Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἀντιρρητικοὶ τρεῖς κατὰ Κωνσταντῖνου τοῦ Κοπρωνύμου

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Πρώτος Αντιρρητικός: Εισαγωγή στον αγώνα κατά της εικονομαχίας

Ο συγγραφέας προετοιμάζει την αναίρεση της νέας αίρεσης, ελέγχοντας την υποκρισία και τις εσωτερικές αντιφάσεις των πολεμίων της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 1 από 15

ΑΝΤΙΡΡΗΣΙΣ ΠΡΩΤΗ Οὕτως μὲν δὴ τῶν προτέρων ἡμῖν λόγων ἐκπεπόνηται τὸ ἀγώνισμα καὶ ἐξήνυσται. Καὶ γὰρ τὴν Χριστιανῶν θεοσέβειαν, δυσσεβείας εἰδωλικῆς διὰ τῶν ἱερῶν γραμμάτων ὁ λόγος προλαβών, καθαρεύουσαν ἀποδέδειχε, τοὺς δὲ ἀδικίαν εἰς τὸ ὕψος λαλήσαντάς τε καὶ μελετήσαντας, στηλιτεύσας ὡς παράφρονας ἀπεῤῥάπισε. Νῦν δὲ αὖθις ἐπὶ τὸ ἕτερον τῆς ἀσεβείας ἀποδυσάμενοι μέτιμεν στάδιον.

Ἐπείπερ, καθὰ δὴ καὶ πρότερον ἡμῖν ἐῤῥήθη, διττὸς παρὰ τῶν τῆς ἀληθείας ἐχθρῶν ὁ κατὰ τῆς εὐσεβείας συνέστηκεν ἀγών, κατὰ τὸν ζηλωτὴν Φινεὲς τῷ σειρομάστῃ καθοπλισθέντες τοῦ πνεύματος, καὶ αὐτῇ τῇ ἀληθείᾳ συνεργῷ χρώμενοι, ὑπὲρ ἧς μαχόμενοι συμμαχούμεθα, καὶ ὁ παρὼν ἡμῖν ἐπισυνέστηκε πόλεμος, τὴν Μαδιανῖτιν ἀθεΐαν τῇ Ἰουδαϊκῇ ἀπιστίᾳ, τὴν Μανιχαϊκήν φημι λύτταν τῇ Ἀρειανικῇ μανίᾳ συνεκκεντήσοντες.

αʹ. Ἐπεὶ οὖν εἴ τις αὐτῶν διαπύθοιτο, ποῦ ποτε ἄρα Χριστιανοὺς εἰδωλικοῖς προσοχθίσμασιν ὡς θεοῖς ἐφώρασαν ὑποκύψαντας, οὐκ ἔχουσι ὅ τι καὶ ἀντιφθέγξαιντο, ἰλιγγιῶσι δὲ μάλιστα ὑπ’ αὐτῆς τῆς ἀληθείας στρεβλούμενοι, καὶ τὴν γλῶσσαν δεσμούμενοι, καὶ τὴν ψυχὴν σκότους πληρούμενοι. Καὶ ἄλλως συναισθόμενοι ὡς λίαν ἀσεβοῦσι τὰ πρὸς Θεὸν τοῖς ἱεροῖς ἀθέσμως προσπταίοντες, ἐγνωσμένον αὐτοῖς ὅποι τὰ τῆς ὕβρεως ἀναφέρεται, τηνικαῦτα χωροῦσιν ἐπὶ τὸ ἀπερίγραπτον. Οἰόμενοι γὰρ διαδρᾶναι τὸ τῆς ὕβρεως ὑπέρογκον, κομψὸν ἐπενόησαν ὅπερ ὑπέδυσαν προσωπεῖον, τοῦ ἀπεριγράπτου τὸ πρόσρημα, ὃ δὴ τῷ Χριστῷ ἐπιγράφουσι· ταύτῃ δῆθεν κατασκευάζοντες τὸ ἀπρόσκοπον, ὡς ἂν τῷ μὴ δεῖν εἰκονίζεσθαι, τὰ ἐπὶ τῇ παροινίᾳ τῶν ἁγίων ἄτοπα διαπεφευγέναι δόξαιεν. Ὃ μεῖζον· αὐτοῖς εἰς ἀτοπίαν ἐξεύρηται. Σοφίζονται γὰρ λανθάνειν Θεόν, ἐφ’ οἷς εἰς αὐτὸν ἀσεβοῦσιν οἱ ἀσύνετοι· λελήθασι δὲ τῷ ὄντι σφᾶς αὐτοὺς οἱ πλανώμενοι, ὡς τό γε ἑαυτοὺς παραλογίζεσθαι, τῶν ἀνοήτων πάνυ καὶ σφαλερῶν ὑπάρχει τεκμήριον.

