Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Βίος

Νικηφόρος Βλεμμύδης

Δογματικές αντιπαραθέσεις για τον Τρισάγιο ύμνο, τη Θεία Ευχαριστία και τη δημιουργία

Συζητήσεις για την ορθή θεολογία της Ευχαριστίας, του Τρισαγίου και η θεολογική σύγκρουση με τον πατριάρχη περί της δημιουργικής ενέργειας διά του Υιού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 13 από 14

Τούτων οὕτω διηρθρωμένων, οὔτε τὸ διὰ τοῦ Πνεύματος ἐνεργεῖν τὸν Υἱόν, οὔτε τὸ εἰκόνα τοῦ Υἱοῦ λέγεσθαι τὸ Πνεῦμα, οὔτέ τι τῶν ἄλλων, δηλωτικὸν ἂν εἴη τοῦ τὸν Υἱὸν ἀρχὴν ὅλως εἶναι τοῦ Πνεύματος. Ἐκ γῆς Κιλίκων πρὸς τοῖς ἐκ Ῥωμαΐδος ἥκουσιν ἄνδρες ἔμπειροι τῆς Γραφῆς· καὶ τὸ μὲν παθητὸν εἶναι τὸ θεῖον, ἢ μιᾶς τὸν Θεάνθρωπον φύσεως, εἰς τοὐμφανὲς ἀπαναίνονται, προσφέρειν δὲ τὸν Τρισάγιον ὕμνον μετὰ τῆς προσθήκης τῷ Χριστῷ διατείνονται. Μὴ καλῶς δὲ ποιεῖν ἐλεγχόμενοι τὸ περιορίζειν ἑνὶ προσώπῳ μονομερῶς τὴν ὅλῃ τῇ θεότητι κοινῶς ἀφοσίωσιν, ἀντελέγχειν δῆθεν καὶ οὗτοι πειρῶνται ποιοῦντας τοῦτ’ αὐτὸ τοὺς ἐλέγχοντας.

Τί γὰρ ἕτερον βούλεται φάσκουσι, τῷ ἅγιος ἅγιος ἅγιος τὸ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου προσκείμενον, εἰ μὴ τὸν Τρισάγιον ὕμνον μόνῳ προσαρμόζεσθαι τῷ Υἱῷ; Πρὸς τοῦτο τοῖς ἱεράρχαις μετ’ αὐτῶν γὰρ ὁ διάλογος λόγος οὐκ ἦν, ἢ τὸ τὰς πρὸς ἄλλους εὐθύνας ὁρᾶν ἀντωθουμένας εἰς τοὺς προπέμψαντας.

Ἐπεί δ’ ὁ βασιλικὸς ἐκ ποδῶν χόλος, οὐκ ἐπιτροπὴν ἀναμεμενηκότες ἡμεῖς, οὕτω λέγομεν· Ὕμνων δύο συνάφεια, τοῦ μὲν πρὸς τὴν Τριάδα, τοῦ δὲ πρὸς τὸν ἕνα ταύτης, τὴν ἀπάτην τοῖς οὐκ ἐπεσκεμμένοις εἰσήνεγκεν· ἀλλ’ ἤδη καὶ τὰ λεγόμενα διαιρήσομεν, καὶ τὴν συνάφειαν ὅπως ἐγεγόνει διασαφήσομεν, καὶ τὸ ψεῦδος ὑπερορίσομεν.

