Καλεῖται δὲ καὶ οὐσία καὶ φύσις καὶ μορφὴ κοινῶς ἡ τῶν ἰδικῶς ὄντων περιοχή· οὐσία, ὡς οὖσα ἀεί· φύσις, ὡς φύουσα τὰς ὑποστάσεις· μορφή, ὡς ὅλων τῶν μορφωμάτων τῶν ὑπ’ αὐτὴν ἤτοι τῶν χαρακτήρων συλληπτική. Τὰ δὲ περιεχόμενα λέγονται καὶ ἄτομα καὶ ὑποστάσεις, καὶ πρόσωπα· καὶ ἄτομα μέν, διὰ τὸ μηδὲν αὐτῶν τομὴν ἤτοι διαίρεσιν ἐπιδέχεσθαι· τῆς γὰρ ἀνθρωπίνης οὐσίας, ταυτὸν δ’ εἰπεῖν ἀνθρωπότητος, εἰς τοὺς κατ’ αἴσθησιν ἀνθρώπους διαιρουμένης, οὐδεὶς αὐτῶν εἰς ἄλλους ἀνθρώπους τέμνεσθαι δύναται, ζῶα λογικά, θνητά, νοῦ καὶ ἐπιστήμης δεκτικά, καὶ κατὰ τοῦτον τὸν λόγον οἱ ἐπὶ μέρους ἅπαντες, ἄτομα· ὑποστάσεις δὲ ὡς ὑπὸ τὴν φύσιν ἑστῶτα καὶ μένοντα, καθόλου ταύτης οὔσης καὶ θεωρουμένης ἐννοηματικῶς, τῶν δὲ μερικῶν ὄντων καὶ τὸ εἶναι ἐχόντων πραγματικῶς· πρόσωπα δέ, διότι ἕκαστον αὐτῶν οἰκεῖον ἔχει χαρακτῆρα τοῖς λοιποῖς ἀκοινώνητον. Τοιγαροῦν, ἐπὶ τῆς Θεότητος μίαν οὐσίαν, μίαν φύσιν, μίαν μορφὴν δογματίζομεν, ἄτομα δὲ τρία, τρεῖς ὑποστάσεις, τρία πρόσωπα χαρακτῆρσι καταλλήλοις, εἴτουν ἰδιώμασι, γνωριζόμενα.