Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Βίος

Νικηφόρος Βλεμμύδης

Απολογισμός του συγγραφικού έργου και τελικές επιβουλές

Ο συγγραφέας ανασκοπεί τα επιστημονικά και πνευματικά του πονήματα, περιγράφει την οριστική του απόσυρση και τη θεία καταδίκη των σκευωρών του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 14 από 14

Ἡμεῖς δε καὶ τὴν συλλογιστικὴν καὶ τὰ πρὸ ταύτης ἐν Ἐπιτομῇ θέσθαι φθάνομεν, ἧπερ ἰσχὺς σαφηνίσαντες. Τά τε τῆς φυσικῆς καιριώτερα καὶ τὰ τῆς μετεωρολογίας ἀναγκαιότερα, καὶ τῶν διττῶν καὶ ἀντιστρόφων περιφορῶν, καὶ τῆς τῶν αἰθερίων σωμάτων κινήσεως καὶ τῶν ταύταις ἑπομένων, ὅσα μὴ πόρρω τοῦ χρησίμου, τὸν ὅμοιον τρόπον περιοδεύομεν, γύμνασμα τὴν πρᾶξιν οἰκεῖον ποιούμενοι.

Πρὸς δέ, καὶ Περὶ ψυχῆς τῇ φιλοσοφίᾳ συνῳδὰ καὶ τῇ ἀληθείᾳ διαγορεύομεν, ἀλλὰ καὶ Περὶ σώματος ὕστερον, ἰατρικοῖς τε συλλογισμοῖς καὶ θεωρήμασιν ἐκ μαθημάτων χρῃσάμενοι· Περὶ πίστεως λόγον συντάττομεν, Περὶ ἀρετῆς καὶ ἀσκήσεως ἕτερον, ὅσα δέον οὐκ ἀγνοεῖν, ἐν ὅσοις τε μὴ ἀπρακτεῖν τὸν ἀληθῶς εὐσεβεῖν προῃρημένον, ταῦτα καὶ διαγγέλλοντες.

Ἀλλὰ καὶ Βασιλικὸν ἀνδριάντα πλάττομεν καὶ ῥυθμίζομεν, καὶ τοῖς βασιλεύουσι προϊστῶμεν ἐνώπιον, ὁποίους εἶναι χρεὼν διαζωγραφοῦντες καὶ παραδεικνύντες τοὺς τοιαύτης ἠξιωμένους ὑπεροχῆς· ψαλμούς τινας οὐχ’ ὡς ἐξ ἑτέρου λεγομένους ἀλλ’ ὡς ἐκ τῶν ᾀδόντων αὐτούς, ἐξηγούμεθα· στήλας ὑμνητηρίους χαριστηρίους ἱκεσίους τῷ Κυρίῳ μὴ σιγώσας ἐγείρομεν, τῷ μόνῳ πάντων δημιουργῷ, τῇ τῆς εὐεργεσίας ἀεννάῳ πηγῇ, τῷ διαπαντὸς οἰκτείροντί τε καὶ σώζοντι· λοιποῖς τε πόνοις λογικοῖς διαφόροις ὅσον τὸ σθένος, τὴν ἡμετέραν βιοτὴν ἐκδιδόαμεν.

Μεταβαίνουσιν ἐκ τῶν οὐχ’ ἱσταμένων ὅ τε τὸ κράτος ἔχων καὶ ὁ τὴν ἱερὰν ἀρχήν, πρὸς τὰ μόνιμα, καὶ τὸν μὲν ὁ ἐξ ὀσφύος αὐτοῦ διαδέχεται, τοῦ δὲ τὴν διαδοχήν, ἐπεὶ τὸ βασκαῖνον ἀπῆν, σύμπας ὁ ἱεραρχικὸς ἡμῖν καὶ μόνοις ἐπιψηφίζεται σύλλογος, καὶ ὁ τὰ σκῆπτρα δεδεγμένος, τῇ τῆς ἀξίας τελεσιουργίᾳ πρὸς τοὺς ἐν οἷς αἱ ψῆφοι πᾶσαι, πᾶσαν εἰσφέρει σπουδήν· ὅτι δὲ τὸ συνιστάμενον ὁ ὑπὲρ ἡμᾶς οὐ προσίεται, τοῦτο καὶ ἡμεῖς σὺν ἐπιτεταμένῳ μόχθῳ διαλύομεν, ὡς ἀνθρώπινον. Τὴν μὲν οὖν προεδρίαν πέρα μέτρου πυκτεύσαντες ἐκκρουόμεθα, πρὸς δὲ τὸ πασῶν πνευματικῶν τῆσδε τῆς ὅλης ἐπικρατείας ἄρχειν μανδρῶν, καὶ παρηλλαγμένα περιβεβλῆσθαι καὶ διασημαίνεσθαι πόρρωθεν, ἀνθελκόμεθα.

