Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Συλλογισμοὶ περὶ τῆς ἐκπορεύσεως τοῦ ἁγίου πνεύματος

Νικηφόρος Βλεμμύδης

Συλλογισμοί κατά της εκπορεύσεως «εκ του Πατρός και του Υιού»

Επιχειρήματα που αναιρούν τη διδασκαλία περί προελεύσεως του Αγίου Πνεύματος εκ του Πατρός και του Υιού, αναδεικνύοντας τις τριαδολογικές αντιφάσεις της.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 2 από 2

Εἰ ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, καθ’ ὃν λόγον ἐστὶ μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ, κατὰ τοῦτον μείζων ἔσται καὶ ὁ Υἱὸς τοῦ Πνεύματος. Κατὰ τὸ αἴτιον δὲ ἐκεῖνος· κατὰ τὸ αἴτιον καὶ οὗτος· ἀλλ’ οὐχ εὕρηταί που τοῦτο ἐν τῇ θείᾳ Γραφῇ.

Εἰ ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, οὐκέτι μόνον υἱὸς ὁ Υἱός· εὑρίσκεται γὰρ καὶ προβολεύς· μόνον δὲ υἱὸς ὑπὸ τῶν θεοφόρων κηρύσσεται. Εἰ ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ ἅγιον Πνεῦμα, δυνάμει μέν ἐστι ἐν τῷ Πατρί, ἐνεργείᾳ δὲ ἐν τῷ Υἱῷ.

Εἰ ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, πρῶτον ἔσται καὶ ὕστερον ἑαυτοῦ. Εἰ ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, τιμιώτερον καὶ ἀτιμότερον ἔσται ἑαυτοῦ· τὸ γὰρ πρεσβύτερον, τιμιώτερον.

Εἰ ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, μέσος εὑρίσκεται ὁ Υἱός· εἰ δὲ μέσος, καὶ πεπέραται, ὑπὸ τῶν ἄκρων περιγραφόμενος. Εἰ ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ἢ κατὰ ταυτὶ καὶ σύγχυσις τῶν ὑποστάσεων εὑρίσκεται, ἢ καθ’ ἕτερον τρόπον καὶ τὸ σύνθετον οὐκ ἐκφεύγει τὸ Πνεῦμα τὸ ἅγιον.

Εἰ ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, τῷ λόγῳ μὲν τῆς αἰτίας ἔσται ἐν τῷ Πατρί· ὑπαρκτικῇ δὲ ὑποστάσει, ἔσται ἐν τῷ Υἱῷ. Εἰ ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ἐκ διαφόρων ὑποστάσεων λαμβάνον τὴν ὕπαρξιν, ἀπομάξεται καὶ τὴν ἀϊδιότητα σύνθετον καὶ ἔσται τοῦ ἀγεννητογεννήτου ἐκπόρευμα.

Εἰ ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ἢ ἐκπεπορευμένον ἐκ τοῦ Πατρὸς ἐκπορεύεται καὶ παρὰ τοῦ Υἱοῦ, ἤ, μὴ ἐκπεπορευμένον, οὐκέτι ἀληθὴς ὁ λόγος ὁ τοῦ Χριστοῦ, ἢ ἐκπεπορευμένον προβάλλετο ὁ Υἱὸς καὶ πῶς τέλειος ὁ προβαλλόμενος Πατὴρ ἑτέρου δεηθεὶς πρὸς οὐσίωσιν τοῦ αὐτοῦ Πνεύματος;

Εἰ ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, πῶς, ὅτι ἐκ τοῦ Πατρός, τέλειος ἂν εἴη ὁ Θεὸς ἐκ τελείου Θεοῦ, ἑτέρου καὶ ἄμφω δεόμενοι, ὁ μὲν πρὸς ἐνεργητικὴν ὕπαρξιν, ὁ δὲ πρὸς τὴν ἑαυτοῦ ἐντελέχειαν;

Εἰ ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, διὰ τί μὴ δίδωσι συμπαρὼν τοῖς μαθηταῖς ὁ Χριστός, ἀλλ’ ἀναληφθέντος ἐκείνου καταπεφοίτηκεν; Εἰ ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, διὰ τί, ἄκρον ὂν ἔσχατον τὸ Πνεῦμα ὡς πρὸς ἡμᾶς, μὴ σεσάρκωται, ἀλλὰ τὸ μέσον καὶ ὑπερέκεινα, ὁ Υἱός;