Τὸ μὲν ἅγιος ἅγιος ἅγιος Κύριος Σαβαὼθ πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου, τῇ Τριάδι προσᾴδομεν, ἐπεὶ καὶ πᾶσα τὴν κατὰ τοῦ διαβόλου καὶ τῆς πλάνης νίκην εἰργάσατο, τοῦ μὲν Πατρὸς εὐδοκήσαντος, τοῦ δὲ Πνεύματος συνεργήσαντος· τὸ δ’ ἑξῆς λέγομεν ἀραρότως πρὸς τὸν Χριστόν, ὡς τὸ τρόπαιον αὐτουργήσαντα, καὶ τὴν τῆς Τριάδος ἐπίγνωσιν, ἀρίστως ἡμᾶς ἐκδιδάξαντα. Καὶ ἡμεῖς μὲν οὕτως· ὁ δὲ τῷ τρὶς ἅγιος καὶ τῷ Θεὸς ἰσχυρὸς ἀθάνατος τὴν ὁ σταυρωθεὶς δι’ ἡμᾶς προσθήκην πεποιημένος, ὁποῖον ἐκ τῆς τῶν ῥητῶν ὁλομερείας προσνέμει τμῆμα τῇ Τριάδι κοινῶς, ὁποῖον τ’ αὖ ἰδικῶς ἀφιεροῖ τῷ Υἱῷ δεικνύτω, καὶ ἀνεπίκλητος· μὴ δεδυνημένος δὲ διελεῖν, αὐτὸς ἑαυτὸν προσαγγέλλει, τῇ θεότητι καὶ ὅλῃ προσκληροῦντα τὸ ἐσταυρῶσθαι.

Οὕτω τοῖς ὑπεναντίοις ἐκπεφαυλισμένης τῆς ὑποκρίσεως, ὁ περὶ τῆς θυσίας λόγος εἰσάγεται· κἀκεῖθεν μὲν ἔνστασις τὴν ταύτης, ὅτ’ ἦν ἡ τῆς ζύμης ἄρσις, γεγενῆσθαι παράδοσιν, ἐντεῦθεν δὲ τὸ μήπω τὸν τοιοῦτον ἐληλυθέναι καιρόν, ὁπότε δεῖπνος ὁ μυστικός· μετὰ τὸ πάθος γὰρ τὸ δεσποτικόν, τὸ πάσχα τὸ νομικόν. Πάλιν ἐκεῖθεν, ὁ μὲν εἷς κρουνὸς τῶν ἐκ τῆς τοῦ Κυρίου πλευρᾶς, εἰς πόσιν ἐλέγετο δεδόσθαι μόνος, ὁ δ’ ἕτερος εἰς βαπτισμόν, ὁ τοῦ ὕδατος· ἐντεῦθεν, καὶ ἄμφω μετὰ τοῦ ὅθεν εἰς τὴν θυσίαν ἐβεβαιοῦντο συνεισῆχθαι καὶ λίαν ἐναργῶς, ἐπείπερ αὕτη τωτότε καὶ οὐδὲν ἕτερον τὸ τελούμενον.

Ἡμεῖς οὖν ἐκ περιουσίας ἀντιλογίαν ἅπασαν λύοντες, ἐκ τῶν ὁσημέραι γινομένων καὶ φαινομένων ἀρχόμενοι, καὶ τοῖς ἐκ φύσεως τὰ ὑπὲρ φύσιν ἐπάγοντες, οὑτωσὶ περὶ τῶν μυστηρίων διαλαμβάνομεν· Ἐπειδὴ τῷ λογικῷ ζώῳ τροφὴ στερεὰ προηγουμένη καὶ καταλληλοτέρα πασῶν, ὁ ἄρτός ἐστιν, ὑγρά δε τῷ αὐτῷ χρησιμωτέρα τῶν ἄλλων ὁ οἶνος, εἰς αἷμα διαταχέος ὑπὸ τῆς φύσεως ἀλλοιούμενος, ἐκ δὲ τῶν τροφῶν γνώριμον ὅτι καὶ γένεσις αἵματος, καὶ σαρκὸς σύστασις, ὁ Κύριος ἑνῶν ἡμᾶς ἑαυτῷ, δέδωκεν ἡμῖν τὸν ἄρτον φαγεῖν ὃν ἦν αὐτὸς ἐσθίειν εἰωθώς, ἰδίαν σάρκα τὸν ἄρτον ἀπεργασάμενος· ὥσπερ εἰ ὁ ἄρτος οὗτος αὐτῷ τῷ Κυρίῳ βρωθεὶς πεφθεὶς χυλοποιηθεὶς ἀναδοθεὶς αἱματοποιηθεὶς προστεθείς, ἀπετελέσθη σὰρξ αὐτοῦ τοῦ Κυρίου διὰ τῆς προσφύσεως.

