Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Τυπικόν

Νικηφόρος Βλεμμύδης

Εισδοχή και δοκιμασία των υποψήφιων μοναχών

Οδηγίες για την αποδοχή, την ανατροφή, τη δοκιμασία και την προοδευτική αλλαγή ενδυμάτων των προσερχομένων στον μοναχικό βίο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 1 από 3

θ. Περὶ τῶν προσιόντων ἐπὶ τῷ μονάσαι. Τοὺς ἐπὶ τῷ μονάσαι προσιόντας τῷ ἡσυχαστηρίῳ καὶ ἀφ’ ἡλικίας προσδεκτέον δεκαετοῦς, εἰ τὸ ἦθος ἔχοντες φαίνοιντο πρὸς τὴν κατὰ θεὸν διαγωγὴν ἐπιτήδειον, ἐπεὶ καὶ κανὼν τεσσαρακοστὸς τῆς ἕκτης οἰκουμενικῆς συνόδου φησίν· ἔστω τοίνυν ὁ μέλλων τὸν μοναχικὸν ὑπέρχεσθαι ζυγὸν οὐχ ἥττων ἢ δεκαετής. μηδαμῶς οὖν ἀποπεμπτέον αὐτοὺς διὰ τὸ πολὺ τῆς νεότητος ἀλλὰ μηδὲ τοὺς οἰκείους αὐτῶν παραχωρητέον ἀποσπᾶν τοὺς τοιούτους τοῦ ἡσυχαστηρίου βιαίως. οὐ γὰρ ἐπιτρέπει τοῦτο τῆς πολιτείας ὁ νόμος. ἀπαγορεύομεν γάρ φησι τοῖς γονεῦσι τοὺς ἰδίους παῖδας μοναχικὸν βίον ἐπιλεγομένους τῶν εὐαγῶν μοναστηρίων ἀφέλκειν. ἀντιληπτέον οὖν τῶν παίδων καὶ προνοητέον ὅση δύναμις τῆς ὠφελείας αὐτῶν· ὁ γὰρ διδάξας αὐτοὺς τὴν κατὰ Χριστὸν πολιτείαν στόμα ἐστὶ Χριστοῦ. δοκιμώτεροι δὲ τῶν ἄλλων ὡς ἐπίπαν εὑρίσκονται οἱ ἐξ ἁπαλῶν ὀνύχων τὴν πνευματικὴν ἐπιστήμην δεδιδαγμένοι, καθάπερ ἐστὶν ἰδεῖν καὶ ἐπὶ τῶν ἄλλων ἐπιστημῶν καὶ τεχνῶν.

πλὴν χρὴ μετὰ πολλῆς αὐτοὺς ἀνάγεσθαι νήψεως, ἔν τε τροφῇ παιδευομένους καὶ ὕπνῳ καὶ λόγῳ καὶ βλέμματι καὶ ἄλλοις ὅσοις δεῖ τὴν ἐγκράτειαν, μὴ παρρησίαν πρὸς ἀλλήλους ἔχοντας ἢ τοὺς τῷ χρόνῳ προήκοντας ἢ ὅλως εἰσιόντας ἐν κελλίῳ, μονάζοντας μὴ μετά τινων ἰδιάζοντας ἀλλ’ ἐν τῷ φανερῷ διάγοντας, καὶ πρὸς ἑαυτοὺς νεύοντας καὶ σύνεσιν ἐκπαιδευομένους καὶ ἄσκησιν, ἀπορραγέντας πρότερον τῆς τῶν γονέων καὶ τῶν λοιπῶν προσγενῶν συναυλίας καὶ ὁμιλίας ἐς τέλεον. πολλοὺς ἡμεῖς οὕτως ἀνάξαντες, τοῦ θεοῦ συνετίζοντος, εἰς μέγαν ἀρετῆς βαθμὸν πεφθακότας κατείδομεν, σωφρονεστάτους ἀποτελεσθέντας καὶ πράξει καὶ λόγῳ καὶ αὐταῖς ἐνθυμήσεσιν ἐκ τῶν πυκνῶν παραινέσεων ὁμοῦ καὶ ἐπιτηρήσεων καὶ πολυειδῶν ἀποκρίσεων. ποίαν ἐν ἐκείνοις ἔσχε ποτὲ χώραν ἡ ἐπάρατος αἰσχρολογία, ἡ ὁμολογουμένως τὸν ταύτῃ χρώμενον ἀφιστῶσα τοῦ ἁγίου θεοῦ καὶ τοῖς αἰσχροῖς συντάττουσα δαίμοσι;