βʹ. Πάλιν οὖν κἀν τούτῳ τῷ μέρει τῆς ἀσεβείας ἑαυτοῖς ἀκολουθοῦντες· οὐ γὰρ δὴ τὴν τῆς ἀληθείας διασκοποῦσιν εὕρεσιν, τὴν τοῦ Μαμωνᾶ πλάνην, κανόνα καὶ δογμάτων ἀκρίβειαν οἱ δείλαιοι ἐξεδέξαντο. Οὕτω γὰρ τοῦ δέοντος παρεκομίσθησαν λογισμοῦ, καὶ τοῖς αἰσχίοσι τὴν ψῆφον ἤνεγκαν, ὅθεν αὐτοῖς τὸ πᾶν τῆς εἰκαίας ταύτης διδασκαλίας ἀνοήτως συνέστηκεν. Ὄντως ἀληθὲς περὶ τῶν ὧδε φρονούντων, φάναι καὶ νῦν, ὡς εἴη ἐξ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας, ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτῶν. Τὸν γὰρ τῆς ἀσεβείας ἐκεῖθεν πικρὸν ὥσπερ ἐκχεάμενοι ἄκρατον, καὶ τοῖς ἐκπεπονημένοις αὐτῷ ψευδομυθήμασιν ἐκμεμεθυσμένοι τὸν νοῦν, πρὸς ἀλλοκότους καὶ ἀλογίστους φλυαρίας τὴν γλῶσσαν ἀτοπώτατα παραφέρονται. Πολλὰ δὴ οὖν καμόντες, καὶ πολλὰς βίβλους διαφθείραντες καὶ νοθεύσαντες, πλείστας τε δόξας τῶν τε ἀοιδίμων Πατέρων ἡμῶν, πρὸς δὲ καὶ τῶν ἐκτὸς καὶ τοῦ τῆς Ἐκκλησίας ἀπεληλαμένων χοροῦ ἐξερευνήσαντες, καὶ ταύτας παρακινεῖν καὶ δολοῦν πειραθέντες· ἤνυσαν πλέον μὲν οὐδέν τι· ἐκεῖνον δὲ ταῖς ἰσοθέοις καθ’ Ἕλληνας γεραίρουσι τιμαῖς, τῇ τε δόξῃ τῇ αὐτοῦ καὶ τῷ φρονήματι προστρέχοντες ἀφρονέστατα, ὡς οἰκεῖον περιπτύσσονται καὶ ἀσπάζονται.

Καὶ τούτων μάλιστα οἱ ἀνοήτως τῆς ἐκείνου ἀποστασίας προεστηκότες, ἐκ τῆς τοιαύτης αἰσχύνης τὸ περιφανὲς κατακτᾶσθαι οἰόμενοι, καὶ τούτοις ἐρεύνης καὶ ἐξετάσεως ἄνευ συντίθενται· ἐπειδὴ πρόχειρον ἡ κακία, καὶ πολὺς ἐπὶ τὸ χεῖρον ὁ δρόμος, καὶ τὸ πρὸς τὰ περικόσμια τῶν φιλοσάρκων ἐπιῤῥεπές. Ὑφ’ ὧν ἐναυξηθέντος αὐτοῖς τοῦ κακοῦ, τὰ τῆς οἰκείας ἀσφαλείας προὔδωκαν, ὥσπερ λοιμικοῦ τινος ἐφερπύσαντος καὶ ψυχοφθόρου πάθους. Ἐντεῦθεν τῇ τοῦ ἀπεριγράπτου συνίστανται φωνῇ, δι’ ἧς τὴν τοῦ Σωτῆρος ἡμῶν θείαν οἰκονομίαν πανούργως καὶ κακοήθως ἐκ βάθρων αὐτῶν ἀνατρέπειν ἐπιχειροῦσι, καὶ ταύτην κατὰ τῶν εὐσεβούντων προχειριζόμενοι, καὶ ὥσπερ δυσκαταγώνιστον ἐπιτείχισμα κατεξανιστάντες αὐτοῖς, αἱρήσειν οἴονται· ὡς εἰ μὴ δέξαιντο, διαιρήσειν τὴν κατὰ Χριστὸν μίαν ὑπόστασιν ἐκβιασθήσοιντο. Ἀλλ’ ἐπειδὴ ποικίλον καὶ πολυσχιδὲς τὸ τοῦ ψεύδους τέχνασμα, ὑποπλάττονται μὲν ταύτην δέχεσθαι, μέχρι ψιλῶν ῥημάτων μόνων περιιστάντες, τὸ ἑτερόδοξον αἰσχυνόμενοι, ἔργῳ δὲ ὅτι μὴ ἀπαναίνονται μόνον, ἤδη δὲ καὶ τοὺς προσιεμένους ὡς δυσμενεῖς ὁρῶντες, πικρῶς ἀπελαύνουσι μηδὲ μιᾶς ἀξιοῦντες φειδοῦς.

