Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Πρὸς Ἰάκωβον ἀρχιεπίσκοπον Βουλγαρίας

Νικηφόρος Βλεμμύδης

Η μαρτυρία του πατριάρχη Ταρασίου και της Έβδομης Οικουμενικής Συνόδου

Η συνοδική αποδοχή της ομολογίας του αγίου Ταρασίου περί εκπορεύσεως «εκ του Πατρός διά του Υιού» και η επιβεβαίωση της αυθεντίας των πατερικών δογμάτων έναντι των επικριτών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 8 από 8

Οἷς καὶ Ταράσιος, ὁ ἁγιώτατος καὶ τὰ θεῖα σοφώτατος, ὠχυρωμένος καὶ ἡδρασμένος, ἐκ τοῦ Πατρὸς δι’ Υἱοῦ ἐκπορευόμενον τὸ Πνεῦμα τὸ ἅγιον προανεκήρυξε διὰ λιβέλλου συνοδικοῦ, καὶ τὸ ἀκροατήριον οἰκουμενικὸν καὶ παγκόσμιον, καὶ οὐδεὶς τῶν ἁπάντων τῆς αὐτοῦ θεολογίας ἐπιλαβέσθαι τετόλμηκεν, εἰ καί τινες τῶν ἄρτι σοφῶν οὐδ’ ἐνταυθοῖ τρόπους ἀντιλογίας ἠμηχάνησαν ἐξευρεῖν. Φασὶ γὰρ ὅτι κατὰ τὸ σιωπώμενον ἐπελάβοντο τοῦ λιβέλλου οἱ Ἀνατολικοὶ τὸ δι’ Υἱοῦ παρέντες ἐν τῇ σφῶν αὐτῶν ὁμολογίᾳ τῆς πίστεως. Καί τοι ποῖον ἐντεῦθεν ἡ ἀντιλογία φέρει τὸ κραταιόν, εἰ τὸν τοῦ μακαριωτάτου Σωφρονίου τόμον ἐκεῖνοι τυχόντες ἔχειν ἐστάλκασιν, ἀπαραποίητον αὐτόν, ὡς ἔδει, τηρήσαντες, ἐπεὶ μηδ’ ἀνάγκην εἶχον μετεγγράφειν καὶ ἀντιπέμπειν ἅπερ ἐδέξαντο;

Τοῦτο δειξάτω τις, εἴ τινα μέμψιν κἂν γοῦν μετρίαν τῷ τοῦ Πατριάρχου προσῆψαν γράμματι, καὶ εἰ μὴ τοῦτο, τέως εἰ μὴ ἐπαίνων καὶ τούτων πολλῶν καὶ μεγάλων αὐτὸ κατηξίωσαν· θεωρητικῆς καὶ θεοφρονεστάτης διανοίας ἀνωμολόγησαν εἶναι, πανίερον, θεόπνευστον, τὴν τῆς ὀρθοδοξίας ἀκρίβειαν καὶ τῶν ἀποστολικῶν τε καὶ πατρικῶν δογμάτων τὴν διαφανεστάτην ἐξάπλωσιν ὡς ἀκτῖνας ἡλιακὰς προβαλλόμενον.

Καὶ λέγει τις ἐπιλήψιμόν τι φέρειν αὐτοὺς ἡγήσασθαι τὸ τοσαύτης τετυχηκὸς παρ’ αὐτῶν ἀναρρήσεως; Ἀλλ’ οὗτοι μὲν οὕτως· ἡ δ’ οἰκουμενικὴ Σύνοδος ἀκροασαμένη τετάρακται; Τεθορύβηκε; Τὸ καινὸν ἀπηγόρευκεν ἄκουσμα, καθὼς εἰώθει συμβαίνειν ταῖς τῶν ἀλλοκότων δογμάτων εἰσαγωγαῖς; Οὐδαμῶς.