Ἀλλὰ ταῦτα μὲν ἐνεργήματα φύσεως, ὁ δὲ ταύτης δημιουργὸς ὁ δοὺς αὐτῇ καὶ τὸ ἐνεργεῖν, τοὺς πολλοὺς δρόμους ὑποτεμών, ἀχρόνως καὶ ὑπερφυῶς καὶ πρὸ τοῦ φαγεῖν τὸν ἄρτον, εἰς τὴν ἑαυτοῦ σάρκα τοῦτον μετέβαλεν, οὐκ εἰς μέρος σαρκός, ἀλλ’ εἰς αὐτὴν τὴν ὁλότητα· καὶ καταμεριζομένου δὲ τοῦ ἄρτου, πάλιν ἓν ἕκαστον εὐδόκησε μέρος, ὅλην εἶναι τὴν σάρκα τὴν ἑαυτοῦ, καὶ πάντα τὰ μέρη, μίαν σάρκα καὶ τὴν αὐτήν. Διὸ καὶ ἡμεῖς διὰ τῶν μυστηρίων, ὅλον εἰσδεχόμεθα τὸν Χριστόν, ὅλον ἕκαστος εἰσοικίζεται, καὶ ὅλῳ συνανακίρναται, καὶ μένει Χριστὸς ἐν αὐτῷ, καὶ αὐτὸς ἐν Χριστῷ· ἐν ἑκάστῳ δ’ ὁλοκλήρως ὢν ὁ Χριστός, εἷς καὶ ὁ αὐτὸς ἀμερίστως ἐν πᾶσιν ἐστί.

Παρέσχεν ἡμῖν καὶ τὸν οἶνον πιεῖν, ὃν αὐτὸς ἔπινε, καὶ ὡς ἔπινεν, ὕδατι δηλονότι κεκραμένον, οὐκ ἄκρατον, καὶ πρὸ τοῦ πιεῖν αὐτόν, εἰς τὸ οἰκεῖον αἷμα μεταβαλών, θαυμαστῶς, ἀρρήτως, θεοπρεπῶς· ὁ γὰρ τὰ πάντα φέρων τῷ τῆς αὐτοῦ δυνάμεως ῥήματι, κατ’ ἐξουσίαν ὅτε βούλεται, πάντα ποιεῖ, τὰ μὲν ἐκ τοῦ μὴ εἶναι παράγων, τὰ δὲ μετασκευάζων ὑπὲρ κατάληψιν. Ὅτι δ’ ὁ οἶνος οὐκ ἄκρατος, καὶ ἡ τῶν θείων ἱεροτελεστῶν ἀκριβολογουμένη δυάς, οἶνον αὐτὸν οὐκ ὠνόμασαν, ἀλλὰ δι’ ὧν εἴποσαν, αὐτὸ τὸ συνήθως ἡμῖν πινόμενον δεδηλώκασιν, οἶνον πάντως μεθ’ ὕδατος.

Ἐπεὶ γὰρ τὸ ποτήριον δύο τινὰ παρὰ μέρος δηλοῖ, καὶ γὰρ καὶ αὐτὸ τὸ πινόμενον, ποτήριον λέγεται, καὶ πάλιν τὸ σκεῦος ἐν ᾧ τὸ πινόμενον, ποτήριον ἐκάλεσεν ἡ συνήθεια, τὰ δύο τῆς τοιαύτης φωνῆς, οἱ δύο πατέρες ἑαυτοῖς διεμερίσαντο σημαινόμενα, καὶ ὁ μὲν εἷς τῷ περιεχομένῳ προσήρμοσε τὴν φωνήν, ἅτερος δὲ τῷ περιέχοντι.

