Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Τυπικόν

Νικηφόρος Βλεμμύδης

Η υπερφυής μεταβολή του άρτου και του οίνου

Αναλύεται ο αχρονικός και θεοπρεπής τρόπος με τον οποίο ο άρτος και ο οίνος μεταβάλλονται εξολοκλήρου στο δεσποτικό σώμα και αίμα μέσω της δημιουργικής εξουσίας του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 3 από 3

Ἐπεί δε τῷ λογικῷ ζώῳ τροφὴ στερεὰ προηγουμένη καὶ καταλληλοτέρα πασῶν, ὁ ἄρτος ἐστίν, ὑγρά δε τῷ αὐτῷ χρησιμωτέρα τῶν ἄλλων, ὁ οἶνος, εἰς αἷμα διαταχέος ὑπὸ τῆς φύσεως ἀλλοιούμενος, ἐκ δὲ τῶν τροφῶν, γνώριμον ὅτι καὶ γένεσις αἵματος καὶ σαρκὸς σύστασις, ὁ Κύριος ἑνῶν ἡμᾶς ἑαυτῷ, δέδωκεν ἡμῖν τὸν ἄρτον φαγεῖν ὃν αὐτὸς ἤσθιεν, ἰδίαν σάρκα τὸν ἄρτον ἀπεργασάμενος· ὥσπερ εἰ ὁ ἄρτος οὗτος, αὐτῷ τῷ Κυρίῳ βρωθείς, πεφθείς, χυλοποιηθείς, ἀναδοθείς, αἱματοποιηθείς, προστεθείς, ἀπετελέσθη σὰρξ αὐτοῦ τοῦ Κυρίου διὰ τῆς προσφύσεως καὶ τῆς ἐξομοιώσεως. 5. Ἀλλὰ ταῦτα μέν, ἐνεργήματα φύσεως, ὁ δὲ ταύτης δημιουργός, ὁ δοὺς αὐτῇ καὶ τὸ ἐνεργεῖν, τοὺς πολλοὺς δρομοὺς ὑποτεμών, ἀχρόνως καὶ ὑπερφυῶς, καὶ πρὸ τοῦ φαγεῖν τὸν ἄρτον, εἰς τὴν ἑαυτοῦ σάρκα τοῦτον μετέβαλεν, οὐκ εἰς μέρος σαρκός, ἀλλ’ εἰς αὐτὴν τὴν ὁλότητα· καὶ καταμεριζομένου δὲ τοῦ ἄρτου, πάλιν ἓν ἕκαστον εὐδόκησε μέρος, ὅλην εἶναι τὴν σάρκα τὴν ἑαυτοῦ, καὶ πάντα τὰ μέρη, μίαν σάρκα καὶ τὴν αὐτήν. Διὸ καὶ ἡμεῖς διὰ τῶν μυστηρίων, ὅλον εἰσδεχόμεθα τὸν Χριστόν, ὅλον ἕκαστος εἰσοικίζεται, καὶ ὅλῳ συνανακίρναται, καὶ μένει ἐν Χριστῷ, καὶ Χριστὸς ἐν αὐτῷ· ἐν ἑκάστῳ δὲ ὁλοκλήρως ὢν ὁ Χριστός, εἷς καὶ ὁ αὐτὸς ἀμερίστως ἐν πᾶσιν ἐστί. 6.

Παρέσχεν ἡμῖν καὶ τὸν οἶνον πιεῖν, ὃν αὐτὸς ἔπινε, καὶ ὡς ἔπινεν, ὕδατι πάντως κεκραμένον, οὐκ ἄκρατον, καὶ πρὸ τοῦ πιεῖν αὐτόν, εἰς τὸ οἰκεῖον αἷμα μεταβαλών, θαυμαστῶς, ἀρρήτως, θεοπρεπῶς· ὁ γὰρ τὰ πάντα φέρων τῷ τῆς αὐτοῦ δυνάμεως ῥήματι, κατ’ ἐξουσίαν ὅτε βούλεται πάντα ποιεῖ, τὰ μὲν ἐκ τοῦ μὴ εἶναι παράγων, τὰ δὲ μετασκευάζων ὑπὲρ κατάληψιν.