Ἐροίμην δ’ ἂν προσφόρως καὶ τὴν σὴν πολλὴν ἁγιότητα, τῷ ταύτης ἱλαρῷ καὶ ἀτύφῳ καὶ πρὸς ἀνοχὴν ἑτοίμῳ τεθαρρηκώς. Εἴ τινά ποτε προηνέγκω δόξαν οὐχ ὑγιαίνουσαν, —Ἀπείη δὲ καὶ γνώμης οὕτως ἔχειν, ἔφασκες, οὕτω φρονεῖν, οὕτω πιστεύειν, διατεινόμενος—, πότερον ἂν ἠρεμαίως οἱ πλησίον σου τὴν τοῦ δυσφήμου προσήκαντο πάροδον; Οὐκ ἂν ἀντεῖπον; Οὐκ ἂν ἐξ ἐναντίας σου ἔστησαν;

Ἐγὼ μὲν οἶμαι, μὴ δὲ τὸν οἰκεῖον σφᾶς αὐτοὺς ἐπεγνωκέναι καθηγεμόνα, πρὶν αὐτὸν ἀποσκευάσασθαι τὸ ἀπόβλητον καὶ ταῖς τοῦ ἀναθέματος ἀραῖς ἐνδικώτατα καθυποβαλεῖν. Ἐκεῖ δὲ τοὐναντίον ἅπαν· οἱ γὰρ τῆς οἰκουμενικῆς συνελεύσεως, καὶ μάλισθ’ ὅσοι τὴν ἱερὰν Γραφὴν ἐπιστημονικώτεροι καὶ σοφώτεροι, τῶν λιβέλλων καὶ ἀμφοτέρων εἰς ἀκρόασιν ὑπανεγνωσμένων κοινήν, ὡς ἕνα τούτους κεκρίκασι, τῷ μὴ θατέρου θάτερον παραλλάττειν τι κατ’ εὐσέβειαν. ᾜδεισαν γὰρ ἀκριβῶς τοὺς τῶν θεοφόρων πατέρων προέχοντας δι’ Υἱοῦ τὴν τοῦ Πνεύματος ἐκπόρευσιν εἶναι τεθεολογηκότας ἐκ τοῦ Πατρός, τούς τε παρὰ Πατρὸς αὐτὸ διηγγελκότας ἐκπορευόμενον, οὐκ ἀνηναμένους τὸ δι’ Υἱοῦ. Εἰ τοίνυν τοῖς ἐκ τοῦ Πατρὸς εἰρηκόσι τὸ Πνεῦμα ἐκπορευόμενον οὐκ ἀπείρηται ὅλως τὸ δι’ Υἱοῦ, τοῖς δέ γε διαρθρῶσαι τὴν ἐκ Πατρὸς ἐκπόρευσιν τοῦ Πνεύματος παρ’ αὐτοῦ κεκινημένοις τοῦ Πνεύματος προσερρέθη τὸ δι’ Υἱοῦ, εὔδηλον ὅτι σύμπαντες οἱ τοῦ Πνεύματος οὐκ ἄλλως ἐκ τοῦ Πατρὸς αὐτὸ πεφρονήκασιν ἐκπορεύεσθαι εἰ μὴ δι’ Υἱοῦ, μηδεμίαν παρείσδυσιν ἔχοντες τοῦ ἐναντιολογεῖν ἐν αὑτοῖς· ἄκρας δὲ μᾶλλον συμφωνίας οὔσης ἐν τοῖς ἁγίοις, καὶ τὸ αὐτὸ τῶν ὅλων πεπαιδευμένων φρονεῖν καὶ τῆς ἀγάπης καὶ εἰρήνης καὶ ὁμονοίας ὄντων ἐν Πνεύματι, καθὰ δὴ καὶ οἱ τὸ ἱερὸν μάθημα παραδεδωκότες συνοδικῶς.