Τὸν μὲν οὖν ἄρτον, καὶ ἄμφω διαρρήδην ἄρτον εἰρήκεσαν, θάτερόν δε τῶν προκειμένων εἰπεῖν οἶνον οὐκ ἐδοκίμασαν, τὴν τοῦ ἀκράτου προαναιροῦντες ὑπόνοιαν. Ἐπεί δε πρὸς ἑαυτούς, τῆς διαλέξεως πεπερατωμένης ἀπεληλύθαμεν, ἐγκωμιάσαι τὸν ἐν θεολογίᾳ μέγιστον Ἰωάννην, ὡς ἐν τοῖς αὐτοῦ διάγοντες προθυμούμεθα· καὶ τὸ Πάντα δι’ αὐτοῦ ἐγένετο διασαφοῦντες, ἐπάγομεν παρὰ τοῦ Πατρός· ἐκεῖθεν γὰρ αὐτῷ καὶ τὸ εἶναι καὶ τὸ δημιουργεῖν· ἐπιλαμβάνεται τῶν ῥητῶν ἀναγινωσκομένων συνοδικῶς ὁ πατριάρχης, ὡς τῷ Υἱῷ δῆθεν παρεισφερόντων ἐλάττωσιν. Μᾶλλον δέ ποθεν εἴτ’ ἐκ τῶν συνεδριαζόντων, εἴτ’ ἐκ τῶν παρισταμένων ῥυείσης γλώττης ἀκρατῶς τε καὶ προπετῶς, ὁ πρῶτος εὐθὺς παρασύρεται, καὶ συμφθέγγεται, καὶ τῶν κατ’ αὐτοὺς ἐπιληψίμων διόρθωσιν ὑποφωνεῖ· καὶ θρασύτητος ῥόθῳ σημείωσιν ἀποφαίνεται, καὶ οἱ λοιποὶ κατατίθενται. Τοῦτο δ’ οὐκ ἦν τοσοῦτον τῆς ἱερογραφικῆς ἐπιστήμης τῶν τοῦ λόγου τῆς ἀληθείας ἐξηγητῶν, ὅσον τῆς ἀβασκάνου γνώμης τῶν περιόπτων ἐν ἁγιότητι.

Τί γοῦν ἡμεῖς οἱ πῶς εἰπεῖν οὐκ ἔχομεν ὑπεραπολογούμενοι καὶ φθονούμενοι; Μαρτυρίαις γραφικαῖς ὀλίγαις, ἀλλὰ προδήλοις καὶ πρὸς τὴν ἕξιν τῶν ἀκουόντων, καὶ λογισμοῖς ὁμοίοις, τὰ εἰρημένα πιστούμεθα, καὶ πρὸς τὴν τῆς πνευματικῆς ἀθροίσεως κορυφήν, δι’ ἧς καὶ πρὸς τὴν λοιπὴν συμμορίαν, τοιαῦτα μεθ’ ἑτέρων διαχαράττομεν·

Εἰ τὸ τὸν Πατέρα διὰ τοῦ Λόγου δημιουργεῖν, αἴτιον αὐτοῦ καθεστηκότα καὶ πάντων δὴ τῶν αὐτοῦ, διορθώσεως ἢ σημειώσεως ἄξιον, ὡς ἐπισφαλὲς ὡς παρέγγραπτον, πῶς οὐ πρότερον διορθωτέον ἢ σημειωτέον, αὐτὸ τὸ πίστεως ὅρισμα, τὸ σύμφωνον δογμάτισμα, τὸ κοινὸν ὁμολόγημα, ποιητὴν μὲν πάντων ὁρατῶν τε καὶ ἀοράτων, τὸν Θεὸν καὶ Πατέρα διαγορεῦον, τὸν δὲ Υἱὸν εἶναι διασαφοῦν, τὸν δι’ οὗ τὰ πάντα ἐγένετο; Εἰ ὁ Πατὴρ ποιητὴς πάντων, τὰ δὲ πάντα διὰ τοῦ Υἱοῦ, τάχ’ ἄν τις ὑποτοπάσοι, τὸν Πατέρα διὰ τοῦ Υἱοῦ τὰ πάντα ποιεῖν, ὡσπερεὶ διὰ σοφίας οἰκείας καὶ δυνάμεως καὶ δεξιᾶς, ἵν’ ὁ Λόγος μὲν εἴη παραγωγεὺς κτισμάτων ἁπάντων, αἴτιος δὲ ὁ πρῶτος νοῦς, ὁ τὸν δημιουργὸν Λόγον γεγεννηκὼς ἀπαθῶς, οὗ εὐδοκίᾳ, τὸ κτιστὸν ἅπαν αὐτὸς ὁ Λόγος οὐσίωσε καὶ Υἱός.