γʹ. Τί δὴ οὖν λοιπὸν τὸ ἐντεῦθεν σκοπεῖν ἔξεστι; Τί δὲ ἄλλο ἢ τοῦτό γε ἀληθὲς ἐννοεῖν καὶ φράζειν, ὅτι δὴ πάλιν ἡ τοῦ Μάνεντος Χάρυβδις πλατὺ χάνασα τοῖς ἐν τῇ ἁπλότητι τοῦ βίου τὸν πλοῦν ἐξανύουσι, στόλους ὅλους ψυχῶν ἀναρπάζουσα, καὶ βρυχίους τῷ βυθῷ τῆς ἀπωλείας ὑπάγουσα, παραδίδωσι;

δʹ. Πάλιν τῆς Ἀρειανικῆς φλογὸς ἡ χίμαιρα, τῷ ψυχοφθόρῳ πυρὶ τῶν τῆς ἀθεότητος διδαγμάτων, τῶν ἀπροόπτως πως καὶ ἀφυλάκτως παρατυγχανόντων τὸν νοῦν, παραναλίσκει διαφλέγουσα. εʹ. Πάλιν ἡ πολυκέφαλος ὕδρα τῶν Ἀκεφάλων καὶ τῆς συγχυτικῆς τῶν Εὐτυχιτῶν, μᾶλλον δὲ Δοκητῶν συμπνοίας, ἐπὶ διαιρέσει καὶ λύμῃ τοῦ τῆς Ἐκκλησίας καλῶς ἡνωμένου σώματος, πολυσχιδεῖς τὰς παραφυάδας τῶν πικρῶν γεννημάτων ἐβλάστησε.

Καὶ ὡς ἂν συλλαβών τις εἴποι, ἐκ τῆς Μανιχαϊκῆς ἐχίδνης, καὶ τῆς Ἀρειανικῆς ἀσπίδος, ἕτερός τις ἐκ συμπλοκῆς τούτων οἷον ἑρπυστὴς ἀμφικέφαλος ἐξέφυ· ὁποίαν δὴ καὶ τὴν τῶν Ὑψισταρίων κίβδηλον καὶ βδελυρὰν θρησκείαν ἀκούομεν, ἐξ Ἑλληνικῆς τερθρείας καὶ νομικῆς τερατείας συνισταμένην· καὶ δεινὸν κατὰ τῶν τῆς θείας ἐντολῆς ὑπερορώντων ῥέψας, ὧν καὶ πτέρναν τηρεῖν ἤδη προστέτακται, πικρὸν τὸν ἰὸν καὶ ὀλέθριον ταῖς ψυχαῖς τῶν εὐπαρακόμιστον εἰς τοῦτο τὴν ἀκοὴν ἐχόντων ἐνέχεεν. Ὅτι μὲν γὰρ Ἀρειανοὶ Μανιχαίοις συμφύρονται, ἐν τοῖς μετὰ ταῦτα σαφῶς παραστήσομεν.

ϛʹ. Δῆλον δὲ δήπου παντί, ὡς βούλεται αὐτοῖς ἡ σπουδή, τὰς πολυανθρώπους ἐκείνας καὶ θεολέκτους τῶν ἀοιδίμων Πατέρων ἡμῶν ὁμηγύρεις τέλεον ἠθετῆσθαι· ὑφ’ ὧν διὰ τοῦ ἐνεργοῦντος καὶ λαλοῦντος ἐν αὐτοῖς θείου Πνεύματος, πεφοιτηκέναι εἰς ἡμᾶς τὴν τοῦ θείου μυστηρίου ἀληθότητα ἐκφανέστερον καὶ τρανότερον ἀσφαλῶς πεπείσμεθα, τάς τε κατὰ Νίκαιαν τὸ φιλόθεον ἄστυ συγκεκροτημένας φημί, ὃ τῶν ἐν Βιθυνοῖς καθ’ ὧν τὸ κράτος ἔσχε πόλεων, τὰ πρεσβεῖα οἷα δὴ μητρόπολις φέρεται, καὶ ἣν τὸ Χαλκηδονίων αὐχεῖ μάλιστα πόλισμα, καὶ μὲν δὴ καὶ αὐτὴν ᾗπερ ἡ Βύζαντος ἐγκαλλωπίζεται πόλις, ἐπὶ τῷ τελείῳ τῶν ἀριθμῶν ἐνσεμνυνομένη, τῷ εἰς πλείονα τῆς ἀσεβείας ἔνδειξιν διεῤῥίφθαι καὶ ἐκκεκρίσθαι, καὶ οὓς οἱ κατ’ αὐτὴν θεσπέσιοι Πατέρες θεσμοὺς καὶ νόμους τῇ ἐπινοίᾳ τῇ ἄνωθεν ποδηγούμενοι ἐκπεφωνήκασιν· ὑφ’ ὧν καθορίζεται θεοσόφως μάλιστα καὶ ἐνδικώτατα, τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ σεβασμίαν εἰκόνα κατὰ τὸν ἀνθρώπινον χαρακτῆρα, τὸ ἐξ ἐκείνου ἀναστηλοῦσθαι· ὅπερ ἤδη καὶ πάλαι μὲν γεγονὸς διεφαίνετο· καὶ γὰρ ἡλικιῶτις τῆς τοῦ Σωτῆρος ἐπιφανείας, ἡ θεία αὕτη γραφή, ὅσον δὲ τὸν ἀμνὸν ὃς εἰς τύπον παρελήφθη τῆς χάριτος ἐπιλαμψάσης αὐτῆς μὴ προϊέναι περαιτέρω εἰκονιζόμενον.