Πλὴν ἀλλὰ καὶ ταῦτα διακένους ὡσπερεὶ κτύπους καὶ μειρακιώδεις ἀθυρμούς, ἐπιπλέον δυσφοροῦντες ὡς χλεύῃ τῷ καινισμῷ καὶ βαρυθυμοῦντες, ἀποσειόμεθα, τήν τε σύντροφον ἀπραγμοσύνην οὐ παραιτούμενοι, καὶ τῇ συνήθει λιτότητι πρεπόντως ἐνασμενίζοντες· μὴ προσφοιτᾶν δε τοῖς ἀνακτόροις αἱρούμενοι, κατὰ λόγον δὲ τοῦτο καὶ οὐχ’ ὡς ἔτυχεν, αἴφνης μὲν ὡς συνεχῶς ἐκζητούμενοι τελέσαι τὸ αἱρετὸν οὔμενουν δοκιμάζομεν, ἠρέμα δὲ καὶ κατ’ ὀλίγον τὸ τῶν ἀφίξεων ἐπάλληλον διακόπτοντες, μήπου τε προϊόντες ἑτέρωθι γινωσκόμενοι, τὸ σπουδαζόμενον οὐ φορτικῶς ἐξανύομεν, εἰς τὸ μὴ δ’ ἔξω τῆς ἡσυχαστηρίου προβαίνειν κατηντηκότες περιοχῆς.

Καὶ οὕτω δ’ ἐκεῖθεν τῇ τῶν δεόντων συρροίᾳ περικλυζόμεθα φιλοτιμότερόν τε καὶ δαψιλέστερον· ἐκ δὴ τοῦ περιγεγράφθαι τοιουτοτρόπως ἡμᾶς, οὐδὲ μεταλλαττόμενον ἑωράκειμεν τὸν ἀνάσσοντα. Τούτου μεταθεμένου τὴν ζωὴν ἀπὸ γῆς, καὶ ἡμεῖς ὅσον ἐκ τῶν ἄλλοις ἐπισυμβεβηκότων οὐ μένομεν ἐπὶ γῆς, οὐδενὸς ὄντος εἰς τοῦτο τοῦ δυσχεροῦς· τῶν ἐν στρατείᾳ γάρ τισιν ἐκ τῶν περὶ ἡμᾶς λαμβάνουσιν εἰσφοράς, ἐπεὶ τὰς αὐτῶν πλεονεξίας περιῃροῦμεν ἐς δύναμιν, ἐπιβουλῆς ἄδειαν κατὰ τῶν αὐτοὺς ἀδικούντων τὸ μὴ ἐᾶν ἀδικεῖν, δίδωσιν ὁ καιρός, συνεπισπασαμένοις ἑτοίμως καὶ τὸ ὁμόγνωμον.

Τοῦ γοῦν νυνὶ κρατοῦντος, τὴν ἡγεμονίαν παρὰ τῶν ἐν τέλει πεπιστευμένου καὶ τὴν τῆς βασιλείας διεξαγωγήν, καὶ διὰ τὴν τῶν πραγμάτων μεταβολὴν συναγωγῆς ἐν Μαγνησίᾳ γεγενημένης πολυμιγοῦς, ἔνθα καὶ τὸ πέρας τῷ βεβασιλευκότι τοῦ κράτους ἐπεὶ καὶ τῆς βιοτῆς, ἐκεῖ μετάκλητοι καὶ ἡμεῖς καὶ παρὰ βούλησιν ἔνδημοι· τὴν τῆς ἡμετέρας ἐπιτηροῦσιν ἀφίξεως ἡμέραν οἱ δυσμεναίνοντες, εἰς εἴδησιν θηρευσάμενοι· δεδηλωκέναι γὰρ ταύτην τῷ ἡγεμόνι κεκρίκαμεν, καὶ παρ’ αὐτοῦ τόπον ἐγνωκέναι σκηνώσεως· τὴν ὁδὸν ἡμῶν ἀντιφέρονται, τὴν ὑπαντίασιν καὶ τὸν διαχειρισμὸν ἐπισπεύδοντες.

