Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ· γενηθήτω τὸ θέλημά σου· καὶ γὰρ οὗτος ὁ λόγος τῆς τοῦ Κυρίου ψυχῆς, ἓν εἰδυίας θέλημα τοῦ ἡνωμένου ταύτῃ Θεοῦ Λόγου καὶ τοῦ Πατρός. Εἶχε μὲν οὖν ὁ Δεσπότης τὰ τῶν δούλων διὰ τοὺς δούλους, ἀλλ’ ὑπὲρ τοὺς δούλους. Δεσπότης γὰρ ἦν, εἰ καὶ δουλικὴν εἰλήφει μορφήν. Ἐπείνα κατ’ ἀλήθειαν ὡς ἡμεῖς, ἐδίψα, νυσταγμὸν ἔφερε, κοπιῶν ἦν, λυπούμενος ἦν, δακρύων, δειλιῶν, ἀγωνιῶν, ἀλλ’ ἑκουσίως. Ὅτε θέλων αὐτὸς ἐνεδίδου τῇ αὐτοῦ ἀνθρωπότητι τὸ ἴδιον ἀμέμπτως ποιεῖν τοῦτο ὑπὲρ ἡμᾶς πάλιν, ἤσθιεν, ἔπινεν, ἐκάθευδε, διελέγετο καθάπερ ἡμεῖς, ἀλλὰ πάντα ἀναμαρτήτως· τοῦτο ὑπὲρ ἡμᾶς. Τίνι γὰρ ἂν ἡμῶν ἐν τοῖς φυσικοῖς ἀδιαβλήτοις εὑρεθείη διόλου τὸ ἄμεμπτον; Ἔπασχεν ὑπὲρ ἡμῶν, ἤλγει τῇ ἐν σταυρῷ προσηλώσει καὶ διατάσει, τέλος ἀπέθανεν· ἀλλ’ ἐθελούσιον ἦν αὐτῷ καὶ τὸ πάθος καὶ τὸ ἄλγος καὶ τὸ θανεῖν. Ἔπασχεν ἡ σάρξ, ἤλγει φυσικῶς ἡ ψυχὴ διὰ τὴν συνάφειαν—ἐξ αὐτῆς γὰρ ἡ αἴσθησις τῇ σαρκί—· πλὴν ἡ Θεότης ἡ ἐν ἀμφοῖν οὐκ ἔπασχεν, οὐκ ἤλγει· τῶν γὰρ τοιούτων τὸ θεῖον ὑπέρτερον. Ἡ ψυχὴ διῄρητο τῆς σαρκός, ἀλλ’ ἡ Θεότης ἐξ ἀμφοῖν ἀδιαίρετος ἦν. Παθὼν ὁ Κύριος καὶ θανὼν καὶ ταφεὶς ἀπετινάξατο τὴν φθορὰν καὶ τὰ τῆς φθορᾶς· καὶ μετασκευάσας αὐτοῦ τὸ σῶμα πρὸς ἀφθαρσίαν, καὶ τὴν οἰκείαν ψυχὴν κατ’ ἐξουσίαν ὡς Θεὸς προσλαβόμενος, ἀνέστη τριήμερος.