Δέον γὰρ εἶναι τοὺς παλαιοὺς μὲν τύπους καὶ τὰς σκιὰς ὡς τῆς ἀληθείας σύμβολά τε καὶ προχαράγματα τιμωμένους, σεπτούς τε καὶ αὐτοὺς ἤδη τυγχάνοντας, περιγεγράφθαι, τὴν χάριν δὲ προτετιμῆσθαι εἰκότως καὶ τὴν ἀλήθειαν. Πρὸ τούτων δὲ καὶ ὑπὲρ ταύτας, τὴν ἐφ’ ᾗ ἡ Ἐφεσίων μέγα φρονεῖ, τέλεον ἀποσκευάσασθαι, ἄντικρυς περιγραπτὸν τὸν Χριστὸν καὶ Θεὸν ἡμῶν κατὰ τὸ ἀνθρώπειον, μεγαλοφώνως κηρύξασαν, καὶ τοὺς μὴ ταύτην δεχομένους τὴν φωνήν, φρικτοῖς ἀναθέμασι περιδεσμήσασαν. Καὶ τί χρὴ λέγειν συνόδους ἀνατετράφθαι παρ’ αὐτῶν; Τὸ πᾶν τοῦ μυστηρίου τῆς τοῦ Σωτῆρος οἰκονομίας περιυβρίζοντες, ἐκφαυλίζουσιν ἔθη τὰ καθ’ ἡμᾶς καὶ θεσμοὺς καὶ σεβάσματα.

ζʹ. Ἐπεὶ οὖν κατὰ τῆς Χριστοῦ Ἐκκλησίας καὶ τῶν θείων ἡμῶν δογμάτων ἀπηναισχύντησαν, πᾶσαν ἱερὰν παράδοσιν διωσάμενοι, καὶ τὰς κατὰ τῆς δόξης τοῦ Μονογενοῦς παρὰ τοῦ πατρὸς τῆς ἀπιστίας, μᾶλλον δὲ ἀποστασίας εἰπεῖν οἰκειότερον, κενολογηθείσας φωνὰς εἰς βεβαίωσιν τῆς ἑαυτῶν προχειρίζονται ματαιότητος, ἔδει μὲν ταύτας ὡς φληνάφους, ὡς ἀγυρτώδεις, ὡς ἀηδίας καὶ λέσχης πεπληρωμένας, ὡς ἀπαιδεύτους καὶ ἀσυνέτους καὶ ψεύδους ἐμπλέους, ὡς ἑαυτῷ ἀνακολούθους, ὡς τῇ ἀληθείᾳ καὶ ἑαυταῖς μαχομένας, καὶ πλάνης ἁπάσης μεμεστωμένας, καὶ ὡς οὐκ ἂν λόγος πρὸς τὴν αὐτῶν κακίαν ἀφίκοιτο, καὶ τὸ πᾶν εἰπεῖν, ὡς ἐκ πολλῆς κοπρίας καὶ φορυτοῦ ἀπαιδεύτως καὶ ἀμαθῶς συναγηγερμένας, τέλεον ἀπωθεῖσθαι καὶ διακρούεσθαι.

Οὕτω γὰρ ἀκόσμως καὶ αὐθαδῶς καὶ ἀσέμνως, κατὰ τῶν φαινομένων καὶ ὑπ’ ὅψιν πάντων ἠγμένων καὶ ταῖς ἁπάντων ὁμολογουμένων ὄψεσιν προΐασιν, ὡς εἰς γέλωτα μᾶλλον ἢ ὄνησιν τοῖς σώφροσι ταῖς ἀληθείαις προκεῖσθαι. Πῶς γὰρ οὐκ ἄξιον γέλωτος, τὸ τῇ φύσει τῶν πραγμάτων αὐτῇ, καὶ τοῖς ἐκ πλειόνων χρόνων καὶ γενεῶν πολλῶν ἐπ’ εὐσεβείᾳ γνωρίμων καὶ μεμαρτυρημένων, τὸ πιστὸν καὶ τὴν ἰσχύν, ἀπομάχεσθαι, καὶ αὐτόθεν τὸ ἀσφαλές, τῷ παρακεχωρηκότι πάντων τῆς ἐννοίας, πρὸς λόγου πληροφορίαν εἰς ἀπόδειξιν καὶ βεβαίωσιν παραλαμβάνεσθαι;

Ὡς γοῦν ἤδη τοιαῦτα καὶ οὕτως ἔχοντα ἔγνωσται, μηδὲ τὴν ἀρχὴν ἀντιλέγειν ἐχρῆν· ἵνα μὴ ταὐτὸν ἐκείνοις πεπονθέναι ὀφθείημεν, καὶ ἀβελτερίας καὶ ἀπαιδευσίας ὀφλήσαντες γέλωτα, τὴν ἴσην ἀπενεγκοίμεθα γραφήν, τοῖς μειρακιώδεσιν ἐπιβάλλοντες λόγοις.