Τί τοίνυν ὁ ἡμέτερος σοφὸς ὁδηγὸς καὶ σώστης κραταιός; Τοὺς εἰς αὐτὸν ὁρῶντας ἐκκλῖναι τὴν μέσην παρασκευάζει καὶ πολυόδευτον, καὶ δι’ ἄλλης ἄγει πρὸς τὴν πόλιν ὡς πρὸς κρησφύγετον· ἣν δὴ καὶ ταῦτα κατάκρως τὰ τῆς εἰσόδου πεφυλαγμένην, παρ’ ἐλπίδα πᾶσαν εὐθὺς εἰσδύομεν, ἐπὶ τούτῳ τοῦ ἡγεμόνος ἐς πολὺ χαλεπῄναντος, ὅτι τὲ καὶ οὗτος σὺν τῷ πατριάρχῃ καὶ τὸ σύμπαν πλῆθος ἐκτὸς ηὐλίζοντο, καὶ ὅτι καὶ ἡμῖν ἑτοιμασθῆναι προδιετάξατο, πόρρω ποι τῆς κοινῆς ἐπαύλεως ἰδιαζόντως τὴν σκήνωσιν, ἀλλ’ ὅ τε τὴν ἀγγελίαν φέρων οὐκ ἐντετύχηκε τοῖς πρὸς οὓς αὕτη, καὶ οἱ τῆς πόλεως φρουροί, τοῖς ἐπήλυσιν ὡς οἰκήτορσι, σφαλέντες τὸν λογισμόν, ἐνέδοσαν τὴν εἰσέλευσιν. Καὶ τὰ μὲν εἰς ἡμᾶς, ὁ κηδεμὼν καὶ προστάτης οὕτως οἰκονομεῖ, τοὺς δ’ ἀνελεῖν βεβουλημένους, διὰ τῆς πλατείας ἐλάσας, καὶ πλάνητας ἀποφῄνας, εἰκαίους ἀπελέγχει, καὶ μεμελετηκότας κενὰ καὶ ἀνήνυτα.

Κινδύνου δὲ κρείττους ἡμεῖς ἐκ τῆς τοῦ σώζοντος διατετηρημένοι σοφίας καὶ δεξιᾶς, ὁρώμεθα τοῖς ἐν τῷ σεμνείῳ παρὰ τὴν ἐς αὐτοὺς διαβεβηκυῖαν φήμην, δεινῶν παντοίων ἀπείρατοι. Τό δ’ οὐ τῶν ἀνεκτῶν ὁ διηνεκὴς ἡγεῖται πολέμιος, οὐδὲ στέγει τὸ ἀπρακτῆσαι, τρέπεται δ’ ἐπ’ ἄλλην μεθοδείαν, ἐτωσίου τῆς προτέρας ἐληλεγμένης.

Καί τινι τῶν σὺν ἐμοὶ τῶν ἐγγὺς Γαβριὴλ κεκλημένῳ, δι’ οὗ καὶ τὰς ὑπομνήσεις ἐς βασιλέα διεβιβάζομεν, ὃν προσειληφότες αἰπόλον, οὐ μικρᾶς ἐπιμελείας ἐν τοῖς ἐκτὸς ἐν τοῖς ἐντὸς ὅσον τὸ ἐφ’ ἡμῖν ἠξιώσαμεν, ᾧ καὶ τὰ τῆς μοναδικῆς αὐτοὶ περιεθέμεθα χερσὶν οἰκείαις προσύμβολα, τούτῳ παρ’ ἡμῶν ἐπενηνεγμένης ἐπιτιμήσεως, ὡς διὰ πυρὸς ἐπικεχειρηκότι τοὺς θημῶνας ἐξαναλῶσαι τῶν ἐν τῇ χώρᾳ, διενέξεως αὐτῶν μετ’ αὐτοῦ προηγησαμένης, ὁ κακομήχανος ἐχθρὸς ὑποτίθησιν, ἐκ τοῦ περὶ τὰ μὴ καλὰ τῶν πραττομένων ἡμᾶς συνήθως ἀσυνθετεῖν, ἀπαισίους ἀγορίας ὡς ἐξ ἡμῶν διὰ τὸν κρατοῦντα, συναγηοχέναι, καὶ ταύτας αὐτῷ τὰς δυσφημίας ἀνενεγκεῖν.