Ἀκούομεν δὲ καὶ τοῦ μεγάλου Παύλου τὴν μέλλουσαν κρίσιν διὰ τοῦ Υἱοῦ γενησομένην διδάσκοντος παρὰ τοῦ Πατρός· ἢ τί ἕτερον τὸ φάσκειν αὐτὸν οὑτωσὶ Ῥωμαίοις δι’ ἐπιστολῆς· Ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου, διὰ Ἰησοῦ Χριστοῦ; Καὶ αὐτός δε ὁ Κύριος περὶ τῆς ἑαυτοῦ διδαχῆς οὕτω διαγγέλλει τοῖς μαθηταῖς, Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, καὶ Ὁ λόγος ὃν ἀκούετε, οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με Πατρός, καὶ περὶ τῶν θεοσημειῶν, Ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα. Κατὰ τούτους οὖν τοὺς λόγους, τοῦ Υἱοῦ κρινοῦντος, ὁ Πατὴρ κρινεῖ διὰ τοῦ Υἱοῦ, καὶ τοῦ Υἱοῦ διδάσκοντος, ὁ Πατὴρ διδάσκει διὰ τοῦ Υἱοῦ, καὶ τοῦ Υἱοῦ τερατουργοῦντος, ὁ Πατὴρ ποιεῖ τὰ ἔργα διὰ τοῦ Υἱοῦ· κατὰ ταὐτά, καὶ τοῦ Υἱοῦ κτίζοντος, ὁ Πατὴρ κτίζει διὰ τοῦ Υἱοῦ, τῷ αἴτιος εἶναι τοῦ Υἱοῦ, καὶ πάντων τῶν τοῦ Υἱοῦ.

Μήποτ’ οὖν καὶ ταῦτα πάντα καὶ τὰ παραπλήσια πολλά γε ὄντα, διορθώσεως ἢ σημειώσεως εἴτ’ οὖν ὀβελίσεως ἄξια; Εἰ γὰρ μὴ τοῦτο, τοῦ Λόγου δημιουργοῦντος, ὁ Πατὴρ ἀραρότως διὰ τοῦ Λόγου δημιουργεῖ, καὶ πάντα δι’ αὐτοῦ τοῦ Λόγου γέγονε παρὰ τοῦ Πατρός, ἐπεὶ καὶ τὸ δημιουργὸν αὐτὸν εἶναι, παρὰ Πατρός, οὗ τῆς ὑποστάσεως χαρακτήρ, καὶ ἀπαύγασμα τῆς δόξης, προαιωνίως ἐξέλαμψεν. Ὅτε δὲ πάλιν φησὶν ὁ Ἀπόστολος, ὡς Ὁ Θεὸς ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε, τί ἄλλο λέγων ἐστίν, ἢ ὅτι ὁ Πατὴρ διὰ τοῦ Υἱοῦ, καὶ πάντα μὲν τὰ ὄντα δηλαδή, καὶ αὐτούς δε τοὺς αἰῶνας ἐποίησε;