Ἔοικε γὰρ ὁ ταῦτα ἀνατρέπειν πειρώμενος, τὰς κατὰ παιδιὰν ἐκ ψάμμου παίδων ἀθύρμασι κατεσκευασμένας περιτρέπειν μᾶλλον οἰκοδομίας, ἢ τοῖς παρὰ πᾶσι τοῖς συνιοῦσιν ὡς ἀληθῶς καὶ τὴν ἀλήθειαν τετιμηκόσιν ἐπεγνωσμένοις, συναγορεύειν. Ἀλλ’ ἐπειδὴ ὥσπερ ἐξ ἐπιτάγματος σοφοὶ εἶναι βούλονται, μὴ ὅτι τῆς ἀληθείας ἀντέχεσθαι σπουδὴν ποιούμενοι, τοῦ ψεύδους τε ὡς οἷοί τέ εἰσι μεταποιούμενοι, ἐρεσχελίᾳ πολλῇ καὶ φλυαρίᾳ καὶ βατταρισμοῖς χρώμενοι, ἐπὶ τῇ τῶν πολλῶν λύμῃ, συναρπάζουσι δι’ αὐτῶν τοὺς ἀκεραιοτέρους, ἐκ πολλῆς ἄγαν ἀποπληξίας καὶ δυσβουλίας αἰχμαλωτίζοντες, εἰς τὸ οἰκεῖον πτῶμα τοὺς πολλοὺς ἕλξειν. Οἷς ἤδη καὶ τῶν λογιμωτέρων δοκοῦντες καὶ περιφανεστέρων τινές, σκανδαλίζονται, ἐπειδὴ ἅπτεται ὡς τὰ πολλὰ καὶ τῶν ἀρίστων ὁ μῶμος· καθάπερ γὰρ φθοροποιοῦ νοσήματος πᾶσιν, ὡς ἔπος εἰπεῖν, τῆς ἑαυτῶν μεταδιδόασι λώβης.

Τῷ φαινομένῳ γὰρ καὶ κεχρωσμένῳ τῶν τὴν ἀκοὴν περισαινόντων λόγων περιθελγόμενοι, τὸν δὲ κατορωρυγμένον καὶ κεκρυμμένον βόθρον διὰ τὸ ἀνεπιστάτητον οὐ προορώμενοι, ταῖς πάγαις ἐξ ἀπροσεξίας τῆς ἀπιστίας ἀκλεῶς περιπίπτουσιν. Ἐν προσχήματι γὰρ Χριστιανισμοῦ τὸ Χριστιανίζον ἅπαν εὐσεβῶς ὁ ταῦτα συγγεγραφηκὼς δυσμενῶς ἐξεπόρθησε.

Ταύτῃ τοι καὶ οὐκ ἀκόσμως τι δόξαντες δρᾷν, εἰς τήνδε τῶν λόγων τὴν ἐξέτασιν καθήκαμεν ἑαυτούς. Καὶ οὐκ ἂν ἀποκνήσαιμεν σαθρὰ καὶ κατεῤῥυηκότα καὶ ἀραχνίων ἀσθενέστερα τὰ τούτων ἀποφαίνειν προβλήματα, τοὺς τῆς ἀληθείας ἐλέγχους εὐστόχως ἐπάγοντες, ὡς ἂν δήλης ἅπασι τῆς ἐν αὐτοῖς ἀτοπίας καθισταμένης, ἐπιγνοῖεν οἱ συνετοὶ τὸ ἀπατηλὸν αὐτῶν καὶ κατεπτυσμένον, καὶ τῆς ἑαυτῶν ἀσφαλείας προνοήσαιεν. Ὅτι μὲν οὖν ὡς ἐν ἅπασιν ἀσυνετοῦντες καὶ ἀμαθαίνοντες, κἀν ταύταις ἀποσφάλλονται ταῖς φωναῖς, τῷ ἀγράπτῳ φημὶ καὶ ἀπεριγράπτῳ, ὡς οἶμαι, παντί τῳ σαφές· εἰς ταὐτὸν ἀμφότερα συνενεγκόντες, τὰ ἐν πολλοῖς διαφέροντα, περὶ ὧν εἰς ὕστερον διαληψόμεθα, τήν τε διαφορὰν καὶ τὴν ἀπ’ αὐτῶν σημαινομένην δύναμιν ἐπισκεπτόμενοι. Ἐν τῷ παρόντι δέ, τῇ τούτων ἀπαιδευσίᾳ καὶ ἀμουσίᾳ συγκαθιστάμενοι, πρὸς τὰς τοῦ διδασκάλου αὐτῶν προβεβλημένας φωνάς, οἰκείως ἁρμοσόμεθα. Φανερὸν δ’ ἂν γένοιτο, ὡς εἰ τὰ τοῦ μυσταγωγήσαντος τὴν κακίαν καταβληθείη μηχανήματα, καὶ τῶν ἐκεῖθεν ἐξηρτημένων τὴν μύησιν, συγκαθαιρεθείη τὰ ἐγχειρήματα.