Ὅθεν καί τινι τῶν ἐν ἀξιώμασι κεχρῃμένος ὁ Γαβριὴλ σοφιστῇ καὶ συσκευαστῇ καὶ προαγωγῷ τοῦ τεχνάσματος, τὴν οἴκησιν ἐκ προγόνων ἐσχηκότι κατ’ Ἔφεσον, καὶ μετὰ τῆς ἀρχῆς ἐν ταύτῃ τωτότε διάγοντι Θεόδοτος αὐτῷ καὶ Καλόθετος, τὸ μὲν ὄνομα, τὸ δ’ ἐπώνυμον· εἴθε μηδέτερον ἀντιπεφρασμένον ἦν ἐξ ἀμφοῖν, εἰς τὰ βασίλεια μετ’ αὐτοῦ φέρεται, καὶ δι’ αὐτοῦ εἰσάγεται, καὶ τῷ βασιλεῖ παρίσταται, καὶ διαγορεύει τὰς συμφορήσεις ὁ μοναστής.

Ὁ μὲν οὖν ὅ τε προβιβαστής, ἀνήκεστα παραχρῆμα τοὺς οὕτω κατειργασμένους ᾤοντο πήσεσθαι, καὶ κακώσεων αὐτοῖς ἀφορήτων ἐπαγωγὰς ἐφαντάζοντο, καὶ ῥύακας ἀλγεινῶν ὑπερεκχεομένους, ἕως αὐτῆς ἥκοντας τῆς ψυχῆς.

Ἀλλ’ ὁ διασκεδάζων βουλὰς ἐθνικάς, καὶ λογισμοὺς ἀθετῶν ἀρχομένων καὶ ἀρχόντων κακῶς, ὁ σοφός τε καὶ κραταιὸς ἡμῶν ὑπερήγορος καὶ προασπιστής, ὡς ἀχύρου χνοῦν ἐξ ἅλωνος ὑπὸ θερινῆς λαίλαπος, οὕτως ἐκ τῆς βασιλικῆς διανοίας ὑπὸ Πνεύματος ἐπισκήψεως οἵας οἶδεν αὐτὸς ἐκλικμᾷ καὶ διασκεδάννυσι τοὺς τῆς κακορρημοσύνης σωρούς.

Ὁ δὲ τὸ δρᾶμα πᾶν ἐξυφῄνας, εἰ καὶ τὸν στήμονα καὶ τὴν κρόκην παρεῖχεν ἕτερος, ἐν βραχεῖ τῶν εἰργασμένων διὰ τῆς τῶν ἐγκάτων διαβρώσεώς τε καὶ ἀποθέσεως εἰσπράττεται δίκας· ὃς ἐς τὴν καθ’ ἡμῶν ἐξώκειλε τοσαύτην ἀπέχθειαν, ὅτι τοῦ Θαυματουργοῦ κτῆσιν ἐκ πατρικῆς πλεονεξίας σφετεριζόμενος, δι’ ἡμῶν ταύτην τῷ δικαιουμένῳ παρὰ τοῦ προβεβασιλευκότος ἐπανασεσωσμένην τεθέατο· κότον οὖν ἐς τοὺς δι’ ὧν ταμιευόμενος, ἐπεὶ δυναστείας ἐσχήκει καιρόν, προαφελόμενος τὴν κτῆσιν, ἐκθύμως τῶν λελυπηκότων κατέδραμε. Καὶ ὁ μὲν τὴν ζωὴν ἐν ὑπερβαλλούσῃ πικρίᾳ καὶ καταγνώσει κατέστρεψεν· ἡμᾶς δ’ ἐκ τῶν τοιούτων ὑποδειγμάτων χρὴ συνετίζεσθαι, τὸ τῶν πονηρῶν ἐπιτηδευμάτων ἀπέχεσθαι τῶν ὅλων, ἵνα μὴ χείροσι καὶ ἀπευκταιοτέροις ἐγκύρσωμεν.

Ἔστι γὰρ ἔστι τοῦ πάντα σοφῶς τὰ ἡμέτερα διεξάγοντος, καὶ τὸ δι’ ἀλγεινῶν ῥαγδαίας ἐπιφορᾶς ὅτε δέον εἶναι κρινεῖ, τὰς τῆς κακίας ἀνακόπτειν ὁρμάς, ἐν τοῖς ἀλογοῦσι καὶ μάλιστα τῆς ἐκεῖ τῶν πεπραγμένων λογιστείας καὶ ἀποφλήσεως.