Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Πρὸς τοὺς μοναχοὺς περὶ πίστεως

Νικηφόρος Βλεμμύδης

Σημασιολογία θεολογικών όρων και θείων ονομάτων

Ετυμολογική και εννοιολογική ερμηνεία των ονομάτων Χριστός και Θεός, καθώς και του ορισμού Ο Ων, με περαιτέρω διευκρινίσεις επί της διαφοράς φύσεως και υποστάσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 6 από 6

Δέον οὖν ἐρευνᾶσθαι τὴν λέξιν ἐν ἅπασιν, εἰ πλείω δηλοῖ τοῦ ἑνός, καὶ μετ’ εὐκρινείας τοὺς λόγους προβαίνειν πρὸς τὰ δηλούμενα. Πολλὴ γὰρ ἡ ἐκ τῆς ὁμωνυμίας ἀπάτη, καὶ πρῶτος αὕτη τρόπος ἐν τοῖς σοφίσμασιν. Οὕτω τοι καὶ τὸ Θεὸς ὄνομα καὶ τὸ ἄνθρωπος ποτὲ μὲν φύσιν σημαίνει, ποτὲ δ’ ὑπόστασιν· ἡ δὲ Θεότης ὡσαύτως καὶ ἡ ἀνθρωπότης φύσιν ἀεὶ μόνην, ἀλλ’ οὔποτε καὶ ὑπόστασιν.

Τὸ δὲ Χριστὸς ὑπόστασιν δηλοῖ σύνθετον ἐκ Θεότητός τε καὶ ἀνθρωπότητος· καὶ τὸ χρίσμα μὲν ἡ Θεότης, ἡ ἀνθρωπότης δὲ τὸ χρισθέν. Χρίσιν δὲ νοητέον τὴν ὅλου τοῦ χρίσματος εἰς ὅλον τὸ χρισθὲν περιχώρησιν. Οὕτω γὰρ ἂν εἴη τὸ τὴν χρίσιν δεδεγμένον ταῖς ἀληθείαις ὅλον χριστόν· τὸ γὰρ ἐπιπολαίως χρισθὲν ἐκ μέρους χριστόν, ἀλλ’ οὐχ ὁλικῶς, ὅθεν οὐδὲ κυρίως χριστόν. Διὸ βασιλεῖς τε καὶ ἀρχιερεῖς τῷ ἐλαίῳ χριόμενοι, καὶ τὴν ἐπιπόλαιον δεχόμενοι χρίσιν, οὐ κυρίως χριστοί. Εἰ δὲ ἡ χάρις εἰς βάθος διὰ τοῦ χρίσματος, οὐδὲ πάλιν κυρίως χριστοί, χάριτι γὰρ καὶ ἐπίκηροι· μόνος τοίνυν ὁ Κύριος κυρίως χριστός, ὡς ὅλος διόλου καὶ οὐ χάριτι, τῇ δὲ καθ’ ὑπόστασιν ἑνώσει καὶ ἀϊδίως χριστός.

Τὸ δὲ Θεὸς ὄνομα σημαίνει μὲν καὶ τὸ ποιητικὸν καὶ δημιουργικόν. Τίθημι λέγεται τὸ ποιῶ, ἀπὸ τοῦ τιθῶ, τοῦτο δὲ ἀπὸ τοῦ θῶ συνῃρημένου· πρώτης συζυγίας τῶν περισπωμένων· τοῦ δὲ θῶ πρωτότυπον τὸ θέω βαρύτονον, οὐκ ἐν χρήσει· ἐκ τοίνυν τοῦ θέω βαρυτόνου τοῦ δηλοῦντος τὸ ποιῶ, καὶ τοῦ θεῶ περισπωμένου, τοῦ σημαίνοντος τὸ ὁρῶ, τὸ θεὸς ὄνομα γέγονε· δι’ οὗ, τὸν ποιητὴν καὶ ὁρατὴν τῶν ἁπάντων κατονομάζομεν.

Θεῖναι γὰρ τὸ ποιῆσαι καὶ θεὶς ὁ ποιήσας, ἀριδηλότερον δὲ τῆς θεατικῆς ἐνεργείας ἐστὶ παραστατικόν. Καὶ αὐτῶν γὰρ τῶν μήπω γενομένων ὡς ὑπ’ ὄψιν κειμένων θεατής ἐστιν ὁ Θεός, ἔφορός τε τῶν ὅλων ἁπαξαπλῶς. Πάντων δὲ τῶν ὀνομάτων οἰκειότερον τῷ ἀνάρχῳ καὶ ἀπείρῳ καὶ παραγωγεῖ τῶν ποτὲ μὴ ὄντων τὸ Ὤν·, ὅτι τε ἀεί ἐστι μόνος αὐτός, καὶ ὅτι πηγὴ τοῦ εἶναι μόνος αὐτός, καὶ διὰ ταῦτα κυρίως καὶ ἀληθῶς ὢν μόνος αὐτός.