ηʹ. Κοινὸς δὲ ἔσται ἡμῖν ὁ λόγος πρός τε τὸν εὑρετὴν καὶ πατέρα τοῦδε τοῦ δραματουργηθέντος δόγματος, καὶ τοὺς ὑπασπιστὰς καὶ κενοὺς δογματιστὰς τῆς βωμολόχου ταύτης καὶ ἀπατηλῆς δόξης. Καιρὸς λοιπὸν ἤδη ἐπ’ αὐτὴν τῶν προβλημάτων αὐτῶν ἰέναι τὴν ἔρευναν· καὶ ταῦτα εἰς μέσους ἀγαγόντας ὅσα παράλογα ἐν αὐτοῖς, καὶ πρὸς ὑπαγωγὴν καὶ ἀπάτην τῶν πολλῶν σκευωρούμενα, καὶ εἴ τι βλασφημίας ἔμπλεων διαφανείη, διελέγξαι ῥᾳδίως· ἀλλὰ τὸν πολὺν ὕθλον καὶ τὴν ἐγκειμένην φλυαρίαν, καὶ ἄλλως ῥημάτων ὄχλον τοῖς ἀκροαταῖς ἐμποιοῦσαν περιιστάμενοι, ἐπ’ αὐτὰ τὰ δοκοῦντα καίρια εἶναι τῆς ματαιότητος αὐτῶν ὁμόσε χωρῶμεν. Οὐδὲν δὲ χεῖρον ἐπιμνησθῆναι καὶ ᾧ τρόπῳ τοῖς τὸ τηνικάδε τὸ τῆς ἱερωσύνης ἐσχηματισμένοις ἀξίωμα τῷ λόγῳ προσάγεται. Ἐν σχήματι γὰρ ἐρωτήσεως προάγων τὸν λόγον, ἐκεῖθεν ὑποπλάττεται τὰς λύσεις τῶν ἠπορημένων ἐπιζητεῖν, καί τοι κατὰ πολλὴν ἐξουσίαν, αὐθαδείᾳ πάσῃ καὶ φιλαυτίᾳ κεχρημένος, τὰ αὐτῷ κεχαρισμένα προδιηνυκὼς ἤδη. Ἔχει δὲ ὧδε τὰ προτεινόμενα. θʹ. «Ἡ ἁγία τοῦ Θεοῦ καθολικὴ ἡμῶν πάντων τῶν Χριστιανῶν Ἐκκλησία, παρέλαβεν οὕτως ὁμολογεῖν τὸν Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ φύσει ἁπλοῦν ὑπάρχοντα, σαρκωθέντα δὲ ἐκ τῆς παναγίας ἀχράντου Δεσποίνης ἡμῶν Θεοτόκου ἀεὶ παρθένου Μαρίας.

μὴ τρέψαντα τὴν θεότητα εἰς σάρκα, μήτε τὴν σάρκα εἰς τὴν θεότητα αὖξος ἐμποιησαμένην, ἀλλὰ τῶν δύο φύσεων συνελθουσῶν εἰς ἕνωσιν ἀσύγχυτον μίαν, τήν τε τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος, ἕνα τὸν αὐτὸν καθ’ ὑπόστασιν μίαν ὑπάρχειν· τουτέστι διπλοῦν ἐν ἑνὶ προσώπῳ ὄντα, κἂν πᾶσα εἰκὼν παράγωγος πρωτοτύπου τινὸς γνωρίζηται.» Τὰ μὲν δὴ τῶν προοιμίων τοιαῦτα. Τί οὖν πρὸς ταῦτά φαμεν ἡμεῖς; Ὅτι εὐθὺς μὲν καὶ ἐκ πρώτης ἐπιχειρήσεως, ἐπειδὴ πρὸς Χριστιανοὺς ἦν αὐτῷ ὁ λόγος, Χριστιανοῦ πρόσωπον ὑποδύεται, τὸ ὕπουλον καὶ δολερὸν ὥσπερ ἐν ταμείῳ τῇ ἑαυτοῦ ψυχῇ τέως ἀποκρυψάμενος· καταλαζονεύεται δὲ τὴν τῆς Ἐκκλησίας φυλάττειν παράδοσιν, καὶ ἀποσεμνύνειν δοκεῖ τὸ τῆς οἰκονομίας τοῦ Θεοῦ Λόγου μυστήριον· γεραίρειν γε μὴν κατασχηματίζεται τὴν παναγίαν Παρθένον, τοῦ Θεοῦ μητέρα, ἣν ἐν ἑτέροις πολυτρόπως ἠτιμωμένην δεικνύειν ἐβούλετο, καὶ αὐτὰς τὰς πρὸς Θεὸν παρ’ αὐτῆς πρεσβείας, δι’ ὧν πᾶσι Χριστιανοῖς ὡς σωτηρίας προξένων ἐλπίσιν ἀκλονήτοις ἐρηρεισμένοις τὸ σώζεσθαι περιγίνεται, ἀπαναινόμενος.