Κἀκεῖνοι γὰρ κατὰ τὴν αὐτὴν ἔννοιαν ἱερογραφικῶς τὸ τοιοῦτον ἐξέθεντο, λόγοις οἰκονομίας τὴν φωνὴν παρασιωπήσαντες, τῷ τε πρὸς ἄλλα σπεύδειν ἐπείγοντα καὶ τῷ τῶν αἱρετιζόντων τὸν θόρυβον ἀποσείεσθαι. Δι’ ἣν αἰτίαν οὐδὲ Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον σαφῶς οὕτω καὶ καθαρῶς προσηγόρευσαν, τῷ μὴ ἔχειν ἐκ τῶν Εὐαγγελίων ἑτοίμως τὴν προσηγορίαν πιστώσασθαι. Τί δ’ ἔδει πρὸς διαλέξεις καὶ ὑπὲρ τῶν τοιούτων φωνῶν χωρεῖν αὐτοὺς καὶ λογομαχεῖν καὶ τὸν πολὺν κλονεῖσθαι λαόν, ἐνὸν καὶ ἄλλως ἀναντιρρήτως τὴν εὐσεβῆ κρατύνεσθαι καὶ ὀρθόδοξον ἔννοιαν;

Ὅτι δὲ τὸ ἐκ Πατρὸς λέγειν ἐκπορευόμενον τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τὸ ἐκ Πατρὸς δι’ Υἱοῦ, ταυτὸν κατ’ ἔννοιαν, οὐ διάφορον, ἐκ τῶν τῆς αὐτῆς ἑβδόμης Συνόδου πρακτικῶν ἐναργέστατα καταφαίνεται. Τῶν τόμων γὰρ ὑπανεγνωσμένων συνοδικῶς, τοῦ τε τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς δι’ Υἱοῦ διασαφοῦντος ἐκπορευόμενον καὶ τοῦ ἀϊδίως ἐκπορευόμενον ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς τὸ αὐτὸ Πνεῦμα διαγορεύοντος, ὁ μὲν τῶν τῆς Συνόδου σεπτῶν πατέρων οὕτως ἔχουσαν τὴν γνώμην ἐξήνεγκεν Ἐν μηδεμιᾷ ἐννοίᾳ παραλλάττοντα καὶ τὰ νῦν ἀναγνωσθέντα γράμματα ἐκ τῆς Ἀνατολῆς πεμφθέντα πρὸς Ταράσιον τὸν ἁγιώτατον ἀρχιεπίσκοπον καὶ οἰκουμενικὸν πατριάρχην, τοῦ ὑπ’ αὐτοῦ προομολογηθέντος ὅρου τῆς πίστεως εὑρών, κἀγὼ ὁ ἀνάξιος τούτοις συντίθεμαι.

