὸν κοινωνὸς τῷ Πατρί, καὶ πῶς Υἱός; ἀνακόλουθον τοῦτο καὶ ἄτοπον· εἰ δὲ καὶ αὐτὴ τοῦ Πνεύματος ἡ ἐκπόρευσις ἐκ τοῦ Πατρὸς διαρρήδην κηρύττεται, καθὼς καὶ πάντα ὅσα ἔχει ὁ Υἱός, προδήλως σκιαμαχοῦσιν οἱ ἀντιτείνοντες.

Ἐν δέ γε τοῖς ἐπενηνεγμένοις προσλαβώμεθα καὶ τὸν Υἱὸν ἡμεῖς καὶ ἀντεπενέγκωμεν· τῆς θεογόνου δυνάμεως ἔρημον ὂν τὸ Πνεῦμα τὸ ἅγιον, ἔρημος ὢν καὶ ὁ Υἱός, οὐ κινδυνεύσουσι κατ’ αὐτοὺς τῆς θεότητος ἐκπεσεῖν; Ἐγὼ δὲ θαυμάζω καὶ τὴν αὐτῶν σὺν ἀντιθέσει ἀντιστροφήν, δι’ ἧς μὴ εἶναι κατασκευάζουσι τῷ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον. Εἰ γὰρ τὸ μὲν ὁμοούσιον ὁμοδύναμον, τὸ δὲ μὴ ὁμοδύναμον οὐδ’ ὁμοούσιον, ἢ ὁ Υἱὸς ὁμοούσιος τῷ Πατρὶ καὶ διὰ τοῦτο καὶ ὁμοδύναμος ἣν ὑπέθεντο δύναμιν, καὶ γεννήσει πάντως Υἱόν, ἢ οὐχ ὁμοδύναμος τὴν τοιαύτην δύναμιν τὴν γεννητικήν, καὶ κατ’ αὐτοὺς οὐδ’ ὁμοούσιος τῷ Πατρί.