Καταγοητεύει δὲ τοῖς ἐπιπλάστοις ῥήμασι τούτοις τῶν ἀκροωμένων τὰ ἤθη, ὡς ἂν αὐτοὺς διὰ τούτων ἐπαγαγέσθαι δυνήσοιτο. Ἐντεῦθεν ἀστείως τις μάλα καὶ ἐμμελέστατα ἀποφανεῖται πληροῦσθαι ἐπ’ αὐτῷ ἐκεῖνα δὴ τὰ ἱερὰ λόγια φάσκοντα·

Βολὶς τιτρώσκουσα ἡ γλῶσσα αὐτῶν· τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν· ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν. Πιθανεύονται μὲν γὰρ τῷ λείῳ καὶ περιχαρεῖ τῶν λόγων μεμορφωμένοι, τὴν ἀκοὴν καταθέλγοντες· τιτρώσκουσι δὲ ὅμως, ὡς ἐν βολίσιν ὀξείαις, τὰς τῶν ἀμαθεστέρων ψυχάς, ποικίλοις καὶ ἀνιάτοις τραύμασι κατὰ βάθους περιαμύσσοντες.

Ἡνίκα γὰρ δυστρόπως καὶ κακοήθως κατὰ τῆς ἀληθείας προσφέρεται, εὐθὺς οὐ παῤῥησιάζεται τὴν ἀσέβειαν· εὐγνωμόνως δὲ περὶ τὸν ὑγιᾶ διατίθεται λόγον, ἀπὸ τοῦ δόξαι ὀρθῶς καὶ ἀμέμπτως δοξάζειν, θηρᾶσθαι τῶν πλειόνων τὴν ἔννοιαν μηχανώμενος, ἵνα ἐν ᾧ μέλλοι τὰ τῆς οἰκείας ἐξερεύγεσθαι πονηρίας, πιθανὸς ὀφθείς, ῥᾳδίως ἕλοι τοὺς πειθομένους αὐτοῦ τοῖς πλάσμασιν. Ἀλλὰ γὰρ οὐ χρὴ προσεπιβλέπειν τοῖς ῥήμασιν, ἀλλὰ προσέχειν τοῖς ἐγχειρήμασι.

Ταῖς ἀληθείαις γὰρ αἴρεται αὐτῷ κατὰ τῆς τοῦ Μονογενοῦς οἰκονομίας ὁ πόλεμος. Ἐντεῦθεν ὁ Τυφὼς τῆς ἀσεβείας διαίρεται καὶ πολὺς ἐπιφύεται, κατὰ τῶν ἱερῶν ἡμῶν δογμάτων τὴν ἑαυτοῦ ἀντεξανιστὰς κακοδοξίαν· καὶ οἷς οὐκ ἐξῆν αὐτῷ ἐγχειρεῖν ἢ προσβλέπειν, τούτοις παρὰ πάντα τὸν τοῦ δικαίου λόγον καὶ τὴν ἱερὰν ἡμῶν θεσμοθεσίαν ἀντικαθίσταται, ἐμβριθέστατά τε καὶ δυσμενέστατα ἑαυτὸν ἐπιῤῥίψας τῇ Ἐκκλησίᾳ. Ἐπείπερ δῆλοι πᾶσι καθίστανται οὒς ὁ Θεὸς ἐν τῇ ἑαυτοῦ Ἐκκλησίᾳ ἔθετο, τῇ τοῦ μεγάλου Ἀποστόλου μυσταγωγίᾳ ἡμῖν φανερούμενοι· παρὸν γὰρ τοῖς δημοσίοις καὶ βασιλικοῖς ἐνασχολεῖσθαι πράγμασιν, ἐπειδὴ τῆς θείας δόξης τὴν οἰκείαν φιλοσαρκίαν καὶ ἐμπάθειαν προτετίμηκε, ταῖς τῶν ἀγόντων ὑπαγόμενος εἰσηγήσεσι, δεινὸν πνεύσας, κατὰ τοῦ εὐσεβοῦντος μέρους τὴν χεῖρα καθώπλισε, καὶ τὴν γλῶσσαν κατὰ τῆς ὀρθῆς καὶ ἀμωμήτου ἡμῶν παρέθηξε πίστεως.

Εἴ τις οὖν τὸν νοῦν προσέξει καὶ ἀκριβέστερον ἐπιστήσειε, ῥᾷστα ἂν αὐτὸν ἐπιγνοίη, οὐ μόνον τῇ ἀληθείᾳ προσκρούοντα, ἀλλ’ ἤδη καὶ ἑαυτῷ ἀγεννῶς περιπίπτοντα. ιʹ. «Ἡ ἁγία τοῦ Θεοῦ, φησί, καὶ καθολικὴ ἡμῶν πάντων τῶν Χριστιανῶν Ἐκκλησία.» Ποίαν ἐνταῦθα φὴς Ἐκκλησίαν; ἤρετο ἄν τις αὐτόν. Εἰ μὲν ἑτέραν τινὰ καὶ οἰκείαν ἀποτεμόμενος, ἐν τῇ ματαιότητι τῶν λογισμῶν φαντασιούμενος ἀνετυπώσω, σὸν ἂν εἴη τὸ τεχνούργημα. Εἰ δὲ δὴ ταύτην τὴν καθ’ ἡμᾶς εἴποις, πῶς ἁγίαν ἐνταῦθα καλεῖς, ἣν ἐναγῆ καὶ ἀκάθαρτον ἐν ἑτέροις διὰ πλείστων ὅσων ἐπινοιῶν καὶ κακουργημάτων, καὶ λάτριν δαιμονίων ἀποφῆναι ἐσπούδασας, καὶ ξοάνοις ἀνοσίοις προσκυνήσασαν, καὶ τοῦτο ἐκ παλαιῶν τῶν χρόνων κατειθισμένην εἰσήγαγες;

