Ἐπεί δε τῷ λογικῷ ζώῳ τροφὴ στερεὰ προηγουμένη καὶ καταλληλοτέρα πασῶν, ὁ ἄρτος ἐστίν, ὑγρά δε τῷ αὐτῷ χρησιμωτέρα τῶν ἄλλων, ὁ οἶνος, εἰς αἷμα διαταχέος ὑπὸ τῆς φύσεως ἀλλοιούμενος, ἐκ δὲ τῶν τροφῶν, γνώριμον ὅτι καὶ γένεσις αἵματος καὶ σαρκὸς σύστασις, ὁ Κύριος ἑνῶν ἡμᾶς ἑαυτῷ, δέδωκεν ἡμῖν τὸν ἄρτον φαγεῖν ὃν αὐτὸς ἤσθιεν, ἰδίαν σάρκα τὸν ἄρτον ἀπεργασάμενος· ὥσπερ εἰ ὁ ἄρτος οὗτος, αὐτῷ τῷ Κυρίῳ βρωθείς, πεφθείς, χυλοποιηθείς, ἀναδοθείς, αἱματοποιηθείς, προστεθείς, ἀπετελέσθη σὰρξ αὐτοῦ τοῦ Κυρίου διὰ τῆς προσφύσεως καὶ τῆς ἐξομοιώσεως. 5. Ἀλλὰ ταῦτα μέν, ἐνεργήματα φύσεως, ὁ δὲ ταύτης δημιουργός, ὁ δοὺς αὐτῇ καὶ τὸ ἐνεργεῖν, τοὺς πολλοὺς δρομοὺς ὑποτεμών, ἀχρόνως καὶ ὑπερφυῶς, καὶ πρὸ τοῦ φαγεῖν τὸν ἄρτον, εἰς τὴν ἑαυτοῦ σάρκα τοῦτον μετέβαλεν, οὐκ εἰς μέρος σαρκός, ἀλλ’ εἰς αὐτὴν τὴν ὁλότητα· καὶ καταμεριζομένου δὲ τοῦ ἄρτου, πάλιν ἓν ἕκαστον εὐδόκησε μέρος, ὅλην εἶναι τὴν σάρκα τὴν ἑαυτοῦ, καὶ πάντα τὰ μέρη, μίαν σάρκα καὶ τὴν αὐτήν. Διὸ καὶ ἡμεῖς διὰ τῶν μυστηρίων, ὅλον εἰσδεχόμεθα τὸν Χριστόν, ὅλον ἕκαστος εἰσοικίζεται, καὶ ὅλῳ συνανακίρναται, καὶ μένει ἐν Χριστῷ, καὶ Χριστὸς ἐν αὐτῷ· ἐν ἑκάστῳ δὲ ὁλοκλήρως ὢν ὁ Χριστός, εἷς καὶ ὁ αὐτὸς ἀμερίστως ἐν πᾶσιν ἐστί. 6.