Τὸ δ’ ὅτι Δι’ Υἱοῦ καὶ τοὺς αἰῶνας ἐποίησεν ὁ Θεός, καὶ τὸ Πάντα διὰ τοῦ Υἱοῦ ἐγένετο παρὰ τοῦ Πατρός, ταυτότητα φέρει κατὰ τὴν δήλωσιν ἄντικρυς, καὶ οὔ τι που θατέρου θάτερον διενήνοχεν. Ἀκηκόαμεν δέ ποτε καὶ τῆς σῆς εὐήχου γλώττης καὶ ἱερᾶς ἐπ’ ἀνακτορικῆς ἐκκλησίας ψαλτῳδούσης διάτορον, Ἅγιος ὁ Θεὸς ὁ τὰ πάντα δημιουργήσας δι’ Υἱοῦ. Εἰ ὁ Θεὸς καὶ Πατὴρ τὰ πάντα δεδημιούργηκε δι’ Υἱοῦ, πάντα διὰ τοῦ Υἱοῦ ἐγένετο παρὰ τοῦ Πατρός. Εἰ μὴ πάντα διὰ τοῦ Υἱοῦ ἐγένετο παρὰ τοῦ Πατρός, οὐδ’ ἔστι λέγειν ὀρθῶς τε καὶ εὐσεβῶς, Ἅγιος ὁ Θεὸς ὁ τὰ πάντα δημιουργήσας δι’ Υἱοῦ· τοῦτο γὰρ ἐξ ἀνάγκης, καὶ οὐκ ἄλλως ἔχον ἐστί.

Τί τοίνυν; Στερκτέον τὴν πρώτην ἀπόρρησιν, ἢ ἀπορρητέον ἐκ δευτέρας μεταβουλεύσεως, ὡς τῶν τοῦ Μονογενοῦς ἁπάντων, εὐλόγως ἀναφερομένων ἐπὶ τὴν πρώτην ἀρχήν, καὶ μήτε τοῦ Πατρὸς ὕφεσιν τῆς ἀξίας ὑφισταμένου τῷ λέγεσθαι τὰ πάντα ποιεῖν διὰ τοῦ Λόγου αὐτοῦ καὶ Υἱοῦ, πῶς γάρ; μήτε τοῦ Μονογενοῦς ἐντεῦθεν ἐλαττουμένου.

Ποῦ γὰρ τὸ μεῖζον καὶ ὑψηλότερον, τοῦ τὰ ἔργα τοῦ Υἱοῦ, ἔργα τοῦ Πατρὸς καὶ εἶναι καὶ ὀνομάζεσθαι, καὶ τοσοῦτον ἔχειν τὸ σεμνὸν τὸν δημιουργόν, ὡς ἔργα τοῦ Θεοῦ πεφῃνέναι τὰ ἔργα αὐτοῦ, καὶ παριστᾶν ἀριδήλως μετὰ τῆς πρώτης ἀρχῆς, ὡς ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἕν εἰσιν, εἴ γε ἅπερ ἐργάζεται ὁ Υἱός, ὁ Πατὴρ αὐτὰ ἐργάζεται δι’ αὐτοῦ τοῦ Υἱοῦ, ὡς κυρίως Πατήρ, διὰ κυρίως Υἱοῦ, καὶ διατοῦτο καὶ κυρίως Θεοῦ· καὶ τοσοῦτον ἀμφοῖν τὸ συνημμένον εἶναι καὶ ταυτοδύναμον, ὡς μήτε τὸν Πατέρα κεχωρισμένως ἐργάζεσθαί τι εἰ μὴ διὰ τοῦ Υἱοῦ, μήτέ τι τὸν Υἱὸν ἐργάζεσθαι τῆς πατρικῆς ἐνεργείας ἀνάξιον, καὶ ὃ μὴ ὁ Πατὴρ ἐργάζεται δι’ αὐτοῦ δὴ τοῦ Υἱοῦ;

Τῆς οὖν τῶν ἱερῶν λογίων παραγωγῆς καὶ τῶνδε τῶν λογισμῶν οἱ τῆς συνόδου σὺν τῷ προηγουμένῳ λαβόντες αἴσθησιν ἐξ ἐπιστολῆς, συνταράττονται καὶ συγχέονται, καὶ ἀλλήλων καταιτιῶνται καὶ καταμέμφονται, περὶ πολλοῦ τὴν οἴκοθεν αἰσχύνην τιθέμενοι, καὶ περὶ πλείστου τὴν ἔξωθεν. Τοῖς μὲν οὖν εἰς τοῦτο κατηντήκει τὰ τοῦ σπουδάσματος, τῇ ἀρχῇ δεδεγμένοις τὸ πέρας ἐπάξιον.