Ταῦτα γὰρ τῆς σῆς διανοίας τὰ ἀποβράσματα, καὶ τῆς θεομάχου γλώσσης τολμήματα. Οὐ λόγοις μόνον, ἤδη δὲ καὶ ἀνάγραπτον εἰς ἔλεγχον τῆς εἰργασμένης σοι πρὸς Θεὸν καὶ ἀνθρώπους παρανομίας, πανταχοῦ τὴν βλασφημίαν ἀπολιπών. Πῶς οὖν αὐτήν, ὁπότε μὲν ταῖς οἰκείαις συναγορεύειν βούλοιο δόξαις, καθολικὴν καὶ ἁγίαν ὀνομάζων κατακομψεύῃ;

Ἡνίκα δὲ τῶν θείων ἡμῶν κατεξανίστασθαι δογμάτων, εἰς ταὐτὸν ἄγων Θεὸν καὶ δαίμονας, εἰδωλικὴν καταγγέλλεις; Πῶς δὲ οὐχὶ σὺ μᾶλλον εἰδωλολάτρης; Καὶ ἵνα τῶν ἀποῤῥητοτέρων ἀφέξωμαι, ὁ τῷ κόσμῳ προστετηκὼς καὶ δόξῃ τῇ κοσμικῇ ὑπεραιρόμενος, ὁ τῇ σαρκὶ καὶ ταῖς φιληδονίαις κατηνδραποδισμένος, χρόνοις τε καὶ ταῖς παρούσαις εὐημερίαις τὴν εὐδαιμονίαν πᾶσαν μετρῶν, καὶ μηδὲν ὑπὲρ τὰ γήϊνα φανταζόμενος, ἀλλ’ οὐχὶ τῇ εἰς Θεὸν ἐλπίδι καὶ τηρήσει τῶν θείων ἐντολῶν δοξάζεσθαι προαιρούμενος, ἐφ’ οἷς ὡς πρόσυλος καὶ περιπαθὴς ἀποβουκολούμενος, κληρονομίας τῆς οὐρανῶν βασιλείας ἐκπέπτωκας, τῷ δὲ ἀποτεταγμένῳ σοι τῆς γεέννης τόπῳ τοῖς θείοις δικαιωτηρίοις ἀποπεμφθήσῃ. Διὰ δὴ τοῦτο τῆς θρησκείας τῶν Χριστιανῶν καταγορεύεις, καὶ ἀσθένειαν τῆς πανσθενοῦς τοῦ Θεοῦ καταψηφίζῃ δυνάμεως, ὡς ἂν οὐκ ἰσχύσαντος εἰδώλων πλάνης τὸ γένος ἐξελέσθαι τὸ ἀνθρώπειον, ἵνα τὸ δύστηνον καὶ ἀπηχθημένον τοῦ σοῦ φρονήματος ὑποφθὰς προεκφεύξῃ, καὶ τὴν οἰκείαν κακούργως ἐπικρύψῃ αἰσχύνην.

Διὰ τοῦτο τὴν ἄμπελον τοῦ Χριστοῦ, ἣν τῆς νοητῆς Αἰγύπτου μετήγαγε, καὶ τοῦ πηλοῦ τῆς πλινθείας τῶν ἁμαρτημάτων, καὶ τῶν ἀοράτων ἐργοδιωκτῶν ἠλευθέρωσεν, ὡς ὗς ἐκ δρυμοῦ ἐλυμήνω, καὶ ὡς μονιὸς ἄγριος κατενεμήσω· οὐδὲν ἧττον μανεὶς κατ’ αὐτῆς, ἢ πάλαι κατὰ τῶν ἐκ φυλῆς Ἰακώβ, ὁ βαρυκάρδιος καὶ πικρὸς ἐργεπείκτης Αἰγύπτιος, καὶ ὁ τύραννος καὶ σοβαρὸς δυνάστης ὁ Βαβυλώνιος. Καὶ γὰρ οὕτω τῇ Χριστοῦ κληρονομίᾳ ἐπιθέμενος, τῇ μερίδι τῇ ἐκλεκτῇ, καὶ ταύτης μάλιστα τῷ θερμοτέρῳ μέρει, καὶ ὕβρεσιν ἀνυποίστοις ὡς πλείσταις ἐπιών, τὰς μέχρι θανάτου αἰκίας ἐπήγαγες· ἓν ἤρχθω δὴ τοῦτο τῆς σῆς ἀπονοίας τεκμήριον.