πάντες εἰς ἄκρον σεμνολόγοι τε καὶ σεμνότροποι· ταπεινόφρονες, ἔγνωσαν γὰρ τὴν ταπεινοφροσύνην ῥίζαν τῶν ἀρετῶν· ἀληθεῖς, ᾔδεσαν γὰρ ὅτι τὸ ψεῦδος πᾶν ἐκ τοῦ πονηροῦ· τὸ δὲ μὴ ὀμνύειν ὅλως, οἷα δεσποτικὸν εὐχερέστατον ἔνταλμα, κούφως καὶ λίαν ἀπόνως κατώρθωσαν· τὴν πρὸς τὸν αὐτῶν παιδευτὴν ἀλλὰ δὴ καὶ πρὸς ἀλλήλους ὑπακοὴν καὶ ὑπηρεσίαν ἔργοις ἑκάστοτε παρίστων ὡς πεφιλήκασιν, ἄσχετοι κόσμῳ καὶ τοῖς ἐν κόσμῳ, κρείττους γαστρὸς καὶ λαιμοῦ, χαμαιεύνεις, σκληροκοῖται, πάσης σαρκικῆς θεραπείας ὑπέρτεροι, μηδὲ τοῦ ἑαυτῶν καταδεχόμενοι περιβλήματος γνώμῃ δεσπόζειν ἐξ ἀκτησίας εἱλικρινοῦς· ἔριν τήν γε κακόχαρτον μετὰ τῆς μισαδελφίας ὡς ἐπιμωμητὴν ἀπεπέμψαντο, τὴν δ’ ἀγαθὴν μετὰ τῆς φιλαδελφίας ὡς ἐπαινετὴν ᾠκειώσαντο, μὴ τόσον ἄλλους ἄλλοι παραζηλοῦντες εἰς ἐπαύξησιν ἀρετῆς ἰδιάζουσαν ὅσον ἀλλήλους εἰς τὸ καλὸν παραθήγοντες. φιλάδελφοι γὰρ οὕτω γεγόνασιν, ὡς ἕκαστον ἑαυτοῦ παντοίως ἐν πᾶσιν ὑπερτιθέναι τὸν ἕτερον.

ἐπεὶ γοῦν οὕτως ἀνδρὶ καθέστηκεν ἀγαθόν, ὅταν ἄρῃ ζυγὸν ἀρετῆς ἐν νεότητι, προσληπτέον νουνεχῶς τὴν νεότητα καὶ μὴ παραιτητέον διὰ τὸ ἐπίπονον τῆς ἀναγωγῆς τε καὶ φυλακῆς καὶ τὸ διὰ ῥαθυμίαν καὶ ἀμέλειαν ἐπικίνδυνον, ἀλλὰ ταῖς ἀπονήροις καρδίαις ὥσπερ καθαροῖς πίναξιν ἐγγραπτέον πάσῃ σπουδῇ τὰ τῆς σωτηρίας γράμματα καὶ διδάγματα διὰ τὴν πρὸς τὸν σωτῆρα καὶ καθηγητὴν αἰδῶ, τὸν κοινόν, ἢ μέντοι γε δι’ ἀντάμειψιν.

Πρῶτον μὲν οὖν οἱ νεώτατοι μελανειμονείτωσαν μόνον, ἕως ἂν ὑπερβαῖεν τὸν δωδέκατον ἐκ γενέσεως ἐνιαυτόν. εἶτα μετὰ τὴν τοιαύτην προγυμνασίαν ῥακενδυτείτωσαν, εἰ μὴ κοσμοχαρεῖς ἀπελεγχθεῖεν ἐν τοσούτῳ καὶ ἀνεπιτηδείως ἔχοντες πρὸς τὴν ὄντως ἀποταγήν. ἐν δὲ τῇ ῥακενδυσίᾳ δοκιμασθέντες ἀρίστως ἔτεσιν ὑπερέκεινα τῶν ἑπτὰ καὶ ἄξιοι φανέντες τοῦ μοναδικοῦ σχήματος, τέλειον αὐτὸ προαιρούμενοι λαμβανέτωσαν ἡλικίαν τὴν εἰκοσαετῆ παραμείψαντες. ὅσοι δὲ καὶ τὴν ἡλικίαν ἐντελεῖς ὄντες καὶ τὸν λογισμὸν στερεοὶ τῷ ἡσυχαστηρίῳ προσίασιν, ἑνὶ μὲν ἐνιαυτῷ μελανειμονείτωσαν, δυσὶν ἔτεσιν αὖθις ῥακενδυτείτωσαν· καὶ μετὰ τὴν τοιαύτην τριετίαν τὸ μοναδικὸν εἰ βούλοιντο σχῆμα περιβεβλήσθωσαν, ἀξίως ἔχοντες τῆς τούτου περιβολῆς. ἀλλὰ ταῦτα μὲν ὁροθετοῦμεν κινδύνου μηδενὸς ὑφορωμένου· κατεπειγούσης δὲ τῆς ἀποβιώσεως τὸ σχῆμα τὸ ἅγιον ἀνυπερθέτως τοῖς μεθισταμένοις δοθήσεται. σχήματος δὲ μοναδικοῦ κατὰ τὸν τῆς ἀληθείας λόγον οὐκ ἔστι διαφορά, κἂν ἡ τῶν ὑστερογενῶν ἐπίνοια τὴν ἀρχαίαν παράδοσιν ὑπενόθευσεν. εἴ τινες μέντοι τοὺς τῆς ἀποταγῆς ὑποδειλιῶντες ἄθλους ὀκνοῦσιν ἀποδύσασθαι διὰ τῶν συνθηκῶν πρὸς αὐτούς, ῥακενδυτοῦντες μενέτωσαν, ἐς ὃ τὴν ὅλην συντείνειαν εὐθαρσῶς ὁρμὴν τῆς ψυχῆς πρὸς τοὺς πνευματικοὺς ἀγῶνας καὶ ἱεροὺς ἐπ’ ἐλπίδι τῶν ἐπάθλων, καὶ τὰ τῶν συνθηκῶν ἐκπληροῖεν καὶ πρὸ τῶν συνθηκῶν.