Ὁ δὲ τοιαύτην ὧν ἠκροάσατο τὴν κρίσιν πεποίηκε· Τὰ ἀναγνωσθέντα γράμματα Ταρασίου τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου καὶ οἰκουμενικοῦ πατριάρχου καὶ τὰ ἀπὸ τῆς ἀνατολικῆς διοικήσεως παρὰ τῶν αὐτόθι ἀρχιερέων, τοιαύτην οἰκειότητα ἔχειν πρὸς τὰ τοῦ αὐτοῦ ἡγοῦμαι ἀρχιερέως Κωνσταντινουπόλεως, ὥστε μηδεμίαν ἑτερότητα ἐν αὐτοῖς εἶναι ἀλλὰ τελείαν ταυτότητα, ὡς ἓν καὶ τὸ αὐτὸ τὰ ἄμφω εἶναι, ἤγουν πεπληρωμένα πάσης ὀρθοδοξίας. Ἕτερος οὑτωσὶ ἀπεφήνατο· Οἷς ὁ τῆς εὐσεβείας μεμελέτηται τρόπος, τούτοις δήπου πάντως καὶ ὁ τῆς ὀρθοδοξίας διαλάμπεται λόγος. Εἰκότως τοίνυν καὶ ἡ ἐμὴ βραχύτης, τοῖς ἀναγνωσθεῖσιν ἱεροῖς καὶ συνοδικοῖς γράμμασι τοῦ ὁσιωτάτου καὶ μακαριωτάτου τῆς βασιλευούσης τῶν πόλεων ἀρχιπροέδρου Ταρασίου, ἃ πρὸς τοὺς τῆς ἑῴας ἐξαπέστειλεν, ἔτι γε μὴν καὶ τοῖς παρ’ αὐτῶν πρὸς αὐτὸν ἀποσταλεῖσι νουνεχῶς τὸ τῆς διανοίας ἐνερείσας ὄμμα, κατὰ πάντα τῇ τῶν ἁγίων πατέρων συμφωνοῦντα ὀρθοδόξῳ πίστει, διὰ τῆς ἀναγνώσεως ἔγνων. Ἄλλος ταύτας εἴρηκε τὰς φωνάς· Σύμφωνα ὁρῶν τὰ συνοδικὰ γράμματα Ταρασίου τε τοῦ ἁγιωτάτου καὶ οἰκουμενικοῦ πατριάρχου καὶ τὰ ἀντίγραφα αὐτῶν τὰ ἀπὸ τῶν τῆς Ἀνατολῆς ἀρχιερέων, συντίθεμαι αὐτοῖς. Ἕτερος οὕτως ἐφθέγξατο· Ὥσπερ ἓν φρονοῦντες ἐληλύθαμεν, οὕτω καὶ ἓν λέγειν ἐδιδάχθημεν.

Συμφώνων τοίνυν οὐσῶν τῶν ὑπαναγνωσθεισῶν συνοδικῶν κεραιῶν Ταρασίου τοῦ ἁγιωτάτου οἰκουμενικοῦ πατριάρχου τῶν σταλεισῶν παρ’ αὐτοῦ πρὸς τοὺς τῆς ἑῴας ἁγιωτάτους ἀρχιερεῖς, καὶ τῶν ἀντιγράφων τῶν παρ’ αὐτῶν πρὸς αὐτὸν πεμφθέντων, πρὸς τὴν ἁγίαν καὶ ὀρθόδοξον πίστιν τῶν ἓξ οἰκουμενικῶν Συνόδων, οὕτω κἀγὼ πιστεύω. Οἱ λοιποὶ τῶν ὁσιωτάτων ἐπισκόπων ταῦτ’ ἐξεφώνησαν· Πᾶσα ἡ κατὰ χάριν Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν καὶ φιλευσεβὲς θέσπισμα τῶν γαληνοτάτων καὶ ὀρθοδόξων ἡμῶν βασιλέων συναθροισθεῖσα ἁγία Σύνοδος, τὴν γενομένην ἀναφορὰν παρὰ Ἀδριανοῦ πάπα τῆς πρεσβυτέρας Ῥώμης πρὸς τοὺς ὀρθοδοξοτάτους ἡμῶν βασιλεῖς, καὶ τὸν νυνὶ ἀναγνωσθέντα χάρτην, ὅρον ὀρθοδοξίας τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου οἰκουμενικοῦ πατριάρχου Ταρασίου ὄντα, καὶ τὰ ἀπὸ τῆς Ἀνατολῆς ἀναπεμφθέντα πρὸς τὴν αὐτοῦ μακαριότητα παρὰ τῶν ἀρχιερέων γράμματα ἀποδεχόμενοι, στοιχοῦμεν καὶ ἀσπαζόμεθα. Ἐντεῦθεν οἱ τὸ ἀληθὲς ἐκζητοῦντες πορίζονται καὶ ὅτι τὸ ἐκ τοῦ Πατρὸς δι’ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι μετὰ τῆς οἰκείας Συνόδου κατεξετάσας καὶ δοκιμάσας ὁ ἁγιώτατος Ταράσιος οὕτω θεοφρόνως καὶ θεοπνεύστως ἐξέθετο, κρίσει πολλῶν κυρωσάμενος αὐτὸ καὶ βεβαιωσάμενος καὶ κήρυγμα παγκόσμιον δι’ ἐπιστολῆς εἰς πᾶσαν διαπεφοιτηκυίας Ἐκκλησίαν Χριστοῦ ποιησάμενος.

Εἰ δὲ τὸ τῆς πίστεως Σύμβολον, ὃ παρὰ τῶν τῆς δευτέρας Συνόδου πατέρων ἐκτέθειται, καὶ οἱ τῆς ἑβδόμης ὅρον τῆς πίστεως καὶ αὖθις εἶναι κεκρίκασιν, οὐδὲν θαυμαστόν. Ἡρετίσαντο γὰρ ἐν τῷ κοινῷ τὸν πᾶσιν ἐγνωσμένον καὶ καθωμιλημένον λόγον καὶ εἰσέτι κρατεῖν, καὶ μὴ δοκεῖν νέαν ὁμολογίαν ἐπὶ μηδενὶ κέρδει παραδιδόναι αὐτούς, ἡνωμένης οὔσης τῷ τότε τῆς Ἐκκλησίας ἁπάσης Χριστοῦ. Τέως τῶν ἁπάντων οὐδεὶς ἀντιφθέγξασθαι τῷ πατριάρχῃ τετόλμηκεν· ἦν γὰρ ἂν τοῖς πρακτικοῖς ἐντεταγμένη καὶ ἡ ἀντίρρησις.

Ἀλλ’ ὡς ἔοικε, νῦν σύμπασα γνῶσις, σύμπας ζῆλος, τότε δέ γε καὶ ἐφεξῆς τοιοῦτον οὐδέν; Πῶς γὰρ ἂν τὸ τῆς ὀρθοδοξίας ἀλλότριον, εἴπερ ἦν ὅλως, ἀνεπισήμαντον ἕως δεῦρο παρεωράθη καὶ ἀστηλίτευτον; Ποῖον τῶν ἐκφύλων δογμάτων οὐ διεφαυλίσθη πολυτρόπως παραδειγματισθέν; Ποῖος ἀρχηγὸς τῆς οἱασοῦν αἱρέσεως ἢ συνήγορος οὐκ ἐκκήρυκτος;

Τὸ δι’ Υἱοῦ παρὰ Πατρὸς ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον, τινὲς ἀποβάλλονται· καὶ τοὺς τὸ δόγμα θεμένους ἀνάγραπτον οἰκειοῦνται, καὶ πατέρας ἀποκαλοῦσι καὶ διδασκάλους καὶ ἁγίους Θεῷ, καὶ φωναῖς εὐφήμοις ἐπ’ ἐκκλησίας γεραίρουσι, καὶ τὰς εὐχὰς αὐτῶν αἰτοῦνται, καὶ τῆς ἐξ αὐτῶν ἐπικουρίας ἱκετεύουσιν ἐπιτεύξασθαι· καὶ ποίας ταῦτα τῆς συμφωνίας; Ἀλλ’ ἔγωγε τέως τῶν ἁγίων ἀνδρῶν ὑγιῆ πέπεισμαι εἶναι τὰ δόγματα, καὶ ὧν οὐχ ὑγιῆ τὰ δόγματα, τούτους οὐκ ἂν εἴποιμι ἁγίους ποτέ, οὕτως ἀφελῶς ἔχω καὶ ἀπραγμόνως.

Οὐδὲ γὰρ δένδρον ἀγαθὸν ἑωράκειν ποτὲ καρπὸν πονηρὸν προβαλλόμενον· ἀλλὰ τοῦ σαπροῦ δένδρου τὸν καρπὸν ἐκεῖνον εἶναι πεπείραμαι πονηρόν, τοῦ δ’ ἀγαθοῦ δένδρου καλὸς ἀραρότως καὶ ὁ καρπός.